(1) Τοῦ ἁγίου Ἀναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ ἀρχιεπισκόπου Ἀντιοχείας εἰς τὴν πνευματικὴν ἀναγωγὴν τῆς ἑξαημέρου κτίσεως λόγος πρῶτος

I 1. Φωνὴ Θεοῦ ἱερά, ἀρύεσθαι ὕδωρ ζῶν ἐκ σωτηρίων πηγῶν, διὰ (1) τοῦ προφήτου Ἡσαΐου πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων λαμπρῶς τε καὶ διαπρυσίως διακελεύεται φύσιν. Ἀένναος γὰρ ἡ τῆς θεορρύτου σοφίας πηγὴ καὶ ἄμικτος πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον καταβαῖνόν ἐστι παρὰ τοῦ μεγαλοδώρου Πατρὸς τῶν παναδύτων φώτων, (5) τοῦ λέγοντος· Εἴ τις λείπεται σοφίας, αἰτείτω παρὰ Θεοῦ τοῦ πᾶσιν ἁπλῶς διδόντος καὶ μηδένα ὀνειδίζοντος. Ἶσον γὰρ τὸ τῆς ὄντως σοφίας καὶ τοῦ ταύτης σοφοδότου ἐρᾶν.

  1. Ἀγάμενός σε τοίνυν, ὦ ἐμοῦ πολυποθήτου γόνου καὶ πάντων μοι ἐρασμιωτέρα κορυφή, τῆς φιλεμμελοῦς περὶ τὰ θεῖα σπουδῆς καὶ (10) φιλενσόφου περὶ τὸν Λόγον διανοίας, ὡς σεαυτὸν τὸν ἔμψυχον χαρακτῆρα τοῦ σώματος δέδεγμαί σου τὸν ἄψυχον χάρτην τοῦ γράμματος αἰτοῦντα περὶ τῶν ἐν τῇ ἑξαημέρῳ πολλοῖς ἀπορουμένων τὴν λύσιν ποιήσασθαι. Ὅθεν θαρρήσας τῷ λέγοντι· Αἰτεῖτε καὶ λήψεσθε, διότι πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει ὡς χρή, καὶ τῷ κρούοντι (15) ἀνοιγήσεται, αὐτῷ ἀναθεὶς τὰς ἐλπίδας τοῦ λόγου, μετὰ τοὺς προκεκμηκότας κατ’ ἶσα βαίνων τοῖς περὶ τὴν ἑνδεκάτην ἐπίσης τοῖς ἐν ἀμήτῳ ἢ καὶ πάλιν τρυγήτῳ ὀξέως διᾴττουσι, πτωχοπρεπεῖ ὄμματι καὶ τεταπεινωμένῃ περιεργίᾳ καὶ ἀπορίᾳ ὥσπερ ἐξανεπιρρωγολογούμενος καὶ ἐπικαλαμώμενος μυρμηκοφυῶς τοὺς διαλαθόντας στάχυας ἀνα (20) καλέσομαι. Ἢ καὶ ὡς ψιχολόγος κύων τῆς παντοδαποῦς καὶ ἀνελλιποῦς καὶ ἀνυστερήτου τῶν Πατέρων τραπεζοποιοῦ πανδαισίας τὰ ἀποπίπτοντα ἀφαιροῦμαι, καὶ ὡς μελισσουργὸς μέλιττα τοῦ λειμῶνος ἐκείνων εἴ που εὐῶδες ἀποσυλήσας ἄνθος ἐν τῷδε τῷ σκεύει ἐναποθεὶς τοῖς οἷς θέμις ἡ τῶν καλῶν ὄρεξίς τε καὶ μετάληψις προσάγω διὰ σοῦ εἰς (25) ἀπόλαυσιν. Εἰ γὰρ δή, καὶ ποιητικῶς καιροῦ καλοῦντος εἰπεῖν, ἀείδω ξυνετοῖσι, θύρας δ’ ὠσὶν ἐπίθεσθε βέβηλοι. Λίαν γάρ μοι ἐνηχεῖ τοῖς ὠσὶν ὁ ἀποκληρῶν τοῦ συλλόγου λόγους τοὺς πινηρώδεις καὶ τοὺς περιγείους που καὶ χαμερπεῖς φέροντας ἐννοίας.

  2. Ἐπεὶ καὶ οἱ τὰ σεπτὰ καὶ τῶν ψυχικῶν μώμων ῥυπτικὰ ποιούμενοι (30) ὄργια, ὅταν εἰς προῦπτον ἐξ ἐχεμύθων ὥσπερ θαλάμων ὑπ’ @1 ὄψιν πανδημεὶ ἀλληλούχως μέλλωσι τιθέναι αὐτὰ κατὰ τὰς θείας καὶ ἱεροτελεστικωτάτας τῆς θεαρχικῆς κρυφιομυστίας τελετάς, οὔ ποτε τὴν ἐκφαντορικὴν τήνδε δρῶσιν ἐμφάνειαν τῇ παμμιγεῖ νεολαίᾳ, ἔστ’ ἂν ὁ πρόκριτος τῆς λειτουργικῆς μετὰ τὴν ἀνωτέραν καὶ ἄμεσον Θεοῦ (35) χορευταξίαν, ὡς εὐωδηφόρος τις πυλῶν ἱερῶν ἐκτὸς τῶν παναγεστάτων ἑστώς, μεγίστῃ διαταγῇ ἀποκρίνῃ τῶν ἀνεφίκτων τοὺς οἷς θέμις τῶν τοιούτων κατατρυφᾶν, ὀρρωδῶν ἐν ᾧ τὸν ῥυπώδη ἐκεῖνον ἀμφιεφόρον ἐκβληθέντα τῆς ἐπιθαλαμίου εὐωχίας ὡς ἀπωτάτω, ἐπεὶ μὴ προσφυῆ τῇ πανδαισίᾳ τῇ θείᾳ τὴν ἀμπεχόνην προδιεσκεύασεν, ἥκομεν δ’ (40) ἡμεῖς ἐπὶ τήνδε τὴν συνταγὴν οὐκ εὐεπείαις τισὶ καὶ γλυκυμύθοις καὶ φληνάφοις Ἑλληνικῶν λόγων καὶ ῥητορείαις τὰς ἑαυτῶν ἠρτηκότες ἐλπίδας, οὐδὲ μὴν ἰάμβοις τοῖς κνωδάλοις καὶ ἀνονήτοις καθοπλισμένοι. Συνοδοιπόρον γὰρ ἔχομεν μετὰ Χριστοῦ τὸν λέγοντα μωρίαν εἶναι καὶ κένωσιν τοῦ σταυροῦ τὴν Ἑλληνικὴν σοφίαν. Ὑπὲρ γραφῆς γὰρ θείας (45) λαλοῦμεν, ἐκτεθειμένης μὲν δι’ ἰσχνοφώνου τινὸς καὶ βραδυγλώσσου, ἀλλὰ καὶ ἀφ’ ὅλων κυρωθείσης καὶ κομηθείσης καὶ ἀγροτῶν καὶ ἀροτήρων καὶ ἁλιέων καὶ σκυτοτόμων καὶ ἀγραμμάτων, καταισχυνάσης τοὺς σοφοὺς καὶ μωροὺς τούτους καὶ ἀνωφελεῖς ἀποδειξάσης.

  3. Διὸ οὐθεὶς ἡμῖν λόγος ἐπὶ τοῦ παρόντος περὶ σχημάτων τε καὶ (50) διαστημάτων καὶ δινήσεων καὶ κινήσεων καὶ ἀποκαταστάσεων καὶ θέσεων καὶ ἀλλοιώσεων καὶ κυκλοφοριῶν καὶ ἀντιπόδων καὶ ψηφηφοριῶν οὐρανοῦ τε καὶ Κρόνου καὶ πόλου καὶ ζῳδιακοῦ λόγου καὶ ἡλίου φορᾶς καὶ μοίρας καὶ σεληνιακῶν γενέσεών τε καὶ κινήσεων καὶ ἐκλείψεως, οὐδ’ αὖ πάλιν πολυάστρων καὶ τῶν ἐν αὐτοῖς μερικῶν (55) ἐπιθεωρουμένων ἀστέρων, οὐ περὶ ὑδάτων γενέσεως καὶ πλημυρῶν, ἐξ ὧν καὶ τοὺς κατὰ τόπον ἐπιτελεῖσθαι σεισμοὺς ἐφαντάσθησαν οἱ τὴν μαθηματικὴν καὶ εἰκαίαν ταύτην ἐξησκημένοι τέχνην, ἐξ ἧς ὥσπερ τινὸς πανωλεθρίου λύμης ἐρρύσατο τὴν ἐκκλησίαν ὁ ἀληθὴς ἐπιδημήσας Λόγος. Τί γὰρ ἀπώνατο κέρδους ἡ ἐκκλησία, εἰ μάθῃ τὴν ἡλίου καὶ (60) σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ ἀνέμων καὶ ἀστέρων κίνησιν πᾶσαν, εἰ μὴ μόνον ἀπολλυμένην τε καὶ ψευδῆ δόξαν;

II 1. Μανθάνουσα δὲ καὶ ἀκούουσα ὅτι παρ’ αὐτοῦ τοῦ παντουργοῦ Θεοῦ ἐγεγόνεισαν δημιουργίαι διτταί, ἡ μὲν ἡ τοῦ εἶναι παραγωγὴ τοῦ ἀνθρώπου ἁπλῶς καὶ πάσης τῆς κτίσεως, ἡ δὲ ἡ τοῦ εὖ εἶναι ἥτις τῷ (65) ἀνθρώπῳ καὶ πάσῃ τῇ κτίσει ἐγένετο σαρκωθέντος αὐτοῦ, πάντων ἀπαλλαγέντων τῆς φθορᾶς καὶ ἀπολαβόντων τὸ εἶναι εὖ, καὶ ὅτι καθὰ @1 προφήτης ὁ θεῖος Μωσῆς προεῖδε καὶ τὴν εἰς τὸ εὖ εἶναι παραγωγὴν καὶ δημιουργίαν τῆς κτίσεως, καὶ γράφων τὴν εἰς τὸ εἶναι αὐτῆς ὕπαρξιν ἐν αὐτῇ τῇ γραφῇ ἐγκατέθηκεν καὶ τὴν διὰ Χριστοῦ εἰς τὸ εὖ εἶναι (70) ἀνάπλασιν αὐτῆς, προφητικῷ δέ τινι χαρακτῆρι καὶ σκοτεινῷ καὶ ἀλληγορικῷ, καὶ γὰρ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς ὁ Θεὸς εἰς τύπον καὶ προγραμμὸν αὐτῆς ἐν σοφίᾳ προκατεσκεύασε, καὶ ὅτι εὐθέως ἐκ πρώτης φωνῆς καὶ ποιήσεως τοὺς θεμελίους αὐτῆς καὶ τὴν κατασκευὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸν φωτισμὸν προεμελέτα καὶ προδιέγραφε, διά (75) τε τοῦ πρώτου οὐρανοῦ διά τε τοῦ δευτέρου διά τε τῶν ἐν αὐτοῖς φωστήρων, οὐ μόνον δέ, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῆς γῆς καὶ τῶν ὑδάτων καὶ τῶν φυτῶν καὶ τῶν κτηνῶν καὶ πτηνῶν καὶ ἰχθύων, καὶ συντόμως εἰπεῖν, διὰ πάσης τῆς κτίσεως τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν ἐν αὐτῇ καὶ δι’ αὐτῆς λαλοῦντα μεγαλύνει Χριστόν. Ταῦτα ἡ (80) ἐκκλησία μανθάνουσα ἀγάλλεται καὶ εὐφραίνεται, σκιρτᾷ καὶ φωτίζεται, οἰκοδομεῖται καὶ στηρίζεται, κραταιοῦται κατὰ τῶν ἀπίστων, πλέον ὁπλίζεται ἐλέγχουσα τούτους, καταισχύνουσα, νικῶσα, γαυριῶσά τε καὶ χορεύουσα, εἴ γε πᾶσα ἡ ὁρωμένη τε καὶ νοουμένη κτίσις κατ’ εἰκόνα ταύτης καὶ τοῦ νυμφίου αὐτῆς Χριστοῦ προκατεσκευάσθη τε καὶ (85) προδιετυπώθη. Τοῦτο γάρ ἐστι τὸ μυστήριον ὃ προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, τὸν Υἱὸν αὐτοῦ, μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν. Ὅθεν καὶ ἀνακεφαλαιώσασθαι λέγεται τὰ πάντα ἐν τῷ Χριστῷ ὁ Θεὸς καὶ Πατήρ. Τί ἐστι τὸ ἀνακεφαλαιώσασθαι, ἀλλ’ ἢ τὰ λόγοις εἰς αὐτὸν (90) προτυπωθέντα ἢ καὶ προσκιαγραφηθέντα εἰς ἔργον πληρωθῆναι διὰ πραγμάτων ἐν αὐτῷ; Πάντα γάρ φησι δι’ αὐτοῦ καὶ εἰς αὐτὸν Χριστὸν ἐγένετο, τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Λέγων δὲ ὁ θεορρήμων Ἀπόστολος ὅτι Πάντα τά (95) τε ὁρατὰ καὶ ἀόρατα εἰς Χριστὸν ἔκτισται σαφῶς δείκνυσι καὶ διδάσκει ὅτι ἡ ὁρατὴ καὶ ἀόρατος κτίσις εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν προδιετυπώθη καὶ ἐγένετο.

  1. Ἀλλὰ περὶ μὲν τῶν οὐρανίων πῶς τε τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν προδιαγράφουσιν οὐχ οἷοί τέ ἐσμεν εἰπεῖν σαφῶς· πῶς μὲν (100) νοηθείη ἄγγελος ὁ τῆς μεγάλης βουλῆς ἄγγελος πῶς τε πάλιν ἀρχάγγελος ὁ τῶν ἀγγέλων κατάρχων καὶ αὐτοὺς ἀποστέλλων ὡς λειτουργικὰ πνεύματα αὐτῷ παριστάμενα· πῶς τε ὀνομάζεται ἀρχὴ ὁ ἐν ἀρχῇ Θεὸς Λόγος ὁ ἄρχων τῆς εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος, μεγάλη γὰρ ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· (105) ἢ πῶς νοήσωμεν αὐτὸν ἐξουσίαν τὸν Θεὸν τὸν ἐξουσιαστὴν τὸν ἰσχυρόν, @1 ἡ γὰρ ἐξουσία αὐτοῦ, ὥς φησι Δανιήλ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, ἐδόθη γὰρ αὐτῷ ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁμώνυμον δὲ αὐτὸν καὶ τὸν θρόνον νοήσεις ὡς τοῦ Πατρὸς ἐπαναπαυομένου ἐν αὐτῷ ὡς μονογενεῖ καὶ γνησίῳ Υἱῷ, ὁμοῦ τε καὶ ἡμᾶς διαναπαύοντι (110) κατὰ τό· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Εἰ δὲ καὶ ἑξαπτέρυγον αὐτὸν γνῶναι θέλεις, ἄκουε τοῦ πρὸς αὐτὸν λέγοντος· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς. Ὡς δὲ φῶς ἀληθινὸν καὶ πολυειδῶς φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἰκότως (115) ἅπαντα καθορῶν, ἄρα καὶ πολυόμματος κέκληται. Ὁμωνύμως δὲ καὶ Κύριος καὶ Κύριος τῶν κυριευόντων καὶ τῶν κυριοτήτων ἄρχων προσαγορεύεται. Κύριος γὰρ κραταιὸς οὗτος καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ, καὶ κύριος τῶν δυνάμεων, καὶ κύριος ὕψιστος. Ἐπειδὴ δὲ Χερουβὶμ ἑρμηνεύεται πλῆθος γνώσεως, Θεὸς δέ ἐστι γνώσεων κύριος, (120) αὐτὸς γὰρ γινώσκει τὰ πάντα πρὶν γενέσεως αὐτῶν καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, εἰκότως λοιπὸν καὶ Χερουβὶμ ὁ ποιητὴς τῶν Χερουβὶμ ἑρμηνεύεται· καθὰ πάλιν καὶ Σεραφίμ, ὅπερ ἑρμηνεύεται πρηστήριον πῦρ, ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ὁ Χριστός. Διὸ καὶ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. (125)

  2. Ἀλλὰ ταῦτα μέν, ὡς ἐν ἐπιτομῇ, πῶς εἰς Χριστὸν ἀναφέρονται καὶ τοῦτον προδιαγράφοντα γεγόνασιν εἴρηται νῦν. Ὅτι δὲ καὶ τῆς ἐκκλησίας ἀντίτυπα καὶ αὐτὴν προμηνύοντα τυγχάνει, ἀπαλλάττει σε ταύτης τῆς ἀμφιβολίας πάλιν ὁ αὐτὸς θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φάσκων περὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τῶν ἐν αὐτῇ (130) κατασκευασθέντων πάντων, εἰς τύπον τῆς ἐκκλησίας αὐτὰ γενέσθαι, Οὐ γὰρ εἰς χειροποίητα λέγων ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν. Εἰπὼν δὲ ἀντίτυπα ἔδειξεν ἀναμφιβόλως πάντα τὰ ἐν τῇ ἐκκλησίᾳ τῶν οὐρανίων ταγμάτων εἶναι μιμήματα. Εἰ οὖν τὰ ἀόρατα καὶ τιμιώτερα εἰς εἰκόνα καὶ τύπον τῆς (135) ἐκκλησίας Θεοῦ παρεσκευάσθησαν, μηκέτι λοιπὸν ἀμφιβάλλῃς μήτε ἀπιστήσῃς ὅτι καὶ ὅλα τὰ ἐπίγεια, ἃ ἐν τῷ Μωσαϊκῷ ἀναγέγραπται νόμῳ, σκιὰν εἶχον καὶ τύπον τῶν μελλόντων εἰς ἡμᾶς ἀγαθῶν, ὡς καὶ Παύλῳ δοκεῖ. Οὕτω γὰρ καὶ τὸν τοῦ Χριστοῦ λόγον νοητέον τὸν φάσκοντα ὅτι Ἰῶτα ἓν ἢ μία κεραία, δι’ ὧν δηλοῦται τὸ σταυρικὸν (140) σημεῖον, οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Δῆλον δὲ ὅτι εἰς αὐτὸν καὶ εἰς τὴν ἐκκλησίαν εἴρηται. Τίνος γὰρ ἦν εἰκών, εἰπέ μοι, ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ὁ ἀμνὸς τοῦ πάσχα καὶ τὸ αἷμα καὶ ὁ ῥαντισμὸς καὶ αἱ θυσίαι καὶ τὸ πῦρ καὶ πάντα τὰ τῆς νομικῆς λατρείας, ἀλλ’ εἰ μὴ Χριστοῦ καὶ τῆς ἐκκλησίας; @1 (145)

  3. Ὅθεν καὶ τοῖς θείοις νοήμασι τὴν ἐκκλησίαν κοσμήσας Κύριλλος ὁ πάνυ ἐν τοῖς εἰς τὴν Γένεσιν ὑπομνήμασι τῆς ἑξαημέρου διὰ πάσης ταύτης ἔφησε τῆς Μωσαϊκῆς γραφῆς τὸ μυστήριον Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγγέλλεσθαι. Ἐξ οὖ ποδηγούμενος καὶ τὰς ἀφορμὰς λαβὼν Ἀμμώνιος ὁ δοκιμώτατος τῆς Ἀλεξανδρέων ἐξηγητὴς σύνταγμα (150) πατρικῶν δοξῶν <τῆς> ἑξαημέρου συστησάμενος πλείστους βιασαμένους ἔφησε τὴν νόησιν τῆς θεοπνεύστου γραφῆς τοὺς μὴ ταύτην εἰς τύπον τῆς ἐκκλησίας νενοηκότας, μὴ ὑπὸ Θεοῦ γεγενῆσθαι, ἀλλὰ μόνῳ γράμματι δεδουλευκότας. Ταύτην γὰρ εἶναι τὴν αἰτίαν τῆς τινων ἐξηγητῶν πρὸς τοὺς ἄλλους ἀσυμφωνίας ὁ αὐτὸς Ἀμμώνιος ἔφησεν. Εἰ γὰρ πᾶσα ἡ (155) κτίσις διὰ τὸν ἄνθρωπον γέγονε, τὸν δὲ Ἀδὰμ καὶ τὴν Εὕαν εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ὁ Παῦλος ἀναφέρει λέγων ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, ἀναντιρρήτως ὅτι καὶ πᾶσα ἡ διὰ τὸν ἄνθρωπον καὶ διὰ τὴν αὐτοῦ σύζυγον γεγενημένη κτίσις εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν ἀναφέρεται. (160)

III 1. Καὶ ὅτι μὲν ὑπὲρ ἡμᾶς ἡ παροῦσα ὑπόθεσις οὔτε ἡμεῖς ἀρνούμεθα οὔτε τῶν εὖ φρονούντων τις. Ἀλλ’ ἐπεὶ μέγα τὸ καύχημα ἐν τῇ ἐκκλησίᾳ τίκτεται, ἐντεῦθεν καὶ μείζω πᾶς τις τῆς οἱασοῦν γραφῆς κομίζεται ὅπλα κατὰ τῶν νῦν κυκλωσάντων αὐτὴν τῆς εὐσεβείας ἐχθρῶν, τούτου χάριν τὸν φωτοδότην Χριστὸν διὰ τῆς αὐτοῦ συζύγου ἐκκλησίας (165) ἐπικαλεσάμενος τὸ στόμα τῆς Βαλααμίτιδος ὄνου καιροῦ καλοῦντος ἀνοίξαντα καὶ πολλοῖς ἀναξίοις, ἵνα μὴ εἴπω πᾶσι, τὰ λαμπρὰ τῶν ἑαυτοῦ δωρεῶν χαριζόμενον, εἰς τόδε τὸ πολλοῖς ἄπειρον κατετόλμησα πέλαγος, βοηθοῖς μετὰ Χριστὸν χρώμενος τοῖς προεξηγησαμένοις ἁγίοις πατράσιν ἡμῶν. Εἰ γὰρ καὶ τὴν Μωσαϊκὴν τῆς εὐαγγελικῆς γραφῆς προ (170) εθέμεθα εἰς ἐξήγησιν, ἀλλ’ οὐ τὸν τύπον τῆς ἀληθείας οὐδὲ τὴν σκιὰν τῶν πραγμάτων οὐδὲ τὸ παρὸν τοῦ ἐνεστῶτος προκεκρίκαμεν εἰς διδασκαλίαν, ἀλλ’ ἵνα ἀκριβῶς παραστήσωμεν ὅτι καὶ ταῦτα τὰ ἀρχαιότερά τε καὶ παλαιὰ τῶν καθ’ ἡμᾶς μυστικῶν καὶ νεοφανῶν εἰσὶ προχαράγματα καὶ προσκιάζουσι τὴν ἀλήθειαν, ἕως ἦλθεν αὐτὴ καὶ τὸ πᾶν σῶμα τῆς (175) ἁγίας γραφῆς ἀπετέλεσεν ἄσκιον.

  1. Εἰ δ’ ὅ τι καὶ νέον ὅσον κατὰ τὴν συνήθειαν ὁ λόγος ἐρεῖ, δεόμεθα καὶ παρακαλοῦμεν τούς τε παρόντας τούς τε μεθ’ ἡμᾶς τῆς ἁγίας ἐκκλησίας υἱοὺς μὴ ἐχθρωδῶς καὶ φθονερῶς καὶ κακοθελῶς τῶν λεγομένων ἀκοῦσαι, ἀλλ’ ἀδελφικῶς. Εἰ γὰρ ἄπταιστος καὶ τελεία (180) γνῶσις τῶν πραγμάτων μόνου Θεοῦ ἐστιν, εἴτε καὶ ὁ πνευματοφόρος ἐκ μέρους γινώσκει καὶ ἐκ μέρους λαλεῖ, καὶ ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ ὑπάρχων Δαυὶδ εὔχεται λέγων· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, ἵνα κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. @1

IV 1. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν (185) ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.

Ὅσαι μὲν καὶ οἷαι πρὸς τὰ προκείμενα τοῖς ἀνέκαθεν ἐξηγησαμένοις εὐσεβῶς αἱ γνῶμαι γεγόνασιν οὔτε ἡμῖν εὐχερὲς τοῦ λέγειν οὔτε τῷ ἀκροατῇ εὐμαρὲς τοῦ ἀκούειν. Εἰς μὲν γὰρ τό· Ἐν ἀρχῇ ἐποίησεν (190) ἠπόρησάν τινες πότερον αὐτὴ ἡ ἀρχὴ ἔχει τινὰ πρεσβυτέραν ἀρχὴν ἐξ ἧς ἤρτηται ἢ ἄναρχός ἐστι. Καὶ εἰ μὲν ἔχει, οὐ δύναται καλεῖσθαι ἀρχή· εἰ δὲ οὐκ ἔχει, δῆλον ὅτι ἄναρχος καὶ ἄχρονός ἐστι. Καὶ ποῖος τῷ ἀνάρχῳ λοιπὸν χρόνος ἐστὶ καὶ ἀρχή; Ἡ μὲν γὰρ ἀρχὴ οὐκ ἔχει τι πρότερον ἑαυτῆς, ὥσπερ ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους γίνεται· προτέρα γὰρ ἡ ὕλη (195) τοῦ εἴδους. Ὁμοίως καὶ τὸ στοιχεῖον σύνθετον ὂν καὶ συγκείμενον ἐξ ὕλης καὶ εἴδους ἀρχὴν ἔχει τὴν ὕλην καὶ τὸ εἶδος. Ἔστι δ’ ὕλη πάντων ἀρχή, φασί, πρᾶγμα οὖσα ἀσώματον ἄποιον λόγῳ μόνῳ ἑρμηνευόμενον, αἰσθήσει δὲ μὴ ὑποκείμενον. Αὕτη οὖν, φασίν, ὑπὸ μορφῆς τινος καὶ σχήματος τυπουμένη, ὅπερ ἐστὶ τὸ εἶδος, σωματοῦται. Καὶ πρῶτον μὲν (200) γίνεται στοιχεῖον, ἢ αἰθὴρ ἢ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ· εἶτα τῶν στοιχείων τούτων συμπλακέντων γίνεται σῶμα σύνθετον ἢ ἔμψυχον ἢ ἄψυχον. Καὶ ἡ μὲν ὕλη καὶ τὸ εἶδος, φασίν, ἀρχοειδέστερα τῶν στοιχείων εἰσί, τὰ δὲ στοιχεῖα τῶν ἄλλων σωμάτων στοιχειωδέστερα. Ἡμεῖς δέ φαμεν ἀρχὴ τῶν πάντων ὑπεράρχιος πρώτη μὲν ὑπάρχη Θεός, μετὰ δὲ Θεὸν ἀρχαὶ (205) τῶν φυσικῶν σωμάτων τὰ στοιχεῖα εἰσίν.

  1. Ἀλλὰ τῶν ἔξω φιλοσόφων τινὲς διῃρέθησαν, καὶ τοῖς μὲν ἔδοξεν ἀρχὴ τὸ πῦρ διὰ τὴν αὐτοκίνητον καὶ εὐκίνητον δύναμιν καὶ τὸ καταναλίσκειν πάντα ὧν ἐπιδράξεται, τοῖς δὲ ὁ ἀὴρ διὰ τὴν τοῦ ζῆν αἰτίαν ἐξ ἀναπνοῆς, τοῖς δὲ τὸ ὕδωρ διὰ τὴν γόνιμον φύσιν, τισὶ δὲ τούτων ἡ γῆ (210) διὰ τὸ τὰ πλεῖστα τῶν ζῷων ἀπὸ γῆς γεννᾶσθαι καὶ εἰς αὐτὴν ἀναλύεσθαι. Πλάτων δὲ τὸν Θεὸν καὶ τὴν ὕλην εἴρηκεν ἀρχάς, τὸν μὲν ὡς θεὸν καὶ πατέρα, τὴν δὲ ὡς δεχομένην τὴν δημιουργίαν, καὶ τὴν ὡς ἔφησε ματαίαν ἰδέαν, παρεκκλίνων τῆς ἀληθείας καὶ τὸ πᾶν μὴ διδοὺς τῷ Θεῷ.

  2. Καὶ ἄλλοι πάλιν λογικώτερον ἢ φυσικώτερον σκεπτόμενοι τὴν γῆν (215) ἀρχὴν τοῦ παντὸς εἰρήκασιν ὡς κέντρον τοῦ οὐρανίου κύκλου, ἐπεὶ καὶ τὸν κέντρον τοῦ κύκλου πρεσβύτερον. Ἄλλοι δὲ ἀγένητον τὸν κόσμον σαφῶς ἀπεφήναντο, καὶ ὁμοῦ τὸ πᾶν εἶναι ἀκολούθως εἰρήκασιν. Εἰσὶ δ’ οἳ καὶ τυχαῖον καὶ αὐτόματον αὐτὸν ἀπεφθέγξαντο, καὶ ὁπότερ’ ἔτυχε πρῶτον τούτου μέρος ἐγένετο. Ἕτεροι δ’ εἰς τὰ τέσσαρα στοιχεῖα καὶ τὸ (220) πέμπτον σῶμα τὸ αἰθέριον τὸν σύμπαντα διαιροῦντες κόσμον, καὶ τὸ @1 τετράστοιχον ὑπὸ τοῦ αἰθέρος διακοσμεῖσθαι νομίζοντες, τὸ κάλλιστον δὲ τοῦ αἰθέρος ὁ οὐρανός, πρῶτον τοῦτον γενέσθαι φασίν. Ἡμεῖς δὲ τοῖς τοῦ θεόπτου Μωσέως θεσμοῖς ἑπόμενοι ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν ἅμα γενέσθαι φαμέν. Καὶ εἴπερ βούλεταί τις ἀρχὴν τῶν ἐγκοσμίων ἰδεῖν, (225) ταῦτα οἰέσθω, ὧν ἁπάντων, ἀλλὰ δὴ καὶ ὅλων τῶν νοητῶν, ἀρχὴ ὑπεράρχιος ὁ ποιήσας τὰ πάντα Θεός, οὐκ ἐκ προούσης ὕλης, ἀλλ’ ἐκ τοῦ μηδαμῇ τά τε νοητὰ καὶ τὰ στοιχεῖα παραγαγών. Ὁ δὲ θεόφρων ὑψήγορος Βασίλειος λύων τὴν περὶ τῆς ἀρχῆς εἰσαγομένην ἀντίθεσιν ἔφησεν εἶναι πρεσβυτέραν τινὰ πρὸ τοῦ αἰσθητοῦ κόσμου, τὴν τῶν (230) νοερῶν δυνάμεων κατάστασιν.

V 1. Αὖθίς τε εἰς τὸ ἐπαγόμενον ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν διηπόρησάν τινες τῶν ἑτεροδόξων· Τί δήποτε οὐ συνῆψεν ὁ συγγραφεὺς καὶ τὴν τῶν ὑδάτων καὶ τὴν τοῦ σκότους ποίησιν, ἔτι μὴν καὶ τὴν τοῦ Πνεύματος τοῦ ἐπιφερομένου; Τῶν μὲν ὑδάτων φαινομένων (235) εἶναι καὶ πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τοῦ δὲ σκότους ἐπάνω τῆς ἀβύσσου ἐπιπολάζοντος, ἄλλως τε καὶ τοῦ σκότους ἐπὶ τῶν ὑδάτων ἐνταῦθα περιγραφέντος, πῶς ἐπάνω τῶν τοιούτων ὑδάτων λέγεται τὸ φωτίζον πάντα Πνεῦμα ἅγιον ἐπιφέρεσθαι, καὶ πῶς συνῆν τῷ σκότει τὸ φωτοδοσίας παραίτιον Πνεῦμα Θεοῦ; Πρὸς οὖν ταύτην τὴν ἀντίρρησιν (240) ἀπελογήσαντό τινες τῶν ἐξηγητῶν ὅτι εἰπὼν ὁ συγγραφεὺς τὴν οὐρανοῦ καὶ γῆς ποίησιν διὰ τῶν δύο ἄκρων συμπεριέλαβε πάντα τὰ λοιπὰ κτίσματα ἐν μέσῳ.

  1. Ἀλλὰ δὴ καὶ ἐντεῦθεν αὐτοῖς ἑτέρα ἀπορία προῆλθε. Πῶς γάρ, φησί, μετὰ τὸν οὐρανὸν καὶ τὴν γῆν φαίνεται ὁ Θεὸς ποιήσας τὸ φῶς; (245) Πῶς δὲ καὶ οὐκ ὀνομάζει ὅλως πυρὸς ποίησιν; Ἐν οἷς εἰπόντος τοῦ πανσόφου Γρηγορίου τὸ φῶς εἶναι τὴν αὐτοῦ πυρὸς φύσιν, ἄλλος ἀντηπόρησε φάσκων· Καὶ δι’ ἣν αἰτίαν οὐ προσηγόρευσεν αὐτὸ πῦρ ἡ γραφή· πόθεν δὲ οὔτε καίει οὔτε θερμαίνει ἡ τοῦ φωτὸς φύσις, εἰ πῦρ ἐστιν; Εἰ γὰρ διὰ τῶν δύο φωνῶν, λέγω δὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, (250) συνέλαβεν ἡ γραφὴ τὰ τέσσαρα, εὑρεθήσεται τὸ φῶς πέμπτον στοιχεῖον.

  2. Ἰδοὺ συνῆψε. Δι’ ἣν αἰτίαν ἐπὶ μὲν οὐρανοῦ καὶ γῆς εἴρηται τό· Ἐποίησεν ὁ Θεὸς ὥσπερ καὶ ἐπὶ τοῦ φωτός, ἐπὶ δὲ τοῦ σκότους οὐκ εἴρηται ποίησις, οὔτε ἐπὶ τῆς ἀβύσσου, οὔτε ἐπὶ τοῦ ὕδατος, οὔτε ἐπὶ τοῦ (255) Πνεύματος. Ἐν οἷς τοῦ μεγάλου Βασιλείου κατὰ Μανιχαίων ὁπλιζομένου καὶ εἰπόντος ἄκτιστον καὶ ἀνυπόστατον εἶναι ἐκεῖνο τὸ σκότος, οὔτε μετρητὸν ἦν, φασίν, οὐθ’ ὁριζόμενον, ἀλλὰ ποιήσαντος τοῦ Θεοῦ @1 τὸ πλάτος τῆς γῆς καὶ κλίναντος ἄνωθεν αὐτῆς καὶ ἐφαπλώσαντος ὥσπερ σκηνὴν τὸν οὐρανὸν ὑπεχώρησε τὸ φῶς συσκιάσαντος τοῦ (260) οὐρανοῦ τὸν ἐπίγειον κόσμον, σκότος γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σκιὰ σώματος. Πρὸς δὲ τούτοις ἐζήτησάν τινες πότερον ἐκεῖνο τὸ ὑποχωρῆσαν καὶ ἀποδιωχθὲν ὑπὸ τῆς σκιᾶς τοῦ οὐρανοῦ φῶς ὑπόχρονον δεῖ λέγειν ἢ ἄχρονον. Καὶ εἰ μὲν ὑπόχρονον, ποῖός ἐστιν οὗτος ὁ πρὸ τοῦ ἑξαημέρου χρόνος; Εἰ δὲ ἄχρονον, εὔδηλον ὅτι καὶ ἄναρχον· εἰ (265) δὲ ἄναρχον, πάντως καὶ ἀπερίγραπτον· εἰ δὲ ἀπερίγραπτον, πῶς ὑπὸ τῆς οὐρανίου σκιᾶς διωχθὲν περιεγράφη;

  3. Συνάπτουσι δὲ ταῖς προκειμέναις καὶ ἑτέραν ζήτησιν οἱ ἐξηγηταί. Εἰ γὰρ ἐπέκειτο, φασίν, ἀβύσσου βάθος ὑδάτων ἐπὶ προσώπου πάσης τῆς γῆς, οὐκ ἐχρῆν αὐτὴν ὅλως προσαγορεύεσθαι γῆν, ἀλλὰ θάλασσαν. Καὶ (270) διὰ τί τὸ ὑποβρύχιον τέρμα τῆς γῆς ἐφ’ ὃ ἥδρασται καὶ ἐπίκειται ὀνομάζομεν γῆν, ἀλλ’ οὐ θάλασσαν, οὐ πρὸς τὸ ὑποκείμενον ἀφορῶντες, ἀλλὰ πρὸς τὸ ἐπικείμενον, ὥσπερ δὴ καὶ τοὺς ποταμοὺς ὁμοῦ καὶ τὰς λίμνας καὶ τὰς πηγὰς ἀπὸ τῆς ἐπιφανείας τῶν ἐν αὐτοῖς ὑδάτων ἰδιαζούσας καὶ τὰς προσηγορίας αὐτῶν ἐκ τῆς θείας γραφῆς μεμαθήκα (275) μεν; Οὕτω καὶ γὰρ ἔδει ἐκείνην τὴν ὑπὸ Θεοῦ γενομένην ἐν ἀρχαῖς εὐθέως ὥσπερ τινὰ κατάδικον τῇ ἀβύσσῳ τέως ᾅδῃ παραδοθεῖσαν τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆσαι ἐν τῷ λέγειν· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά.

  4. Ἐπιλείψει με ὁ χρόνος, εἰ πάσας βουληθείην εἰς μέσον προσαγαγεῖν (280) τῶν ἱερῶν ὀπαδῶν περὶ τῆς ἑξαημέρου τὰς ἀπορίας τε καὶ ζητήσεις. Καὶ γὰρ καὶ περὶ τῆς λεγομένης ἀβύσσου καὶ τοῦ ὀνομαζομένου ὕδατος οἱ μὲν μίαν καὶ ὁμοίαν ἐνόησαν τὰ ἀμφότερα ὕδατα φύσιν, ἄλλοι δὲ οὐχ ἕν τι ταῦτα αἰνίττεσθαι ἔφησαν. Ἡ γὰρ διαφορά, φησί, τῶν ὀχουμένων τὴν παραλλαγὴν τῶν ὀχημάτων δηλοῖ. Τὸ μὲν γὰρ σκοτοφόρον, τὸ δὲ (285) πνευματοφόρον ἀναγέγραπται. Καὶ σκότος γάρ, φησίν, ἐπάνω τῆς ἀβύσσου, εἶτα Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἄλλως τε ὅτιπερ μετὰ ταῦτα πολλάκις ποιησάμενος ὁ προφήτης ὑδάτων μνήμην ὀνομάζει μὲν αὐτὰ τὰ ὕδατα καὶ θαλάσσας καὶ συναγωγὰς καὶ πηγὰς καὶ ποταμούς, ἀβύσσου δὲ μνήμην οὐκ ἔτι ποιεῖται. (290)

  5. Οὐ παρέδραμε δὲ ἐν τῇ βαθείᾳ αὐτῶν καὶ θεοσδότῳ σοφίᾳ φιλοπευστῆσαι πῶς τὸ Πνεῦμα Θεοῦ γέγραπται μόνον ἐν τῇ λοιπῇ κτίσει, καὶ τί δήποτε τοῦτο μὲν φερόμενον, οὐ καθήμενον λέγεται. Καὶ πρὸς τοὺς εἰρηκότας δὲ τὸ ἅγιον εἶναι ἐκεῖνο τὸ ἐπιφερόμενον ἐπὶ τὰ ὕδατα Πνεῦμα πρός τινων ἠπορήθη τό· Καὶ ποῦ ἡ τοῦ ἀέρος ἑνὸς ὄντος @1 (295) τῶν τεσσάρων στοιχείων κτίσις; Εἰ γὰρ δῶμεν, φασίν, ἐκεῖνο μὲν εἶναι τὸ πανάγιον Πνεῦμα καὶ ἄκτιστον Θεοῦ, πυρὸς δὲ ὅλως οὐκ ἐμφέρεται οὔτε προσηγορία οὔτε ποίησις, ὥσπερ οὔτε ἀβύσσου εὑρεθήσεται, ἑνὸς καὶ μόνου στοιχείου, λέγω δὴ τῆς γῆς, ποίησιν ἡμᾶς διδάσκουσα ἡ θεία γραφή, οὐ μὴν τῶν τεσσάρων. Τὸ γὰρ φῶς οὐ συναριθμεῖται τούτοις, ὡς (300) οἱ περὶ ταῦτα ἔφασαν δεινοί.

  6. Ἐχρῆν δέ, φασὶ πάλιν οἱ αὐτοί, εἴ γε ὁρατῆς κτίσεως ὁ Θεὸς δημιουργίαν εἰσάγει, τὸν ὁρώμενον, ἀλλ’ οὐ τὸν ἀόρατον, σὺν τῇ γῇ κατασκευάζειν οὐρανόν. Ἀλλὰ δὴ ἄμφω τὴν πρωτότοκον διδυμογενῆ κτίσιν ἀορασίᾳ ἀπέκρυψε, τὰ ἄνω καὶ τὰ κάτω, ὥσπερ τινὶ κρυσταλλο (305) ειδεῖ τῇ ῥυσιδρόμῳ τῶν ὑδάτων ἀπαμφιάσας ἀμπεχόνῃ, ὃ δὴ πάλιν καὶ ἑτέραν ἡμῖν οὐ τὴν τυχοῦσαν ὠδίνει ἀπορίαν, τὸ πρὸ τῶν ἄνω συγκαλυφθῆναι τὰ κάτω. Ἡ γὰρ γῆ, φησίν, ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, μεταιχμίου ὡσανεὶ προκαλύμματος διείργοντος πρὸς τὸ μήτε τὴν κάτω ἀτενίζειν τοῖς ἄνω οὐδ’ αὖ πάλιν τοὺς ἄνω ἐπισκοπεῖν τὴν κάτω. (310) Ἔτι γὰρ τοῦ πρώτου καὶ λαμπροτάτου οὐρανοῦ ὥσπερ τινὸς θείου προκειμένου καὶ ἀπολάμποντος ἐσόπτρου καὶ τὰς θείας μαρμαρυγὰς τοῦ ἐποχουμένου ἀνταυγάζοντος πρὸς τὸ καταλάμπειν καὶ καταφωτίζειν τὰ κάτω, ὑποβρύχιος οὖσα ἡ γῆ οὐχ οἷά τε ἦν ἀνέδην ὄμμασι τοῖς νοεροῖς πρὸς τὴν ἄνω διεῖσαν μέχρις αὐτῆς ὁρᾶν θεόπεμπτον ἀκτῖνα. (315)

VI 1. Πάσας μὲν οὖν τῶν ἀοιδίμων ὑποφητῶν ἐκδοχὰς ῥώμῃ πάσῃ καὶ ὑμνοῦμεν καὶ στέργομεν. Ἀλλ’ ἐπεὶ πρὸς τὰς ὑποκειμένας ἀπορίας ἄποροί τινες καὶ παντάποροι πέλομεν, τῷ στόματι τοῦ ἁγίου Πνεύματος θαρροῦντες, λέγω δὴ τῇ τοῦ Παύλου γλώσσῃ φασκούσῃ ὅτι πάντα τὰ ἐν τῷ νόμῳ εἰς τύπον Χριστοῦ καὶ εἰς τὴν αὐτοῦ ἐκκλησίαν προεγράφη, (320) λαβόντες τὰς ἀφορμάς, εἰ δεῖ φιλαλήθως εἰπεῖν, καὶ συλλαλήσαντες ἐκ Παπίου τοῦ πάνυ τοῦ Ἱεραπολίτου τοῦ τῷ ἐπιστηθίῳ φοιτήσαντος, καὶ Κλήμεντος, καὶ Παντανέτου τῆς Ἀλεξανδρέων ἱερέως, καὶ Ἀμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρχαίων καὶ πρὸ τῶν συνόδων ἐξηγητῶν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν πᾶσαν τὴν ἑξαήμερον νοησάντων, μετὰ τὴν κατὰ τὸ (325) γράμμα ἀληθῆ αἰσθητὴν κτίσιν ταῖς ἐννοίαις τῆς τοῦ Χριστοῦ ἀποσκοπήσαντες ἀνενδοιάστως ἐκκλησίας, ὑπὲρ ἧς ἡμῖν καὶ πᾶς ὁ τοῦ ἀγῶνος σκοπός, εἰς ταύτην καθήκαμεν ἑαυτοὺς τὴν πραγματείαν.

  1. Ἀλλὰ τὸ μὲν γράμμα μηδαμῶς καταλύοντες, ἐπιζητοῦντες δὲ παρὰ τοῦ παναγάθου καὶ φιλανθρώπου Πνεύματος ἁγίου τὴν ἐγκεκρυμμένην (330) μυστικῶς ἔνδοθεν τοῦ γράμματος διάνοιαν, πρῶτον σωματικώτερον εἴτουν φυσικώτερον τοῦτο σκοποῦμεν. Ὅ τι μὴ πεμπέτωσαν ἐνταῦθα @1 τὰς γλώσσας τῶν φιλοσόφων οἱ φυσικοὶ τοῦ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἀκούοντες ῥήματος, καὶ μὴ λεγέτωσαν ἄρξασθαι ποιεῖν τὴν γένεσιν τοῦ οὐρανοῦ τὸν Θεὸν ἀπὸ γῆς καθάπερ (335) ἀπὸ κέντρου τινός, ὅτι τὸ κέντρον ἀρχή, φασί, πάσης σφαίρας ἐστίν. Οὐδὲ γὰρ οἷον ἐπ’ ἀνθρώπων συμβαίνει τῶν μὴ δυναμένων κατὰ τὸν κύκλον εὐθὺν καὶ περιφερῆ κλοιὸν καὶ ἶσον τὰς τοῦ κύκλου συνθεῖναι στιγμὰς ἢ τὴν γραμμὴν εἰπεῖν κάμψαι καὶ τροχοειδῆ ποιῆσαι, εἰ μὴ τὸ κέντρον μέσον προεμπηχθῇ, τοιοῦτον γέγονε καὶ ἐπὶ Θεοῦ. Ἐνταῦθα γάρ, (340) ἵνα μάθῃς ὡς οὐ φύσεως ἀκολουθίαις ἕπεται ὁ Θεός, ἀλλ’ ὑπερφυῶς δημιουργεῖ καὶ οὐ τεχνικῶς, φησὶν ὁ Μωσῆς· Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὴν σφαίραν, εἶτα τὴν γῆν τὸ κέντρον, ἢ γὰρ ἂν ἔδει εἰπεῖν τἀνάπαλιν· ἐποίησεν ὁ Θεὸς τὴν γῆν καὶ τὸν οὐρανόν, εἴτουν τὸ κέντρον καὶ τότε τὴν σφαίραν. Εἰ γὰρ ὡς συμπλεκτικὸν σύνδεσμον τὸν (345) καὶ προσλαμβάνουσι καὶ ἄμφω φασὶν ἐν ταὐτῷ γεγονέναι, ἀλλ’ ἔδει κατ’ ἐκείνους τὴν ἀρχὴν τοῦ κύκλου καὶ αἰτίαν προσημανθῆναι, τὸ κέντρον ἤτοι τὴν γῆν, καὶ μὴ μᾶλλον τἀνάπαλιν. Ὅταν δ’ οὗτοι ὁμολογοῖεν ἅπαν κέντρον ἐφ’ ἑδραίου καὶ στερεοῦ τινος πήγνυσθαι καὶ οὕτω τὸ περιφανὲς περιγράφεσθαι, ἄλλως δ’ οὐκέτι, τὸν δὲ Θεὸν ἐπιγνοῖεν ἐφ’ ὑδάτων (350) οὐκ ἀντεχόντων πρὸς οὐδὲ ἓν στεγανόν, ἀλλ’ εὐθὺς διασχιζομένων καὶ περικλυζόντων τὸ στιβαρόν, οὐ μόνον ἐπιβαλόντα, ἀλλὰ καὶ στερεοῦντα ἐπὶ διύγρων τοιούτων τὸ πιληθέν, πῶς τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ ἄνευ κέντρου τοῦτον ἐγείρειν οὐ συγχωρήσαιεν; Τὰ γὰρ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά εἰσι παρὰ τῷ Θεῷ. (355)

  2. Ἀλλὰ εἰς ἄλλον ἰτέον εἱρμὸν καὶ ζητητέον τὴν ἄνω σοφίαν, τὴν πᾶσι διδοῦσαν καθὼς καλῶς αἰτοῦνται, τὴν μυστικῶς ἔσωθεν τοῦ γράμματος διάνοιαν ἡμῖν ἀποκαλύψαι, πῶς διὰ πάσης τῆς ἑξαημέρου κτίσεως τὸν τύπον καὶ τὴν εἰκόνα τῆς ἐκκλησίας Χριστοῦ προκατεσκεύασέ τε καὶ προετύπωσε. Λέγει γὰρ οὕτως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς (360) τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν μὲν συλληπτικῶς πάσας τὰς οὐρανίους καὶ νοερᾶς τῶν ἁγίων δυνάμεων καὶ τοῦ νοεροῦ κόσμου ὀνομάζων συστάσεις, ἵνα τὸν ἄνω κόσμον πρῶτον νοήσῃς δημιουργούμενον κατὰ τὴν λέγουσαν θεολόγον φωνήν· Πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν, γῆν δὲ πάλιν (365) τοῦτον τὸν αἰσθητὸν καὶ ὁρώμενον κόσμον συλλήβδην μετὰ καὶ αὐτοῦ δῆτα τοῦ οὐρανοῦ καὶ τὰ ἐπὶ τῆς γῆς πάντα σὺν τῷ ἀνθρώπῳ γενόμενα καὶ ὑπάρχοντα ἔμψυχά τε καὶ ἄψυχα πράγματα. Εἰπὼν γάρ· @1 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν ἀνήγαγέ σου τὸν νοῦν πρὸς τὴν ποίησιν τῆς ἄνω διακοσμήσεως, εἶτα ἐπαγαγών· Καὶ τὴν γῆν κατήγαγέ (370) σου τὸν νοῦν πρὸς τὴν θέσιν τῆς κάτω ἀποπληρώσεως, ἧς τὴν πᾶσαν περιοχήν σοι παρέστησεν, ἀπὸ τοῦ μέρους τῆς γῆς φημί, οὐ μόνον λέγων γνῶναί σε γῆν, ἀλλὰ καὶ τὸν περιέχοντα οὐρανόν, συνεκδοχικῶς ὥσπερ τινὶ ὅρῳ περιλαβὼν διὰ τῶν δύο λέξεων τοῦ ὁρωμένου καὶ νοουμένου κόσμου δημιουργίαν καὶ ποίησιν, ἣν ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός, τουτέστιν (375) ἐν τῷ ἐν ἀρχῇ τῇ πατρικῇ ὄντι Λόγῳ, ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ τὰ πάντα ἐγένετο.

VII 1. Μέχρι τῶν ἐνταῦθα στήσας τὴν τῶν ἐπουρανίων καὶ ἐπιγείων πάντων ποίησιν ὁ πρὸς Μωσέα λαλῶν τοῦ Θεοῦ ἄγγελος μετέρχεται εἰς τὸν μυστικὸν τῆς ἐκκλησίας λόγον, ἥντινα καὶ γῆν πάλιν ἑτέραν (380) προσαγορεύει, καί φησι περὶ τῆς ἐν ἀρχαῖς αὐτῆς ἀγνωσίας καὶ πλάνης· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ζητητέον δέ· ἆρά γε τοῦ οὐρανοῦ καὶ τῆς γῆς παραχθέντων καὶ τόπων τούτων ὄντων, ἔτι δ’ ἐχόντων τὸ μέσον ἑαυτῶν κύτος ὑπὸ τῆς ἀβύσσου (385) πεπληρωμένον μετὰ τὸ μεταρθῆναι ταύτην καὶ εἰς μίαν ἐγκλεισθῆναι συναγωγήν, οὐχ ὁ ἀὴρ ἐπλήρου τὸ πᾶν ὡς μηδαμοῦ κενὸν ὑπολείπεσθαι τόπον ἐν τῷ παντί; Κοινὸν γὰρ πᾶσιν ἐστὶν ὁμολόγημα τὸ μὴ εἶναί που τόπον κενόν, καὶ πάντως σύμφωνός ἐστι δόξα, ὅτι περὶ τὸ πᾶν ὁ ἀὴρ αὐτίκα ἐπέδραμεν, ἡνίκα τὸ τῆς ἀβύσσου ὕδωρ εἰς μίαν πῆξιν μεθίσταται. (390) Ἐκ γὰρ τοῦ ὕδατος ὡς ἐπίπαν θυμιᾶται ὁ ἀήρ.

  1. Ἔστιν οὖν καὶ οὗτος εἰς τύπον τῆς ἀκενώτου θεότητος. Ὥσπερ γὰρ ὁ ἀὴρ πάρεστι πανταχοῦ καὶ πάντα πληροῖ, οὕτω καὶ ἡ θεία φύσις παροῦσα ἐν τῷ παντὶ ἀκενώτως τοῦτο πληροῖ. Ὡς γὰρ ὁ ἀὴρ οὐ τόνδε πληρῶν τὸν τόπον ἐκ τοῦδε κεκένωται, οὕτω καὶ ἡ θεότης ἀκενώτως τὰ (395) πάντα πληροῖ. Καὶ ὡς ὁ ἀὴρ καὶ σκοτεινός ἐστι καὶ φωτεινός, πρῶτον δὲ τὸ σκοτεινόν, οὕτω καὶ ἡ θεότης σκότος ἐστὶ τοῖς μὴ θέλουσιν, φῶς δὲ τοῖς ἐθέλουσιν, πρῶτον δὲ τὸ σκοτεινόν, ὅτι πρῶτον ἀγνοεῖται καὶ τότε ἐπιγινώσκεται. Καὶ ὥσπερ ὁ ἀὴρ ἀψαύστως οἷον καὶ ἀνεπαισθήτως καὶ τελειοτέρως ἐστὶ διασχιζόμενος πρὸς τὰ διακινῆσαι τοῦτον τέμνοντα (400) σώματα, οὕτω καὶ ὁ Θεὸς τοῖς μέσον τούτου διαβαίνειν ἐθέλουσι καὶ οἷον διὰ περιχωρήσεως, καθ’ ὅσον ἀνθρώποις ἐστὶ δυνατόν, ἑνουμένοις αὐτῷ ἀνεπαισθήτως αὐτὸς καὶ μετὰ τελειότητος ὑπανοίγεται, καὶ οὐδ’ ὡς αὐτὸς ἐπίσταται ὁ θεούμενος. Καὶ ὡς ὁ ἀὴρ καὶ τὸ ἔξωθεν περιέχει καὶ τὸ ἔσωθεν ἀναψύχει τοῦ ζῴου, ἀναγκαιοτέρα δέ ἐστιν ἡ ἔσωθεν χρῆσις, (405) οὕτω καὶ ὁ Θεὸς τὸ ἔξωθεν μὲν παρεμβολαῖς ἀγγέλων συνέχει ὡς οἷα @1 σωστικῶν πνευμάτων, ἀλλὰ δὴ καὶ δι’ ἑαυτοῦ, πρὸς δὲ τὸ ἔσωθεν τοῦ ἀνθρωπίνου ζῴου μόνος ἐκεῖνος χωρεῖ καὶ τὴν πνευματικὴν αὐτὸς ἐργάζεται ζώωσιν ἢ ἀναζώωσιν. Μόνοι δ’ ἐκείνοι τοῦ θείου τοῦδε ἀέρος στερίσκονται οἱ τὴν νῆξιν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατὰ τοῦ διύγρου (410) τῆς ἁμαρτίας αἱρετισάμενοι, καὶ γὰρ ἐξ ὑγροτήτων αἱ ἡδοναί. Στῆθος δὲ ἐπὶ κοιλίᾳ ἐστί, τὸ ὀξὺ πρὸς τὰ ὑπογάστρια.

  2. Ἀλλὰ δασύν τινα καὶ πανέσπερον καὶ βαθὺν καὶ κατάστυγνον καὶ ζοφερὸν καὶ πάντῃ σκοτοφόρον διὰ τῶν εἰρημένων διεζωγράφησεν ὁ Μωϋσῆς τὸν ἐπίγειον κόσμον διαφόροις τισὶν ὥσπερ ἐπικαλύμμασι καὶ (415) διαφράγμασι καλυπτόμενον, ὡσανεὶ βεβιασμένης καὶ συμπνιγομένης τῆς γῆς καὶ ἐν σκοτεινοῖς ἅμα καὶ σκιᾷ θανάτου ἐν τοῖς καταχθονίοις τοῦ ᾅδου τυγχανούσης, τοῦτο μὲν τοῖς ὕδασι τοῖς ἐπικειμένοις αὐτῇ συμπνιγομένης, τοῦτο δὲ τῷ σκότει τῆς ἀβύσσου σκοτιζομένης, εἶτα καὶ τῷ πνεύματι τῷ ἐπιφερομένῳ τοῦ ἀνέμου σφοδρῶς ἐπάνω τοῦ ὕδατος ὑπὸ (420) τῶν κυμάτων κλυδωνιζομένης καὶ χειμαζομένης. Τὸ γὰρ φέρεσθαι τὸ σφοδρὸν σημαίνει τῆς τοῦ ἀέρος φορᾶς καὶ κινήσεως.

  3. Αὕτη μὲν οὖν κατὰ τὸ γράμμα τὸ Μωσαϊκὸν περὶ τῆς γῆς ἡ σωματικωτέρα κατ’ αὐτὴν τὴν ἱστορίαν διήγησις θάλασσάν τινα ζοφερὰν καὶ πολύκυμον καὶ ὁλόνυκτον πᾶσαν τὴν οἰκουμένην ἐν ἀρχαῖς διαγράψασα, (425) ἥτις ἦν σαφῶς καὶ ἀναμφιβόλως προτύπωσις καὶ εἰκὼν τῆς προτέρας καταστάσεως, μᾶλλον δὲ παραβάσεως, τῆς πλάνης καὶ τοῦ χειμῶνος καὶ τῆς ἀγνωσίας τῆς λογικῆς γῆς τῆς ἐκκλησίας. Αὕτη γὰρ ἡ γῆ ἦν ἀόρατος, οὐ μόνον μὴ ὁρωμένη, ἀλλὰ μηδὲ ὁρῶσα, τουτέστιν ἀόμματος καὶ τυφλὴ ἐκ γενετῆς εὐθέως γενομένη, ἣν ὁ ἄρχων τοῦ σκότους τοῦ (430) αἰῶνος τούτου τοῦ ἐπικειμένου ἐπάνω τῆς λογικῆς ἀβύσσου ἐτύφλωσε. Καὶ τὰ ὕδατα δὲ τῶν ἁμαρτιῶν κατεβύθισαν αὐτὴν καὶ κατεπόντισαν, καὶ τὰ πνεύματα τὰ πνευματικὰ τῆς πονηρίας φυσήσαντα διὰ τοῦ στόματος τοῦ ὄφεως τὸν πάνδεινον αὐτῇ χειμῶνα πεποιήκασι καὶ μυρία κύματα τῶν πειρασμῶν αὐτῇ ἐξήγειραν. (435)

  4. Ὅθεν οὐ μόνον ἀόρατον λέγει ταύτην τὴν γῆν, τουτέστιν ἀόμματον, ἀλλ’ ὡς μηδ’ ὁρωμένην. Ἀποστρέψω γάρ φησιν ὁ Θεὸς τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ διὰ Ὠσῆε, εἰ καὶ τοῖς Ἰουδαίοις, ἀλλ’ οὖν καὶ τῷ γένει παντί· Ἔμυσα τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, ὅτι μεμίσηκα τὰ ἔργα ὑμῶν. Ἀλλὰ καὶ ἀκατασκεύαστον ταύτην φησί. Προσρηξάντων γὰρ (440) αὐτῇ τῶν πονηρῶν ποταμῶν καὶ πνευσάντων τῶν ἀνόμων ἀνέμων ἔπεσε καὶ ἦν ἀκατασκεύαστος, καὶ ἡ πτῶσις αὐτῆς μεγάλη μήπω οἰκοδομηθεῖσα εἰς γυναῖκα καὶ νύμφην τοῦ Χριστοῦ ἐπὶ τὴν πέτραν τῆς τοῦ Πέτρου πίστεως. @1

VIII 1. Ἐπεὶ οὖν ἐν τοσούτοις δεινοῖς ἡ γηγενὴς γῆ ἡ τῶν ἀνθρώπων (445) περιέκειτο φύσις, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἵνα ἀνέλθῃ ἐκ τοῦ καταχθονίου βυθοῦ τῶν ἡδονῶν καὶ ἐλευθερωθῇ τῶν συμπνιγόντων αὐτὴν ὑδάτων καὶ γαλήνη γένηται τῶν κατ’ αὐτῆς κυμάτων, ὅπως σιγήσωσιν οἱ πονηροὶ ἄνεμοι καὶ ὑποχωρήσῃ τὸ σκότος τῆς ἀγνωσίας καὶ ἀναλάμψῃ τὸ φέγγος τῆς θεογνωσίας, ἐβόησε καὶ εἶπεν ὁ Θεός· (450) Γενηθήτω φῶς, τουτέστιν ὁ Χριστός, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Γενηθήτω· ὑπὸ γέννησιν δηλαδὴ ἐλθέτω, τουτέστι πλασθήτω καὶ σωματωθήτω. Ἵνα δέ σοι δείξῃ ἀναγκαιοτέραν πάντων τὴν τοῦ Λόγου σάρκωσιν καὶ δι’ αὐτὴν πάντα γεγονότα, ἧς ἄνευ μάταιά εἰσι καταχρειωθέντα τῇ ἁμαρτίᾳ καὶ συντε (455) λοῦντα εἰς τὸ μηδέν, ἐν ἀρχῇ τῆς γραφῆς αὐτίκα καὶ ἀπὸ προοιμίων αὐτῶν ἐκείνην σοι παραδίδωσι λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἴτουν ἐν ἀρχῇ χρονικῇ ἐποίησεν, ἤγουν εὐδόκησε ποιηθῆναι τὸν οὐρανὸν ὡς Θεὸν καὶ γῆν διὰ τὸ ἀνθρώπινον Ἰησοῦν.

  1. Πότε δ’ εὐδόκησε ταύτην τὴν ποίησιν; Ὅτε τὰ αἰσθητά, οὐ μὴν τὰ (460) νοητά, παράγειν ἐνήρξατο. Ταῦτα γάρ, οὐκ ἐκεῖνα, παθεῖν καὶ μεταφθαρῆναι κακῶς ὑπὸ τῆς τοῦ Ἀδὰμ γενησομένης ἁμαρτίας ἠπίστατο. Καὶ προκαταλαμβάνει τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν τοῦ πάθους ἐπιδρομὴν πρὸ τοῦ πάθους καὶ τῆς κακίας ἑτοιμάζων τὸν ἰατρόν. Διὰ τοῦτο καὶ σιτευτὸς μόσχος λέγεται παρὰ τῷ θείῳ Λουκᾶ, μόσχος ὡς σὰρξ ἢ ὡς μέλλων (465) ἕλξειν τὸν ζυγὸν τοῦ σταυροῦ, σιτευτὸς δὲ ὡς πρόπαλαι καὶ ἀπ’ αὐτῆς ἀρχῆς ἀφωρισμένος εἰς τὸ μέλλειν ὑπεισδῦναι τὸ καθ’ ἡμᾶς. Ὅτε οὖν τὸν οὐρανὸν ὑφίστα καὶ τὴν γῆν καὶ τὰ σὺν αὐτοῖς, τότε καὶ τὸ τῆς σαρκώσεως συμπλέκει μυστήριον. Εἰς γὰρ τοὺς ἀγγέλους ἐκεῖσε ἡ τοῦ Ἀδὰμ πικρία οὐκ ἐσφενδόνιστο. (470)

  2. Ὅθεν τούτου τὴν κατὰ σάρκα γέννησιν εὐαγγελιζόμενος καὶ ὁ Ματθαῖος φησί· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ, Χριστοῦ τοῦ λέγοντος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, καί· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καί· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις, φῶς τὸ ἀληθῶς ἀνατεῖλαν εἰς ἀποκάλυψιν τῶν πρὶν ἐσκοτισ (475) μένων ἐθνῶν, ὧν ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα τῆς ἐπιγνώσεως, ἡνίκα ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Τὸ γὰρ εἶναι τὴν γῆν ἐν ἀρχαῖς κάτω ἐν τοῖς καταχθονίοις βεβυθισμένην τὴν γηγενῆ φύσιν ἡμῶν προδιέγραφεν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθημένην, ἧς τὸν ἐν ἐσχάτοις (480) καιροῖς διὰ Χριστοῦ φωτισμὸν προδιαγράφων εἶπεν ὁ Θεός· Γενηθήτω @1 φῶς, καὶ ἐγένετο φῶς, πρόδρομον καὶ προτυπωτικὸν τοῦ ἀληθινοῦ φωτὸς Ἰησοῦ.

  3. Τοῦτο δ’ ἀκριβωσάμενος ἐνταυθοῖ κατεξέτασον πῶς, ὡς εἰρήκει ἄνωθεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐχὶ καὶ (485) ἐνταῦθα εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἀλλ’ ἢ τό· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, ἵνα σὺ μάθῃς τὸ διάφορον ποιήσεώς τε καὶ γενέσεως, καὶ τὰς τῶν αἱρετικῶν κατακρύψῃς φωνὰς τῶν λεγόντων ἀθέλητον καὶ ἀβούλητον ὑπομεῖναι τὸν Λόγον τὴν σάρκωσιν, καὶ διὰ τὸ τῆς πατρικῆς ἐντολῆς ἀπαραίτητον ὡς ἀγαπῶν τὸν Πατέρα, ἄκων μέν, τέως δ’ οὖν, (490) ὡς μὴ θέλων ἀντιπεσεῖν εἰσέδυ τὸ ἀνθρώπινον πρόσλημμα. Διὰ γοῦν ταύτην καὶ τὰς τοιάσδε κακίας οὐκ εἶπε τό· Καὶ ἐποίησε τὸ φῶς, ἀλλά· Γενηθήτω φῶς, καὶ γὰρ τὸ ποιούμενον ἀκαταλλήλως ἴσως ἔχει πρὸς τὴν πεῖσιν, πρὸς ἣν μετατίθεται, τῷ ποιοῦντι μὴ συμφωνοῦν. Ἡ δὲ γένεσις οὐχ οὕτως ἔχει, συγχαίρει γὰρ τὰ γινόμενα τῇ γενέσει καὶ συνευδοκεῖ καὶ (495) συσκιρτᾷ καὶ ζητεῖ τὴν τελείωσιν, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν μητρῴων νηδύων τὰ κυόμενα προσκιρτῶντα καὶ προεξάλλεσθαι σπεύδοντα, καὶ ἐπὶ τῶν φυτῶν τοὺς κλάδους, τὰ φύλλα, τὰ ἄνθη, τοὺς καρποὺς ἡδέως αὐξάνοντα. Εἶπε γοῦν τό· Ἐγένετο φῶς καὶ οὐχὶ τό· Ἐποίησε φῶς, ἵνα διὰ τοῦ· Ἐγένετο τὴν ταυτοθέλητον καὶ ἰδίαν καὶ περιχαρῆ συνευδόκησιν (500) τοῦ Λόγου μετὰ τοῦ Πατρὸς ἐπὶ τῇ σαρκώσει μάθῃς, καὶ οὐχὶ μᾶλλον βεβιασμένην καὶ κατηναγκασμένην αὐτὴν ὑποστῆναι τὸν Λόγον ἀπὸ τοῦ ποιηθῆναι ῥήματος εἰσαγόμενον, ὃν καὶ ὁ Πατὴρ ἰδὼν οὕτω σαρκοφόρον ηὐφράνθη. Διὸ καὶ λέγεται τό· Καὶ εἶδεν ὅτι καλόν.

IX 1. Εἰ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν, πῶς οὐ λέγει ἡ γραφὴ (505) ἐκεῖνο τὸ σκότος τὸ πρὸ τοῦ φωτὸς εἶναι καλὸν οὐδὲ τὰ ὕδατα ἐκεῖνα καλὰ οὔτε τὴν ἄβυσσον τὴν σκοτιζομένην καλήν; Οὐκοῦν λέγων ὁ συγγραφεὺς ὅτι Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν, δείκνυσιν ἐκεῖνα τὰ ἐλθόντα πρὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τοῦ πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἥκοντα φωτίσαντος, καὶ σκοτίσαντα καὶ βυθίσαντα καὶ συμπνί (510) ξαντα τὴν γῆν μὴ εἶναι καλά, ὡς ἀφώτιστον αὐτὴν καὶ ἀόρατον καὶ ἀκατασκεύαστον καὶ ἄκαρπον ὑποκειμένην κάτω ἐν αὐτοῖς ἔχοντα. Ταῦτα δὲ λέγω τὰ ἐναντία πνεύματα τὰ πρὸ τοῦ φωτὸς Χριστοῦ τὴν γῆν κατακυριεύσαντα. Γῆν δὲ ἐν τούτοις τὸν ἄνθρωπον νόησον. Ὅθεν καὶ ἀκούομεν τούτου τοῦ καλοῦ φωτὸς λέγοντος ὅτι Πάντες ὅσοι (515) ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί.

  1. Τί λέγεις, Δέσποτα; Πάντες ὅσοι ἦλθον πρὸ σοῦ κλέπται εἰσὶ καὶ λῃσταί; Ἄρα κλέπται εἰσὶ καὶ λῃσταὶ Ἄβελ, ὃν δίκαιον εἴρηκας, καὶ Σὴθ καὶ Ἑνὼχ καὶ Νῶε; Ἄρα λῃστής ἐστιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσῆς καὶ Ἀαρών; Ἄρα λῃστής ἐστι Δαυὶδ ὁ κατὰ τὴν καρδίαν σοῦ @1 (520) τοῦ Θεοῦ ὑπάρχων; Ἄρα κλέπτης ἐστὶν Ἠλίας ὁ μετὰ τοιαύτης δόξης ἀναληφθείς; Ἄρα λῃσταί εἰσιν Ἠσαΐας καὶ Δανιὴλ καὶ πάντες οἱ προφῆται οἱ τὴν σὴν ὀπτασίαν καὶ παρουσίαν προεωρακότες καὶ προκαταγγείλαντες; Πάντες γὰρ οὗτοι πρὸ σοῦ ἦλθον διὰ σαρκός, οὓς πολλάκις δικαίους εἶναι ἐν τοῖς σοῖς λόγοις ἐμαρτύρησας. Ἄρα κλέπτης (525) ἐστὶ καὶ λῃστὴς Ἰωάννης ὁ πρόδρομος ἐλθὼν καὶ λέγων· Ἔρχεται ὃς ἔμπροσθέν μού ἐστιν; Καὶ εἰ κλέπτης ἐστίν, πῶς μαρτυρεῖς περὶ αὐτοῦ λέγων· Οὐκ ἐγήγερται ἐν γενητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;

  2. Ἐπίσχες, φησίν, ὁ ταῦτα λέγων. Οὐ γὰρ περὶ τῶν πρὸ ἐμοῦ ἐν (530) σαρκὶ γεννηθέντων ὁ λόγος ἀνθρώπων, ἀλλ’ ἐπειδὴ ἐκ τῶν οὐρανῶν ἦλθον ἀποσταλεὶς παρὰ τοῦ Πατρός μου, πάντες ὅσοι ἀπὸ τοῦ αὐτοῦ οὐρανοῦ οὐ μετὰ τοῦ αὐτοῦ σκοποῦ ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί, τουτέστι αἱ ἐναντίαι δυνάμεις. Καὶ ἐπιφέρει λέγων· Οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. (535)

  3. Ποία πρόβατά μοι λέγεις, Δέσποτα, μὴ ἀκούσαντα τῆς φωνῆς καὶ διδαχῆς τῶν πονηρῶν λῃστῶν; Εἰ μὲν γὰρ τὰ τῶν Ἰουδαίων λέγεις, ὑπήκουσαν καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαίμοσιν, εἰ δὲ περὶ τῶν ἐθνῶν, πάντες ἡμεῖς ὑπετάγημεν καὶ ἐλατρεύσαμεν τῷ διαβόλῳ πρὸ τῆς σῆς παρουσίας, τῷ ἀρχιλῃστῇ καὶ τοῖς (540) ἀγγέλοις αὐτοῦ τοῖς πονηροῖς, κλέπταις τῶν ἡμετέρων ψυχῶν.

  4. Ἀλλ’ οὐ περὶ ἀνθρώπων λέγω, φησίν, ἀλλὰ περὶ ἐκείνων τῶν ἐνενήκοντα ἐννέα προβάτων τῶν ἄνω ἐν οὐρανοῖς τῶν ἀγγελικῶν δυνάμεων. Ἐκεῖνα γὰρ τὰ πρόβατα οὐχ ὑπήκουσαν τῆς φωνῆς τῶν κλεπτῶν καὶ λῃστῶν. (545)

  5. Τί ἐστιν· Οὐχ ὑπήκουσαν, ἢ ὅτι διὰ τοῦ ῥήματος τὸ ἄπτωτον τῶν ἁγίων ἀγγέλων λέγει καὶ ἀνεπηρέαστον, ἢ πάλιν αἰνίττεται διδάσκων ἡμᾶς ὅτιπερ κατὰ τὸν καιρὸν τῆς ἀποστασίας αὐτῶν, ἡνίκα ἤμελλον τοῦ Θεοῦ ἐκπίπτειν, οἱ δαίμονες συνεβούλευσαν καὶ ὑπέθεντο πάσαις ταῖς ἀγγελικαῖς συναποστῆναι αὐτοῖς ἀπὸ τοῦ Θεοῦ; Ἀλλ’ οὐκ ἤκουσαν (550) αὐτῶν τὰ πρόβατα, εἰ μὴ μόνον τὸ γηγενὲς τοῦ ἀνθρώπου ἀπολωλὸς καὶ πλανηθὲν ὑπ’ αὐτῶν πρόβατον, ὃ καὶ ἀποκτείναντες ἔθεντο αὐτὸν νεκρὸν ἐν σκοτεινῷ ἐν τῷ ᾅδῃ καὶ σκιᾷ θανάτου.

  6. Καὶ τούτου χάριν φησὶν ἡ ἱστορία· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου πονηρὸν πρὸ τῆς γενέσεως (555) τοῦ ἀγαθοῦ φωτὸς ἐπάνω αὐτῆς, τουτέστιν ἡ ἀγνωσία καὶ ἡ πλάνη, εἶθ’ οὕτως ἡ τοῦ φωτὸς ἐπίγνωσις. Καὶ γὰρ ἐπὶ τῆς ἐξόδου ἐξ Αἰγύπτου τοῦ Ἰσραὴλ προτάσσεται τὸ τριήμερον ἐκεῖνο σκότος, καὶ εἶθ’ οὕτως πάλιν @1 ἡμέρα. Καὶ αὖθις ἡ νυκτερινὴ τοῦ Πάσχα θυσία, καὶ εἶθ’ οὕτως ἡ τῆς δουλείας ἐλευθερία ἡ πλέον τῆς ἐπιφθασάσης τότε ἡμέρας τὸν Ἰσραὴλ (560) φωτίσασα. Καὶ πάλιν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης πρῶτον λέγει τὸ σκότος τῆς τετάρτης φυλακῆς τῆς νυκτός, εἶθ’ οὕτως τὴν πρωϊνὴν αὐγὴν καὶ τὴν σωτηρίαν τοῦ λαοῦ ἐκ τοῦ βυθοῦ. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ Σιναΐου ὄρους προτάττει τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὴν θύελλαν, καὶ μετὰ ταῦτα τὰ φωτοφόρα τοῦ Θεοῦ προστάγματα, οὕτω καὶ ἐνταῦθα (565) προτέθηκε τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ εἶθ’ οὕτως τὸ θεογένητον φῶς.

  7. Εἰ δὲ ὡς εἰκὸς θαμβῇ ἐπὶ τοῖς λεγομένοις, εἰπὲ σύ, τί δήποτε φῶς ὑπάρχων ὁ Θεὸς ἐσκοτισμένον εὐθέως καὶ ζοφερὸν τὸ πρῶτον ἔργον αὐτοῦ, λέγω δὴ τὸν κόσμον, ἐποίησεν; Πᾶς γὰρ τεχνηέντως ἐργαζόμενος (570) ἐν φωτὶ ἐργάζεται. Διὰ τί δὲ καὶ τοῦ φωτὸς τὸ σκότος προέταξεν, εἶτα προτάξας πῶς οὐ λέγει πόθεν ἐκεῖνο τὸ σκότος ὑφέστηκε; Πρόδηλον, ὡς τῆς ἁμαρτίας ὂν σύμβολον· ἄκτιστος δὲ ἡ ἁμαρτία καὶ ἀνυπόστατος. Ὥσπερ γὰρ τὰ ὕδατα ἐξ οἰκείας ὑπάρξεως τὴν ὁμίχλην ἔχει, οὕτω καὶ ὁ ἄνθρωπος οἰκείᾳ καὶ ἀβιάστῳ προθέσει ἑκουσίως τὴν ἁμαρτίαν πράττει (575) καὶ τίκτει.

  8. Σὺ δὲ πρὸ τοῦ εἰς τὸν περὶ τῆς ἡμέρας καὶ νυκτὸς λόγον ἐλθεῖν προδιασκόπησον ὅτι κἂν σκότος ὑπῆρχεν ἄκτιστον, εἶτα φῶς, καὶ πάλιν σκότος ἐγένετο, καὶ τοῦτο ἡμέραν κατωνομάκει Μωσῆς, ἀλλ’ οὐ παρὰ πᾶσιν οὕτως ἡ ἡμέρα ἐπιμετρεῖται. Βαβυλώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν (580) ἡλίου μέχρι δυσμῶν τὴν ἡμέραν λαμβάνουσι νυκτὸς οὐδ’ ὅλως μνείαν ποιούμενοι οἷα μὴ καθ’ ὑπόστασιν οὔσης, ἀλλὰ κατὰ συμβεβηκὸς γινομένης. Αἰγύπτιοι δὲ ἀπὸ ἑσπέρας τὴν ἐπιφοιτῶσαν ἀριθμοῦσιν ἡμέραν ἕως αὖθις ἑσπέρας διὰ τὸ πρὸ τῆς τοῦδε τοῦ παντὸς διακοσμήσεως σκότος ὑποτίθεσθαι τοὺς κοσμογράφους καὶ διὰ τὸ νύκτα τε πάντων (585) μητέρα ὀνομάζειν. (Ὁποῖον δὲ σκότος ἢ αἰσθητὸν ἢ μὴ τοιοῦτον ὑπὲρ ἡμᾶς κἀκεῖνο ἔστι νοεῖν.) Ὅθεν οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμίν φασιν, εἶτ’ Ἀπόλλωνα, τουτέστιν ἀπὸ νυκτὸς (αὕτη δ’ ἂν εἴη Λητώ, καὶ γὰρ λήθη κατ’ αὐτὴν καὶ ὕπνος ἐγίνετο), πρώτην τὴν οἱονεὶ ἀερότεμιν τεχθῆναι σελήνην, μεθ’ ἣν καὶ ὁ Ἀπόλλων, τουτέστιν ὁ ἀπὸ ὅλων ὢν (590) ἥλιος, ἵνα μὴ καταιθαλώσῃ τὸ πᾶν. Οὖμβροι δὲ ἔθνος Ἰταλικὸν ἀπὸ μεσημβρίας εἰς μεσημβρίαν τὴν ἡμέραν εἶναί φασιν, οὐδὲ γὰρ ἐπὶ πάντων τῶν κλιμάτων ἶσον δρόμον διασώζει ἡ ἡμέρα. Ἀμέλει τοι περὶ τὰ βόρεια πελάγη καὶ τὴν Θούλην βραχυτάτη ἡ νύξ, ὅτε γὰρ ἐκεῖ πρὸς δύσιν ὁ ἥλιος γένηται, ὀλίγον τῆς αὐγῆς μειοῦται, καὶ εὐθὺς κατὰ ἀνατολὰς αὖθις @1 (595) ὑποφαίνεται. Ἀθηναῖοι δὲ καὶ Ῥωμαῖοι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὴν ἡμέραν ὁρίζονται, ὡς ὁ Κάτων φησὶ καὶ ὁ Λαβεών.

X 1. Μὴ παραδράμῃς μηδὲ τοῦτο ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας, λέγω δὴ πῶς ποιήσας ὁ Θεὸς τὸ στερέωμα τοῦ οὐρανοῦ, μᾶλλον δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, καταλιπὼν τὸ κατακοσμῆσαι τὸν οὐρανόν, (600) ἄκοσμον καὶ ἀκατασκεύαστον ὄντα καὶ αὐτόν, εὐθέως πρὸ ἐκείνου διὰ τοῦ συγγραφέως εἰς τὸν τῆς γῆς εἰσβάλλει λόγον λέγων· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Ὅθεν, τινὸς ἐξηγητοῦ εἰπόντος πρὸς τοῦτο ὅτι τὸν Ἰσραὴλ ἐν Αἰγύπτῳ προσκυνήσαντα τοῖς ἐπιγείοις κτίσμασιν ὡς θεοῖς, βουλόμενος ὁ Θεὸς ἀποστῆσαι αὐτὸν τῆς τοιαύτης (605) εἰδωλολατρίας, διδάσκει αὐτὸν κτίσματα ὄντα τὰ ἐπὶ τῆς γῆς, ἕτερος ἀντέθηκε λέγων· Ἀλλ’ οὐδὲν ἧττον καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἡλίῳ καὶ ἄστροις προσεκύνει ὁ Ἰσραήλ, ὡς οἱ προφῆταί φασι. Καὶ λοιπὸν ἔδει καὶ τὸν οὐρανὸν κοσμηθῆναι, ἵνα μὴ καὶ τοῦτον ὁ Ἰσραὴλ προσκυνῇ. Οὔπω γὰρ ἦν ἐκπεσὼν ὅ ποτε ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων. Ἐκείνη δὲ ἡ (610) γῆ, λέγω δὴ ὁ ἄνθρωπος ὁ ἀκούσας· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, κατασυρρυεῖσα εἰς τὸν βύθιον ὠλίσθησε Τάρταρον ἀκάνθας καὶ τριβόλους ἐν ἁμαρτίαις βλαστήσασα. Τούτου χάριν τὸν περὶ ταύτης τῆς γῆς εἰσάγει λόγον ὁ συγγραφεύς.

  1. Καὶ πρῶτον διὰ τοῦτο πρὸ τοῦ οὐρανοῦ ἡ γῆ ὑπὸ Θεοῦ (615) κατακοσμεῖται, ἐπειδὴ πρὸ τῶν ἀγγέλων ἡ γῆ καὶ οἱ γηγενεῖς ἄνθρωποι τὸν Θεὸν διὰ σαρκὸς ἑωράκαμεν, καὶ πρὸ τῶν ἄνω τὰ κάτω κοσμήσας ἐφαίδρυνεν <καὶ> ἐφώτισε. Πρὸ τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ μάγοι καὶ τελῶναι καὶ λῃσταὶ καὶ πόρνοι καὶ ἁμαρτωλοὶ πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν ἑωράκασι καὶ τούτου κατετρύφησαν καὶ ἀπήλαυσαν, εἶθ’ (620) οὕτως ταῖς ἄνω δυνάμεσιν αὐτὸν ὁραθῆναι παρέπεμψαν. Ὅτι δ’ ὃν οὐκ εἶδον οὐδ’ αὐτοί ποθ’ οἱ ἄγγελοι κατὰ τὴν οὐσίαν τε καὶ τὴν φύσιν, ἀλλ’ ὃν μόνος ἐπίσταται ὁ Πατὴρ καὶ ὃς μόνος ἐπίσταται τὸν Πατέρα, τοῦτον αὐτὸν πρὸ τῶν ἀγγέλων κατεῖδον οἱ ἄνθρωποι σαρκικῶς, μαρτυρεῖ καὶ Δαυὶδ λέγων· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ (625) γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἄντικρυς τοῦτο σαφῶς παριστῶν, ὡς ὁ κατὰ τὴν φύσιν ἁπάντων ὑπερανεστηκὼς ὁ οὐρανὸς καὶ Λόγος, ὁ οὐράνιος Υἱὸς τοῦ ἐκ τοῦ οὐρανοῦ καὶ οὐρανίου Πατρός, οὐκ ἔστιν ἄλλῳ γνωστὸς κατ’ οὐσίαν ἀλλ’ ἢ τῷ Κυρίῳ πάντων, αὐτῷ φημι τῷ Δεσπότῃ Θεῷ καὶ χάριτι τῶν γηΐνων Πατρί. Τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν (630) ἀνθρώπων, ἡμῖν γάρ φησι τοῖς υἱοῖς τῶν κάτω φυσικῶς πατέρων τὴν γῆν ἔδωκεν, ἤτοι τὴν γηΐνην τοῦ Λόγου προτέθηκε γέννησιν εἰς τὸ γνῶναί τι τοῦ ταύτης μυστηρίου, οὐ μὴν οὐδὲ ταύτης τὸ πᾶν. @1

  2. Περὶ δὲ τῆς ἄνω γεννήσεως οὐδ’ αὐτοὶ οἱ ἄγγελοι οἴδασιν. Καὶ δῆλον, ὅτι τὰ πρόσωπα δυσὶ συγκαλύπτονται πτέρυξι, τοὺς δὲ πόδας (635) δυσί, τοῦτο σαφῶς παριστῶντες ἀπὸ τοῦ τυπικῶς καὶ συμβολικῶς τὸ πρόσωπον σὺν τῇ κεφαλῇ συγκαλύπτειν. Ἠινίξαντο γὰρ ὡς ἐν συμβόλῳ τὴν ἑαυτῶν νόησιν, ὡς Οὔθ’ ἡμεῖς, εἰ καὶ νόες ἐσμέν, ἐπιστάμεθά τι σαφὲς περὶ τῶν δύο γεννήσεων, ἃς παριστῶμεν διὰ τῶν περικαλυπτουσῶν δύο πτερύγων, οὔθ’ ὑμῖν τοῖς ἀνθρώποις περὶ τούτων δυνάμεθα ἐξειπεῖν. (640) Πόδες δ’ εἶεν ἡ πρὸς ὑμᾶς τοὺς ἐσχάτους καὶ μεθ’ ἡμᾶς τεταγμένους ἀνθρώπους τῶν ἀφ’ ἡμῶν κατὰ μετάδοσιν νοημάτων διάβασις. Ἀλλὰ δυσὶ μόναις πετόμεθα πτέρυξι διὰ τῆς πτήσεως τὸ λίχνον καὶ ἐκκρεμὲς καὶ ἀεὶ ἐναγώνιον καὶ ζητητικὸν εἰς τὸ μαθεῖν τί περὶ τῶν δύο τούτων γεννήσεων ἐνδεικνύμενοι, ὧν ταῖς ζητήσεσιν ὡς ὑπὸ πτέρυξιν ἀεὶ φερόμεθα καὶ (645) οὐδαμοῦ κατάπαυσιν τῆς πτήσεως μέχρι τοῦδε εὑρίσκομεν. Ἡ γὰρ λύσις τοῦ ζητουμένου κατάπαυσις, οἷον καὶ καλιὰ τίς ἐστι τῆς πολυπλανοῦς τοῦ νοῦ περὶ τὸ ζητούμενον πτήσεως. Γνῶσιν μὲν γὰρ ἔχομεν τῶν δύο τοῦ Λόγου γεννήσεων, ἐπίγνωσιν δὲ τούτων ἔχομεν οὐδαμῶς, καὶ διὰ τοῦθ’ ἱπτάμεθα ἐς ἀεί. Καίτοι γε πάντων ζῴων τὴν ὕπαρξιν οἴδαμεν, (650) τῶν μὲν ἀερίων, ἀλλὰ δὴ καὶ χερσαίων, ὅ τι καὶ ἀετὸς καὶ λέων καὶ βοῦς τὴν γνῶσιν τούτων ἐν ἡμῖν εἰκονίζουσιν. Οὐ μόνον δ’ ἀλλὰ καὶ τὸ τιμιώτερον πάντων ζῴων τὸν ἄνθρωπον ἐπιστάμεθα, διὸ καὶ τὸν τοῦ προσώπου τούτου τύπον ἐν ἑαυτοῖς περιφέρομεν. Θεὸν δὲ γνῶναί τε καὶ εἰπεῖν οὐδαμοῦ τις φύσις γεγενημένη, μηδ’ ἡ καθ’ ἡμᾶς αὐτή, ἐξαρκεῖ. (655) Ὅπου γε καὶ τὴν κάτω γέννησιν τὴν διὰ σαρκὸς ἀφ’ ἡμῶν μὲν ἀποκέκρυφεν ὁ Θεὸς καὶ Πατὴρ (τουτὶ γὰρ τὸ ἀπ’ αἰῶνος ἐφ’ ἁπάντων ἀποκεκρυμμένον μυστήριον), ὑμῖν δὲ δέδωκε πρώτοις τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦτο μαθεῖν, καὶ διὰ τῆς ὑμῶν ἐκκλησίας ὑστέρως τοῦθ’ ἡμεῖς ἐπεγνώκαμεν. (660)

  3. Εἰ δὲ φρίττεις, ὦ ἀκροατά, ἐπὶ τοῖς λεγομένοις, ἀπαλλάττει σε τούτου τοῦ φόβου ὁ Παῦλος λέγων περὶ τῆς Χριστοῦ ἀπὸ γῆς ἀναλήψεως, Νυνὶ γάρ φησιν ἀνῆλθεν ὀφθῆναι ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας. Ὅθεν καὶ ἀνιὼν ἐθάμβησε τὰς ἄνω δυνάμεις ἐν οὐρανοῖς, καὶ διηπόρουν πυθόμεναι τῶν συνανιουσῶν σὺν τῷ Δεσπότῃ ἀπὸ γῆς (665) καὶ ἔλεγον· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Βαβαὶ τῶν παραδόξων θαυμάτων καὶ χαρισμάτων, ὧν ἐδωρήσατο ὁ Θεὸς τῇ ἀνθρωπίνῃ φύσει οἰκήσας ἐν αὐτῇ. Οἱ ἄνθρωποι τοῖς ἀγγέλοις ἐνεφάνησαν τὸν Θεόν, ὃν @1 οὐχ ἑώρων τὸ πρότερον. Ἀκατάληπτα θαύματα· ἀνύμνουν τὸν οἰκεῖον Θεόν, καὶ οὐκ ἔβλεπον ὃν ὕμνουν· ἔφερον αὐτὸν ἐποχούμενον οἱ θρόνοι, (670) καὶ οὐχ ἑώρων τίνα φέρουσιν· προσεκύνουν καὶ ἐδοξολόγουν ἀσιγήτως τὰ ἑξαπτέρυγα καὶ πολυόμματα, καὶ οὐ κατενόουν τίνα καταγεραίρουσιν. Ὅθεν γονυπετοῦντες ἐπεθύμουν, ἐδίψων, προσηύχοντο, ἐδυσώπουν ἰδεῖν τὸν ἀόρατον, θεάσασθαι τὸν ἀθέατον, ἢ καὶ μόνον ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι ἀτενίσαι ἢ παρακύψαι καὶ ἰδεῖν τὸν ὑπ’ αὐτῶν ἀνυμνού (675) μενον καὶ προσκυνούμενον, καὶ οὐκ ἠδύναντο διὰ τὸ ἀπροσπέλαστον καὶ ἀκατάληπτον τῆς θείας οὐσίας.

  4. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὦ ἄνθρωπε, ἄκουσον Πέτρου λέγοντος ὅτι ἐδωρήθη τοῖς ἀνθρώποις ἀγαθὰ Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, καὶ οὐκ ἠδύναντο, ἐπεὶ ἡ ἀνθρωπίνη γῆ ἀόρατος ἦν τότε κάτω ἐν τῷ (680) βυθῷ τῆς ἁμαρτίας τοῦ σκότους οὖσα ἀκατασκεύαστος. Διὸ καὶ στυγνὸς ἦν ὁ οὐρανὸς καὶ ἀκαλλώπιστον τὸ στερέωμα καὶ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ ἡμέρᾳ, ἕως οὗ ἀνέστη ἡ γῆ καὶ ἀνῆλθεν ἐκ τοῦ ᾅδου τριήμερος τῇ τρίτῃ ἡμέρᾳ ἀνανεύσασα, καὶ οἱονεὶ ἐκ νεκρῶν ἀναπνεύσασα, καὶ τὸ φῶς θεασαμένη, καὶ τοῦ πνεύματος μεταλαβοῦσα, καὶ τῶν ὑδάτων ἀπαλλα (685) γεῖσα τῶν πονηρῶν καὶ τοῦ σκότους, καὶ καρπὸν βλαστήσασα ἡ τὸ πρὶν ἄκαρπος. Καὶ τότε λοιπὸν μετ’ αὐτὴν καὶ ὁ οὐρανὸς κατεκοσμήθη καὶ ἐφαιδρύνθη, καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐκοσμήθη, τῷ Χριστῷ καὶ τῇ ἐκκλησίᾳ καὶ τοῖς ἁγίοις, τὸν μὲν ὡς δεξαμένων τῶν οὐρανίων νόων ἀειλαμπῆ ἀνιόντα μετὰ σαρκός, τῇ δὲ ἐκκλησίᾳ συνευφραινομένων, καὶ (690) τοῖς ἁγίοις συναυγαζόντων. Ὅθεν καὶ θερμῶς καὶ μεγάλως προίστανται καὶ ἀγαπῶσι καὶ προνοοῦσι καὶ πρεσβεύουσιν αἱ ἄνω δυνάμεις ὑπὲρ τοῦ ἀνθρωπίνου γένους, ἐπειδὴ δι’ ἡμῶν ἠξιώθησαν ὅπερ δι’ ἑαυτῶν ἰδεῖν οὐκ ηὐτόνησαν. Καὶ ταῦτα μὲν πρὸς τὸ δεῖξαι δι’ ἣν αἰτίαν ἡ γῆ πρὸ τοῦ οὐρανοῦ ἐν τῇ κοσμοποιΐᾳ διεκοσμήθη. (695)

XI 1. Ἐπειδὴ οὐ μόνον τὰς ἐναντίας δυνάμεις, ἀλλὰ καὶ αὐτὰ τὰ τῶν ἐθνῶν συστήματα πολλάκις ἡ θεία γραφὴ προσαγορεύει ὕδατα καὶ ἀβύσσους, ἐφ’ ἃς τὸ σκότος τὸ πονηρὸν ἐπέκειτο, ἀνάγκη ἡμᾶς περὶ τούτου μαρτυρίας προφητικὰς ἀγαγεῖν. Λέγει γοῦν ὁ Δαυίδ· Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, καὶ προτρέπεται εἰς θεογνωσίαν νῦν τὸν Ἰουδαῖον (700) ἡ ἄβυσσος, τὸ πλῆθος τῶν ἐθνῶν τῶν πρὶν ἐσκοτισμένων. Τινὲς γὰρ τὰς δύο προσηγορίας τῶν δύο ὑδάτων εἰς τοὺς δύο ἐνόησαν λαούς, ἄβυσσον μὲν τὸν ἐξ ἐθνῶν, ἐφ’ ὃν τὸ σκότος, ὕδωρ δὲ τὸν ἐξ Ἰουδαίων, ἐφ’ ὃν τὸ Πνεῦμα τῆς θείας γραφῆς ἐπεφέρετο μέν, οὐκ ἐπανεπαύετο δέ. Περὶ τούτων δὲ πάλιν τῶν δύο ὑδάτων εἴρηται τό· Ἐξελεύσεται ὕδωρ ζῶν ἐξ (705) Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καθὰ καὶ Ἁμβακοὺμ ὁ προφήτης @1 βοᾷ· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά, ἵππους Χριστοῦ τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς ἀποστόλους λέγων. Ὅθεν καὶ τῇ ἐπιβάσει τῶν ἵππων τούτων ἐταράχθησαν ἄβυσσοι, (710) πλῆθος ἤχους ὑδάτων, καὶ τό· Αἰνεῖτε δὲ τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι περὶ τῶν ἐθνῶν ᾄδεται, δράκοντες δὲ τοὺς πρὶν ἀνημέρους αὐτῶν ἄρχοντας ὀνομάζει.

  1. Λοιπὸν τοσούτων μαρτυριῶν οὐσῶν μὴ θαυμάσῃς εἰ περὶ τοῦ συστήματος τῶν πρὶν ἐσκοτισμένων ἐθνῶν λέγει ὅτι Καὶ σκότος ἦν (715) ἐπάνω τῆς ἀβύσσου πρὸ τοῦ φωτός, σκότος ἀθεΐας, σκότος ἀσελγείας, σκότος μαντείας, σκότος εἰδωλολατρίας καὶ πάσης ἄλλης ἁμαρτίας πρὸ τῆς τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ παρουσίας καὶ ἐπιδημίας. Διὰ τοῦτο γὰρ καὶ μόνον προτάσσει τὸ σκότος ἡ γραφὴ πρὸ τοῦ φωτός, ὅτι πρότερον ἐν τῇ πλάνῃ ὑπήρχομεν, εἶθ’ οὕτως εἰς τὸ φῶς μετήλθομεν. Διὰ (720) τοῦτο πρῶτος ὁ σκοτεινὸς νόμος, καὶ εἶθ’ οὕτως τὸ εὐαγγέλιον. Διὰ τοῦτο πρώτη ἑσπέρα, εἶθ’ οὕτως ἡ ἡμέρα. Ἐντεῦθεν ἐνομοθετήθη ἐξ ἑσπέρας ἄρχεσθαι τῆς κυριακῆς, ἐπειδὴ ἐκ τοῦ σκοτεινοῦ θανάτου εἰς φῶς προήλθομεν τὸ τῆς ἀναστάσεως. Εἰ δὲ μὴ ταῦτα οὕτως ἔχει, πάνυ ἀπρεπὲς ἦν καὶ ἀνοίκειον τῷ Θεῷ πρὸ τοῦ φωτὸς ὀνομάσαι τὸ σκότος (725) καὶ εὐθέως ἀπ’ ἀρχῆς ἐσκοτισμένην τὴν κτίσιν κατασκευάσαι.

  2. Ὅθεν, μὴ ἰσχύσας ὁ Μανιχαῖος ταῦθ’ οὕτως νοῆσαι, δύο θεοὺς ὀνομάζει τὸ σκότος καὶ τὸ φῶς, καὶ προτάσσει πρὸ τοῦ Χριστοῦ τοῦ φωτὸς τὸν ἀντικείμενον τὸν σκοτεινόν. Ἡμεῖς δὲ τὰς εἰρημένας ἀναγωγικὰς ποιούμενοι θεωρίας οὐ καταλύομεν τὸ γράμμα· ἄπαγε. (730) Μᾶλλον δὲ σαφῶς γινώσκομεν ὅτι σκότος αἰσθητὸν ἐπέκειτο ἐπάνω τῆς ἀβύσσου τῆς αἰσθητῆς καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ αἰσθητοῦ ὕδατος, εἴτε τὸ πνεῦμα τοῦ ἀέρος, ὅπερ ἄνεμον οἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια, εἴτε τὸ Πνεῦμα τὸ ἅγιον προμηνύον καὶ προδιαγράφον τὴν τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ γὰρ ἀμφοτέρων ἐν (735) τούτῳ χρεία, καὶ τοῦ ἀερίου ἀνέμου ὥστε σταυρικῶς ἐμφυσᾶν τῷ τοῦ βαπτίσματος ὕδατι, καὶ τοῦ ἁγίου Πνεύματος ὥσθ’ ἁγιάζειν. Τάχα γὰρ διὰ τοῦτο πάλιν ἐνταῦθα μετὰ τὸ σκότος ἐξέταξε τὸ ὕδωρ καὶ τὸ πνεῦμα, τουτέστι μετὰ τὴν ἁμαρτίαν τὸν τοῦ βαπτίσματος φωτισμόν. Ὥσπερ γὰρ ἐπὶ κολυμβήθραν τινὰ κατασκευάσας ὁ Θεὸς τὸ Πνεῦμα (740) ἐπάνω τοῦ ὕδατος, οὕτως εὐθέως ὕστερον μετὰ ταῦτα ἐπιτρέπει λέγων· Γενηθήτω φῶς τῶν φωτισμάτων, καὶ ἐγένετο φῶς τῶν φωτισμάτων.

  3. Ὅθεν καὶ τὸ τῆς Τριάδος μυστήριον ἐνταῦθα ἐν πρώτοις ἐπὶ τοῦ βαπτίσματος τούτου μανθάνομεν ὅτε λέγει· Καὶ εἶπεν ὁ Θεός, πάντως ὁ @1 Πατήρ, καὶ τό· Γενηθήτω φῶς, τουτέστιν ὁ Χριστὸς ἐπὶ γῆς φανήτω, καὶ (745) τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος. Σὺν τούτῳ τῷ μυστηρίῳ καὶ τὸν θεάρεστον βίον μανθάνομεν. Μετὰ γὰρ τὸ δοθῆναι, φησίν, τὸ βάπτισμα καὶ τὴν ἐν αὐτῷ πίστιν ὥσπερ τινὰ σφραγίδα, Γενηθήτω, φησίν, φῶς, ἤτοι βίος θεάρεστος ἐνεργηθήτω Ἔμπροσθεν τῶν ἀνθρώπων λάμπων ὡς φῶς κατὰ τὸν οὕτως εἰρηκότα Χριστόν, ὃν (750) καὶ ἰδὼν ἐπαινεῖ. Εἶδε γάρ, φησίν, ὁ Θεὸς τοῦ βίου τὸ φῶς, καὶ εἶπεν ὅτι καλόν. Ἐπαινεῖ δ’ ὅτι χαίρει ἐπὶ τῷ τοιούτῳ φωτί. Χαρὰ γὰρ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

  4. Διόπερ, ὡς ἤδη καὶ ἀπὸ πίστεως καὶ ἀπὸ βίου χρηστοῦ φωτισθείσης τῆς κτίσεως καὶ χωρισθέντος ἐξ αὐτῆς ἐν τῷ βαπτίσματι τοῦ προϋπάρ (755) χοντος αὐτῇ σκότους τῆς ἁμαρτίας καὶ τῆς ἀπιστίας, εὐθέως ἐπήγαγε λέγων ὁ συγγραφεύς· Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Τοῦτον τὸν ἀγαθὸν χωρισμὸν τοῦ φωτὸς καὶ τοῦ σκότους τοῦ ἐπάνω τοῦ ὕδατος τῆς ἀβύσσου προεσήμανε καὶ τὰ δύο ἐκεῖνα πετεινὰ τὰ ἐκ τῆς κιβωτοῦ τοῦ Νῶε πεμφθέντα. Ὅθεν ἔστιν ἰδέσ (760) θαι κἀκεῖσε πρωτεῦον τὸ σκότος. Πρῶτος γὰρ ἐξεπετάσθη κόραξ ἐπὶ τὰ ὕδατα, καὶ ἢ ἀποπνιγέντος καὶ ἀπολωλότος τοῦ σκοτεινοῦ κόρακος Σατᾶν ἢ καὶ πρὸς τὸ παχὺ καὶ σαρκῶδες κατὰ πάντος τῆς ἁμαρτίας, οὐ γὰρ πᾶσιν ὁ Λόγος ἐστὶ χωρητός, τότε τὸ Πνεῦμα τοῦ Θεοῦ ἡ περιστερὰ ἐπεφέρετο πετομένη μὲν ἐπάνω τοῦ ὕδατος, μήπω δ’ εὑρίσκουσα (765) ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς τοῦ κατασκηνῶσαι ἐν ἀνθρώπῳ ἢ ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι, καίτοι γε πασῶν τῶν κορυφῶν τῶν ὀρέων ἀποκεκαλυμμένων οὐσῶν, αἵτινες τὸ ἀπερικάλυπτον ἐδήλουν τῆς τῶν ἐθνῶν ἁμαρτίας καὶ ἀναιδὲς καὶ τὸ ὑπέρογκον εἰς ἄγαν τῆς κακίας σὺν τούτοις καὶ τὸ σκληρὸν καὶ πεπωρωμένον αὐτοῖς εἰς ἀπόνοιαν. Διὸ καὶ ἔτι ἡ (770) περιστερά, τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.

  5. Τοῦτο τὸ ὕδωρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡσανεὶ συγγένειάν τινα καὶ συμφυΐαν πρὸς ἄλληλα ἔχοντα ἐν διαφόροις τόποις συντάσσει ἐν τῷ ἅμα ἡ γραφή. Διὸ καὶ ὁ Κύριος πρὸς Νικόδημόν φησιν· Ἀμὴν ἀμὴν λέγω σοι, εἰ μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν (775) τῶν οὐρανῶν. Καὶ πάλιν Ὁ πιστεύων εἰς ἐμέ, φησίν, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς @1 αὐτόν. Καὶ ὁ ψαλμῳδὸς σύμφωνα τούτοις φησὶ περὶ Θεοῦ ὅτι Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. (780)

  6. Εἰ δὲ θροεῖ τὰ λεγόμενα τὸν νοῦν, εἰπέ μοι σύ· εἰς δύο τμήματα ἐποίησεν ὁ Θεὸς τότε τὰ ὕδατα, τὰ μὲν αὐτῶν ὑψώσας ἄνωθεν τοῦ στερεώματος καὶ ἀποσκιάσας, οἱονεὶ καὶ κατακλείσας ἐν μέσῳ τῶν δύο οὐρανῶν, τὰ δὲ κάτω περὶ τὴν γῆν ἀφιείς. Ὅσον οὖν κατὰ τὴν φυσικὴν τάξιν καὶ ἀκολουθίαν τῶν πραγμάτων ἐν ἐκείνοις ἐχρῆν εἰπεῖν τὸ σκότος (785) ἐπικαθήμενον; Ἀλλ’ ἐπειδὴ ἁμαρτημάτων σκότος οὐχ ὑπάρχει ἐν ταῖς ἄνω δυνάμεσιν (αὐτὸ γάρ τινες νοοῦσιν ὅταν ὁ ψαλμῳδός φησιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη), τούτου χάριν τὰ ἐπίγεια καὶ τὰ οὐράνια ὕδατα μᾶλλον ἐσκοτισμένα ὠνόμασεν ἡ γραφὴ ἐν ἡμῖν τοῖς (790) διαρρέουσιν ὑφ’ ἁμαρτίας τὸ σκότος τῆς ἁμαρτίας. παριστῶσα ἐπικαθέζεσθαι.

  7. Ὅμως διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους ἀπελάσας ἐξ ἡμῶν τὰς ἐξουσίας τοῦ σκότους, μεσότοιχον ἡμῶν θεὶς τὸν ἀκρογωνιαῖον λίθον Χριστόν, περὶ οὗ καὶ ἐπιφέρει λέγων ὅτι (795) Ἐκάλεσε τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα, ὅτι φῶς ἐστιν ὃν καὶ ἡμέραν καλῶ, τὸ δ’ ἀντικείμενον σκότος νύκτα προσαγορεύω. Καὶ περιπατεῖτε ἕως τὸ φῶς ἔχετε. Ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάσασθαι. Ἡμεῖς γὰρ οὔκ ἐσμεν τέκνα νυκτός, ἀλλὰ τῆς ἡμέρας Χριστοῦ. Οἱ γὰρ καθεύδοντες τὸν τῆς ἁμαρτίας ὕπνον νυκτὶ τοῦ σκότους καθεύδουσι, (800) καὶ οἱ μεθυσκόμενοι πάλιν ἐν αὐτῇ τῇ νυκτὶ μεθύσκουσιν ἐκ τῶν ἁμαρτιῶν, καθὰ διδάσκει Παῦλος.

XII 1. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.

Οὐκ εἶπεν ἡμέρα πρώτη, ἀλλ’ ἡμέρα μία τὰ δύο. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἡ ἑσπέρα καὶ τὸ πρωΐ, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν (805) ἐκκλησίαν τήν ποτε ὑπάρχουσαν ἑσπέραν σκοτεινήν. Ἑνωθέντος δ’ αὐτῇ τοῦ ἀληθινοῦ φωτὸς ἐγένοντο οἱ δύο εἰς σάρκα μίαν, ἡμέραν φωτὸς μίαν φωτίζουσαν πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον τῆς Χριστοῦ πίστεως, ὅν, ἐπειδὴ τὸ βάπτισμα μεμύηκεν ὅταν ἔλεγε· Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος διὰ τοῦ Πνεύματος καὶ τοῦ ὕδατος αὐτὸ (810) παριστῶν, δι’ οὗ καὶ τοῦ παλαιοῦ ῥύπου τοῦτον ἐκάθηρεν, ἐδίδαξέ τε καὶ τὸ μυστήριον τῆς γεννήσεως, ὅτι εἶπε· Γενηθήτω φῶς, δι’ οὗ λόγου καὶ τὸν σπουδαῖον βίον τοῦτον ἀπῄτησε τὸν ὡς φῶς πρὸ προσώπου αὐτοῦ διαυγάζοντα.

  1. Ἵνα μὴ κατοκνεῖν αὐτὸν συμβῇ πρὸς τὸ σύντονον τῶν ἱδρώτων (815) τῆς ἀρετῆς, ὡς μὴ στεφάνους ἀποκεισομένους ἕξοντα τῶν τοσούτων @1 ἱδρώτων, οἰόμενον συγκαταλήξειν ἴσως σὺν τῷ παντί, διδάσκει τοῦτον καὶ τὸ μυστήριον τὸ τῆς ἀναστάσεως καὶ φησί· Μὴ οἴου εἰς μηδέν σοι κέρδος μέλλων τοὺς ἀγῶνας [μὴ] ἀποτείνειν. Οὐκ ἔσται τοῦτο. Ἀλλὰ γενήσεταί σοι ἑσπέρα, ἤγουν διὰ θανάτου συσταλήσῃ, καὶ πάσης ἐργασί (820) ας σχολάσεις, καὶ σκότος ἀορασίας σε καταλήψεται, εἶτα μετὰ τοῦτο γενήσεταί σοι πρωΐ. ἤγουν ἡ τῆς ἀναστάσεως ἀναλάμψει ἡμέρα, καὶ ὁ νοητὸς ἥλιος ἐκθρώσκων λύσει τὴν ἐπιθανάτιον νύκτα, καὶ ἐκκαλέσεταί σε πρὸς τὴν ἐγρήγορσιν, καὶ οὕτως ὄψῃ τὸ θεῖον ἐκεῖνο πρωΐ, ὅπερ ὁ Μωϋσῆς ἡμέραν ὠνόμασε. Καὶ οὐκ εἶπεν ἡμέραν πρώτην, ὅπερ καὶ ἔδει μᾶλλον (825) εἰπεῖν μέλλων καὶ ἐσχάτην ἡμέραν τῷ λόγῳ καταλέγειν. Ἀλλ’ ἐπειδὴ τὴν μέλλουσαν ἐκείνην τυπικῶς προϊστόρει τὴν μὴ καταμετρουμένην ὥραις τε καὶ στιγμαῖς μηδὲ νυκτὶ διακοπτομένην, ἀλλ’ ἀΐδιον οὖσαν καὶ συνεχῆ, μίαν ταύτην ὠνόμασεν ὡς ἔχουσαν ὡσαύτως ἀεί, καὶ οὐ πρώτην, διὰ τὸ μὴ διαδόχῳ ἐσχάτῃ περιγράφεσθαι. Τὸ γὰρ πρῶτον καὶ ἔσχατον πρός τί (830) εἰσιν. Ἐκεῖ οὐδέν τι τοιοῦτον οἷον ἀνατέλλει Χριστός.

  2. Εὑρήσεις δὲ καὶ τοὺς ἔξω τῆς χάριτος σχεδὸν τὰ αὐτὰ φθεγγομένους. Οἱ γὰρ Πυθαγόρειοι τὴν πρώτην ἡμέραν τοῦ μηνὸς οὐ πρώτην, ἀλλ’ ὁμοίαν ὠνόμασαν, οὐκ οἶμαι φαντασθέντες τὴν ἀκατάλυτον ἐκείνην ζωήν, τέως δ’ οὕτως ταύτην κατωνομάκασι. Καὶ οἱ Αἰγύπτιοι δὲ καθ’ (835) ἱερὸν λόγον δράκοντα οὐρηβόρον ταῖς πυραμίσιν ἐγγλύφουσι τὸ ἀΐδιον καὶ τὴν ἀδιάτμητον ἕλιξιν τῶν θείων ὑποδηλοῦντες· τὸν δράκοντα γὰρ εἰς θεοὺς ἀνῆγον Αἰγύπτιοι. Ὀρφεὺς δὲ τὴν μονάδα Ἀνέα καλεῖ, τουτέστιν ἀμερῆ, οὐδὲ γὰρ ἡμιόλιον ἢ ἐπίτριτον ἢ ἄλλο τι τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν. Διαφέρει δὲ μονὰς ἑνάδος ᾗ διαφέρει ἀρχέτυπον (840) εἰκόνος. Παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ μονάδος ἕν, ὥσπερ ὁ εἷς ἥλιος μίμημα τῆς μιᾶς μονάδος, τοῦ Ἰησοῦ φημί. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. @1