(1) Τοῦ ἁγίου Ἀναστασίου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ ἁγίου ὄρους Σινᾶ καὶ ἀρχιεπισκόπου Ἀντιοχείας εἰς τὴν πνευματικὴν ἀναγωγὴν τῆς ἑξαημέρου κτίσεως λόγος πρῶτος
I 1. Φωνὴ Θεοῦ ἱερά, ἀρύεσθαι ὕδωρ ζῶν ἐκ σωτηρίων πηγῶν, διὰ (1) τοῦ προφήτου Ἡσαΐου πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων λαμπρῶς τε καὶ διαπρυσίως διακελεύεται φύσιν. Ἀένναος γὰρ ἡ τῆς θεορρύτου σοφίας πηγὴ καὶ ἄμικτος πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον καταβαῖνόν ἐστι παρὰ τοῦ μεγαλοδώρου Πατρὸς τῶν παναδύτων φώτων, (5) τοῦ λέγοντος· Εἴ τις λείπεται σοφίας, αἰτείτω παρὰ Θεοῦ τοῦ πᾶσιν ἁπλῶς διδόντος καὶ μηδένα ὀνειδίζοντος. Ἶσον γὰρ τὸ τῆς ὄντως σοφίας καὶ τοῦ ταύτης σοφοδότου ἐρᾶν.
Ἀγάμενός σε τοίνυν, ὦ ἐμοῦ πολυποθήτου γόνου καὶ πάντων μοι ἐρασμιωτέρα κορυφή, τῆς φιλεμμελοῦς περὶ τὰ θεῖα σπουδῆς καὶ (10) φιλενσόφου περὶ τὸν Λόγον διανοίας, ὡς σεαυτὸν τὸν ἔμψυχον χαρακτῆρα τοῦ σώματος δέδεγμαί σου τὸν ἄψυχον χάρτην τοῦ γράμματος αἰτοῦντα περὶ τῶν ἐν τῇ ἑξαημέρῳ πολλοῖς ἀπορουμένων τὴν λύσιν ποιήσασθαι. Ὅθεν θαρρήσας τῷ λέγοντι· Αἰτεῖτε καὶ λήψεσθε, διότι πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει ὡς χρή, καὶ τῷ κρούοντι (15) ἀνοιγήσεται, αὐτῷ ἀναθεὶς τὰς ἐλπίδας τοῦ λόγου, μετὰ τοὺς προκεκμηκότας κατ’ ἶσα βαίνων τοῖς περὶ τὴν ἑνδεκάτην ἐπίσης τοῖς ἐν ἀμήτῳ ἢ καὶ πάλιν τρυγήτῳ ὀξέως διᾴττουσι, πτωχοπρεπεῖ ὄμματι καὶ τεταπεινωμένῃ περιεργίᾳ καὶ ἀπορίᾳ ὥσπερ ἐξανεπιρρωγολογούμενος καὶ ἐπικαλαμώμενος μυρμηκοφυῶς τοὺς διαλαθόντας στάχυας ἀνα (20) καλέσομαι. Ἢ καὶ ὡς ψιχολόγος κύων τῆς παντοδαποῦς καὶ ἀνελλιποῦς καὶ ἀνυστερήτου τῶν Πατέρων τραπεζοποιοῦ πανδαισίας τὰ ἀποπίπτοντα ἀφαιροῦμαι, καὶ ὡς μελισσουργὸς μέλιττα τοῦ λειμῶνος ἐκείνων εἴ που εὐῶδες ἀποσυλήσας ἄνθος ἐν τῷδε τῷ σκεύει ἐναποθεὶς τοῖς οἷς θέμις ἡ τῶν καλῶν ὄρεξίς τε καὶ μετάληψις προσάγω διὰ σοῦ εἰς (25) ἀπόλαυσιν. Εἰ γὰρ δή, καὶ ποιητικῶς καιροῦ καλοῦντος εἰπεῖν, ἀείδω ξυνετοῖσι, θύρας δ’ ὠσὶν ἐπίθεσθε βέβηλοι. Λίαν γάρ μοι ἐνηχεῖ τοῖς ὠσὶν ὁ ἀποκληρῶν τοῦ συλλόγου λόγους τοὺς πινηρώδεις καὶ τοὺς περιγείους που καὶ χαμερπεῖς φέροντας ἐννοίας.
Ἐπεὶ καὶ οἱ τὰ σεπτὰ καὶ τῶν ψυχικῶν μώμων ῥυπτικὰ ποιούμενοι (30) ὄργια, ὅταν εἰς προῦπτον ἐξ ἐχεμύθων ὥσπερ θαλάμων ὑπ’ @1 ὄψιν πανδημεὶ ἀλληλούχως μέλλωσι τιθέναι αὐτὰ κατὰ τὰς θείας καὶ ἱεροτελεστικωτάτας τῆς θεαρχικῆς κρυφιομυστίας τελετάς, οὔ ποτε τὴν ἐκφαντορικὴν τήνδε δρῶσιν ἐμφάνειαν τῇ παμμιγεῖ νεολαίᾳ, ἔστ’ ἂν ὁ πρόκριτος τῆς λειτουργικῆς μετὰ τὴν ἀνωτέραν καὶ ἄμεσον Θεοῦ (35) χορευταξίαν, ὡς εὐωδηφόρος τις πυλῶν ἱερῶν ἐκτὸς τῶν παναγεστάτων ἑστώς, μεγίστῃ διαταγῇ ἀποκρίνῃ τῶν ἀνεφίκτων τοὺς οἷς θέμις τῶν τοιούτων κατατρυφᾶν, ὀρρωδῶν ἐν ᾧ τὸν ῥυπώδη ἐκεῖνον ἀμφιεφόρον ἐκβληθέντα τῆς ἐπιθαλαμίου εὐωχίας ὡς ἀπωτάτω, ἐπεὶ μὴ προσφυῆ τῇ πανδαισίᾳ τῇ θείᾳ τὴν ἀμπεχόνην προδιεσκεύασεν, ἥκομεν δ’ (40) ἡμεῖς ἐπὶ τήνδε τὴν συνταγὴν οὐκ εὐεπείαις τισὶ καὶ γλυκυμύθοις καὶ φληνάφοις Ἑλληνικῶν λόγων καὶ ῥητορείαις τὰς ἑαυτῶν ἠρτηκότες ἐλπίδας, οὐδὲ μὴν ἰάμβοις τοῖς κνωδάλοις καὶ ἀνονήτοις καθοπλισμένοι. Συνοδοιπόρον γὰρ ἔχομεν μετὰ Χριστοῦ τὸν λέγοντα μωρίαν εἶναι καὶ κένωσιν τοῦ σταυροῦ τὴν Ἑλληνικὴν σοφίαν. Ὑπὲρ γραφῆς γὰρ θείας (45) λαλοῦμεν, ἐκτεθειμένης μὲν δι’ ἰσχνοφώνου τινὸς καὶ βραδυγλώσσου, ἀλλὰ καὶ ἀφ’ ὅλων κυρωθείσης καὶ κομηθείσης καὶ ἀγροτῶν καὶ ἀροτήρων καὶ ἁλιέων καὶ σκυτοτόμων καὶ ἀγραμμάτων, καταισχυνάσης τοὺς σοφοὺς καὶ μωροὺς τούτους καὶ ἀνωφελεῖς ἀποδειξάσης.
Διὸ οὐθεὶς ἡμῖν λόγος ἐπὶ τοῦ παρόντος περὶ σχημάτων τε καὶ (50) διαστημάτων καὶ δινήσεων καὶ κινήσεων καὶ ἀποκαταστάσεων καὶ θέσεων καὶ ἀλλοιώσεων καὶ κυκλοφοριῶν καὶ ἀντιπόδων καὶ ψηφηφοριῶν οὐρανοῦ τε καὶ Κρόνου καὶ πόλου καὶ ζῳδιακοῦ λόγου καὶ ἡλίου φορᾶς καὶ μοίρας καὶ σεληνιακῶν γενέσεών τε καὶ κινήσεων καὶ ἐκλείψεως, οὐδ’ αὖ πάλιν πολυάστρων καὶ τῶν ἐν αὐτοῖς μερικῶν (55) ἐπιθεωρουμένων ἀστέρων, οὐ περὶ ὑδάτων γενέσεως καὶ πλημυρῶν, ἐξ ὧν καὶ τοὺς κατὰ τόπον ἐπιτελεῖσθαι σεισμοὺς ἐφαντάσθησαν οἱ τὴν μαθηματικὴν καὶ εἰκαίαν ταύτην ἐξησκημένοι τέχνην, ἐξ ἧς ὥσπερ τινὸς πανωλεθρίου λύμης ἐρρύσατο τὴν ἐκκλησίαν ὁ ἀληθὴς ἐπιδημήσας Λόγος. Τί γὰρ ἀπώνατο κέρδους ἡ ἐκκλησία, εἰ μάθῃ τὴν ἡλίου καὶ (60) σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ ἀνέμων καὶ ἀστέρων κίνησιν πᾶσαν, εἰ μὴ μόνον ἀπολλυμένην τε καὶ ψευδῆ δόξαν;
II 1. Μανθάνουσα δὲ καὶ ἀκούουσα ὅτι παρ’ αὐτοῦ τοῦ παντουργοῦ Θεοῦ ἐγεγόνεισαν δημιουργίαι διτταί, ἡ μὲν ἡ τοῦ εἶναι παραγωγὴ τοῦ ἀνθρώπου ἁπλῶς καὶ πάσης τῆς κτίσεως, ἡ δὲ ἡ τοῦ εὖ εἶναι ἥτις τῷ (65) ἀνθρώπῳ καὶ πάσῃ τῇ κτίσει ἐγένετο σαρκωθέντος αὐτοῦ, πάντων ἀπαλλαγέντων τῆς φθορᾶς καὶ ἀπολαβόντων τὸ εἶναι εὖ, καὶ ὅτι καθὰ @1 προφήτης ὁ θεῖος Μωσῆς προεῖδε καὶ τὴν εἰς τὸ εὖ εἶναι παραγωγὴν καὶ δημιουργίαν τῆς κτίσεως, καὶ γράφων τὴν εἰς τὸ εἶναι αὐτῆς ὕπαρξιν ἐν αὐτῇ τῇ γραφῇ ἐγκατέθηκεν καὶ τὴν διὰ Χριστοῦ εἰς τὸ εὖ εἶναι (70) ἀνάπλασιν αὐτῆς, προφητικῷ δέ τινι χαρακτῆρι καὶ σκοτεινῷ καὶ ἀλληγορικῷ, καὶ γὰρ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς ὁ Θεὸς εἰς τύπον καὶ προγραμμὸν αὐτῆς ἐν σοφίᾳ προκατεσκεύασε, καὶ ὅτι εὐθέως ἐκ πρώτης φωνῆς καὶ ποιήσεως τοὺς θεμελίους αὐτῆς καὶ τὴν κατασκευὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸν φωτισμὸν προεμελέτα καὶ προδιέγραφε, διά (75) τε τοῦ πρώτου οὐρανοῦ διά τε τοῦ δευτέρου διά τε τῶν ἐν αὐτοῖς φωστήρων, οὐ μόνον δέ, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῆς γῆς καὶ τῶν ὑδάτων καὶ τῶν φυτῶν καὶ τῶν κτηνῶν καὶ πτηνῶν καὶ ἰχθύων, καὶ συντόμως εἰπεῖν, διὰ πάσης τῆς κτίσεως τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν ἐν αὐτῇ καὶ δι’ αὐτῆς λαλοῦντα μεγαλύνει Χριστόν. Ταῦτα ἡ (80) ἐκκλησία μανθάνουσα ἀγάλλεται καὶ εὐφραίνεται, σκιρτᾷ καὶ φωτίζεται, οἰκοδομεῖται καὶ στηρίζεται, κραταιοῦται κατὰ τῶν ἀπίστων, πλέον ὁπλίζεται ἐλέγχουσα τούτους, καταισχύνουσα, νικῶσα, γαυριῶσά τε καὶ χορεύουσα, εἴ γε πᾶσα ἡ ὁρωμένη τε καὶ νοουμένη κτίσις κατ’ εἰκόνα ταύτης καὶ τοῦ νυμφίου αὐτῆς Χριστοῦ προκατεσκευάσθη τε καὶ (85) προδιετυπώθη. Τοῦτο γάρ ἐστι τὸ μυστήριον ὃ προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, τὸν Υἱὸν αὐτοῦ, μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν. Ὅθεν καὶ ἀνακεφαλαιώσασθαι λέγεται τὰ πάντα ἐν τῷ Χριστῷ ὁ Θεὸς καὶ Πατήρ. Τί ἐστι τὸ ἀνακεφαλαιώσασθαι, ἀλλ’ ἢ τὰ λόγοις εἰς αὐτὸν (90) προτυπωθέντα ἢ καὶ προσκιαγραφηθέντα εἰς ἔργον πληρωθῆναι διὰ πραγμάτων ἐν αὐτῷ; Πάντα γάρ φησι δι’ αὐτοῦ καὶ εἰς αὐτὸν Χριστὸν ἐγένετο, τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Λέγων δὲ ὁ θεορρήμων Ἀπόστολος ὅτι Πάντα τά (95) τε ὁρατὰ καὶ ἀόρατα εἰς Χριστὸν ἔκτισται σαφῶς δείκνυσι καὶ διδάσκει ὅτι ἡ ὁρατὴ καὶ ἀόρατος κτίσις εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν προδιετυπώθη καὶ ἐγένετο.
Ἀλλὰ περὶ μὲν τῶν οὐρανίων πῶς τε τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν προδιαγράφουσιν οὐχ οἷοί τέ ἐσμεν εἰπεῖν σαφῶς· πῶς μὲν (100) νοηθείη ἄγγελος ὁ τῆς μεγάλης βουλῆς ἄγγελος πῶς τε πάλιν ἀρχάγγελος ὁ τῶν ἀγγέλων κατάρχων καὶ αὐτοὺς ἀποστέλλων ὡς λειτουργικὰ πνεύματα αὐτῷ παριστάμενα· πῶς τε ὀνομάζεται ἀρχὴ ὁ ἐν ἀρχῇ Θεὸς Λόγος ὁ ἄρχων τῆς εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος, μεγάλη γὰρ ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· (105) ἢ πῶς νοήσωμεν αὐτὸν ἐξουσίαν τὸν Θεὸν τὸν ἐξουσιαστὴν τὸν ἰσχυρόν, @1 ἡ γὰρ ἐξουσία αὐτοῦ, ὥς φησι Δανιήλ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, ἐδόθη γὰρ αὐτῷ ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ὁμώνυμον δὲ αὐτὸν καὶ τὸν θρόνον νοήσεις ὡς τοῦ Πατρὸς ἐπαναπαυομένου ἐν αὐτῷ ὡς μονογενεῖ καὶ γνησίῳ Υἱῷ, ὁμοῦ τε καὶ ἡμᾶς διαναπαύοντι (110) κατὰ τό· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Εἰ δὲ καὶ ἑξαπτέρυγον αὐτὸν γνῶναι θέλεις, ἄκουε τοῦ πρὸς αὐτὸν λέγοντος· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς. Ὡς δὲ φῶς ἀληθινὸν καὶ πολυειδῶς φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἰκότως (115) ἅπαντα καθορῶν, ἄρα καὶ πολυόμματος κέκληται. Ὁμωνύμως δὲ καὶ Κύριος καὶ Κύριος τῶν κυριευόντων καὶ τῶν κυριοτήτων ἄρχων προσαγορεύεται. Κύριος γὰρ κραταιὸς οὗτος καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ, καὶ κύριος τῶν δυνάμεων, καὶ κύριος ὕψιστος. Ἐπειδὴ δὲ Χερουβὶμ ἑρμηνεύεται πλῆθος γνώσεως, Θεὸς δέ ἐστι γνώσεων κύριος, (120) αὐτὸς γὰρ γινώσκει τὰ πάντα πρὶν γενέσεως αὐτῶν καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, εἰκότως λοιπὸν καὶ Χερουβὶμ ὁ ποιητὴς τῶν Χερουβὶμ ἑρμηνεύεται· καθὰ πάλιν καὶ Σεραφίμ, ὅπερ ἑρμηνεύεται πρηστήριον πῦρ, ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ὁ Χριστός. Διὸ καὶ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. (125)
Ἀλλὰ ταῦτα μέν, ὡς ἐν ἐπιτομῇ, πῶς εἰς Χριστὸν ἀναφέρονται καὶ τοῦτον προδιαγράφοντα γεγόνασιν εἴρηται νῦν. Ὅτι δὲ καὶ τῆς ἐκκλησίας ἀντίτυπα καὶ αὐτὴν προμηνύοντα τυγχάνει, ἀπαλλάττει σε ταύτης τῆς ἀμφιβολίας πάλιν ὁ αὐτὸς θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φάσκων περὶ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ τῶν ἐν αὐτῇ (130) κατασκευασθέντων πάντων, εἰς τύπον τῆς ἐκκλησίας αὐτὰ γενέσθαι, Οὐ γὰρ εἰς χειροποίητα λέγων ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν. Εἰπὼν δὲ ἀντίτυπα ἔδειξεν ἀναμφιβόλως πάντα τὰ ἐν τῇ ἐκκλησίᾳ τῶν οὐρανίων ταγμάτων εἶναι μιμήματα. Εἰ οὖν τὰ ἀόρατα καὶ τιμιώτερα εἰς εἰκόνα καὶ τύπον τῆς (135) ἐκκλησίας Θεοῦ παρεσκευάσθησαν, μηκέτι λοιπὸν ἀμφιβάλλῃς μήτε ἀπιστήσῃς ὅτι καὶ ὅλα τὰ ἐπίγεια, ἃ ἐν τῷ Μωσαϊκῷ ἀναγέγραπται νόμῳ, σκιὰν εἶχον καὶ τύπον τῶν μελλόντων εἰς ἡμᾶς ἀγαθῶν, ὡς καὶ Παύλῳ δοκεῖ. Οὕτω γὰρ καὶ τὸν τοῦ Χριστοῦ λόγον νοητέον τὸν φάσκοντα ὅτι Ἰῶτα ἓν ἢ μία κεραία, δι’ ὧν δηλοῦται τὸ σταυρικὸν (140) σημεῖον, οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Δῆλον δὲ ὅτι εἰς αὐτὸν καὶ εἰς τὴν ἐκκλησίαν εἴρηται. Τίνος γὰρ ἦν εἰκών, εἰπέ μοι, ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ὁ ἀμνὸς τοῦ πάσχα καὶ τὸ αἷμα καὶ ὁ ῥαντισμὸς καὶ αἱ θυσίαι καὶ τὸ πῦρ καὶ πάντα τὰ τῆς νομικῆς λατρείας, ἀλλ’ εἰ μὴ Χριστοῦ καὶ τῆς ἐκκλησίας; @1 (145)
Ὅθεν καὶ τοῖς θείοις νοήμασι τὴν ἐκκλησίαν κοσμήσας Κύριλλος ὁ πάνυ ἐν τοῖς εἰς τὴν Γένεσιν ὑπομνήμασι τῆς ἑξαημέρου διὰ πάσης ταύτης ἔφησε τῆς Μωσαϊκῆς γραφῆς τὸ μυστήριον Χριστοῦ καὶ τῆς ἐκκλησίας καταγγέλλεσθαι. Ἐξ οὖ ποδηγούμενος καὶ τὰς ἀφορμὰς λαβὼν Ἀμμώνιος ὁ δοκιμώτατος τῆς Ἀλεξανδρέων ἐξηγητὴς σύνταγμα (150) πατρικῶν δοξῶν <τῆς> ἑξαημέρου συστησάμενος πλείστους βιασαμένους ἔφησε τὴν νόησιν τῆς θεοπνεύστου γραφῆς τοὺς μὴ ταύτην εἰς τύπον τῆς ἐκκλησίας νενοηκότας, μὴ ὑπὸ Θεοῦ γεγενῆσθαι, ἀλλὰ μόνῳ γράμματι δεδουλευκότας. Ταύτην γὰρ εἶναι τὴν αἰτίαν τῆς τινων ἐξηγητῶν πρὸς τοὺς ἄλλους ἀσυμφωνίας ὁ αὐτὸς Ἀμμώνιος ἔφησεν. Εἰ γὰρ πᾶσα ἡ (155) κτίσις διὰ τὸν ἄνθρωπον γέγονε, τὸν δὲ Ἀδὰμ καὶ τὴν Εὕαν εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ὁ Παῦλος ἀναφέρει λέγων ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, ἀναντιρρήτως ὅτι καὶ πᾶσα ἡ διὰ τὸν ἄνθρωπον καὶ διὰ τὴν αὐτοῦ σύζυγον γεγενημένη κτίσις εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν ἀναφέρεται. (160)
III 1. Καὶ ὅτι μὲν ὑπὲρ ἡμᾶς ἡ παροῦσα ὑπόθεσις οὔτε ἡμεῖς ἀρνούμεθα οὔτε τῶν εὖ φρονούντων τις. Ἀλλ’ ἐπεὶ μέγα τὸ καύχημα ἐν τῇ ἐκκλησίᾳ τίκτεται, ἐντεῦθεν καὶ μείζω πᾶς τις τῆς οἱασοῦν γραφῆς κομίζεται ὅπλα κατὰ τῶν νῦν κυκλωσάντων αὐτὴν τῆς εὐσεβείας ἐχθρῶν, τούτου χάριν τὸν φωτοδότην Χριστὸν διὰ τῆς αὐτοῦ συζύγου ἐκκλησίας (165) ἐπικαλεσάμενος τὸ στόμα τῆς Βαλααμίτιδος ὄνου καιροῦ καλοῦντος ἀνοίξαντα καὶ πολλοῖς ἀναξίοις, ἵνα μὴ εἴπω πᾶσι, τὰ λαμπρὰ τῶν ἑαυτοῦ δωρεῶν χαριζόμενον, εἰς τόδε τὸ πολλοῖς ἄπειρον κατετόλμησα πέλαγος, βοηθοῖς μετὰ Χριστὸν χρώμενος τοῖς προεξηγησαμένοις ἁγίοις πατράσιν ἡμῶν. Εἰ γὰρ καὶ τὴν Μωσαϊκὴν τῆς εὐαγγελικῆς γραφῆς προ (170) εθέμεθα εἰς ἐξήγησιν, ἀλλ’ οὐ τὸν τύπον τῆς ἀληθείας οὐδὲ τὴν σκιὰν τῶν πραγμάτων οὐδὲ τὸ παρὸν τοῦ ἐνεστῶτος προκεκρίκαμεν εἰς διδασκαλίαν, ἀλλ’ ἵνα ἀκριβῶς παραστήσωμεν ὅτι καὶ ταῦτα τὰ ἀρχαιότερά τε καὶ παλαιὰ τῶν καθ’ ἡμᾶς μυστικῶν καὶ νεοφανῶν εἰσὶ προχαράγματα καὶ προσκιάζουσι τὴν ἀλήθειαν, ἕως ἦλθεν αὐτὴ καὶ τὸ πᾶν σῶμα τῆς (175) ἁγίας γραφῆς ἀπετέλεσεν ἄσκιον.
IV 1. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν (185) ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
Ὅσαι μὲν καὶ οἷαι πρὸς τὰ προκείμενα τοῖς ἀνέκαθεν ἐξηγησαμένοις εὐσεβῶς αἱ γνῶμαι γεγόνασιν οὔτε ἡμῖν εὐχερὲς τοῦ λέγειν οὔτε τῷ ἀκροατῇ εὐμαρὲς τοῦ ἀκούειν. Εἰς μὲν γὰρ τό· Ἐν ἀρχῇ ἐποίησεν (190) ἠπόρησάν τινες πότερον αὐτὴ ἡ ἀρχὴ ἔχει τινὰ πρεσβυτέραν ἀρχὴν ἐξ ἧς ἤρτηται ἢ ἄναρχός ἐστι. Καὶ εἰ μὲν ἔχει, οὐ δύναται καλεῖσθαι ἀρχή· εἰ δὲ οὐκ ἔχει, δῆλον ὅτι ἄναρχος καὶ ἄχρονός ἐστι. Καὶ ποῖος τῷ ἀνάρχῳ λοιπὸν χρόνος ἐστὶ καὶ ἀρχή; Ἡ μὲν γὰρ ἀρχὴ οὐκ ἔχει τι πρότερον ἑαυτῆς, ὥσπερ ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους γίνεται· προτέρα γὰρ ἡ ὕλη (195) τοῦ εἴδους. Ὁμοίως καὶ τὸ στοιχεῖον σύνθετον ὂν καὶ συγκείμενον ἐξ ὕλης καὶ εἴδους ἀρχὴν ἔχει τὴν ὕλην καὶ τὸ εἶδος. Ἔστι δ’ ὕλη πάντων ἀρχή, φασί, πρᾶγμα οὖσα ἀσώματον ἄποιον λόγῳ μόνῳ ἑρμηνευόμενον, αἰσθήσει δὲ μὴ ὑποκείμενον. Αὕτη οὖν, φασίν, ὑπὸ μορφῆς τινος καὶ σχήματος τυπουμένη, ὅπερ ἐστὶ τὸ εἶδος, σωματοῦται. Καὶ πρῶτον μὲν (200) γίνεται στοιχεῖον, ἢ αἰθὴρ ἢ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ ἢ γῆ· εἶτα τῶν στοιχείων τούτων συμπλακέντων γίνεται σῶμα σύνθετον ἢ ἔμψυχον ἢ ἄψυχον. Καὶ ἡ μὲν ὕλη καὶ τὸ εἶδος, φασίν, ἀρχοειδέστερα τῶν στοιχείων εἰσί, τὰ δὲ στοιχεῖα τῶν ἄλλων σωμάτων στοιχειωδέστερα. Ἡμεῖς δέ φαμεν ἀρχὴ τῶν πάντων ὑπεράρχιος πρώτη μὲν ὑπάρχη Θεός, μετὰ δὲ Θεὸν ἀρχαὶ (205) τῶν φυσικῶν σωμάτων τὰ στοιχεῖα εἰσίν.
Ἀλλὰ τῶν ἔξω φιλοσόφων τινὲς διῃρέθησαν, καὶ τοῖς μὲν ἔδοξεν ἀρχὴ τὸ πῦρ διὰ τὴν αὐτοκίνητον καὶ εὐκίνητον δύναμιν καὶ τὸ καταναλίσκειν πάντα ὧν ἐπιδράξεται, τοῖς δὲ ὁ ἀὴρ διὰ τὴν τοῦ ζῆν αἰτίαν ἐξ ἀναπνοῆς, τοῖς δὲ τὸ ὕδωρ διὰ τὴν γόνιμον φύσιν, τισὶ δὲ τούτων ἡ γῆ (210) διὰ τὸ τὰ πλεῖστα τῶν ζῷων ἀπὸ γῆς γεννᾶσθαι καὶ εἰς αὐτὴν ἀναλύεσθαι. Πλάτων δὲ τὸν Θεὸν καὶ τὴν ὕλην εἴρηκεν ἀρχάς, τὸν μὲν ὡς θεὸν καὶ πατέρα, τὴν δὲ ὡς δεχομένην τὴν δημιουργίαν, καὶ τὴν ὡς ἔφησε ματαίαν ἰδέαν, παρεκκλίνων τῆς ἀληθείας καὶ τὸ πᾶν μὴ διδοὺς τῷ Θεῷ.
Καὶ ἄλλοι πάλιν λογικώτερον ἢ φυσικώτερον σκεπτόμενοι τὴν γῆν (215) ἀρχὴν τοῦ παντὸς εἰρήκασιν ὡς κέντρον τοῦ οὐρανίου κύκλου, ἐπεὶ καὶ τὸν κέντρον τοῦ κύκλου πρεσβύτερον. Ἄλλοι δὲ ἀγένητον τὸν κόσμον σαφῶς ἀπεφήναντο, καὶ ὁμοῦ τὸ πᾶν εἶναι ἀκολούθως εἰρήκασιν. Εἰσὶ δ’ οἳ καὶ τυχαῖον καὶ αὐτόματον αὐτὸν ἀπεφθέγξαντο, καὶ ὁπότερ’ ἔτυχε πρῶτον τούτου μέρος ἐγένετο. Ἕτεροι δ’ εἰς τὰ τέσσαρα στοιχεῖα καὶ τὸ (220) πέμπτον σῶμα τὸ αἰθέριον τὸν σύμπαντα διαιροῦντες κόσμον, καὶ τὸ @1 τετράστοιχον ὑπὸ τοῦ αἰθέρος διακοσμεῖσθαι νομίζοντες, τὸ κάλλιστον δὲ τοῦ αἰθέρος ὁ οὐρανός, πρῶτον τοῦτον γενέσθαι φασίν. Ἡμεῖς δὲ τοῖς τοῦ θεόπτου Μωσέως θεσμοῖς ἑπόμενοι ἐν ἀρχῇ τὸν οὐρανὸν καὶ τὴν γῆν ἅμα γενέσθαι φαμέν. Καὶ εἴπερ βούλεταί τις ἀρχὴν τῶν ἐγκοσμίων ἰδεῖν, (225) ταῦτα οἰέσθω, ὧν ἁπάντων, ἀλλὰ δὴ καὶ ὅλων τῶν νοητῶν, ἀρχὴ ὑπεράρχιος ὁ ποιήσας τὰ πάντα Θεός, οὐκ ἐκ προούσης ὕλης, ἀλλ’ ἐκ τοῦ μηδαμῇ τά τε νοητὰ καὶ τὰ στοιχεῖα παραγαγών. Ὁ δὲ θεόφρων ὑψήγορος Βασίλειος λύων τὴν περὶ τῆς ἀρχῆς εἰσαγομένην ἀντίθεσιν ἔφησεν εἶναι πρεσβυτέραν τινὰ πρὸ τοῦ αἰσθητοῦ κόσμου, τὴν τῶν (230) νοερῶν δυνάμεων κατάστασιν.
V 1. Αὖθίς τε εἰς τὸ ἐπαγόμενον ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν διηπόρησάν τινες τῶν ἑτεροδόξων· Τί δήποτε οὐ συνῆψεν ὁ συγγραφεὺς καὶ τὴν τῶν ὑδάτων καὶ τὴν τοῦ σκότους ποίησιν, ἔτι μὴν καὶ τὴν τοῦ Πνεύματος τοῦ ἐπιφερομένου; Τῶν μὲν ὑδάτων φαινομένων (235) εἶναι καὶ πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τοῦ δὲ σκότους ἐπάνω τῆς ἀβύσσου ἐπιπολάζοντος, ἄλλως τε καὶ τοῦ σκότους ἐπὶ τῶν ὑδάτων ἐνταῦθα περιγραφέντος, πῶς ἐπάνω τῶν τοιούτων ὑδάτων λέγεται τὸ φωτίζον πάντα Πνεῦμα ἅγιον ἐπιφέρεσθαι, καὶ πῶς συνῆν τῷ σκότει τὸ φωτοδοσίας παραίτιον Πνεῦμα Θεοῦ; Πρὸς οὖν ταύτην τὴν ἀντίρρησιν (240) ἀπελογήσαντό τινες τῶν ἐξηγητῶν ὅτι εἰπὼν ὁ συγγραφεὺς τὴν οὐρανοῦ καὶ γῆς ποίησιν διὰ τῶν δύο ἄκρων συμπεριέλαβε πάντα τὰ λοιπὰ κτίσματα ἐν μέσῳ.
Ἀλλὰ δὴ καὶ ἐντεῦθεν αὐτοῖς ἑτέρα ἀπορία προῆλθε. Πῶς γάρ, φησί, μετὰ τὸν οὐρανὸν καὶ τὴν γῆν φαίνεται ὁ Θεὸς ποιήσας τὸ φῶς; (245) Πῶς δὲ καὶ οὐκ ὀνομάζει ὅλως πυρὸς ποίησιν; Ἐν οἷς εἰπόντος τοῦ πανσόφου Γρηγορίου τὸ φῶς εἶναι τὴν αὐτοῦ πυρὸς φύσιν, ἄλλος ἀντηπόρησε φάσκων· Καὶ δι’ ἣν αἰτίαν οὐ προσηγόρευσεν αὐτὸ πῦρ ἡ γραφή· πόθεν δὲ οὔτε καίει οὔτε θερμαίνει ἡ τοῦ φωτὸς φύσις, εἰ πῦρ ἐστιν; Εἰ γὰρ διὰ τῶν δύο φωνῶν, λέγω δὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, (250) συνέλαβεν ἡ γραφὴ τὰ τέσσαρα, εὑρεθήσεται τὸ φῶς πέμπτον στοιχεῖον.
Ἰδοὺ συνῆψε. Δι’ ἣν αἰτίαν ἐπὶ μὲν οὐρανοῦ καὶ γῆς εἴρηται τό· Ἐποίησεν ὁ Θεὸς ὥσπερ καὶ ἐπὶ τοῦ φωτός, ἐπὶ δὲ τοῦ σκότους οὐκ εἴρηται ποίησις, οὔτε ἐπὶ τῆς ἀβύσσου, οὔτε ἐπὶ τοῦ ὕδατος, οὔτε ἐπὶ τοῦ (255) Πνεύματος. Ἐν οἷς τοῦ μεγάλου Βασιλείου κατὰ Μανιχαίων ὁπλιζομένου καὶ εἰπόντος ἄκτιστον καὶ ἀνυπόστατον εἶναι ἐκεῖνο τὸ σκότος, οὔτε μετρητὸν ἦν, φασίν, οὐθ’ ὁριζόμενον, ἀλλὰ ποιήσαντος τοῦ Θεοῦ @1 τὸ πλάτος τῆς γῆς καὶ κλίναντος ἄνωθεν αὐτῆς καὶ ἐφαπλώσαντος ὥσπερ σκηνὴν τὸν οὐρανὸν ὑπεχώρησε τὸ φῶς συσκιάσαντος τοῦ (260) οὐρανοῦ τὸν ἐπίγειον κόσμον, σκότος γὰρ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σκιὰ σώματος. Πρὸς δὲ τούτοις ἐζήτησάν τινες πότερον ἐκεῖνο τὸ ὑποχωρῆσαν καὶ ἀποδιωχθὲν ὑπὸ τῆς σκιᾶς τοῦ οὐρανοῦ φῶς ὑπόχρονον δεῖ λέγειν ἢ ἄχρονον. Καὶ εἰ μὲν ὑπόχρονον, ποῖός ἐστιν οὗτος ὁ πρὸ τοῦ ἑξαημέρου χρόνος; Εἰ δὲ ἄχρονον, εὔδηλον ὅτι καὶ ἄναρχον· εἰ (265) δὲ ἄναρχον, πάντως καὶ ἀπερίγραπτον· εἰ δὲ ἀπερίγραπτον, πῶς ὑπὸ τῆς οὐρανίου σκιᾶς διωχθὲν περιεγράφη;
Συνάπτουσι δὲ ταῖς προκειμέναις καὶ ἑτέραν ζήτησιν οἱ ἐξηγηταί. Εἰ γὰρ ἐπέκειτο, φασίν, ἀβύσσου βάθος ὑδάτων ἐπὶ προσώπου πάσης τῆς γῆς, οὐκ ἐχρῆν αὐτὴν ὅλως προσαγορεύεσθαι γῆν, ἀλλὰ θάλασσαν. Καὶ (270) διὰ τί τὸ ὑποβρύχιον τέρμα τῆς γῆς ἐφ’ ὃ ἥδρασται καὶ ἐπίκειται ὀνομάζομεν γῆν, ἀλλ’ οὐ θάλασσαν, οὐ πρὸς τὸ ὑποκείμενον ἀφορῶντες, ἀλλὰ πρὸς τὸ ἐπικείμενον, ὥσπερ δὴ καὶ τοὺς ποταμοὺς ὁμοῦ καὶ τὰς λίμνας καὶ τὰς πηγὰς ἀπὸ τῆς ἐπιφανείας τῶν ἐν αὐτοῖς ὑδάτων ἰδιαζούσας καὶ τὰς προσηγορίας αὐτῶν ἐκ τῆς θείας γραφῆς μεμαθήκα (275) μεν; Οὕτω καὶ γὰρ ἔδει ἐκείνην τὴν ὑπὸ Θεοῦ γενομένην ἐν ἀρχαῖς εὐθέως ὥσπερ τινὰ κατάδικον τῇ ἀβύσσῳ τέως ᾅδῃ παραδοθεῖσαν τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆσαι ἐν τῷ λέγειν· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά.
Ἐπιλείψει με ὁ χρόνος, εἰ πάσας βουληθείην εἰς μέσον προσαγαγεῖν (280) τῶν ἱερῶν ὀπαδῶν περὶ τῆς ἑξαημέρου τὰς ἀπορίας τε καὶ ζητήσεις. Καὶ γὰρ καὶ περὶ τῆς λεγομένης ἀβύσσου καὶ τοῦ ὀνομαζομένου ὕδατος οἱ μὲν μίαν καὶ ὁμοίαν ἐνόησαν τὰ ἀμφότερα ὕδατα φύσιν, ἄλλοι δὲ οὐχ ἕν τι ταῦτα αἰνίττεσθαι ἔφησαν. Ἡ γὰρ διαφορά, φησί, τῶν ὀχουμένων τὴν παραλλαγὴν τῶν ὀχημάτων δηλοῖ. Τὸ μὲν γὰρ σκοτοφόρον, τὸ δὲ (285) πνευματοφόρον ἀναγέγραπται. Καὶ σκότος γάρ, φησίν, ἐπάνω τῆς ἀβύσσου, εἶτα Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἄλλως τε ὅτιπερ μετὰ ταῦτα πολλάκις ποιησάμενος ὁ προφήτης ὑδάτων μνήμην ὀνομάζει μὲν αὐτὰ τὰ ὕδατα καὶ θαλάσσας καὶ συναγωγὰς καὶ πηγὰς καὶ ποταμούς, ἀβύσσου δὲ μνήμην οὐκ ἔτι ποιεῖται. (290)
Οὐ παρέδραμε δὲ ἐν τῇ βαθείᾳ αὐτῶν καὶ θεοσδότῳ σοφίᾳ φιλοπευστῆσαι πῶς τὸ Πνεῦμα Θεοῦ γέγραπται μόνον ἐν τῇ λοιπῇ κτίσει, καὶ τί δήποτε τοῦτο μὲν φερόμενον, οὐ καθήμενον λέγεται. Καὶ πρὸς τοὺς εἰρηκότας δὲ τὸ ἅγιον εἶναι ἐκεῖνο τὸ ἐπιφερόμενον ἐπὶ τὰ ὕδατα Πνεῦμα πρός τινων ἠπορήθη τό· Καὶ ποῦ ἡ τοῦ ἀέρος ἑνὸς ὄντος @1 (295) τῶν τεσσάρων στοιχείων κτίσις; Εἰ γὰρ δῶμεν, φασίν, ἐκεῖνο μὲν εἶναι τὸ πανάγιον Πνεῦμα καὶ ἄκτιστον Θεοῦ, πυρὸς δὲ ὅλως οὐκ ἐμφέρεται οὔτε προσηγορία οὔτε ποίησις, ὥσπερ οὔτε ἀβύσσου εὑρεθήσεται, ἑνὸς καὶ μόνου στοιχείου, λέγω δὴ τῆς γῆς, ποίησιν ἡμᾶς διδάσκουσα ἡ θεία γραφή, οὐ μὴν τῶν τεσσάρων. Τὸ γὰρ φῶς οὐ συναριθμεῖται τούτοις, ὡς (300) οἱ περὶ ταῦτα ἔφασαν δεινοί.
Ἐχρῆν δέ, φασὶ πάλιν οἱ αὐτοί, εἴ γε ὁρατῆς κτίσεως ὁ Θεὸς δημιουργίαν εἰσάγει, τὸν ὁρώμενον, ἀλλ’ οὐ τὸν ἀόρατον, σὺν τῇ γῇ κατασκευάζειν οὐρανόν. Ἀλλὰ δὴ ἄμφω τὴν πρωτότοκον διδυμογενῆ κτίσιν ἀορασίᾳ ἀπέκρυψε, τὰ ἄνω καὶ τὰ κάτω, ὥσπερ τινὶ κρυσταλλο (305) ειδεῖ τῇ ῥυσιδρόμῳ τῶν ὑδάτων ἀπαμφιάσας ἀμπεχόνῃ, ὃ δὴ πάλιν καὶ ἑτέραν ἡμῖν οὐ τὴν τυχοῦσαν ὠδίνει ἀπορίαν, τὸ πρὸ τῶν ἄνω συγκαλυφθῆναι τὰ κάτω. Ἡ γὰρ γῆ, φησίν, ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, μεταιχμίου ὡσανεὶ προκαλύμματος διείργοντος πρὸς τὸ μήτε τὴν κάτω ἀτενίζειν τοῖς ἄνω οὐδ’ αὖ πάλιν τοὺς ἄνω ἐπισκοπεῖν τὴν κάτω. (310) Ἔτι γὰρ τοῦ πρώτου καὶ λαμπροτάτου οὐρανοῦ ὥσπερ τινὸς θείου προκειμένου καὶ ἀπολάμποντος ἐσόπτρου καὶ τὰς θείας μαρμαρυγὰς τοῦ ἐποχουμένου ἀνταυγάζοντος πρὸς τὸ καταλάμπειν καὶ καταφωτίζειν τὰ κάτω, ὑποβρύχιος οὖσα ἡ γῆ οὐχ οἷά τε ἦν ἀνέδην ὄμμασι τοῖς νοεροῖς πρὸς τὴν ἄνω διεῖσαν μέχρις αὐτῆς ὁρᾶν θεόπεμπτον ἀκτῖνα. (315)
VI 1. Πάσας μὲν οὖν τῶν ἀοιδίμων ὑποφητῶν ἐκδοχὰς ῥώμῃ πάσῃ καὶ ὑμνοῦμεν καὶ στέργομεν. Ἀλλ’ ἐπεὶ πρὸς τὰς ὑποκειμένας ἀπορίας ἄποροί τινες καὶ παντάποροι πέλομεν, τῷ στόματι τοῦ ἁγίου Πνεύματος θαρροῦντες, λέγω δὴ τῇ τοῦ Παύλου γλώσσῃ φασκούσῃ ὅτι πάντα τὰ ἐν τῷ νόμῳ εἰς τύπον Χριστοῦ καὶ εἰς τὴν αὐτοῦ ἐκκλησίαν προεγράφη, (320) λαβόντες τὰς ἀφορμάς, εἰ δεῖ φιλαλήθως εἰπεῖν, καὶ συλλαλήσαντες ἐκ Παπίου τοῦ πάνυ τοῦ Ἱεραπολίτου τοῦ τῷ ἐπιστηθίῳ φοιτήσαντος, καὶ Κλήμεντος, καὶ Παντανέτου τῆς Ἀλεξανδρέων ἱερέως, καὶ Ἀμμωνίου τοῦ σοφωτάτου, τῶν ἀρχαίων καὶ πρὸ τῶν συνόδων ἐξηγητῶν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν πᾶσαν τὴν ἑξαήμερον νοησάντων, μετὰ τὴν κατὰ τὸ (325) γράμμα ἀληθῆ αἰσθητὴν κτίσιν ταῖς ἐννοίαις τῆς τοῦ Χριστοῦ ἀποσκοπήσαντες ἀνενδοιάστως ἐκκλησίας, ὑπὲρ ἧς ἡμῖν καὶ πᾶς ὁ τοῦ ἀγῶνος σκοπός, εἰς ταύτην καθήκαμεν ἑαυτοὺς τὴν πραγματείαν.
Ἀλλὰ τὸ μὲν γράμμα μηδαμῶς καταλύοντες, ἐπιζητοῦντες δὲ παρὰ τοῦ παναγάθου καὶ φιλανθρώπου Πνεύματος ἁγίου τὴν ἐγκεκρυμμένην (330) μυστικῶς ἔνδοθεν τοῦ γράμματος διάνοιαν, πρῶτον σωματικώτερον εἴτουν φυσικώτερον τοῦτο σκοποῦμεν. Ὅ τι μὴ πεμπέτωσαν ἐνταῦθα @1 τὰς γλώσσας τῶν φιλοσόφων οἱ φυσικοὶ τοῦ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἀκούοντες ῥήματος, καὶ μὴ λεγέτωσαν ἄρξασθαι ποιεῖν τὴν γένεσιν τοῦ οὐρανοῦ τὸν Θεὸν ἀπὸ γῆς καθάπερ (335) ἀπὸ κέντρου τινός, ὅτι τὸ κέντρον ἀρχή, φασί, πάσης σφαίρας ἐστίν. Οὐδὲ γὰρ οἷον ἐπ’ ἀνθρώπων συμβαίνει τῶν μὴ δυναμένων κατὰ τὸν κύκλον εὐθὺν καὶ περιφερῆ κλοιὸν καὶ ἶσον τὰς τοῦ κύκλου συνθεῖναι στιγμὰς ἢ τὴν γραμμὴν εἰπεῖν κάμψαι καὶ τροχοειδῆ ποιῆσαι, εἰ μὴ τὸ κέντρον μέσον προεμπηχθῇ, τοιοῦτον γέγονε καὶ ἐπὶ Θεοῦ. Ἐνταῦθα γάρ, (340) ἵνα μάθῃς ὡς οὐ φύσεως ἀκολουθίαις ἕπεται ὁ Θεός, ἀλλ’ ὑπερφυῶς δημιουργεῖ καὶ οὐ τεχνικῶς, φησὶν ὁ Μωσῆς· Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὴν σφαίραν, εἶτα τὴν γῆν τὸ κέντρον, ἢ γὰρ ἂν ἔδει εἰπεῖν τἀνάπαλιν· ἐποίησεν ὁ Θεὸς τὴν γῆν καὶ τὸν οὐρανόν, εἴτουν τὸ κέντρον καὶ τότε τὴν σφαίραν. Εἰ γὰρ ὡς συμπλεκτικὸν σύνδεσμον τὸν (345) καὶ προσλαμβάνουσι καὶ ἄμφω φασὶν ἐν ταὐτῷ γεγονέναι, ἀλλ’ ἔδει κατ’ ἐκείνους τὴν ἀρχὴν τοῦ κύκλου καὶ αἰτίαν προσημανθῆναι, τὸ κέντρον ἤτοι τὴν γῆν, καὶ μὴ μᾶλλον τἀνάπαλιν. Ὅταν δ’ οὗτοι ὁμολογοῖεν ἅπαν κέντρον ἐφ’ ἑδραίου καὶ στερεοῦ τινος πήγνυσθαι καὶ οὕτω τὸ περιφανὲς περιγράφεσθαι, ἄλλως δ’ οὐκέτι, τὸν δὲ Θεὸν ἐπιγνοῖεν ἐφ’ ὑδάτων (350) οὐκ ἀντεχόντων πρὸς οὐδὲ ἓν στεγανόν, ἀλλ’ εὐθὺς διασχιζομένων καὶ περικλυζόντων τὸ στιβαρόν, οὐ μόνον ἐπιβαλόντα, ἀλλὰ καὶ στερεοῦντα ἐπὶ διύγρων τοιούτων τὸ πιληθέν, πῶς τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ ἄνευ κέντρου τοῦτον ἐγείρειν οὐ συγχωρήσαιεν; Τὰ γὰρ ἀδύνατα παρὰ ἀνθρώποις δυνατά εἰσι παρὰ τῷ Θεῷ. (355)
Ἀλλὰ εἰς ἄλλον ἰτέον εἱρμὸν καὶ ζητητέον τὴν ἄνω σοφίαν, τὴν πᾶσι διδοῦσαν καθὼς καλῶς αἰτοῦνται, τὴν μυστικῶς ἔσωθεν τοῦ γράμματος διάνοιαν ἡμῖν ἀποκαλύψαι, πῶς διὰ πάσης τῆς ἑξαημέρου κτίσεως τὸν τύπον καὶ τὴν εἰκόνα τῆς ἐκκλησίας Χριστοῦ προκατεσκεύασέ τε καὶ προετύπωσε. Λέγει γὰρ οὕτως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς (360) τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν μὲν συλληπτικῶς πάσας τὰς οὐρανίους καὶ νοερᾶς τῶν ἁγίων δυνάμεων καὶ τοῦ νοεροῦ κόσμου ὀνομάζων συστάσεις, ἵνα τὸν ἄνω κόσμον πρῶτον νοήσῃς δημιουργούμενον κατὰ τὴν λέγουσαν θεολόγον φωνήν· Πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους, καὶ τὸ ἐννόημα ἔργον ἦν, γῆν δὲ πάλιν (365) τοῦτον τὸν αἰσθητὸν καὶ ὁρώμενον κόσμον συλλήβδην μετὰ καὶ αὐτοῦ δῆτα τοῦ οὐρανοῦ καὶ τὰ ἐπὶ τῆς γῆς πάντα σὺν τῷ ἀνθρώπῳ γενόμενα καὶ ὑπάρχοντα ἔμψυχά τε καὶ ἄψυχα πράγματα. Εἰπὼν γάρ· @1 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν ἀνήγαγέ σου τὸν νοῦν πρὸς τὴν ποίησιν τῆς ἄνω διακοσμήσεως, εἶτα ἐπαγαγών· Καὶ τὴν γῆν κατήγαγέ (370) σου τὸν νοῦν πρὸς τὴν θέσιν τῆς κάτω ἀποπληρώσεως, ἧς τὴν πᾶσαν περιοχήν σοι παρέστησεν, ἀπὸ τοῦ μέρους τῆς γῆς φημί, οὐ μόνον λέγων γνῶναί σε γῆν, ἀλλὰ καὶ τὸν περιέχοντα οὐρανόν, συνεκδοχικῶς ὥσπερ τινὶ ὅρῳ περιλαβὼν διὰ τῶν δύο λέξεων τοῦ ὁρωμένου καὶ νοουμένου κόσμου δημιουργίαν καὶ ποίησιν, ἣν ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός, τουτέστιν (375) ἐν τῷ ἐν ἀρχῇ τῇ πατρικῇ ὄντι Λόγῳ, ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ τὰ πάντα ἐγένετο.
VII 1. Μέχρι τῶν ἐνταῦθα στήσας τὴν τῶν ἐπουρανίων καὶ ἐπιγείων πάντων ποίησιν ὁ πρὸς Μωσέα λαλῶν τοῦ Θεοῦ ἄγγελος μετέρχεται εἰς τὸν μυστικὸν τῆς ἐκκλησίας λόγον, ἥντινα καὶ γῆν πάλιν ἑτέραν (380) προσαγορεύει, καί φησι περὶ τῆς ἐν ἀρχαῖς αὐτῆς ἀγνωσίας καὶ πλάνης· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ζητητέον δέ· ἆρά γε τοῦ οὐρανοῦ καὶ τῆς γῆς παραχθέντων καὶ τόπων τούτων ὄντων, ἔτι δ’ ἐχόντων τὸ μέσον ἑαυτῶν κύτος ὑπὸ τῆς ἀβύσσου (385) πεπληρωμένον μετὰ τὸ μεταρθῆναι ταύτην καὶ εἰς μίαν ἐγκλεισθῆναι συναγωγήν, οὐχ ὁ ἀὴρ ἐπλήρου τὸ πᾶν ὡς μηδαμοῦ κενὸν ὑπολείπεσθαι τόπον ἐν τῷ παντί; Κοινὸν γὰρ πᾶσιν ἐστὶν ὁμολόγημα τὸ μὴ εἶναί που τόπον κενόν, καὶ πάντως σύμφωνός ἐστι δόξα, ὅτι περὶ τὸ πᾶν ὁ ἀὴρ αὐτίκα ἐπέδραμεν, ἡνίκα τὸ τῆς ἀβύσσου ὕδωρ εἰς μίαν πῆξιν μεθίσταται. (390) Ἐκ γὰρ τοῦ ὕδατος ὡς ἐπίπαν θυμιᾶται ὁ ἀήρ.
Ἔστιν οὖν καὶ οὗτος εἰς τύπον τῆς ἀκενώτου θεότητος. Ὥσπερ γὰρ ὁ ἀὴρ πάρεστι πανταχοῦ καὶ πάντα πληροῖ, οὕτω καὶ ἡ θεία φύσις παροῦσα ἐν τῷ παντὶ ἀκενώτως τοῦτο πληροῖ. Ὡς γὰρ ὁ ἀὴρ οὐ τόνδε πληρῶν τὸν τόπον ἐκ τοῦδε κεκένωται, οὕτω καὶ ἡ θεότης ἀκενώτως τὰ (395) πάντα πληροῖ. Καὶ ὡς ὁ ἀὴρ καὶ σκοτεινός ἐστι καὶ φωτεινός, πρῶτον δὲ τὸ σκοτεινόν, οὕτω καὶ ἡ θεότης σκότος ἐστὶ τοῖς μὴ θέλουσιν, φῶς δὲ τοῖς ἐθέλουσιν, πρῶτον δὲ τὸ σκοτεινόν, ὅτι πρῶτον ἀγνοεῖται καὶ τότε ἐπιγινώσκεται. Καὶ ὥσπερ ὁ ἀὴρ ἀψαύστως οἷον καὶ ἀνεπαισθήτως καὶ τελειοτέρως ἐστὶ διασχιζόμενος πρὸς τὰ διακινῆσαι τοῦτον τέμνοντα (400) σώματα, οὕτω καὶ ὁ Θεὸς τοῖς μέσον τούτου διαβαίνειν ἐθέλουσι καὶ οἷον διὰ περιχωρήσεως, καθ’ ὅσον ἀνθρώποις ἐστὶ δυνατόν, ἑνουμένοις αὐτῷ ἀνεπαισθήτως αὐτὸς καὶ μετὰ τελειότητος ὑπανοίγεται, καὶ οὐδ’ ὡς αὐτὸς ἐπίσταται ὁ θεούμενος. Καὶ ὡς ὁ ἀὴρ καὶ τὸ ἔξωθεν περιέχει καὶ τὸ ἔσωθεν ἀναψύχει τοῦ ζῴου, ἀναγκαιοτέρα δέ ἐστιν ἡ ἔσωθεν χρῆσις, (405) οὕτω καὶ ὁ Θεὸς τὸ ἔξωθεν μὲν παρεμβολαῖς ἀγγέλων συνέχει ὡς οἷα @1 σωστικῶν πνευμάτων, ἀλλὰ δὴ καὶ δι’ ἑαυτοῦ, πρὸς δὲ τὸ ἔσωθεν τοῦ ἀνθρωπίνου ζῴου μόνος ἐκεῖνος χωρεῖ καὶ τὴν πνευματικὴν αὐτὸς ἐργάζεται ζώωσιν ἢ ἀναζώωσιν. Μόνοι δ’ ἐκείνοι τοῦ θείου τοῦδε ἀέρος στερίσκονται οἱ τὴν νῆξιν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατὰ τοῦ διύγρου (410) τῆς ἁμαρτίας αἱρετισάμενοι, καὶ γὰρ ἐξ ὑγροτήτων αἱ ἡδοναί. Στῆθος δὲ ἐπὶ κοιλίᾳ ἐστί, τὸ ὀξὺ πρὸς τὰ ὑπογάστρια.
Ἀλλὰ δασύν τινα καὶ πανέσπερον καὶ βαθὺν καὶ κατάστυγνον καὶ ζοφερὸν καὶ πάντῃ σκοτοφόρον διὰ τῶν εἰρημένων διεζωγράφησεν ὁ Μωϋσῆς τὸν ἐπίγειον κόσμον διαφόροις τισὶν ὥσπερ ἐπικαλύμμασι καὶ (415) διαφράγμασι καλυπτόμενον, ὡσανεὶ βεβιασμένης καὶ συμπνιγομένης τῆς γῆς καὶ ἐν σκοτεινοῖς ἅμα καὶ σκιᾷ θανάτου ἐν τοῖς καταχθονίοις τοῦ ᾅδου τυγχανούσης, τοῦτο μὲν τοῖς ὕδασι τοῖς ἐπικειμένοις αὐτῇ συμπνιγομένης, τοῦτο δὲ τῷ σκότει τῆς ἀβύσσου σκοτιζομένης, εἶτα καὶ τῷ πνεύματι τῷ ἐπιφερομένῳ τοῦ ἀνέμου σφοδρῶς ἐπάνω τοῦ ὕδατος ὑπὸ (420) τῶν κυμάτων κλυδωνιζομένης καὶ χειμαζομένης. Τὸ γὰρ φέρεσθαι τὸ σφοδρὸν σημαίνει τῆς τοῦ ἀέρος φορᾶς καὶ κινήσεως.
Αὕτη μὲν οὖν κατὰ τὸ γράμμα τὸ Μωσαϊκὸν περὶ τῆς γῆς ἡ σωματικωτέρα κατ’ αὐτὴν τὴν ἱστορίαν διήγησις θάλασσάν τινα ζοφερὰν καὶ πολύκυμον καὶ ὁλόνυκτον πᾶσαν τὴν οἰκουμένην ἐν ἀρχαῖς διαγράψασα, (425) ἥτις ἦν σαφῶς καὶ ἀναμφιβόλως προτύπωσις καὶ εἰκὼν τῆς προτέρας καταστάσεως, μᾶλλον δὲ παραβάσεως, τῆς πλάνης καὶ τοῦ χειμῶνος καὶ τῆς ἀγνωσίας τῆς λογικῆς γῆς τῆς ἐκκλησίας. Αὕτη γὰρ ἡ γῆ ἦν ἀόρατος, οὐ μόνον μὴ ὁρωμένη, ἀλλὰ μηδὲ ὁρῶσα, τουτέστιν ἀόμματος καὶ τυφλὴ ἐκ γενετῆς εὐθέως γενομένη, ἣν ὁ ἄρχων τοῦ σκότους τοῦ (430) αἰῶνος τούτου τοῦ ἐπικειμένου ἐπάνω τῆς λογικῆς ἀβύσσου ἐτύφλωσε. Καὶ τὰ ὕδατα δὲ τῶν ἁμαρτιῶν κατεβύθισαν αὐτὴν καὶ κατεπόντισαν, καὶ τὰ πνεύματα τὰ πνευματικὰ τῆς πονηρίας φυσήσαντα διὰ τοῦ στόματος τοῦ ὄφεως τὸν πάνδεινον αὐτῇ χειμῶνα πεποιήκασι καὶ μυρία κύματα τῶν πειρασμῶν αὐτῇ ἐξήγειραν. (435)
Ὅθεν οὐ μόνον ἀόρατον λέγει ταύτην τὴν γῆν, τουτέστιν ἀόμματον, ἀλλ’ ὡς μηδ’ ὁρωμένην. Ἀποστρέψω γάρ φησιν ὁ Θεὸς τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ διὰ Ὠσῆε, εἰ καὶ τοῖς Ἰουδαίοις, ἀλλ’ οὖν καὶ τῷ γένει παντί· Ἔμυσα τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, ὅτι μεμίσηκα τὰ ἔργα ὑμῶν. Ἀλλὰ καὶ ἀκατασκεύαστον ταύτην φησί. Προσρηξάντων γὰρ (440) αὐτῇ τῶν πονηρῶν ποταμῶν καὶ πνευσάντων τῶν ἀνόμων ἀνέμων ἔπεσε καὶ ἦν ἀκατασκεύαστος, καὶ ἡ πτῶσις αὐτῆς μεγάλη μήπω οἰκοδομηθεῖσα εἰς γυναῖκα καὶ νύμφην τοῦ Χριστοῦ ἐπὶ τὴν πέτραν τῆς τοῦ Πέτρου πίστεως. @1
VIII 1. Ἐπεὶ οὖν ἐν τοσούτοις δεινοῖς ἡ γηγενὴς γῆ ἡ τῶν ἀνθρώπων (445) περιέκειτο φύσις, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἵνα ἀνέλθῃ ἐκ τοῦ καταχθονίου βυθοῦ τῶν ἡδονῶν καὶ ἐλευθερωθῇ τῶν συμπνιγόντων αὐτὴν ὑδάτων καὶ γαλήνη γένηται τῶν κατ’ αὐτῆς κυμάτων, ὅπως σιγήσωσιν οἱ πονηροὶ ἄνεμοι καὶ ὑποχωρήσῃ τὸ σκότος τῆς ἀγνωσίας καὶ ἀναλάμψῃ τὸ φέγγος τῆς θεογνωσίας, ἐβόησε καὶ εἶπεν ὁ Θεός· (450) Γενηθήτω φῶς, τουτέστιν ὁ Χριστός, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Γενηθήτω· ὑπὸ γέννησιν δηλαδὴ ἐλθέτω, τουτέστι πλασθήτω καὶ σωματωθήτω. Ἵνα δέ σοι δείξῃ ἀναγκαιοτέραν πάντων τὴν τοῦ Λόγου σάρκωσιν καὶ δι’ αὐτὴν πάντα γεγονότα, ἧς ἄνευ μάταιά εἰσι καταχρειωθέντα τῇ ἁμαρτίᾳ καὶ συντε (455) λοῦντα εἰς τὸ μηδέν, ἐν ἀρχῇ τῆς γραφῆς αὐτίκα καὶ ἀπὸ προοιμίων αὐτῶν ἐκείνην σοι παραδίδωσι λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἴτουν ἐν ἀρχῇ χρονικῇ ἐποίησεν, ἤγουν εὐδόκησε ποιηθῆναι τὸν οὐρανὸν ὡς Θεὸν καὶ γῆν διὰ τὸ ἀνθρώπινον Ἰησοῦν.
Πότε δ’ εὐδόκησε ταύτην τὴν ποίησιν; Ὅτε τὰ αἰσθητά, οὐ μὴν τὰ (460) νοητά, παράγειν ἐνήρξατο. Ταῦτα γάρ, οὐκ ἐκεῖνα, παθεῖν καὶ μεταφθαρῆναι κακῶς ὑπὸ τῆς τοῦ Ἀδὰμ γενησομένης ἁμαρτίας ἠπίστατο. Καὶ προκαταλαμβάνει τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν τοῦ πάθους ἐπιδρομὴν πρὸ τοῦ πάθους καὶ τῆς κακίας ἑτοιμάζων τὸν ἰατρόν. Διὰ τοῦτο καὶ σιτευτὸς μόσχος λέγεται παρὰ τῷ θείῳ Λουκᾶ, μόσχος ὡς σὰρξ ἢ ὡς μέλλων (465) ἕλξειν τὸν ζυγὸν τοῦ σταυροῦ, σιτευτὸς δὲ ὡς πρόπαλαι καὶ ἀπ’ αὐτῆς ἀρχῆς ἀφωρισμένος εἰς τὸ μέλλειν ὑπεισδῦναι τὸ καθ’ ἡμᾶς. Ὅτε οὖν τὸν οὐρανὸν ὑφίστα καὶ τὴν γῆν καὶ τὰ σὺν αὐτοῖς, τότε καὶ τὸ τῆς σαρκώσεως συμπλέκει μυστήριον. Εἰς γὰρ τοὺς ἀγγέλους ἐκεῖσε ἡ τοῦ Ἀδὰμ πικρία οὐκ ἐσφενδόνιστο. (470)
Ὅθεν τούτου τὴν κατὰ σάρκα γέννησιν εὐαγγελιζόμενος καὶ ὁ Ματθαῖος φησί· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ, Χριστοῦ τοῦ λέγοντος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, καί· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καί· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ζωὴ καὶ ἡ ἀνάστασις, φῶς τὸ ἀληθῶς ἀνατεῖλαν εἰς ἀποκάλυψιν τῶν πρὶν ἐσκοτισ (475) μένων ἐθνῶν, ὧν ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα τῆς ἐπιγνώσεως, ἡνίκα ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. Τὸ γὰρ εἶναι τὴν γῆν ἐν ἀρχαῖς κάτω ἐν τοῖς καταχθονίοις βεβυθισμένην τὴν γηγενῆ φύσιν ἡμῶν προδιέγραφεν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθημένην, ἧς τὸν ἐν ἐσχάτοις (480) καιροῖς διὰ Χριστοῦ φωτισμὸν προδιαγράφων εἶπεν ὁ Θεός· Γενηθήτω @1 φῶς, καὶ ἐγένετο φῶς, πρόδρομον καὶ προτυπωτικὸν τοῦ ἀληθινοῦ φωτὸς Ἰησοῦ.
Τοῦτο δ’ ἀκριβωσάμενος ἐνταυθοῖ κατεξέτασον πῶς, ὡς εἰρήκει ἄνωθεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐχὶ καὶ (485) ἐνταῦθα εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἀλλ’ ἢ τό· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, ἵνα σὺ μάθῃς τὸ διάφορον ποιήσεώς τε καὶ γενέσεως, καὶ τὰς τῶν αἱρετικῶν κατακρύψῃς φωνὰς τῶν λεγόντων ἀθέλητον καὶ ἀβούλητον ὑπομεῖναι τὸν Λόγον τὴν σάρκωσιν, καὶ διὰ τὸ τῆς πατρικῆς ἐντολῆς ἀπαραίτητον ὡς ἀγαπῶν τὸν Πατέρα, ἄκων μέν, τέως δ’ οὖν, (490) ὡς μὴ θέλων ἀντιπεσεῖν εἰσέδυ τὸ ἀνθρώπινον πρόσλημμα. Διὰ γοῦν ταύτην καὶ τὰς τοιάσδε κακίας οὐκ εἶπε τό· Καὶ ἐποίησε τὸ φῶς, ἀλλά· Γενηθήτω φῶς, καὶ γὰρ τὸ ποιούμενον ἀκαταλλήλως ἴσως ἔχει πρὸς τὴν πεῖσιν, πρὸς ἣν μετατίθεται, τῷ ποιοῦντι μὴ συμφωνοῦν. Ἡ δὲ γένεσις οὐχ οὕτως ἔχει, συγχαίρει γὰρ τὰ γινόμενα τῇ γενέσει καὶ συνευδοκεῖ καὶ (495) συσκιρτᾷ καὶ ζητεῖ τὴν τελείωσιν, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν μητρῴων νηδύων τὰ κυόμενα προσκιρτῶντα καὶ προεξάλλεσθαι σπεύδοντα, καὶ ἐπὶ τῶν φυτῶν τοὺς κλάδους, τὰ φύλλα, τὰ ἄνθη, τοὺς καρποὺς ἡδέως αὐξάνοντα. Εἶπε γοῦν τό· Ἐγένετο φῶς καὶ οὐχὶ τό· Ἐποίησε φῶς, ἵνα διὰ τοῦ· Ἐγένετο τὴν ταυτοθέλητον καὶ ἰδίαν καὶ περιχαρῆ συνευδόκησιν (500) τοῦ Λόγου μετὰ τοῦ Πατρὸς ἐπὶ τῇ σαρκώσει μάθῃς, καὶ οὐχὶ μᾶλλον βεβιασμένην καὶ κατηναγκασμένην αὐτὴν ὑποστῆναι τὸν Λόγον ἀπὸ τοῦ ποιηθῆναι ῥήματος εἰσαγόμενον, ὃν καὶ ὁ Πατὴρ ἰδὼν οὕτω σαρκοφόρον ηὐφράνθη. Διὸ καὶ λέγεται τό· Καὶ εἶδεν ὅτι καλόν.
IX 1. Εἰ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς καλὰ λίαν, πῶς οὐ λέγει ἡ γραφὴ (505) ἐκεῖνο τὸ σκότος τὸ πρὸ τοῦ φωτὸς εἶναι καλὸν οὐδὲ τὰ ὕδατα ἐκεῖνα καλὰ οὔτε τὴν ἄβυσσον τὴν σκοτιζομένην καλήν; Οὐκοῦν λέγων ὁ συγγραφεὺς ὅτι Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν, δείκνυσιν ἐκεῖνα τὰ ἐλθόντα πρὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τοῦ πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἥκοντα φωτίσαντος, καὶ σκοτίσαντα καὶ βυθίσαντα καὶ συμπνί (510) ξαντα τὴν γῆν μὴ εἶναι καλά, ὡς ἀφώτιστον αὐτὴν καὶ ἀόρατον καὶ ἀκατασκεύαστον καὶ ἄκαρπον ὑποκειμένην κάτω ἐν αὐτοῖς ἔχοντα. Ταῦτα δὲ λέγω τὰ ἐναντία πνεύματα τὰ πρὸ τοῦ φωτὸς Χριστοῦ τὴν γῆν κατακυριεύσαντα. Γῆν δὲ ἐν τούτοις τὸν ἄνθρωπον νόησον. Ὅθεν καὶ ἀκούομεν τούτου τοῦ καλοῦ φωτὸς λέγοντος ὅτι Πάντες ὅσοι (515) ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί.
Τί λέγεις, Δέσποτα; Πάντες ὅσοι ἦλθον πρὸ σοῦ κλέπται εἰσὶ καὶ λῃσταί; Ἄρα κλέπται εἰσὶ καὶ λῃσταὶ Ἄβελ, ὃν δίκαιον εἴρηκας, καὶ Σὴθ καὶ Ἑνὼχ καὶ Νῶε; Ἄρα λῃστής ἐστιν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσῆς καὶ Ἀαρών; Ἄρα λῃστής ἐστι Δαυὶδ ὁ κατὰ τὴν καρδίαν σοῦ @1 (520) τοῦ Θεοῦ ὑπάρχων; Ἄρα κλέπτης ἐστὶν Ἠλίας ὁ μετὰ τοιαύτης δόξης ἀναληφθείς; Ἄρα λῃσταί εἰσιν Ἠσαΐας καὶ Δανιὴλ καὶ πάντες οἱ προφῆται οἱ τὴν σὴν ὀπτασίαν καὶ παρουσίαν προεωρακότες καὶ προκαταγγείλαντες; Πάντες γὰρ οὗτοι πρὸ σοῦ ἦλθον διὰ σαρκός, οὓς πολλάκις δικαίους εἶναι ἐν τοῖς σοῖς λόγοις ἐμαρτύρησας. Ἄρα κλέπτης (525) ἐστὶ καὶ λῃστὴς Ἰωάννης ὁ πρόδρομος ἐλθὼν καὶ λέγων· Ἔρχεται ὃς ἔμπροσθέν μού ἐστιν; Καὶ εἰ κλέπτης ἐστίν, πῶς μαρτυρεῖς περὶ αὐτοῦ λέγων· Οὐκ ἐγήγερται ἐν γενητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;
Ἐπίσχες, φησίν, ὁ ταῦτα λέγων. Οὐ γὰρ περὶ τῶν πρὸ ἐμοῦ ἐν (530) σαρκὶ γεννηθέντων ὁ λόγος ἀνθρώπων, ἀλλ’ ἐπειδὴ ἐκ τῶν οὐρανῶν ἦλθον ἀποσταλεὶς παρὰ τοῦ Πατρός μου, πάντες ὅσοι ἀπὸ τοῦ αὐτοῦ οὐρανοῦ οὐ μετὰ τοῦ αὐτοῦ σκοποῦ ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί, τουτέστι αἱ ἐναντίαι δυνάμεις. Καὶ ἐπιφέρει λέγων· Οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. (535)
Ποία πρόβατά μοι λέγεις, Δέσποτα, μὴ ἀκούσαντα τῆς φωνῆς καὶ διδαχῆς τῶν πονηρῶν λῃστῶν; Εἰ μὲν γὰρ τὰ τῶν Ἰουδαίων λέγεις, ὑπήκουσαν καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τοῖς δαίμοσιν, εἰ δὲ περὶ τῶν ἐθνῶν, πάντες ἡμεῖς ὑπετάγημεν καὶ ἐλατρεύσαμεν τῷ διαβόλῳ πρὸ τῆς σῆς παρουσίας, τῷ ἀρχιλῃστῇ καὶ τοῖς (540) ἀγγέλοις αὐτοῦ τοῖς πονηροῖς, κλέπταις τῶν ἡμετέρων ψυχῶν.
Ἀλλ’ οὐ περὶ ἀνθρώπων λέγω, φησίν, ἀλλὰ περὶ ἐκείνων τῶν ἐνενήκοντα ἐννέα προβάτων τῶν ἄνω ἐν οὐρανοῖς τῶν ἀγγελικῶν δυνάμεων. Ἐκεῖνα γὰρ τὰ πρόβατα οὐχ ὑπήκουσαν τῆς φωνῆς τῶν κλεπτῶν καὶ λῃστῶν. (545)
Τί ἐστιν· Οὐχ ὑπήκουσαν, ἢ ὅτι διὰ τοῦ ῥήματος τὸ ἄπτωτον τῶν ἁγίων ἀγγέλων λέγει καὶ ἀνεπηρέαστον, ἢ πάλιν αἰνίττεται διδάσκων ἡμᾶς ὅτιπερ κατὰ τὸν καιρὸν τῆς ἀποστασίας αὐτῶν, ἡνίκα ἤμελλον τοῦ Θεοῦ ἐκπίπτειν, οἱ δαίμονες συνεβούλευσαν καὶ ὑπέθεντο πάσαις ταῖς ἀγγελικαῖς συναποστῆναι αὐτοῖς ἀπὸ τοῦ Θεοῦ; Ἀλλ’ οὐκ ἤκουσαν (550) αὐτῶν τὰ πρόβατα, εἰ μὴ μόνον τὸ γηγενὲς τοῦ ἀνθρώπου ἀπολωλὸς καὶ πλανηθὲν ὑπ’ αὐτῶν πρόβατον, ὃ καὶ ἀποκτείναντες ἔθεντο αὐτὸν νεκρὸν ἐν σκοτεινῷ ἐν τῷ ᾅδῃ καὶ σκιᾷ θανάτου.
Καὶ τούτου χάριν φησὶν ἡ ἱστορία· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου πονηρὸν πρὸ τῆς γενέσεως (555) τοῦ ἀγαθοῦ φωτὸς ἐπάνω αὐτῆς, τουτέστιν ἡ ἀγνωσία καὶ ἡ πλάνη, εἶθ’ οὕτως ἡ τοῦ φωτὸς ἐπίγνωσις. Καὶ γὰρ ἐπὶ τῆς ἐξόδου ἐξ Αἰγύπτου τοῦ Ἰσραὴλ προτάσσεται τὸ τριήμερον ἐκεῖνο σκότος, καὶ εἶθ’ οὕτως πάλιν @1 ἡμέρα. Καὶ αὖθις ἡ νυκτερινὴ τοῦ Πάσχα θυσία, καὶ εἶθ’ οὕτως ἡ τῆς δουλείας ἐλευθερία ἡ πλέον τῆς ἐπιφθασάσης τότε ἡμέρας τὸν Ἰσραὴλ (560) φωτίσασα. Καὶ πάλιν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης πρῶτον λέγει τὸ σκότος τῆς τετάρτης φυλακῆς τῆς νυκτός, εἶθ’ οὕτως τὴν πρωϊνὴν αὐγὴν καὶ τὴν σωτηρίαν τοῦ λαοῦ ἐκ τοῦ βυθοῦ. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ Σιναΐου ὄρους προτάττει τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὴν θύελλαν, καὶ μετὰ ταῦτα τὰ φωτοφόρα τοῦ Θεοῦ προστάγματα, οὕτω καὶ ἐνταῦθα (565) προτέθηκε τὸ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ εἶθ’ οὕτως τὸ θεογένητον φῶς.
Εἰ δὲ ὡς εἰκὸς θαμβῇ ἐπὶ τοῖς λεγομένοις, εἰπὲ σύ, τί δήποτε φῶς ὑπάρχων ὁ Θεὸς ἐσκοτισμένον εὐθέως καὶ ζοφερὸν τὸ πρῶτον ἔργον αὐτοῦ, λέγω δὴ τὸν κόσμον, ἐποίησεν; Πᾶς γὰρ τεχνηέντως ἐργαζόμενος (570) ἐν φωτὶ ἐργάζεται. Διὰ τί δὲ καὶ τοῦ φωτὸς τὸ σκότος προέταξεν, εἶτα προτάξας πῶς οὐ λέγει πόθεν ἐκεῖνο τὸ σκότος ὑφέστηκε; Πρόδηλον, ὡς τῆς ἁμαρτίας ὂν σύμβολον· ἄκτιστος δὲ ἡ ἁμαρτία καὶ ἀνυπόστατος. Ὥσπερ γὰρ τὰ ὕδατα ἐξ οἰκείας ὑπάρξεως τὴν ὁμίχλην ἔχει, οὕτω καὶ ὁ ἄνθρωπος οἰκείᾳ καὶ ἀβιάστῳ προθέσει ἑκουσίως τὴν ἁμαρτίαν πράττει (575) καὶ τίκτει.
Σὺ δὲ πρὸ τοῦ εἰς τὸν περὶ τῆς ἡμέρας καὶ νυκτὸς λόγον ἐλθεῖν προδιασκόπησον ὅτι κἂν σκότος ὑπῆρχεν ἄκτιστον, εἶτα φῶς, καὶ πάλιν σκότος ἐγένετο, καὶ τοῦτο ἡμέραν κατωνομάκει Μωσῆς, ἀλλ’ οὐ παρὰ πᾶσιν οὕτως ἡ ἡμέρα ἐπιμετρεῖται. Βαβυλώνιοι μὲν γὰρ ἀπὸ ἀνατολῶν (580) ἡλίου μέχρι δυσμῶν τὴν ἡμέραν λαμβάνουσι νυκτὸς οὐδ’ ὅλως μνείαν ποιούμενοι οἷα μὴ καθ’ ὑπόστασιν οὔσης, ἀλλὰ κατὰ συμβεβηκὸς γινομένης. Αἰγύπτιοι δὲ ἀπὸ ἑσπέρας τὴν ἐπιφοιτῶσαν ἀριθμοῦσιν ἡμέραν ἕως αὖθις ἑσπέρας διὰ τὸ πρὸ τῆς τοῦδε τοῦ παντὸς διακοσμήσεως σκότος ὑποτίθεσθαι τοὺς κοσμογράφους καὶ διὰ τὸ νύκτα τε πάντων (585) μητέρα ὀνομάζειν. (Ὁποῖον δὲ σκότος ἢ αἰσθητὸν ἢ μὴ τοιοῦτον ὑπὲρ ἡμᾶς κἀκεῖνο ἔστι νοεῖν.) Ὅθεν οἱ μυθικοὶ ἀπὸ Λητοῦς τεχθῆναι Ἄρτεμίν φασιν, εἶτ’ Ἀπόλλωνα, τουτέστιν ἀπὸ νυκτὸς (αὕτη δ’ ἂν εἴη Λητώ, καὶ γὰρ λήθη κατ’ αὐτὴν καὶ ὕπνος ἐγίνετο), πρώτην τὴν οἱονεὶ ἀερότεμιν τεχθῆναι σελήνην, μεθ’ ἣν καὶ ὁ Ἀπόλλων, τουτέστιν ὁ ἀπὸ ὅλων ὢν (590) ἥλιος, ἵνα μὴ καταιθαλώσῃ τὸ πᾶν. Οὖμβροι δὲ ἔθνος Ἰταλικὸν ἀπὸ μεσημβρίας εἰς μεσημβρίαν τὴν ἡμέραν εἶναί φασιν, οὐδὲ γὰρ ἐπὶ πάντων τῶν κλιμάτων ἶσον δρόμον διασώζει ἡ ἡμέρα. Ἀμέλει τοι περὶ τὰ βόρεια πελάγη καὶ τὴν Θούλην βραχυτάτη ἡ νύξ, ὅτε γὰρ ἐκεῖ πρὸς δύσιν ὁ ἥλιος γένηται, ὀλίγον τῆς αὐγῆς μειοῦται, καὶ εὐθὺς κατὰ ἀνατολὰς αὖθις @1 (595) ὑποφαίνεται. Ἀθηναῖοι δὲ καὶ Ῥωμαῖοι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὴν ἡμέραν ὁρίζονται, ὡς ὁ Κάτων φησὶ καὶ ὁ Λαβεών.
X 1. Μὴ παραδράμῃς μηδὲ τοῦτο ἐν τῇ ἀρχῇ τῆς κοσμοποιΐας, λέγω δὴ πῶς ποιήσας ὁ Θεὸς τὸ στερέωμα τοῦ οὐρανοῦ, μᾶλλον δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, καταλιπὼν τὸ κατακοσμῆσαι τὸν οὐρανόν, (600) ἄκοσμον καὶ ἀκατασκεύαστον ὄντα καὶ αὐτόν, εὐθέως πρὸ ἐκείνου διὰ τοῦ συγγραφέως εἰς τὸν τῆς γῆς εἰσβάλλει λόγον λέγων· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Ὅθεν, τινὸς ἐξηγητοῦ εἰπόντος πρὸς τοῦτο ὅτι τὸν Ἰσραὴλ ἐν Αἰγύπτῳ προσκυνήσαντα τοῖς ἐπιγείοις κτίσμασιν ὡς θεοῖς, βουλόμενος ὁ Θεὸς ἀποστῆσαι αὐτὸν τῆς τοιαύτης (605) εἰδωλολατρίας, διδάσκει αὐτὸν κτίσματα ὄντα τὰ ἐπὶ τῆς γῆς, ἕτερος ἀντέθηκε λέγων· Ἀλλ’ οὐδὲν ἧττον καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἡλίῳ καὶ ἄστροις προσεκύνει ὁ Ἰσραήλ, ὡς οἱ προφῆταί φασι. Καὶ λοιπὸν ἔδει καὶ τὸν οὐρανὸν κοσμηθῆναι, ἵνα μὴ καὶ τοῦτον ὁ Ἰσραὴλ προσκυνῇ. Οὔπω γὰρ ἦν ἐκπεσὼν ὅ ποτε ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων. Ἐκείνη δὲ ἡ (610) γῆ, λέγω δὴ ὁ ἄνθρωπος ὁ ἀκούσας· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, κατασυρρυεῖσα εἰς τὸν βύθιον ὠλίσθησε Τάρταρον ἀκάνθας καὶ τριβόλους ἐν ἁμαρτίαις βλαστήσασα. Τούτου χάριν τὸν περὶ ταύτης τῆς γῆς εἰσάγει λόγον ὁ συγγραφεύς.
Καὶ πρῶτον διὰ τοῦτο πρὸ τοῦ οὐρανοῦ ἡ γῆ ὑπὸ Θεοῦ (615) κατακοσμεῖται, ἐπειδὴ πρὸ τῶν ἀγγέλων ἡ γῆ καὶ οἱ γηγενεῖς ἄνθρωποι τὸν Θεὸν διὰ σαρκὸς ἑωράκαμεν, καὶ πρὸ τῶν ἄνω τὰ κάτω κοσμήσας ἐφαίδρυνεν <καὶ> ἐφώτισε. Πρὸ τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ μάγοι καὶ τελῶναι καὶ λῃσταὶ καὶ πόρνοι καὶ ἁμαρτωλοὶ πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν ἑωράκασι καὶ τούτου κατετρύφησαν καὶ ἀπήλαυσαν, εἶθ’ (620) οὕτως ταῖς ἄνω δυνάμεσιν αὐτὸν ὁραθῆναι παρέπεμψαν. Ὅτι δ’ ὃν οὐκ εἶδον οὐδ’ αὐτοί ποθ’ οἱ ἄγγελοι κατὰ τὴν οὐσίαν τε καὶ τὴν φύσιν, ἀλλ’ ὃν μόνος ἐπίσταται ὁ Πατὴρ καὶ ὃς μόνος ἐπίσταται τὸν Πατέρα, τοῦτον αὐτὸν πρὸ τῶν ἀγγέλων κατεῖδον οἱ ἄνθρωποι σαρκικῶς, μαρτυρεῖ καὶ Δαυὶδ λέγων· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ (625) γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων, ἄντικρυς τοῦτο σαφῶς παριστῶν, ὡς ὁ κατὰ τὴν φύσιν ἁπάντων ὑπερανεστηκὼς ὁ οὐρανὸς καὶ Λόγος, ὁ οὐράνιος Υἱὸς τοῦ ἐκ τοῦ οὐρανοῦ καὶ οὐρανίου Πατρός, οὐκ ἔστιν ἄλλῳ γνωστὸς κατ’ οὐσίαν ἀλλ’ ἢ τῷ Κυρίῳ πάντων, αὐτῷ φημι τῷ Δεσπότῃ Θεῷ καὶ χάριτι τῶν γηΐνων Πατρί. Τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν (630) ἀνθρώπων, ἡμῖν γάρ φησι τοῖς υἱοῖς τῶν κάτω φυσικῶς πατέρων τὴν γῆν ἔδωκεν, ἤτοι τὴν γηΐνην τοῦ Λόγου προτέθηκε γέννησιν εἰς τὸ γνῶναί τι τοῦ ταύτης μυστηρίου, οὐ μὴν οὐδὲ ταύτης τὸ πᾶν. @1
Περὶ δὲ τῆς ἄνω γεννήσεως οὐδ’ αὐτοὶ οἱ ἄγγελοι οἴδασιν. Καὶ δῆλον, ὅτι τὰ πρόσωπα δυσὶ συγκαλύπτονται πτέρυξι, τοὺς δὲ πόδας (635) δυσί, τοῦτο σαφῶς παριστῶντες ἀπὸ τοῦ τυπικῶς καὶ συμβολικῶς τὸ πρόσωπον σὺν τῇ κεφαλῇ συγκαλύπτειν. Ἠινίξαντο γὰρ ὡς ἐν συμβόλῳ τὴν ἑαυτῶν νόησιν, ὡς Οὔθ’ ἡμεῖς, εἰ καὶ νόες ἐσμέν, ἐπιστάμεθά τι σαφὲς περὶ τῶν δύο γεννήσεων, ἃς παριστῶμεν διὰ τῶν περικαλυπτουσῶν δύο πτερύγων, οὔθ’ ὑμῖν τοῖς ἀνθρώποις περὶ τούτων δυνάμεθα ἐξειπεῖν. (640) Πόδες δ’ εἶεν ἡ πρὸς ὑμᾶς τοὺς ἐσχάτους καὶ μεθ’ ἡμᾶς τεταγμένους ἀνθρώπους τῶν ἀφ’ ἡμῶν κατὰ μετάδοσιν νοημάτων διάβασις. Ἀλλὰ δυσὶ μόναις πετόμεθα πτέρυξι διὰ τῆς πτήσεως τὸ λίχνον καὶ ἐκκρεμὲς καὶ ἀεὶ ἐναγώνιον καὶ ζητητικὸν εἰς τὸ μαθεῖν τί περὶ τῶν δύο τούτων γεννήσεων ἐνδεικνύμενοι, ὧν ταῖς ζητήσεσιν ὡς ὑπὸ πτέρυξιν ἀεὶ φερόμεθα καὶ (645) οὐδαμοῦ κατάπαυσιν τῆς πτήσεως μέχρι τοῦδε εὑρίσκομεν. Ἡ γὰρ λύσις τοῦ ζητουμένου κατάπαυσις, οἷον καὶ καλιὰ τίς ἐστι τῆς πολυπλανοῦς τοῦ νοῦ περὶ τὸ ζητούμενον πτήσεως. Γνῶσιν μὲν γὰρ ἔχομεν τῶν δύο τοῦ Λόγου γεννήσεων, ἐπίγνωσιν δὲ τούτων ἔχομεν οὐδαμῶς, καὶ διὰ τοῦθ’ ἱπτάμεθα ἐς ἀεί. Καίτοι γε πάντων ζῴων τὴν ὕπαρξιν οἴδαμεν, (650) τῶν μὲν ἀερίων, ἀλλὰ δὴ καὶ χερσαίων, ὅ τι καὶ ἀετὸς καὶ λέων καὶ βοῦς τὴν γνῶσιν τούτων ἐν ἡμῖν εἰκονίζουσιν. Οὐ μόνον δ’ ἀλλὰ καὶ τὸ τιμιώτερον πάντων ζῴων τὸν ἄνθρωπον ἐπιστάμεθα, διὸ καὶ τὸν τοῦ προσώπου τούτου τύπον ἐν ἑαυτοῖς περιφέρομεν. Θεὸν δὲ γνῶναί τε καὶ εἰπεῖν οὐδαμοῦ τις φύσις γεγενημένη, μηδ’ ἡ καθ’ ἡμᾶς αὐτή, ἐξαρκεῖ. (655) Ὅπου γε καὶ τὴν κάτω γέννησιν τὴν διὰ σαρκὸς ἀφ’ ἡμῶν μὲν ἀποκέκρυφεν ὁ Θεὸς καὶ Πατὴρ (τουτὶ γὰρ τὸ ἀπ’ αἰῶνος ἐφ’ ἁπάντων ἀποκεκρυμμένον μυστήριον), ὑμῖν δὲ δέδωκε πρώτοις τοῖς υἱοῖς τῶν ἀνθρώπων τοῦτο μαθεῖν, καὶ διὰ τῆς ὑμῶν ἐκκλησίας ὑστέρως τοῦθ’ ἡμεῖς ἐπεγνώκαμεν. (660)
Εἰ δὲ φρίττεις, ὦ ἀκροατά, ἐπὶ τοῖς λεγομένοις, ἀπαλλάττει σε τούτου τοῦ φόβου ὁ Παῦλος λέγων περὶ τῆς Χριστοῦ ἀπὸ γῆς ἀναλήψεως, Νυνὶ γάρ φησιν ἀνῆλθεν ὀφθῆναι ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας. Ὅθεν καὶ ἀνιὼν ἐθάμβησε τὰς ἄνω δυνάμεις ἐν οὐρανοῖς, καὶ διηπόρουν πυθόμεναι τῶν συνανιουσῶν σὺν τῷ Δεσπότῃ ἀπὸ γῆς (665) καὶ ἔλεγον· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Βαβαὶ τῶν παραδόξων θαυμάτων καὶ χαρισμάτων, ὧν ἐδωρήσατο ὁ Θεὸς τῇ ἀνθρωπίνῃ φύσει οἰκήσας ἐν αὐτῇ. Οἱ ἄνθρωποι τοῖς ἀγγέλοις ἐνεφάνησαν τὸν Θεόν, ὃν @1 οὐχ ἑώρων τὸ πρότερον. Ἀκατάληπτα θαύματα· ἀνύμνουν τὸν οἰκεῖον Θεόν, καὶ οὐκ ἔβλεπον ὃν ὕμνουν· ἔφερον αὐτὸν ἐποχούμενον οἱ θρόνοι, (670) καὶ οὐχ ἑώρων τίνα φέρουσιν· προσεκύνουν καὶ ἐδοξολόγουν ἀσιγήτως τὰ ἑξαπτέρυγα καὶ πολυόμματα, καὶ οὐ κατενόουν τίνα καταγεραίρουσιν. Ὅθεν γονυπετοῦντες ἐπεθύμουν, ἐδίψων, προσηύχοντο, ἐδυσώπουν ἰδεῖν τὸν ἀόρατον, θεάσασθαι τὸν ἀθέατον, ἢ καὶ μόνον ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι ἀτενίσαι ἢ παρακύψαι καὶ ἰδεῖν τὸν ὑπ’ αὐτῶν ἀνυμνού (675) μενον καὶ προσκυνούμενον, καὶ οὐκ ἠδύναντο διὰ τὸ ἀπροσπέλαστον καὶ ἀκατάληπτον τῆς θείας οὐσίας.
Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, ὦ ἄνθρωπε, ἄκουσον Πέτρου λέγοντος ὅτι ἐδωρήθη τοῖς ἀνθρώποις ἀγαθὰ Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, καὶ οὐκ ἠδύναντο, ἐπεὶ ἡ ἀνθρωπίνη γῆ ἀόρατος ἦν τότε κάτω ἐν τῷ (680) βυθῷ τῆς ἁμαρτίας τοῦ σκότους οὖσα ἀκατασκεύαστος. Διὸ καὶ στυγνὸς ἦν ὁ οὐρανὸς καὶ ἀκαλλώπιστον τὸ στερέωμα καὶ τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ ἡμέρᾳ, ἕως οὗ ἀνέστη ἡ γῆ καὶ ἀνῆλθεν ἐκ τοῦ ᾅδου τριήμερος τῇ τρίτῃ ἡμέρᾳ ἀνανεύσασα, καὶ οἱονεὶ ἐκ νεκρῶν ἀναπνεύσασα, καὶ τὸ φῶς θεασαμένη, καὶ τοῦ πνεύματος μεταλαβοῦσα, καὶ τῶν ὑδάτων ἀπαλλα (685) γεῖσα τῶν πονηρῶν καὶ τοῦ σκότους, καὶ καρπὸν βλαστήσασα ἡ τὸ πρὶν ἄκαρπος. Καὶ τότε λοιπὸν μετ’ αὐτὴν καὶ ὁ οὐρανὸς κατεκοσμήθη καὶ ἐφαιδρύνθη, καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐκοσμήθη, τῷ Χριστῷ καὶ τῇ ἐκκλησίᾳ καὶ τοῖς ἁγίοις, τὸν μὲν ὡς δεξαμένων τῶν οὐρανίων νόων ἀειλαμπῆ ἀνιόντα μετὰ σαρκός, τῇ δὲ ἐκκλησίᾳ συνευφραινομένων, καὶ (690) τοῖς ἁγίοις συναυγαζόντων. Ὅθεν καὶ θερμῶς καὶ μεγάλως προίστανται καὶ ἀγαπῶσι καὶ προνοοῦσι καὶ πρεσβεύουσιν αἱ ἄνω δυνάμεις ὑπὲρ τοῦ ἀνθρωπίνου γένους, ἐπειδὴ δι’ ἡμῶν ἠξιώθησαν ὅπερ δι’ ἑαυτῶν ἰδεῖν οὐκ ηὐτόνησαν. Καὶ ταῦτα μὲν πρὸς τὸ δεῖξαι δι’ ἣν αἰτίαν ἡ γῆ πρὸ τοῦ οὐρανοῦ ἐν τῇ κοσμοποιΐᾳ διεκοσμήθη. (695)
XI 1. Ἐπειδὴ οὐ μόνον τὰς ἐναντίας δυνάμεις, ἀλλὰ καὶ αὐτὰ τὰ τῶν ἐθνῶν συστήματα πολλάκις ἡ θεία γραφὴ προσαγορεύει ὕδατα καὶ ἀβύσσους, ἐφ’ ἃς τὸ σκότος τὸ πονηρὸν ἐπέκειτο, ἀνάγκη ἡμᾶς περὶ τούτου μαρτυρίας προφητικὰς ἀγαγεῖν. Λέγει γοῦν ὁ Δαυίδ· Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται, καὶ προτρέπεται εἰς θεογνωσίαν νῦν τὸν Ἰουδαῖον (700) ἡ ἄβυσσος, τὸ πλῆθος τῶν ἐθνῶν τῶν πρὶν ἐσκοτισμένων. Τινὲς γὰρ τὰς δύο προσηγορίας τῶν δύο ὑδάτων εἰς τοὺς δύο ἐνόησαν λαούς, ἄβυσσον μὲν τὸν ἐξ ἐθνῶν, ἐφ’ ὃν τὸ σκότος, ὕδωρ δὲ τὸν ἐξ Ἰουδαίων, ἐφ’ ὃν τὸ Πνεῦμα τῆς θείας γραφῆς ἐπεφέρετο μέν, οὐκ ἐπανεπαύετο δέ. Περὶ τούτων δὲ πάλιν τῶν δύο ὑδάτων εἴρηται τό· Ἐξελεύσεται ὕδωρ ζῶν ἐξ (705) Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καθὰ καὶ Ἁμβακοὺμ ὁ προφήτης @1 βοᾷ· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά, ἵππους Χριστοῦ τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς ἀποστόλους λέγων. Ὅθεν καὶ τῇ ἐπιβάσει τῶν ἵππων τούτων ἐταράχθησαν ἄβυσσοι, (710) πλῆθος ἤχους ὑδάτων, καὶ τό· Αἰνεῖτε δὲ τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι περὶ τῶν ἐθνῶν ᾄδεται, δράκοντες δὲ τοὺς πρὶν ἀνημέρους αὐτῶν ἄρχοντας ὀνομάζει.
Λοιπὸν τοσούτων μαρτυριῶν οὐσῶν μὴ θαυμάσῃς εἰ περὶ τοῦ συστήματος τῶν πρὶν ἐσκοτισμένων ἐθνῶν λέγει ὅτι Καὶ σκότος ἦν (715) ἐπάνω τῆς ἀβύσσου πρὸ τοῦ φωτός, σκότος ἀθεΐας, σκότος ἀσελγείας, σκότος μαντείας, σκότος εἰδωλολατρίας καὶ πάσης ἄλλης ἁμαρτίας πρὸ τῆς τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ παρουσίας καὶ ἐπιδημίας. Διὰ τοῦτο γὰρ καὶ μόνον προτάσσει τὸ σκότος ἡ γραφὴ πρὸ τοῦ φωτός, ὅτι πρότερον ἐν τῇ πλάνῃ ὑπήρχομεν, εἶθ’ οὕτως εἰς τὸ φῶς μετήλθομεν. Διὰ (720) τοῦτο πρῶτος ὁ σκοτεινὸς νόμος, καὶ εἶθ’ οὕτως τὸ εὐαγγέλιον. Διὰ τοῦτο πρώτη ἑσπέρα, εἶθ’ οὕτως ἡ ἡμέρα. Ἐντεῦθεν ἐνομοθετήθη ἐξ ἑσπέρας ἄρχεσθαι τῆς κυριακῆς, ἐπειδὴ ἐκ τοῦ σκοτεινοῦ θανάτου εἰς φῶς προήλθομεν τὸ τῆς ἀναστάσεως. Εἰ δὲ μὴ ταῦτα οὕτως ἔχει, πάνυ ἀπρεπὲς ἦν καὶ ἀνοίκειον τῷ Θεῷ πρὸ τοῦ φωτὸς ὀνομάσαι τὸ σκότος (725) καὶ εὐθέως ἀπ’ ἀρχῆς ἐσκοτισμένην τὴν κτίσιν κατασκευάσαι.
Ὅθεν, μὴ ἰσχύσας ὁ Μανιχαῖος ταῦθ’ οὕτως νοῆσαι, δύο θεοὺς ὀνομάζει τὸ σκότος καὶ τὸ φῶς, καὶ προτάσσει πρὸ τοῦ Χριστοῦ τοῦ φωτὸς τὸν ἀντικείμενον τὸν σκοτεινόν. Ἡμεῖς δὲ τὰς εἰρημένας ἀναγωγικὰς ποιούμενοι θεωρίας οὐ καταλύομεν τὸ γράμμα· ἄπαγε. (730) Μᾶλλον δὲ σαφῶς γινώσκομεν ὅτι σκότος αἰσθητὸν ἐπέκειτο ἐπάνω τῆς ἀβύσσου τῆς αἰσθητῆς καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ αἰσθητοῦ ὕδατος, εἴτε τὸ πνεῦμα τοῦ ἀέρος, ὅπερ ἄνεμον οἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια, εἴτε τὸ Πνεῦμα τὸ ἅγιον προμηνύον καὶ προδιαγράφον τὴν τοῦ ἁγίου βαπτίσματος χάριν, καὶ γὰρ ἀμφοτέρων ἐν (735) τούτῳ χρεία, καὶ τοῦ ἀερίου ἀνέμου ὥστε σταυρικῶς ἐμφυσᾶν τῷ τοῦ βαπτίσματος ὕδατι, καὶ τοῦ ἁγίου Πνεύματος ὥσθ’ ἁγιάζειν. Τάχα γὰρ διὰ τοῦτο πάλιν ἐνταῦθα μετὰ τὸ σκότος ἐξέταξε τὸ ὕδωρ καὶ τὸ πνεῦμα, τουτέστι μετὰ τὴν ἁμαρτίαν τὸν τοῦ βαπτίσματος φωτισμόν. Ὥσπερ γὰρ ἐπὶ κολυμβήθραν τινὰ κατασκευάσας ὁ Θεὸς τὸ Πνεῦμα (740) ἐπάνω τοῦ ὕδατος, οὕτως εὐθέως ὕστερον μετὰ ταῦτα ἐπιτρέπει λέγων· Γενηθήτω φῶς τῶν φωτισμάτων, καὶ ἐγένετο φῶς τῶν φωτισμάτων.
Ὅθεν καὶ τὸ τῆς Τριάδος μυστήριον ἐνταῦθα ἐν πρώτοις ἐπὶ τοῦ βαπτίσματος τούτου μανθάνομεν ὅτε λέγει· Καὶ εἶπεν ὁ Θεός, πάντως ὁ @1 Πατήρ, καὶ τό· Γενηθήτω φῶς, τουτέστιν ὁ Χριστὸς ἐπὶ γῆς φανήτω, καὶ (745) τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος. Σὺν τούτῳ τῷ μυστηρίῳ καὶ τὸν θεάρεστον βίον μανθάνομεν. Μετὰ γὰρ τὸ δοθῆναι, φησίν, τὸ βάπτισμα καὶ τὴν ἐν αὐτῷ πίστιν ὥσπερ τινὰ σφραγίδα, Γενηθήτω, φησίν, φῶς, ἤτοι βίος θεάρεστος ἐνεργηθήτω Ἔμπροσθεν τῶν ἀνθρώπων λάμπων ὡς φῶς κατὰ τὸν οὕτως εἰρηκότα Χριστόν, ὃν (750) καὶ ἰδὼν ἐπαινεῖ. Εἶδε γάρ, φησίν, ὁ Θεὸς τοῦ βίου τὸ φῶς, καὶ εἶπεν ὅτι καλόν. Ἐπαινεῖ δ’ ὅτι χαίρει ἐπὶ τῷ τοιούτῳ φωτί. Χαρὰ γὰρ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Διόπερ, ὡς ἤδη καὶ ἀπὸ πίστεως καὶ ἀπὸ βίου χρηστοῦ φωτισθείσης τῆς κτίσεως καὶ χωρισθέντος ἐξ αὐτῆς ἐν τῷ βαπτίσματι τοῦ προϋπάρ (755) χοντος αὐτῇ σκότους τῆς ἁμαρτίας καὶ τῆς ἀπιστίας, εὐθέως ἐπήγαγε λέγων ὁ συγγραφεύς· Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Τοῦτον τὸν ἀγαθὸν χωρισμὸν τοῦ φωτὸς καὶ τοῦ σκότους τοῦ ἐπάνω τοῦ ὕδατος τῆς ἀβύσσου προεσήμανε καὶ τὰ δύο ἐκεῖνα πετεινὰ τὰ ἐκ τῆς κιβωτοῦ τοῦ Νῶε πεμφθέντα. Ὅθεν ἔστιν ἰδέσ (760) θαι κἀκεῖσε πρωτεῦον τὸ σκότος. Πρῶτος γὰρ ἐξεπετάσθη κόραξ ἐπὶ τὰ ὕδατα, καὶ ἢ ἀποπνιγέντος καὶ ἀπολωλότος τοῦ σκοτεινοῦ κόρακος Σατᾶν ἢ καὶ πρὸς τὸ παχὺ καὶ σαρκῶδες κατὰ πάντος τῆς ἁμαρτίας, οὐ γὰρ πᾶσιν ὁ Λόγος ἐστὶ χωρητός, τότε τὸ Πνεῦμα τοῦ Θεοῦ ἡ περιστερὰ ἐπεφέρετο πετομένη μὲν ἐπάνω τοῦ ὕδατος, μήπω δ’ εὑρίσκουσα (765) ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς τοῦ κατασκηνῶσαι ἐν ἀνθρώπῳ ἢ ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι, καίτοι γε πασῶν τῶν κορυφῶν τῶν ὀρέων ἀποκεκαλυμμένων οὐσῶν, αἵτινες τὸ ἀπερικάλυπτον ἐδήλουν τῆς τῶν ἐθνῶν ἁμαρτίας καὶ ἀναιδὲς καὶ τὸ ὑπέρογκον εἰς ἄγαν τῆς κακίας σὺν τούτοις καὶ τὸ σκληρὸν καὶ πεπωρωμένον αὐτοῖς εἰς ἀπόνοιαν. Διὸ καὶ ἔτι ἡ (770) περιστερά, τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
Τοῦτο τὸ ὕδωρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὡσανεὶ συγγένειάν τινα καὶ συμφυΐαν πρὸς ἄλληλα ἔχοντα ἐν διαφόροις τόποις συντάσσει ἐν τῷ ἅμα ἡ γραφή. Διὸ καὶ ὁ Κύριος πρὸς Νικόδημόν φησιν· Ἀμὴν ἀμὴν λέγω σοι, εἰ μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν (775) τῶν οὐρανῶν. Καὶ πάλιν Ὁ πιστεύων εἰς ἐμέ, φησίν, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς @1 αὐτόν. Καὶ ὁ ψαλμῳδὸς σύμφωνα τούτοις φησὶ περὶ Θεοῦ ὅτι Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. (780)
Εἰ δὲ θροεῖ τὰ λεγόμενα τὸν νοῦν, εἰπέ μοι σύ· εἰς δύο τμήματα ἐποίησεν ὁ Θεὸς τότε τὰ ὕδατα, τὰ μὲν αὐτῶν ὑψώσας ἄνωθεν τοῦ στερεώματος καὶ ἀποσκιάσας, οἱονεὶ καὶ κατακλείσας ἐν μέσῳ τῶν δύο οὐρανῶν, τὰ δὲ κάτω περὶ τὴν γῆν ἀφιείς. Ὅσον οὖν κατὰ τὴν φυσικὴν τάξιν καὶ ἀκολουθίαν τῶν πραγμάτων ἐν ἐκείνοις ἐχρῆν εἰπεῖν τὸ σκότος (785) ἐπικαθήμενον; Ἀλλ’ ἐπειδὴ ἁμαρτημάτων σκότος οὐχ ὑπάρχει ἐν ταῖς ἄνω δυνάμεσιν (αὐτὸ γάρ τινες νοοῦσιν ὅταν ὁ ψαλμῳδός φησιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη), τούτου χάριν τὰ ἐπίγεια καὶ τὰ οὐράνια ὕδατα μᾶλλον ἐσκοτισμένα ὠνόμασεν ἡ γραφὴ ἐν ἡμῖν τοῖς (790) διαρρέουσιν ὑφ’ ἁμαρτίας τὸ σκότος τῆς ἁμαρτίας. παριστῶσα ἐπικαθέζεσθαι.
Ὅμως διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους ἀπελάσας ἐξ ἡμῶν τὰς ἐξουσίας τοῦ σκότους, μεσότοιχον ἡμῶν θεὶς τὸν ἀκρογωνιαῖον λίθον Χριστόν, περὶ οὗ καὶ ἐπιφέρει λέγων ὅτι (795) Ἐκάλεσε τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα, ὅτι φῶς ἐστιν ὃν καὶ ἡμέραν καλῶ, τὸ δ’ ἀντικείμενον σκότος νύκτα προσαγορεύω. Καὶ περιπατεῖτε ἕως τὸ φῶς ἔχετε. Ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάσασθαι. Ἡμεῖς γὰρ οὔκ ἐσμεν τέκνα νυκτός, ἀλλὰ τῆς ἡμέρας Χριστοῦ. Οἱ γὰρ καθεύδοντες τὸν τῆς ἁμαρτίας ὕπνον νυκτὶ τοῦ σκότους καθεύδουσι, (800) καὶ οἱ μεθυσκόμενοι πάλιν ἐν αὐτῇ τῇ νυκτὶ μεθύσκουσιν ἐκ τῶν ἁμαρτιῶν, καθὰ διδάσκει Παῦλος.
XII 1. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.
Οὐκ εἶπεν ἡμέρα πρώτη, ἀλλ’ ἡμέρα μία τὰ δύο. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἡ ἑσπέρα καὶ τὸ πρωΐ, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν (805) ἐκκλησίαν τήν ποτε ὑπάρχουσαν ἑσπέραν σκοτεινήν. Ἑνωθέντος δ’ αὐτῇ τοῦ ἀληθινοῦ φωτὸς ἐγένοντο οἱ δύο εἰς σάρκα μίαν, ἡμέραν φωτὸς μίαν φωτίζουσαν πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον τῆς Χριστοῦ πίστεως, ὅν, ἐπειδὴ τὸ βάπτισμα μεμύηκεν ὅταν ἔλεγε· Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος διὰ τοῦ Πνεύματος καὶ τοῦ ὕδατος αὐτὸ (810) παριστῶν, δι’ οὗ καὶ τοῦ παλαιοῦ ῥύπου τοῦτον ἐκάθηρεν, ἐδίδαξέ τε καὶ τὸ μυστήριον τῆς γεννήσεως, ὅτι εἶπε· Γενηθήτω φῶς, δι’ οὗ λόγου καὶ τὸν σπουδαῖον βίον τοῦτον ἀπῄτησε τὸν ὡς φῶς πρὸ προσώπου αὐτοῦ διαυγάζοντα.
Ἵνα μὴ κατοκνεῖν αὐτὸν συμβῇ πρὸς τὸ σύντονον τῶν ἱδρώτων (815) τῆς ἀρετῆς, ὡς μὴ στεφάνους ἀποκεισομένους ἕξοντα τῶν τοσούτων @1 ἱδρώτων, οἰόμενον συγκαταλήξειν ἴσως σὺν τῷ παντί, διδάσκει τοῦτον καὶ τὸ μυστήριον τὸ τῆς ἀναστάσεως καὶ φησί· Μὴ οἴου εἰς μηδέν σοι κέρδος μέλλων τοὺς ἀγῶνας [μὴ] ἀποτείνειν. Οὐκ ἔσται τοῦτο. Ἀλλὰ γενήσεταί σοι ἑσπέρα, ἤγουν διὰ θανάτου συσταλήσῃ, καὶ πάσης ἐργασί (820) ας σχολάσεις, καὶ σκότος ἀορασίας σε καταλήψεται, εἶτα μετὰ τοῦτο γενήσεταί σοι πρωΐ. ἤγουν ἡ τῆς ἀναστάσεως ἀναλάμψει ἡμέρα, καὶ ὁ νοητὸς ἥλιος ἐκθρώσκων λύσει τὴν ἐπιθανάτιον νύκτα, καὶ ἐκκαλέσεταί σε πρὸς τὴν ἐγρήγορσιν, καὶ οὕτως ὄψῃ τὸ θεῖον ἐκεῖνο πρωΐ, ὅπερ ὁ Μωϋσῆς ἡμέραν ὠνόμασε. Καὶ οὐκ εἶπεν ἡμέραν πρώτην, ὅπερ καὶ ἔδει μᾶλλον (825) εἰπεῖν μέλλων καὶ ἐσχάτην ἡμέραν τῷ λόγῳ καταλέγειν. Ἀλλ’ ἐπειδὴ τὴν μέλλουσαν ἐκείνην τυπικῶς προϊστόρει τὴν μὴ καταμετρουμένην ὥραις τε καὶ στιγμαῖς μηδὲ νυκτὶ διακοπτομένην, ἀλλ’ ἀΐδιον οὖσαν καὶ συνεχῆ, μίαν ταύτην ὠνόμασεν ὡς ἔχουσαν ὡσαύτως ἀεί, καὶ οὐ πρώτην, διὰ τὸ μὴ διαδόχῳ ἐσχάτῃ περιγράφεσθαι. Τὸ γὰρ πρῶτον καὶ ἔσχατον πρός τί (830) εἰσιν. Ἐκεῖ οὐδέν τι τοιοῦτον οἷον ἀνατέλλει Χριστός.
Εὑρήσεις δὲ καὶ τοὺς ἔξω τῆς χάριτος σχεδὸν τὰ αὐτὰ φθεγγομένους. Οἱ γὰρ Πυθαγόρειοι τὴν πρώτην ἡμέραν τοῦ μηνὸς οὐ πρώτην, ἀλλ’ ὁμοίαν ὠνόμασαν, οὐκ οἶμαι φαντασθέντες τὴν ἀκατάλυτον ἐκείνην ζωήν, τέως δ’ οὕτως ταύτην κατωνομάκασι. Καὶ οἱ Αἰγύπτιοι δὲ καθ’ (835) ἱερὸν λόγον δράκοντα οὐρηβόρον ταῖς πυραμίσιν ἐγγλύφουσι τὸ ἀΐδιον καὶ τὴν ἀδιάτμητον ἕλιξιν τῶν θείων ὑποδηλοῦντες· τὸν δράκοντα γὰρ εἰς θεοὺς ἀνῆγον Αἰγύπτιοι. Ὀρφεὺς δὲ τὴν μονάδα Ἀνέα καλεῖ, τουτέστιν ἀμερῆ, οὐδὲ γὰρ ἡμιόλιον ἢ ἐπίτριτον ἢ ἄλλο τι τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν. Διαφέρει δὲ μονὰς ἑνάδος ᾗ διαφέρει ἀρχέτυπον (840) εἰκόνος. Παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ μονάδος ἕν, ὥσπερ ὁ εἷς ἥλιος μίμημα τῆς μιᾶς μονάδος, τοῦ Ἰησοῦ φημί. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. @1
(2) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὴν δεύτεραν ἡμέραν <τῆς ἑξαημέρου κτίσεως> λόγος δεύτερος
I 1. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. (1)
Τῇ πρώτῃ ἡμέρᾳ γέγονε τὸ τοῦ ἀνωτέρου οὐρανοῦ καταπέτασμα τὸ ἐγγίζον εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. Τούτου χάριν λοιπὸν τῇ δευτέρᾳ ἡμέρᾳ τὸ δεύτερον καὶ ἐξώτερον καταπέτασμα γίνεται τὸ λεγόμενον στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, (5) ὅπερ ἐστὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως. Οὐκ ἂν δ’ ἐγεγόνει τοῦτο, εἰ μὴ πρότερον ἐτέχθη τὸ φῶς, εἴτουν ἐδόθη τὸ βάπτισμα, μετὰ γὰρ τὸ βάπτισμα ἡ πίστις ἕπεται. Οὐκ ἐκτὸς δὲ τοῦ ὕδατος γίνεται τοῦτο τὸ στερέωμα, ἀλλ’ ἐν μέσῳ τοῦ παγκοσμίου τῶν ἐθνῶν ὕδατος ἐξ αὐτοῦ συμπηχθέν, ὅτε εἰργάσατο σωτηρίαν ὁ Θεὸς ἐν μέσῳ τῆς γῆς, (10) ἤγουν μέσον τῆς γηίνης γαστρὸς τῆς Παρθένου οἰκήσας καὶ σωτηρίαν τοῦ κόσμου ποιήσας, τὸ στερέωμα τοῦ ἁγίου αὐτοῦ σώματος ἐν μέσῳ τῆς ἀφθόρου μήτρας τῆς πηγῆς τῆς ζωῆς θεομήτορος κόρης πήξας καὶ θέμενος ἐν ἑαυτῷ καθ’ ὑπόστασιν (τῷ τῆς θεότητος αὐτοῦ φημὶ ἡλίῳ), ἐν τούτῳ τῷ στερεώματι (τῇ πίστει φημὶ) ᾠκοδόμησε τὴν σελήνην ἐκκλησί (15) αν λέγων ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
Ὅθεν καὶ ἐν μέσῳ τῶν ὑδάτων ἐστερέωται ἄσειστος ἐν μέσῳ τοῦ κλύδωνος τῶν κυμάτων, τῶν ἀνέμων, τῶν καταιγίδων, τῶν μυρίων χειμώνων, παθῶν καὶ αἱρέσεων. Οὕτω γὰρ καὶ τοὺς ταύτης οἰκοδόμους ἀπέστειλεν ὡς πρόβατα ἐν μέσῳ λύκων, ἀνδρῶν αἱμοχαρῶν, πονηρῶν (20) ὑδάτων, λέγων· Γενηθήτω στερέωμα, ἤγουν πίστις ὀχυρὰ κηρυχθήτω, ἵνα μήκετι διασχίζωνται καὶ κλυδωνίζωνται καὶ διαχέωνται τὰ ἐθνικὰ ὕδατα, τῶν μὲν λεγόντων Πέτρου εἶναι, τῶν δὲ Παύλου, τῶν δὲ Κηφᾶ, ἀλλὰ στερεωθείη ἡ τούτων θάλασσα εἰς τὸ περιπατεῖν με ἐπάνω τῶν ὑδάτων αὐτῆς καὶ ἐνοικεῖν καὶ ἐμπεριπατεῖν ἐν ταῖς καρδίαις αὐτῶν, (25) μέσον δὲ ὕδατος καὶ <ὕδατος,> ὕδατος ζῶντος τῇ πίστει καὶ ὕδατος νεκροῦ τῇ ἀπιστίᾳ. Ἐὰν γὰρ ἄπιστος χωρίζηται, χωριζέσθω τὸ ζιζάνιον ἐκ τοῦ σίτου, τὸ ἄχυρον ἐκ τοῦ ἄρτου. Οὐ γὰρ ἦλθον βαλεῖν εἰρήνην τοῦ φωτὸς πρὸς τὸ σκότος, ἀλλὰ ποιῆσαι χωρισμὸν ἀνὰ μέσον Ἰουδαίου καὶ Ἕλληνος καὶ βαλεῖν ἔχθραν ἀνὰ μέσον ἀνθρώπου καὶ ἀνὰ μέσον ὄφεως. (30)
Εἰ δέ, ὡς εἰκός, ἀπίθανος ὁ λόγος, δείκνυμί σοι καθ’ ἑκάστην ἡμέραν τῆς ἑξαημέρου τοιοῦτόν τινα χωρισμὸν ποιήσαντα τὸν Θεόν· ἴσως τῷ πλήθει τῶν ὑποδειγμάτων ἀπαλλάξω σε τῆς ἀπιστίας. Τῇ πρώτῃ @1 τοίνυν ἡμέρᾳ γέγονε χωρισμὸς φωτὸς ἐκ τοῦ σκότους. Ταύτῃ τῇ ἡμέρᾳ χωρισμὸς ὕδατος καὶ ὕδατος. Τῇ τρίτῃ ἀπαλλαγὴ τῆς γῆς ἐκ τῶν (35) ὑδάτων. Τῇ τετάρτῃ δύο φωστήρων χωρισμὸς ἀνὰ μέσον ἡμέρας καὶ νυκτός. Τῇ πέμπτῃ διαίρεσις πετεινῶν ἐκ τῶν ἰχθύων τῶν σκοτεινῶν. Τῇ ἕκτῃ ἡμέρᾳ διαφορὰ καὶ μερισμὸς ἀνθρώπων καὶ κτηνῶν. Εἰ δὲ οὐ δυσωπῇ διὰ πάντων τὴν διαίρεσιν δηλοῦσθαι τῆς ἐκκλησίας ἐκ πλάνης καὶ ἀπιστίας, εἰπὲ σὺ τίνος χάριν ἢ τίνος χρείᾳ τῷ Θεῷ συνάπτειν τὰ (40) πράγματα καὶ εἶθ’ οὕτως διαχωρίζειν αὐτὰ ἀπ’ ἀλλήλων κατὰ δευτέραν τάξιν, τοῦτο γὰρ ἀφυοῦς τεχνίτου κατέστηκε σύμβολον. Λέγει γὰρ ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα ὁ στερεώσας τὴν γῆν τοῦ ἀνθρώπου ἐπὶ τῆς κολυμβήθρας.
II 1. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, οὗ ἦν ἐπάνω τοῦ (45) στερεώματος, καὶ ἐγένετο οὕτως. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν.
Καὶ τίς ἀνάγκη, εἰπέ μοι, ποιῆσαι τὸ δεύτερον τοῦτο καταπέτασμα, τὸν ἀέρα φημί, τὸ λεγόμενον στερέωμα; Ἤρκει γὰρ καὶ ὁ πρῶτος οὐρανὸς εἰς θέσιν ἡλίου καὶ σελήνης καὶ ἀστέρων τοῦ καταυγάσαι τὴν (50) γῆν. Εἰ καὶ ὅλως τοῦτο ἀνάγκη γενέσθαι, διὰ τί μὴ καὶ ὁ δεύτερος ὥσπερ καὶ ὁ πρῶτος οὐρανὸς αὐτόχθων γέγονεν, ἀλλ’ ὡς ἀπό τινος ξένης χῶρας αὐτὸν ἐκ γῆς καὶ τῶν ἐκ ταύτης νοτίδων ἀνύψωσε; Τὴν τοῦ ἀνωτέρου οὖν οὐρανοῦ φύσιν καὶ ἀκατάληπτον ἐμοὶ δοκεῖ τύπον ἐπέχειν τῆς ἀοράτου καὶ ἀκαταλήπτου τοῦ Λόγου θεότητος, τὸ δὲ στερέωμα τὸ (55) κάτωθεν ἀνελθὸν τύπον ἐπέχειν τῆς Χριστοῦ ἀνθρωπότητος ἤγουν τῆς σαρκός, τὸ δὲ ὕδωρ τὸ σὺν αὐτῷ κάτωθεν ἀνελθὸν καὶ μέσον τοῦ τε πρώτου καὶ κυρίως οὐρανοῦ καὶ τοῦ στερεώματος τούτου τοῦ ἀπὸ τῶν κάτωθεν ἐμπεριληφθὲν εἰκόνα διαγράφειν τῆς ἀχράντου αὐτοῦ ψυχῆς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι, ὥσπερ δύο ἀνωτάτων τινῶν (60) οὐρανῶν τούτων τοῦ μὲν ὁρατοῦ, τοῦ δὲ ἀοράτου ὄντων.
Καὶ μάρτυς τοῦ λόγου Γρηγόριος ὁ πολὺς τὰ θεῖα λέγων τὴν μεσιτείαν τῆς τοῦ Κυρίου δεσποτικῆς ψυχῆς πρός τε θεότητος καὶ σαρκὸς παχύτητα, καὶ γὰρ ἡ ψυχὴ καὶ τὸ ὕδωρ σύμβολα ζωῆς λέγονται παρὰ τῇ θείᾳ γραφῇ. Ὅρα γὰρ ὅτι ὁ μὲν ἀνώτερος καὶ ἀόρατος οὐρανὸς φύσει (65) ἀπ’ ἀρχῆς οὐρανὸς ἐκλήθη καὶ ἔστι καθὰ καὶ ὁ Θεὸς Λόγος ὁ ἄναρχος φύσει Θεός ἐστι καὶ ἔσται, τὸ δὲ στερέωμα τὸ ὑλικὸν τὸ κάτωθεν ἀνελθὸν οὐ φύσει ἀπ’ ἀρχῆς οὐρανὸς γέγονεν, ἀλλὰ μετὰ τὴν ἕνωσιν ἣν ἔσχε πρὸς τὸν φύσει ἀόρατον οὐρανὸν τότε καὶ αὐτὸ οὐρανὸς προσηγορεύθη. Ἀλλ’ ἐπειδὴ καὶ τὸ ἅγιον τοῦ Χριστοῦ σῶμα τῇ θεώσει καὶ τῇ ἑνώσει @1 (70) λέγεται Θεός, ἀλλ’ οὐ τῇ φύσει, λέγοντος τοῦ θεσπεσίου Παύλου καταπέτασμα τὴν πανάχραντον σάρκα Χριστοῦ, ἀνέγκλητοί ἐσμεν ἐπὶ τοῖς εἰρημένοις τυπικοῖς, ἀλλ’ οὐ φυσικοῖς πραγμάτων παραδείγμασι.
Τοῦτο τὸ στερέωμα τὸ ἐξ ὑδάτων γενόμενον ἦν ἡ ἄβυσσος ὁ τοῦ σκότους θρόνος ἄνθρωπος, νῦν δὲ διὰ τοῦ Χριστοῦ ὑψωθὲν ἄνω ἐστὶ (75) Θεοῦ τοῦ φωτὸς θρόνος καὶ σύνθρονος ἀδιαίρετος. Περὶ τούτων τῶν ἐν Χριστῷ ἡνωμένων οὐρανῶν εἴτουν φύσεων εἴρηται τό· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, τουτέστιν αἱ φύσεις αἱ τοῦ Χριστοῦ κηρύττουσιν αὐτοῦ τε τὴν δόξαν τοῦ ἐξ αὐτῶν καὶ ἐν αὐταῖς θεωρουμένου μονογενοῦς Θεοῦ καὶ τὴν πατρικὴν γνωρίζουσαι τοῦτον ὡς μὲν Θεόν, ὡς δὲ καὶ (80) ὁμόθεον ἄνθρωπον ἐν ταὐτῷ. Τὴν δὲ ποίησιν τῶν χειρῶν αὐτοῦ, ὅτ’ ἔδει ἁψάμενον αὐτουργεῖν ἐν τοῖς θαύμασι, τὸ στερέωμα ἀναγγέλει, τουτέστιν ὁ φαινόμενος ἐν αὐτῷ ἄνθρωπος. Δι’ αὐτοῦ γὰρ ηὐτούργει τὰ τῆς θεότητος θαύματα, ὃν ἀπὸ γῆς ἀνήγαγον λέγοντα· Αἱ χεῖρες σου ἐποίησάν με καὶ ἔπλασάν με στερέωμα ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν. (85)
Ὅθεν τὸν μὲν ὁρώμενον οὐρανὸν τῆς σαρκὸς αὐτοῦ τὸν ἐκ τῆς νοτίδος τῆς γῆς ἤγουν τῶν αἱμάτων τῆς γηίνης Παρθένου ἀναδοθέντα αὐτῷ ἐστερέωσεν ἤγουν εἰς ἀφθαρσίαν ἐπαγίωσεν, ἐπεί τοι Θεοῦ σάρξ. Οὐ γὰρ διέφθαρτο, κἀν τοῖς τῆς φύσεως εἵπετο καὶ ἐν τῷ σταυρῷ. Εἰ γὰρ καὶ Θεοῦ σάρξ, ἀλλ’ ἦν γε καὶ ἡμετέρα. Τὸ δὲ ἕτερον ὕδωρ τὸ μέσον (90) τῶν δύο ἐναπολειφθὲν ὡς εἴρηται οὐρανῶν, λέγω δὴ τὴν ψυχήν, κατ’ οὐσίαν οἰκείαν εἴασεν ὡς μὴ δεομένην στερεώσεως διὰ τὸ ἄφθαρτον τῆς οἰκείας αὐτῆς φύσεως.
Εἰ δὲ βούλει, οὐκ εἰς τὴν τοῦ Κυρίου μόνον σάρκα ἐκλήψοιτο τὸ δεύτερον τοῦτο στερέωμα, τὸν ἀέρα φημί, ἀλλὰ καὶ εἰς τὴν αὐτοῦ θεό (95) τητα. Ὥσπερ γὰρ ὁ ἀὴρ τὰ πάντα πληροῖ καὶ οὐδείς ἐστι τόπος κενὸς αὐτοῦ, λέγεται δὲ καὶ παρὰ τῶν ἔξω τόπος δεκτικὸς καὶ χωρητικὸς τοῦ παντός, ἔστι δὲ καὶ διαφανής, ἀσχημάτιστός τε καὶ ἀθέατος, ἀλλὰ μὲν ὁρᾶσθαι ποιῶν, αὐτὸς δ’ οὐχ ὁρώμενος, οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς τὰ πάντα πληροῖ καὶ οὐδείς ἐστι τόπος κενὸς αὐτοῦ, οὐ γὰρ ἔστι κτίσις (100) ἀφανὴς ἐξ αὐτοῦ. Ἔστι δὲ καὶ χωρητικὸς καὶ δεκτικὸς ἁπάντων τῶν ὅσοι ζητοῦσι τῆς ἐξ ἐκείνου καταπολαύειν θεώσεως κατὰ τό· Ἔστι τόπος παρ’ ἐμοὶ τῷ Μωσεῖ εἰρημένον, ἤγουν χωρητική τις δύναμις τῶν κατὰ σέ. Τί δὲ καὶ διαφανέστερον ἄλλο τούτου, ὡς καὶ μικροῦ τὰς ὄψεις ἀποτυφλοῦν τῶν μαθητῶν ἐν Θαβώρ; Ἀσχημάτιστος δέ ἐστιν, ὡς μήδ’ ἂν ἄλλο τι (105) εἶδος δεδέχθαι ὡς εἶδος ἐν ὕλῃ. Προσεπὶ τούτοις τε καὶ ἀθέατος, ὁ γὰρ @1 ἐπιστήθιος εἰρήκει· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Καὶ ἄλλα μὲν ἄλλοις ὁρᾶσθαι ποιεῖ τοῖς ἐρρωμένοις τὸ τοῦ νοῦ ὀπτικόν, οἷον ἀγγέλους, οὐρανὸν καὶ τὴν ὅλην κτίσιν, φημί, ὅθεν τε καὶ ὅπως γέγονεν, αὐτὸς δὲ οὐχ ὑπάγεται καταλήψει οὐδ’ ὁρᾶται τρόπος τῆς ἰδίας ὑπάρξεως. (110)
Μὴ παρίῃ δέ σε καὶ τοῦτο, ὅτι ὥσπερ ζωογόνος ἐστὶν ὁ ἀὴρ τῶν ἀνθρώπων καὶ τῶν ἐν χέρσῳ, οὕτω καὶ ὁ Θεὸς τοὺς κατὰ λόγον ζῶντας ζωογονεῖ μετεχόμενος, ἀγγέλους τε φημὶ καὶ ἀνθρώπους, ἀλλὰ δὴ καὶ τοὺς κτηνώδεις εἰς ὕπαρξιν μόνην συντηρῶν εἰσέτι, οὐ μὴν ὑπ’ αὐτῶν μετεχόμενος. (115)
III 1. Εἰ δὲ καὶ περὶ ἀγγέλων καὶ δαιμόνων νοήσεις τό· Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος καὶ τοῦ ἐπάνω τοῦ στερεώματος, οὐδὲν ἀπᾷδον τῇ εὐσεβείᾳ νοεῖς. Τινὲς δὲ καὶ εἰς τοὺς δύο λαοὺς τοῦτο ἀναφέρουσιν, ἡμᾶς μὲν ἑστῶτας ἐπάνω τοῦ στερεώματος ἡδρασμένους εἰς τὸ τοῦ Πέτρου θεμέλιον καὶ τὸ τῆς ἐκείνου (120) ἀκράδαντον πίστεως, Ἰουδαίους δὲ πεπτωκότας καὶ ὑποκειμένους ὑποκάτω τούτου τοῦ στερεώματος. Καὶ περὶ ἡμῶν δὲ καὶ τῶν ἐναντίων δυνάμεων δυνατόν ἐστι τοῦτο εἰπεῖν. Πολὺ γὰρ πλῆθος δαιμόνων διεχώρισεν ὁ Ἰησοῦς ἐλθὼν ἐπὶ τῆς γῆς καὶ παρέπεμψεν αὐτοὺς ἐν τῇ ἀβύσσῳ ὑποκάτω τοῦ στερεώματος τῆς γῆς, ὅπου παρεπέμφθησαν (125) ἐκεῖνοι εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσεληλυθότες, ὅπως ὀλιγοθέντων τῶν πολεμίων εὐχερεστέρως ἡμεῖς τὴν ἀρετὴν κατορθώσωμεν. Οὕτω ποτὲ διεχώρισε καὶ ὁ ἄγγελος τοῦ Θεοῦ ἐν τῇ θαλάσσῃ μέσος ἑστὼς τοῦ Ἰσραὴλ καὶ τῶν Αἰγυπτίων, ἵνα διασωθῇ ὁ λαὸς τοῦ Θεοῦ, προμηνύων τὸν τῆς μεγάλης βουλῆς ἄγγελον μέλλοντα ἡμᾶς τῆς χειρὸς τοῦ (130) διαβόλου ῥύεσθαι.
Ὁ δὲ ἡδύτατος τῶν Νυσσαέων Γρηγόριος νοερῶν δυνάμεων ἐνόησε τὴν τῶν δύο ὑδάτων διάστασιν. Τὰς μὲν γάρ, φησίν, ὁ Θεὸς ἐν οὐρανοῖς πρὸς τὴν θείαν δοξολογίαν ἔταξε, τινὰς δὲ εἰς διακονίαν τοῖς ἐπὶ γῆς ὥρισε κατὰ τὸν λέγοντα αὐτοὺς λειτουργικὰ εἶναι πνεύματα πρὸς (135) διακονίαν ἡμῶν καὶ σωτηρίαν ἀποστελλόμενα. Ὁρᾶτε γάρ, φησὶν ὁ Χριστός, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Εἰ δὲ ἐρωτᾷς· Καὶ πῶς; Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Γνῶθι ὅτι ἐν τῷ Υἱῷ ὡς ἐν ἐσόπτρῳ θείῳ (140) τινὶ ὁρῶμεν τὴν δόξαν τοῦ Πατρὸς κατὰ τό· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.
Νοήσεις δὲ δύο ὑδάτων διαίρεσιν δικαίους ἐξ ἁμαρτωλῶν χωριζομένους, τοὺς μὲν ἁρπαζομένους ἐν νεφέλαις ἐπάνω τοῦ στερεώματος, τοὺς δὲ ὑποκάτω ἐν ᾅδῃ παραπεμπομένους. Τίς γὰρ ἦν χρεία @1 (145) ἐπάνω τοῦ οὐρανοῦ ἐπιφέρεσθαι ὕδατα οὐκ οἶδα. Μὴ ἰχθυοβρωτεῖν ἠβούλετο ὁ Θεὸς τὰς ἀγγελικὰς δυνάμεις; Ὁ γὰρ ἐξ ὑδάτων στερεώσας τὸν οὐρανὸν καὶ ἐπὶ τῶν ὑδάτων κρεμάσας τὴν γῆν ἠδύνατο καὶ χωρὶς ὕδατος ἀδιάλυτον τὸ στερέωμα φυλάξαι καὶ ἐκ τοῦ ἡλιακοῦ πυρός;
IV 1. Δύο τοίνυν καὶ μόνων οὐρανῶν δημιουργίαν ἐκ τῆς θείας γραφῆς (150) μεμαθήκαμεν εἰς τύπον τῶν δύο καταπετασμάτων τοῦ ναοῦ τῶν δηλούντων τὰς δύο φύσεις τοῦ Ἰησοῦ καὶ τῶν δύο λαῶν καὶ τῶν δύο ἐκκλησιῶν, τῆς ἄνω λέγω Ἰερουσαλὴμ καὶ ἡμῶν τῶν πιστῶν. Ὅπερ γάρ ἐστι τῷ ἀνωτέρῳ οὐρανῷ εἰς φῶς ὁ Θεὸς τοῦτο ἐστὶ τῷ κατωτέρῳ οὐρανῷ ὁ ἥλιος καὶ τῷ στερεώματι τῆς ἐκκλησίας τὸ εὐαγγέλιον, καὶ (155) ὅπερ εἰσὶν ἐν τῷ ἀοράτῳ οὐρανῷ οἱ ἅγιοι ἄγγελοι τοῦτο εἰσὶ καὶ ἐν τῷ στερεώματι οἱ ἀστέρες καὶ ἐν τῇ ἐκκλησίᾳ οἱ ἅγιοι.
Εἰ δὲ καὶ οὐρανοὺς τῶν οὐρανῶν ἀκούεις ἐν ὕμνοις Δαυίδ, τοῦτο ἰδίωμα τῆς Ἑβραΐδος γλώττης ἐστὶ τὸ ἑνικὸν πολλάκις πληθυντικὸν ὀνομαζούσης. Ὅταν δὲ Παῦλον ὁρᾷς ἁρπαζόμενον ἕως τρίτου οὐρανοῦ, (160) πρῶτον οὐρανὸν τὸν ἀέρα εἶναι νόμιζε κατὰ τὸ λεγόμενον· Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι τοῦ ἀέρος, εἶτα δεύτερον λοιπὸν τὸν οὐρανὸν τῶν ἀστέρων, καὶ τρίτον τὸν ἀνώτατον οὐρανὸν τῶν ἀγγέλων. Καὶ γὰρ ἐν τῷ ἐξωτέρῳ μέρει τοῦ ναοῦ εἱστήκει τὸ πολὺ πλῆθος τοῦ Ἰσραήλ, ἐν τῷ ἐσωτέρῳ δὲ μόνοι εἰσίασιν οἱ ἱερεῖς, ἐσωτέρω (165) δὲ τούτου τοῦ δευτέρου καταπετάσματος μόνος ὁ ἀρχιερεύς, καθὼς καὶ ἐν τοῖς οὐρανοῖς εὑρήσεις. Ἐν τῷ ἐξωτέρῳ μὲν καὶ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀερίῳ λέγω στερεώματι, τὰ γένη συναναστρεφόμενα τῶν πτηνῶν τῶν δηλούντων τὸ ἀγελαῖον πλῆθος τοῦ Ἰσραήλ, ἐσωτέρω δὲ τοῦ φαινομένου στερεώματος καὶ εἰσερχομένας καὶ διαγούσας καὶ λατρευού (170) σας καὶ πρεσβευούσας τὰς νοερὰς δυνάμεις, τάχα καὶ τὰς τῶν δικαίων ψυχάς, ἀνωτέρω τοῦ δευτέρου οὐρανοῦ (ὅ τι ἂν εἴη, οὐκ ἴσημι), τουτέστι τοῦ δευτέρου καταπετάσματος, οὐδεὶς εἰσελήλυθεν, εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστὸς ὁ κατὰ τὴν τάξιν Μελχισεδέκ. Οἶμαι δὲ τὸν ἐπάνω οὐρανὸν τοὺς κόλπους εἶναι τοὺς πατρικούς. (175)
Σὺ δέ, ὅταν ἀκούσῃς ἐν οὐρανοῖς εἶναι καὶ κατοικεῖν τὸν Θεὸν ἐκ τῆς θείας γραφῆς ἢ ἐνδότερον ὄντα τοῦ καταπετάσματος τοῦ δευτέρου, μὴ περιορισμούς τινας καὶ τοπικὰς οἰκήσεις καὶ μεταστάσεις καὶ ἀναβάσεις καὶ ἐξελεύσεις νοήσῃς. Πτωχοπρεπεῖ γὰρ οὔσῃ τῇ ἡμετέρᾳ φύσει, καθὸ χωρεῖ ἀκοῦσαι, διαλέγεται αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ μάρτυς τοῦ (180) λόγου ἡ προκειμένη ἡμῖν Μωσαϊκὴ γραφὴ παχέα τινὰ καὶ ἀνάξια Θεοῦ @1 τοῦ ἀπεριγράπτου περιέχουσα ῥήματα, ἅτινα οὐ ὁ Μωϋσῆς ἐξέθετο οἴκοθεν, ἀλλ’ ὁ Θεὸς δι’ ἁγίων ἀγγέλων αὐτοῦ ἐν ὄρει τῷ Σιναΐῳ ἐπὶ τῆς σκηνῆς ταῦτα ὑπηγόρευσεν. Ὅθεν ὡς ἀγγέλου ταῦτα λαλήσαντος οὐδὲ τέθηκεν ὅλως τὸ ὄνομα αὐτοῦ ἐν τῇ ἐπιγραφῇ αὐτῆς ὁ Μωϋσῆς, καθὼς οἱ (185) λοιποὶ προφῆται πεποιήκασιν ἐν βίβλοις τῶν οἰκείων προφητειῶν. Ὅτι δ’ ἄγγελοι ταῦτα τῷ Μωϋσεῖ διηγήσαντο, ἄκουσον Παύλου ἐν τῇ πρὸς Ἑβραίους περὶ τῆς Μωσαϊκῆς νομοθεσίας καὶ γραφῆς λέγοντος· Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Ὁμοίως καὶ ὁ μακάριος Στέφανος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων δημηγορῶν πρὸς Ἰουδαίους (190) περὶ Μωϋσέως ἔλεγεν· Οὗτός ἐστι Μωϋσῆς ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν. Ἰδοὺ σαφῶς ἤκουσα παρὰ Παύλου καὶ Στεφάνου τῶν ἀποστόλων ἀγγέλους εἶναι τοὺς τὸ βιβλίον τῆς Γενέσεως ὑπαγορεύσαντας τῷ Μωϋσεῖ, καὶ τούτου (195) χάριν οὐκ ἐπέγραψεν αὐτὴν εἰς οἰκεῖον ὄνομα.
V. Πρὸς δὴ τοῖς εἰρημένοις ἀναγκαῖον μηδὲ τοῦτο παραδραμεῖν, πῶς δευτέραν ἡμέραν ταύτην ἐκάλεσε, καὶ οἶμαι εὐστόχως ἅμα καὶ ἀληθῶς. Εἰ γὰρ ὁ Θεὸς οὐ διὰ τοῦτο τὸν ἄνθρωπον πέπλακεν, ἵν’ ὑπεισδὺς δι’ αὐτὸν ἐπ’ ἀρτῆρος τοῦ σταυρικοῦ ὑβρισθῇ καὶ οὕτως δι’ ἑαυτοῦ καὶ τῶν (200) μαθητῶν ἑλκύσῃ τὸ γένος ἅπαν εἰς ἑαυτόν, ἀλλ’ ἵν’ αὐτὸς ὁ πλασθεὶς ἑδραῖος μείνῃ πρὸς τὰ νενεμημένα τούτῳ ἐν τῇ Ἐδὲμ μὴ κατά τι παρασυρεὶς ἐξ αὐτῶν, ὃς δ’ οὐκ ἐμμείνας ἡττήθη καὶ τῆς Ἐδὲμ ἐξεβλήθη καὶ τὴν φθορὰν κατεκρίθη, ἔδει δὲ ἐλθεῖν τινα δεύτερα πολλῷ κρείττω τῶν πρὶν ἀγαθῶν, τὰ δ’ ἦν ἡ τοῦ δημιουργήσαντος ἐνανθρώπησις. Καὶ (205) νῦν τὸ κάτωθεν ἀνιὸν ἀέριον στερέωμα ἐκ τῶν ὑδάτων τῆς γῆς, ὃ τὸ ἀνθρώπινον εἶναι τοῦ Χριστοῦ ἐξειλήφαμεν, σύνεστι τῷ μεγάλῳ καὶ πρώτῳ οὐρανῷ τῇ θεότητι τοῦ Λόγου φημί, ἀδιαιρέτως. Καὶ ἐγεγόνει ταῦτα τὰ δεύτερα, ἵνα τὰ πρῶτα ἐξιαθῇ. Διὰ τοῦτο δευτέρα ἡμέρα καὶ πρᾶξις ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις λέγεται, ἣν ἡ διαρρύσασα ἔνθεν καὶ (210) ἔνθεν τὰ τῶν πιστῶν καὶ ἀπίστων ὕδατα διὰ τοῦ στερεώματος τῆς πίστεως τῶν Χριστωνύμων ἡμέρα ἐσήμανε.
VI. Φαίνεται δὲ κάλλιον κἀκεῖνο εἰπεῖν, ὡς οὐ δεῖ ἀπαναίνεσθαι τὴν διάφορον τῶν ἀειμνήστων ἐξηγητῶν ἐπὶ ταῖς θείαις γραφαῖς ἐκδοχήν, ἐξ αὐτοῦ γὰρ τοῦ θεοπνεύστου ἐδάφους τοῦτο ἐπαιδεύθησαν ποιεῖν. Ὅθεν (215) καὶ δίκαιον ἀκοῦσαι τῶν τε Μωσαϊκῶν καὶ προφητικῶν καὶ Δαυιτικῶν @1 λόγων ποτὲ μὲν τὰ ὕδατα εἰς τὰ ἔθνη λαμβανόντων, ποτὲ δὲ καὶ εἰς τοὺς πειρασμούς, εἶναι δὲ ὅτε καὶ εἰς τὰ θεῖα μαθήματα καὶ εἰς τὸ ἅγιον Πνεῦμα καὶ εἰς τὴν τοῦ βαπτίσματος χάριν, ὥσπερ δὴ καὶ ὁ οὐρανός ποτε μὲν αὐτὸ τὸ στερέωμα δηλοῖ, ποτὲ δὲ καὶ τὰς οὐρανίους δυνάμεις ἢ καὶ (220) πᾶσαν καρδίαν ἐφ’ ἣν ὁ Θεὸς ἐπαναπαύεται. Καὶ τὰ ὄρη δὲ πολυτρόπως νοοῦνται. Λαμβάνονται γὰρ εἰς τοὺς οὐρανοὺς καὶ εἰς τὴν ἐκκλησίαν καὶ εἰς τοὺς ἀγγέλους καὶ εἰς τὸ θυσιαστήριον καὶ εἰς τὰς ἐναντίας δυνάμεις καὶ εἰς τὴν ἁγίαν Παρθένον καὶ Θεοτόκον. Ὁμοίως καὶ οἱ ποταμοὶ καὶ αἱ πηγαὶ καὶ τὰ φυτὰ καὶ ἡ γῆ καὶ τὸ σκότος καὶ αἱ νεφέλαι καὶ οἱ ἄνεμοι (225) καί, συνόλως εἰπεῖν, πᾶσα ἡ ὁρατὴ καὶ ἀόρατος κτίσις πολυμερῶς καὶ πολυτρόπως νοεῖται ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν, ἵνα μὴ πενίαν γνώσεως νοσήσῃ τὸ πνεῦμα τὸ ἅγιον μὴ ἰσχῦσαν ὥσπερ ὁ ὑετὸς τοῖς φυτοῖς διάφορον χάριν ἐν τοῖς ἐδωδίμοις αὐτῶν καρποῖς δωρήσασθαι. Πολυπρόσωπον γὰρ καὶ πολύφωτόν ἐστι καὶ ταὐτόφωτον ὕδωρ τὸ τῆς (230) θείας γραφῆς, ἐκ μιᾶς πηγῆς τοῦ παναγίου ἀναβλύζον πνεύματος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1
(3) Τοῦ αὐτοῦ ἀκολούθως <εἰς τὴν τρίτην ἡμέραν τῆς ἑξαημέρου κτίσεως> λόγος τρίτος
I. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην, ὦ Θεόφιλε, περὶ τῶν κατὰ τὴν (1) πρώτην ἡμέραν ὑπὸ Θεοῦ γεγενημένων, ἥτις ἐστὶ λεγομένη κυριακή, ἐν ᾗ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν ὁ Θεὸς ἐκ τούτων λοιπῶν ὥσπερ ζυμῶν τινῶν κατακερματίσας τὸν κόσμον ὑπέστησε, μεθ’ ἣν ἡμέραν κυρίαν ὥσπερ εἰς δευτέραν ἱερὰν κλίμακος βαθμίδα ἐπὶ τὸ ὕψος (5) τοῦ στερεώματος προεκόψαμεν. Νῦν δὲ ἐπ’ ἐκείνης ἐπὶ τὰ πλάτη καὶ βάθη καὶ μήκη τῶν ὑδάτων κατατολμήσωμεν κυβερνήτην Χριστὸν ἔχοντες πρὸς τὸν Πατέρα ὡς δημιουργὸν καὶ ἰσουργὸν γνήσιον ὁμοούσιον.
II 1. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. (10)
Μέμνησό μου, ὦ ἀκροατά, εἰρηκότος ὡς οὐ καταλύοντες τὸ γράμμα ἐπὶ τὰς ἀγράφους ἀναγωγὰς μετερχόμεθα. Ἀλλὰ Παύλῳ μαθητευθέντες τῷ λέγοντι ὅτι Τὸ γράμμα ἀποκτένει, ὥσπερ καὶ Ἰουδαίους ἀπέκτεινε, τούτου χάριν μετὰ τὸ γράμμα ζητοῦμεν καὶ τὸ Πνεῦμα τὸ διὰ τοῦ γράμματος σκιαγραφούμενον, εἰς Χριστὸν δὲ πληρούμενον. Ἰδοὺ γὰρ τοῦ (15) ὕδατος συνηγμένου καὶ ἀδιαιρέτου ὄντος καί πως ὡς μία θάλασσα καθεστῶτος ἀφ’ ὅτου τὸ γεγονὸς ἀέριον στερέωμα διεῖλε τὸ μὲν ἄνω, τὸ δὲ κάτω, πῶς φησὶν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν; Μία ἦν συναγωγὴ ὅλον τὸ ὕδωρ, μία θάλασσα ὅλον τὸ πρόσωπον τῆς γῆς, ἓν χεῖλος, ἓν πέλαγος συνηγμένον, (20) καὶ πῶς λέγει· Συναχθήτω; Τὸ γὰρ συναχθήτω ἐπὶ τῶν διεσκορπισμένων λέγεται καὶ γίνεται.
Ἐὰν οὖν κατὰ τὸ γράμμα Ἰουδαϊκῶς νοήσωμεν τὰ προκείμενα, οὐ γέγονεν ἡ ἐπιτροπὴ τοῦ Θεοῦ ἐν τούτοις. Καὶ μὴν μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα ὅτι Καὶ ἐγένετο οὕτως. Εἰ καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἐγένετο (25) οὕτως, ἐπεὶ ἐν ἀρχαῖς ἐπὶ τοῦ αἰσθητοῦ ὕδατος κατὰ τὸ ἐναντίον γέγονεν ἡ τοῦ Θεοῦ προτροπή, ἐὰν τῷ γράμματι ἀκολουθήσῃς. Αὐτὸς μὲν γὰρ εἶπε· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, ὡς περὶ ἑνὸς ὕδατος καὶ μιᾶς συναγωγῆς ἐπιτρέπων, συνήχθησαν δὲ ὕδατα εἰς συναγωγὰς πολλάς, ἀλλ’ οὐκ εἰς μίαν (30) συναγωγήν.
Καὶ μὴ θορυβηθεῖς ὁ ἀκούων ἐπὶ τῷ λόγῳ, αὕτη γὰρ ἡ θεία γραφὴ τοῦτο μαρτυρεῖ. Ἐπήγαγε γὰρ ὁ συγγραφεὺς λέγων ὅτι Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν. Ἰδοὺ οὐ λέγει εἰς τὴν συναγωγὴν αὐτοῦ τὸ ὕδωρ συνήχθη, ἀλλ’ εἰς τὰς @1 (35) συναγωγὰς αὐτῶν τὰς πολλάς. Πολλὰ ὕδατα πολλαί τινες γενόμεναι συναγωγαί. Ἐκ τῆς μιᾶς γὰρ ἐκείνης τῆς πρώτης συναγωγῆς καὶ θαλάσσης τοῦ ἑνὸς ὕδατος πολλὰ ὕδατα, πολλαὶ θάλατται γεγόνασι. Πολλαὶ λίμναι διῃρέθησαν· πολλαὶ πηγαὶ εἰς πολλοὺς ποταμοὺς διῃρέθησαν· τὸ ὕδωρ ἐκεῖνο τὸ πρὶν συνηγμένον ὑποκάτω τοῦ οὐρανοῦ (40) εἰς πολλοὺς διῃρέθη τόπους καὶ τρόπους.
Ὕδωρ ἐν ἀβύσσοις· ἰδοὺ συναγωγὴ μία. Ὕδωρ τοῦ Ὠκεανοῦ· ἰδοὺ πάλιν καὶ ἄλλη συναγωγή. Ἡ θάλασσα ἡ μεγάλη· ἰδοὺ καὶ τρίτη συναγωγή. Ἡ θάλασσα αὕτη καὶ ἐρυθρὰ καὶ ἡμῖν γειτνιάζουσα· ἰδοὺ τετάρτη ὕδατος συναγωγή. Ποταμὸς ἐξ Ἐδέμ· ἰδοὺ μεγάλη ὕδατος (45) συναγωγή. Φεισών, Γεών, Τίγρις, καὶ Εὐφράτης· ἰδοὺ τέσσαρες ὑδάτων συναγωγαί. Ἡ πηγὴ ἡ ἐκ γῆς ἀναβαίνουσα καὶ ποτίζουσα ὅλον τὸ πρόσωπον τῆς γῆς· ἰδοὺ καὶ ἄλλη μεγάλη ὕδατος συναγωγή, μήτηρ πολλῶν ὑδάτων. Συναγωγὴ θαλάττης νεκρά· ἰδοὺ καὶ ἑτέρα ὕδατος ἔξω συναγωγή, τύπος τῆς Ἰουδαϊκῆς καὶ ἀγόνου καὶ νεκρᾶς συναγωγῆς. (50)
Ὕδατα ἄγονα, ὡς τά ποτε Ἱεριχούντια, καὶ νῦν εἰσι γόνιμα ἡμᾶς τυποῦντα τοὺς τίκτοντας ἀλλήλους ἐν ζῶντι Πνεύματι καὶ ὕδατι τοῦ βαπτίσματος. Ὕδωρ γόνιμον, ὡς τὸ Αἰγύπτου πολύγονον. Ὕδατα πότιμα, ὡς τὰ ἐν χρήσει. Ὕδωρ ἄποτον, ὡς τὸ τῆς μερρᾶς. Ὕδωρ ἄδυτον, ὡς τὸ Ἀμ<μ>ωνικόν· ἰδοὺ καὶ ξένη ὕδατος συναγωγή. Ὕδατα ἐν (55) νήσοις διῃρημέναις καὶ καθ’ ἑαυτὰς συναγωγαί. Ποταμοὶ ἐν ἠπείροις, λίμναι κατὰ τόπους, ὕδατα κατὰ τόπους ἀλληνάλλως τὴν ἐνέργειαν καὶ τὴν ποιότητα ἔχοντα. Ὕδωρ ἁλμυρόν, ὕδωρ πικρόν, ὕδωρ ἀσφαλτίζον, ὕδωρ ἀναιρετικόν, ὡς τὸ παρὰ ταῖς ἐρήμοις τῆς Αἰθιοπίας. Ὕδωρ θερμὸν καὶ ὑγιεινόν. Συναγωγαὶ μυρίαι ὑδάτων διαφόρων πολλῶν. (60)
Καὶ μὴν οὐχ οὕτως ἐπέτρεψεν ὁ Θεὸς διαιρετὸν εἶναι τὸ ὕδωρ, ἀλλ’ ἡνωμένον εἰς μίαν συναγωγήν. Τίς δὲ καὶ ὅλως ἀνάγκη τῷ δημιουργῷ ἐφαπλῶσαι τὸ ὕδωρ ἐφ’ ὅλον τὸ πρόσωπον τῆς γῆς, εἶθ’ οὕτως πάλιν ἐπισυναγαγεῖν τοῦτο, καὶ μὴ μᾶλλον εὐθέως ἕκαστον τῶν ποιημάτων κατὰ τὸν ἴδιον τόπον ποιῆσαι καὶ πῆξαι; (65)
III 1. Οὐκοῦν, ἵνα μὴ καὶ ἡμεῖς τοῖς Μανιχαϊκοῖς περιπέσωμεν βρόχοις. Ἐκεῖνοι γὰρ κατὰ τὸ γράμμα νοήσαντες περὶ τῆς ἐπιτροπῆς τούτων τῶν ὑδάτων ψευσάμενον ἐνόμισαν τὸν Θεὸν διὰ τὸ μὴ συναχθῆναι τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, ἀλλὰ μᾶλλον ἐκ τοῦ ἐναντίου γενέσθαι. Ὅρα τί σημαίνει τό· Συναχθήτω τὸ ὕδωρ. @1 (70)
Δεῦρο δὴ οὖν, ὦ θειότατόν μοι τῶν θείων ὑδάτων τῆς ἐκκλησίας συνακτήριον, ἐπανάγαγε εἰς τὸ βάθος τούτων τῶν ὑδάτων. Φησὶν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ, τουτέστιν ὅλον τὸ πλῆθος τῶν ἐθνῶν τῶν ὑπὸ τὸν οὐρανὸν συναχθήτω εἰς συναγωγὴν μίαν τῆς ἐμῆς πίστεως καὶ ἐκκλησίας, ὥσπερ ἐστὶ συνηγμένον τὸ ὕδωρ τὸ (75) ὑποκάτω τῶν οὐρανῶν, φημὶ τὸ πλῆθος τῶν ἀγγελικῶν δυνάμεων, εἰς συναγωγὴν Θεοῦ μίαν, εἰς ὁμόνοιαν, εἰς εὐαρέστησιν μίαν, εἰς ὑμνωδίαν μίαν, εἰς Ἰερουσαλὴμ ἐπουράνιον μίαν, εἰς πολιτείαν φωτὸς μίαν. Ἔνθα οὐκ ἔστιν αἵρεσις οὐδὲ διαίρεσις. Ἔνθα οὐκ ἔστι διάστασις οὔτε ἀντίστασις. Ἔνθα οὐκ ἔστιν Ἰουδαῖος οὔτε Ἕλλην. Ἔνθα οὐκ ἔστι Σκύθης (80) οὔτε βάρβαρος, οὔτε ἄνομος οὔτε ἄπιστος οὐδ’ ὄφις οὔτε σκορπίος οὔτε θῆρες ἑρπετῶν οὔτε ἁμαρτία οὔτε μελάνωσις, ἀλλ’ ὕδωρ ἓν καὶ ῥεῖθρον ἓν καὶ πηγὴ μία καὶ ὁμοία καὶ φρέαρ ὕδατος ζῶντος ἕν, ᾧ Χριστὸς προσιζάνει, καὶ συναγωγὴ ἁγία καὶ τιμία μία.
Γενηθήτω γοῦν τὸ θέλημά μου τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ, οὕτω καὶ (85) ἐπὶ τῆς γῆς. Συναχθήτω τὸ γένος τὸ ἀνθρώπινον τὸ ὕδωρ ἐφ’ ὃ τὸ πρὶν ἐπέκειτο τὸ σκότος. Ἐλθέτω καὶ συναχθήτω πρὸς τὸ φῶς, τουτέστι πρὸς Χριστὸν τὸν ἐπιτρέποντα τοῖς ἑαυτοῦ μαθηταῖς καὶ λέγοντα· Πορευθέντες ἐπισυνάξατε πάντα τὰ ἐθνικὰ ὕδατα εἰς συναγωγὴν τοῦ βαπτίσματος μίαν, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ (90) Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τοῦ Πνεύματος ἐκείνου τοῦ ἐπιφερομένου μὲν τὸ πρὶν ἐπάνω τούτου τοῦ ὕδατος, εἰσοικιζομένου δὲ νῦν ἐν αὐτῷ καὶ συνάπτοντος πάντα τὰ ἐν κόσμῳ διεστῶτα τῶν ἐθνῶν ὕδατα εἰς συναγωγὴν μίαν ἐκκλησίαν, καὶ γενήσονται πάντες ἓν ὕδωρ ζωῆς, μία πηγή, εἷς παράδεισος, μία ποίμνη, εἷς ποιμήν, εἷς Κύριος, μία πίστις, ἓν (95) βάπτισμα, ἓν σῶμα Χριστοῦ, ἓν Πνεῦμα, μία καρδία, μία σάρξ· ἡ νύμφη ἡ ἐκκλησία καὶ ὁ ταύτης νυμφίος Χριστός, ἓν στερέωμα, εἷς οὐρανός· ὁ Χριστὸς καὶ ὁ λαὸς τῶν πιστῶν ὡς ἀστέρων ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ἐκλαμπομένων καὶ φωτιζομένων.
Οὕτω νοητέον καὶ ἐκληπτέον τὴν τοῦ Θεοῦ φωνὴν καὶ ἐπιτροπὴν (100) περὶ τούτων τῶν ὑδάτων. Οὕτω καὶ οὐχ ἑτέρως φρονοῦμεν ψυχῇ τε καὶ σώματι καὶ πνεύματι, καὶ οὕτω κηρύττομεν περὶ ἡμῶν τῶν πρὶν διεσκοτισμένων ἐθνῶν καὶ εἰς μυρίους θεοὺς ἀθέους πολυθέους πλανωμένων φάσκειν τὴν θείαν φωνὴν καὶ ἐπιτρεπτικῶς λέγειν· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν. (105)
IV 1. Ἐπὶ γῆς συνάγει ὁ Θεὸς Λόγος εἰς συναγωγὴν μίαν, διὰ δὲ τοῦ ἀερίου στερεώματος διαιρῶν καὶ ἐν οὐρανοῖς ἀνενέγκας τὸ ὕδωρ ἐπλάτυνε τοῦτο καὶ μεγάλως ἐξήπλωσεν ἀπὸ περάτων ἕως περάτων @1 πάσης τῆς κτίσεως καὶ τῶν ἀβύσσων καὶ τῶν θαλασσῶν, καὶ ἐπάνω τοῦ στερεώματος δίκην καταπετάσματος ἐφαπλώσας διέτεινεν αὐτό, ἵνα (110) ἡμεῖς μάθωμεν ὅτι τὰ πρὶν ἐσκοτισμένα τῶν ἐθνῶν ἐπὶ τῆς γῆς ὕδατα συναγόμενα εἰς συναγωγὴν μίαν τῆς ὁμονοίας τοῦ Χριστοῦ ἐκκλησίας ἁρπαγήσονται ποτὲ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου ἐν οὐρανοῖς, ἐξαπλούμενα καὶ πλατυνόμενα τὰ μὲν ἐν χώρᾳ ζώντων, τὰ δὲ ἐν παραδείσῳ, καὶ ἕτερα εἰς αἰωνίους σκηνάς, καὶ ἄλλα ἐν φωτὶ ζώντων, καὶ (115) ἄλλα ἐν βασιλείᾳ Θεοῦ, καὶ ἕτερα ἐν πόλει Κυρίου τῶν δυνάμεων κατὰ τὸ εἰρημένον ὑπὸ Χριστοῦ ὅτι Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Περὶ τῆς συναγωγῆς τούτων τῶν λογικῶν ἐθνικῶν ὑδάτων ἔλεγεν ὁ Χριστὸς οὐ μόνον διὰ τὰ πρόβατα τοῦ Ἰσραήλ, ἀλλ’ ἵνα καὶ τὰ διεσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυνάξῃ. (120)
Περὶ τούτων τῶν ὑδάτων τῆς θαλάσσης φάσκει ὁ Δαυὶδ πρὸς Θεόν· Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους, θησαυροὺς τοῦ Θεοῦ λέγων τὰς ἐκκλησίας. Ἔνθα τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ λόγου τῆς γραφῆς ἀπόκειται ἀπόκρυφον καὶ πνευματικόν, καὶ ἔνθα οἱ μαργαρῖται τῶν θείων μυστηρίων φυλάττονται, οὓς κελευ (125) όμεθα μὴ ῥίπτειν τοῖς χοίροις, οἱ γὰρ κατ’ Ἰούδαν τούτους οὐ στέγουσι. Θησαυροὶ γοῦν τοῦ Χριστοῦ αἱ ἐκκλησίαι, ἐν αἷς τῷ μὲν τῶν πιστῶν δίδονται πέντε τάλαντα, τῷ δὲ δέκα, τῷ δὲ δύο, καὶ ἄλλῳ πάλιν ἕν. Ἐν τούτοις τοῖς θησαυροῖς ἐθησαύρισε τὰς πρὶν ἐσκοτισμένας τῶν ἐθνῶν ἀβύσσους, ὅτι σκότος ἐπάνω τῆς ἀβύσσου ἔκειτο. (130)
Περὶ ταύτης τῆς ἀβύσσου τῶν ἐθνῶν καὶ Ἁμβακοὺμ ὁ προφήτης ἔλεγεν ὅτι Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς δοξολογοῦσα τὸν φωτίσαντα αὐτὴν καὶ τὸ ὕψος τῆς φαντασίας αὐτῆς, τῆς Ἑλληνικῆς εἰδωλολατρίας, καταλύσαντα. Περὶ ταύτης τῆς ἀβύσσου τῶν λογικῶν ὑδάτων φησὶν ὁ Δαυίδ· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης (135) διὰ τοῦ εὐαγγελίου ἐβρόντησε, Κύριος ὁ Θεὸς ἐπὶ ὑδάτων πολλῶν καὶ ἀμυθήτων ἐθνῶν. Διὸ πάλιν Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ εἰς συναγωγὴν μίαν, καὶ καθιεῖται Κύριος ἐπ’ αὐτοῦ ὡς ἐπὶ θρόνου ἀναπαυόμενος, βασιλεύων αὐτοῦ εἰς τὸν αἰῶνα.
V 1. Τῇ τρίτῃ τοίνυν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὰ ὕδατα εἰς συναγωγὴν (140) μίαν. Διὰ τί; Ἐπειδὴ μετὰ τὴν πρώτην Μωσαϊκὴν ἡμέραν καὶ τὴν δευτέραν προφητικὴν λατρείαν τῇ τρίτῃ ἡμέρᾳ διὰ τῆς σαγήνης τοῦ ἁγίου εὐαγγελίου τὰ ἔθνη συνήχθημεν εἰς συναγωγὴν πίστεως μίαν. Διὸ καὶ ἔλεγεν ὁ Χριστὸς ὁ ἐκ νεκρῶν τριήμερος ὅτι Σήμερον καὶ αὔριον ποιῶ @1 σημεῖα· ἰδοὺ δύο ἡμέραι. Σημεῖα δέ φησιν ὅσα ἐπ’ Αἰγύπτου, ὅσα ἐπὶ τῆς (145) ἐρήμου, ὅσα διὰ τοῦ Μωσέως, ἁπλῶς ταῦτα τῆς πρώτης ἡμέρας, τῆς δὲ δευτέρας ὅσα δι’ Ἠλιοὺ καὶ Ἐλισσαῖε καὶ τῶν καθεξῆς προφητῶν. Τῇ δὲ τρίτῃ τῆς ἐπιδημίας αὐτοῦ φαεινὴ ἡμέρα τελειοῦται, ἤγουν τὸ τέλειον καὶ ἀπηρτισμένον τῆς σπουδῆς αὐτοῦ διὰ τοῦ εὐαγγελίου δείκνυσι, Χριστὸς γάρ ἐστι τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν. Καὶ ὁ Παῦλος (150) φησίν· Ὁ νόμος τέλειος, πάντως ὁ τοῦ Χριστοῦ, ἐγὼ δὲ διὰ νόμου, δηλαδὴ τοῦ Μωσαϊκοῦ, νόμῳ δουλεύω ἁμαρτίας.
Ὅθεν ὁ ἐν Κανᾶ γάμος τῇ τρίτῃ ἡμέρᾳ ἐγένετο. Κανὰ δὲ ἑρμηνεύεται κτίσις, ἐν ᾗ κτίσει αὐτοῦ κατιόντος ὁ γάμος ὁ ἄφθορος τῆς ἑνώσεως τοῦ Λόγου καὶ τῆς ἡμετέρας γέγονε φύσεως. Ἐν τούτῳ τῷ γάμῳ τῇ (155) τρίτῃ ἡμέρᾳ πρῶτον θαῦμα ὁ Χριστὸς ἐν τῷ ὕδατι ἐποίησεν, ὅτι τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ τῶν ἐθνῶν συνήγαγεν εἰς συναγωγὴν μίαν μεταποιήσας αὐτό, ἡ ἄμπελος ἡ ἀληθινή, ἀπὸ ὕδατος εἰς οἶνον εὐφροσύνης ἐν ταῖς συναγωγαῖς αὐτοῦ ταῖς λιθίναις τῆς πέτρας τῶν ἐκκλησίων ὑδρίαις χωρούσαις ἀνὰ μετρητὰς δύο τῆς παλαιᾶς καὶ καινῆς διαθήκης ἢ τρεῖς (160) τοῦ μυστηρίου τῆς Τριάδος τοῦ τριημέρου Θεοῦ τοῦ τῇ τρίτῃ ἡμέρᾳ λέγοντος· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν. Πολλὰ γὰρ ἦν πρώην τὰ ὕδατα καὶ πολλαὶ καὶ μιαραὶ συναγωγαὶ ἐφ’ ὅλον τὸ πρόσωπον ἐξηπλωμέναι τῆς γῆς.
Ὕδατα νῦν λέγω τὰ ἀλλότρια τῆς εὐσεβείας δόγματα καὶ (165) μαθήματα. Ὕδωρ ἀναιρετικὸν τῆς Ἑλληνικῆς διδασκαλίας, ἀστρολογίας, μαντείας. Ὕδωρ αἱματεκχυσίας. Ὕδωρ πικρὸν αἱρετικῆς γλωσσαλγίας. Ὕδωρ σκοτεινὸν καὶ δυσερμήνευτον Ἑβραϊκῆς δεισιδαιμονίας. Πολλὰ ὑπῆρχον ὕδατα, πολλοὶ ποταμοί, πολλοὶ ποτισμοί, πολλοὶ ποντισταί. Οὗτος ἐδίδασκε μὴ εἶναι Θεόν, οὗτος μὴ εἶναι πρόνοιαν. Οὗτος (170) ἡλιολατρείαν ἐκήρυττεν, οὗτος ξυλολατρείαν, καὶ οὗτος λιθοεΐαν ἐξεπαίδευε, καὶ οὗτος τῷ πυρὶ προσκυνεῖν ἐδίδασκεν. Ἄλλος ἀσέλγειαν ἐμυσταγώγει. Ταῦτα εἰσὶ τὰ πρῶτα καὶ ἄγονα καὶ ἄποτα καὶ θανατηφόρα καὶ πικρὰ τῆς οἰκουμένης ὕδατα εἰς πολλὰ δοχεῖα καὶ ποτίστρας καὶ συναγωγὰς αὐλιζόμενα καὶ ὑπάρχοντα. Συναγωγὴ (175) Ἀπόλλωνος. Συναγωγὴ Κρόνου. Συναγωγὴ Ἄμμωνος, καὶ ἄλλη Σαράπιδος. Συναγωγὴ Ἰουλοῦς. Συναγωγὴ τοῦ Ἑρμοῦ. Συναγωγὴ Πυθίας καὶ Ἀρτέμιδος. Οὐ μόνον δὲ ἀλλὰ καὶ συναγωγὴ πονηρὰ καὶ μοιχαλὶς Ἰουδαϊκὴ ἀντίχριστος καὶ τοῦ Θεοῦ ἀντίδικος.
VI 1. Διὰ ταύτας οὖν πάσας τὰς δυσσεβεῖς συναγωγὰς καὶ τὰ ἐν @1 (180) αὐταῖς τῶν λαῶν καὶ ἐθνῶν ἄγονα ὕδατα καὶ μαθήματα καὶ διδάγματα ἐπιτρέπει ὁ Θεὸς μεγάλῃ τῇ φωνῇ λέγων· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν πίστεως, ἧστινος φωνῆς Χριστοῦ τοῦ Θεοῦ ἀκούσαντα πάντα τὰ ὕδατα καὶ τὰ πέρατα καὶ τὰ φύλα τὰ βάρβαρα, ὥσπερ τότε ἐπὶ τῆς κοσμοποιΐας τὰ ῥευστὰ ὕδατα, (185) φόβῳ καὶ τρόμῳ ῥυσιδρομοῦντα ἔσπευδον, ἔτρεχον, ἐτάχυνον, οὐκ ἀνέμενον, εἰς μίαν συναγωγὴν ἀθροιζόμενα καὶ κινούμενα τὰ βόρεια, τὰ νότια, τὰ ἑσπέρια, τὰ ἑῷα τῆς οἰκουμένης ῥεύματα καὶ νάματα, ἄλλῃ λαμπροφθάνοντα, ὡς ὑπό τινος βιαίου καὶ θείου πνεύματος τοῦ ἐπάνω αὐτῶν ἐπιφερομένου ἐλαυνόμενα καὶ συνωθούμενα, ἵνα μία συναγωγὴ (190) καὶ θάλασσα πάντα τὰ τῆς γῆς ὕδατα γένωνται. Οὕτως ἔστιν ἰδεῖν πάντα τὰ ἔθνη, καὶ μάλιστα κατ’ ἐκείνην τὴν ἡμέραν τῆς πεντηκοστῆς, ὑπὸ τῆς φωνῆς ἐκείνης τῆς γενομένης βιαίας τοῦ Πνεύματος τοῦ ἐπιφερομένου καὶ νῦν ἐπάνω τοῦ ἐθνικοῦ πιστοῦ ὕδατος τοῦ συναχθέντος εἰς μίαν συναγωγὴν πίστεως καὶ ἑνωθέντος, συνθέοντα εἰς ἓν πῆγμα τῆς (195) ἐκκλησίας καὶ συντρέχοντα. Ὅρα γὰρ οὐ μόνον πράγμασιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς ῥήμασιν, ἰσηγοροῦσαν καὶ συμφωνοῦσαν τὴν ἕνωσιν ἐκείνων τῶν ὑδάτων καὶ τούτων τῶν ἐθνικῶν ὑδάτων τὸ Πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος. Τότε αὐτὸ πνεῦσαν συνήλασεν αὐτὰ καὶ ἥνωσεν εἰς συναγωγὴν μίαν, καὶ ἐνταῦθα αὐτὸ τὸ Πνεῦμα ἐπιφοιτῆσαν (200) καὶ ἐμπνεῦσαν τὴν ἕνωσιν ἐποίησε τῶν ἐθνῶν. Ἐκεῖ γέγραπται ὅτι τὸ Πνεῦμα ἐκάθητο, καὶ ὧδε γέγραπται ὅτι Ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν τὸ Πνεῦμα. Ἐν ἐκείνῃ τῇ πρώτῃ ἡμέρᾳ μετὰ τοῦ φωτὸς τὸ πῦρ ὁ Θεὸς ἐποίησε, καὶ ἐν αὐτῇ τῇ πρώτῃ καὶ κυριακῇ ἡμέρᾳ ἐν πυρίναις γλώσσαις τὸ φῶς τοῦ ἁγίου Πνεύματος ἐπεφοίτησεν. Ἐκεῖ γέγραπται τῇ (205) τρίτῃ ἡμέρᾳ συναχθὲν τὸ ὕδωρ τῆς ὑπ’ οὐρανόν, ἐνταῦθα δὲ Τῇ τρίτῃ ὥρᾳ, γέγραπται, ἦσαν συνηγμένοι ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ὁμοθυμαδὸν πάντα τὰ ἐθνικὰ ὕδατα, Πάρθοι <καὶ> Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτόν (210) τε καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, Ῥωμαῖοι καὶ Ἰουδαῖοι καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, οἵτινες ἅπαντες ἀκούσαντες τῆς φωνῆς τῆς γενομένης ἐκ τοῦ οὐρανοῦ ὥσπερ τῶν ὑδάτων ὅλων τὸ πλῆθος ἅμα συνήχθησαν ἐν τῷ οἴκῳ οὗ ἦσαν οἱ ἀπόστολοι. Βαβαὶ τῶν καινῶν πραγμάτων τούτων. (215)
Οὐδὲν διαφέρει τὸ εἰπεῖν· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν πρὸς τὸ εἰπεῖν ὅτι Καὶ συνήχθη καὶ συνεχύθη ὅλον ἐκεῖνο τὸ πλῆθος τοῦ λαοῦ ἐν τῷ οἴκῳ τῶν ἀποστόλων. @1 Τὸ γὰρ συνεχύθη λίαν ἁρμόζει ἐπὶ τῶν ὑδάτων λέγεσθαι καλῶς καὶ πρεπόντως. Τοῖς γὰρ λογικοῖς ὕδασι, τότε καὶ τοῖς Χριστοῦ ἁλιεῦσι καὶ (220) ὕδασι, διὰ τὸ ἓν κήρυγμα κοινὸς ὁ βίος, κοινὴ ἡ ζωή. Οὐκοῦν μάλα τῷ Χριστῷ δεσπότῃ ἁρμόδιον τὸ λέγειν· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν. Συναχθήτω τὸ ὕδωρ, τοὺς ἁλιεῖς γὰρ ηὐτρέπισε. Συναχθήτω τὸ ὕδωρ, ὁ γὰρ Πέτρος ἤδη τὸν σταυρὸν ὡς κώπην ἐμβάπτει κατὰ τῆς θαλάσσης τῆς κοσμικῆς. Συναχθήτω τὸ ὕδωρ, (225) ἡ γὰρ σαγήνη τοῦ λόγου ἡτοίμασται. Ἀθροιζέσθω τὸ ὕδωρ, τὸ γὰρ ἀμφίβληστρον ἄρρηκτον. Ταχυνέτω τὸ ὕδωρ, τὰ γὰρ σκάφη παρίστανται. Συνελθέτω τὸ ὕδωρ, οἱ γὰρ βαπτίζοντες σπεύδουσιν. Ἁγιασθήτω τὸ ὕδωρ, ὁ γὰρ πρόδρομος ἔφθασε, πρὸς ὃν καὶ τὰ ὕδατα τῶν λαῶν ἔτρεχον καὶ περιέτρεχον τῷ συνάγεσθαι καὶ ἀθροίζεσθαι ὑπ’ αὐτοῦ. (230)
Ἐκεῖνος ὁ πρόδρομος τῶν ἀρχαίων ὑδάτων πρόδρομος καὶ τούτου τοῦ προδρόμου καὶ πρόγραμμα ἐτύγχανε καὶ τῶν πρὸς Χριστὸν τρεχόντων καὶ προστρεχόντων καὶ πιστευόντων λογικῶν ὑδάτων τύπος καὶ ὑπόδειγμα. Δι’ ἐκείνου τοῦ ἀρχαίου προδρόμου τῶν ὑδάτων συνέστησαν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκου (235) μένης· διὰ τούτου τοῦ προδρόμου τῶν ἐθνικῶν ὑδάτων ἐστερεώθη καὶ ἐκτίσθη τὰ θεμέλια τῆς ἐκκλησίας τῆς οἰκουμένης. Ἐκεῖνα τὰ ὕδατα τρέχοντα ἀπεκάλυψαν διὰ τοῦ σφοδροῦ δρόμου πάντα τὰ ὄρη τὰ πρὶν κεκαλυμμένα, προμηνύοντα τὸν δρόμον τῶν ἐθνῶν, ἀποκαλύπτοντα καὶ ἐμφανίζοντα τὰ ὄρη τῶν Χριστοῦ ἐκκλησιῶν τῶν πρὶν ὑπὸ τοῦ σκότους (240) καλυπτομένων καὶ συμπνιγομένων πρὸ ἐκείνου τοῦ πρώτου δρόμου τῶν ὑδάτων. Πέτρα ἐπὶ γῆς οὐκ ἐγνωρίζετο, καὶ πρὸ τοῦ δρόμου τῶν ἐθνικῶν ὑδάτων Χριστὸν τὴν πέτραν οὐκ ἐγνώκαμεν. Ἐκεῖνα τὰ ὕδατα συναχθέντα τὸ φῶς τῇ γῇ ἐνεφάνησαν, καὶ ἐν τῇ συνδρομῇ τῶν ἐθνῶν ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος. Πρὸ ἐκείνου τοῦ δρόμου τῶν ὑδάτων (245) πετεινὸν ἐπὶ γῆς οὐ κατεσκήνωσε, καὶ πρὸ τῆς ἐπισυναγωγῆς τῶν ἐθνῶν τοῦ δρόμου τοῦ Πνεύματος τοῦ ἁγίου ἡ περιστερὰ ἐν ἡμῖν οὐκ ἐνῴκησε. Πρὸ ἐκείνης τῆς συναγωγῆς τοῦ ὕδατος οὐδόλως καρπὸν ἡ γῆ ἔδειξεν, ὥσπερ οὐδὲ πρὸ τῆς συναγωγῆς τῆς Χριστοῦ ἐκκλησίας καρπὸν ἡ γηΐνη φύσις ἐκέκτητο, τὰς ἀρετάς φημι. Διὰ τῆς συναγωγῆς τοῦ πρώτου (250) ὕδατος ἄρτον ἄνθρωπος ἔφαγε, καὶ ἐν τῇ ἐπισυναγωγῇ ἡμῶν τῶν ἐθνῶν ὁ οὐράνιος ἄρτος εἰς βρῶσιν ἐπέφανεν. Οὐράνια ταῦτα πάντα τὰ ἀγαθὰ τῇ γῇ τοῦ ἀνθρώπου γίνονται.
VII 1. Προφητικῶς εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. Τῇ τρίτῃ δὲ ἡμέρᾳ (255) ἐκ βυθοῦ ἀναφέρει τὴν γῆν ὁ Θεὸς σαφῶς τὴν τριήμερον τοῦ Χριστοῦ @1 προδιαγράφων ἐξ ᾅδου ἀνάστασιν τῆς γηίνης ἡμῶν φύσεως, ἵνα μηκέτι μείνῃ ξηρά. Ὀφθήτω καὶ ἀποκαλυφθήτω ἡ ξηρὰ καὶ ἄκαρπος ἐθνικὴ ἐκκλησία ἥ ποτε κρυβεῖσα ἀπὸ τοῦ Θεοῦ ὡς γυμνὴ γινομένη ὑπὸ τῆς τοῦ διαβόλου συμβουλῆς. Ὀφθήτω ἡ ξηρὰ καὶ ἔρημος ἡ διψῶσα, ὅτι ἐρράγη (260) ἐν τῇ ἐρήμῳ ὕδωρ, ἵνα μηκέτι μείνῃ ξηρά. Ὀφθήτω καὶ ἐλθέτω ἡ ξηρὰ πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ἐλθέτω ἥ ποτε ἐθνικὴ Σαμαρεῖτις φέρουσα τὴν ὑδρίαν τῆς ψυχῆς πρὸς τὸ φρέαρ τὸ ζῶν, καθέζεται γὰρ ὁ Χριστὸς περιμένων αὐτήν. Ὀφθήτω ἡ ξηρὰ καὶ αἱμορροοῦσα κακῶς τῇ εἰδωλολατρίᾳ, ἵνα ξηρανθῇ ἡ τοῦ αἵματος ῥύσις ὅπερ κατέθυε, καὶ ἀναβλύσῃ ἡ (265) τοῦ βαπτίσματος βλύσις.
Ὀφθήτω ἡ ξηρά· περιαιρεῖται τὸ πονηρὸν κάλυμμα τῆς αἰσχύνης τῆς ψυχῆς· λύεται τὸ μεσότοιχον τῶν ἁμαρτιῶν τὸ διαχωρίζον τὸν Θεὸν ἐξ αὐτῆς. Ὀφθήτω ἡ κεκαλυμμένη μηκέτι τυφλώττουσα, ἀλλ’ ὁρῶσα ὅτι ὤφθη ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Ἀνανευσάτω λοιπὸν καὶ ἀν (270) ελθέτω ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας ἥ ποτε ξηρὰ ἐκκλησία, ἵνα τὰς ἀκτῖνας τοῦ οὐρανίου ἡλίου δέξηται, ἵνα τὸ φῶς τὸ ἀληθινὸν θεάσηται, ἵνα τὴν ἀκτῖνα τοῦ Πνεύματος εἰσκομίσηται, ἵνα τὸν κατερχόμενον ὡς ὑετὸν πλουτήσῃ. Ἀποκαλυφθήτω ἡ ξηρά, ὅτι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν ἐπεδήμησε. (275)
Καὶ καιρὸς λοιπὸν αὐτὴν ἀποδύσασθαι καὶ ἀποθέσθαι τὸ σκότος τὸ ἐπικείμενον ἐπάνω αὐτῆς, τῶν ἐπικειμένων πονηρῶν καὶ ἀγόνων ὑδάτων δαιμόνων, ὅπως ἐκεῖνο τὸ ἐπικείμενον αὐτῇ ὑποκείμενον καὶ καταπατούμενον ὑφ’ ἑαυτὴν κτήσηται παραπεμπόμενον ὑποκάτω αὐτῆς ἐν τῇ ἀβύσσῳ, καὶ ἀκούσασθαι· Ἰδοὺ ἔδωκά σοι ἐξουσίαν πατεῖν ἐπάνω (280) τοῦ ποτε ἐπικειμένου καὶ ἀντικειμένου, νῦν δὲ κάτω ὑποκειμένου σοι σκότους. Τῇ γὰρ βεβιασμένῃ ἐκκλησίᾳ ὑποβρύχια καὶ ὑποπόδια ὑποτάξω πάντα τὰ ἐπίγεια καὶ ἐπουράνια ὕδατα τὴν ξηρανθεῖσαν φύσιν καὶ σάρκα τοῦ ἀνθρώπου ἐν τῇ ἐξορίᾳ καὶ στερήσει τῆς πηγῆς τῆς ζωῆς τοῦ παραδείσου ὑπεράνω πάσης ἀρχῆς ἀναφέρων καὶ πάσης ἐξουσίας, ἐν τῷ (285) θρόνῳ τῷ Χερουβικῷ ἐμφανίζων αὐτὴν τῷ προσώπῳ τοῦ Θεοῦ, ὁ δι’ αὐτὴν ἐπιδημήσας Χριστὸς ὁ Θεὸς ὁ λέγων· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά, ὅπως πρὸ τοῦ οὐρανοῦ καλλωπισθῇ ἡ ξηρά. Δι’ αὐτὴν γὰρ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι καὶ ποτίσαι καὶ κοσμῆσαι τὴν ξηράν. Ὁ γὰρ σπόρος ἕτοιμος (290) τὸ εὐαγγέλιον. Ὁ σπορεὺς πρόθυμος ὁ Χριστός. Οἱ ἐργάται ἕτοιμοι οἱ ἀπόστολοι. Οἱ θερισταὶ δόκιμοι οἱ διδάσκαλοι. Οἱ βόες ἄοκνοι οἱ τὸν σταυρὸν ἕλκοντες. Ὁ ζυγὸς ἐπιτήδειος, οὐ γὰρ τρίβει τὸ περιαυχένιον. Τὰ φυτὰ εὐθαλῆ, τὸ γὰρ τῶν ἀρετῶν προβλέπει ὑψίκομον. Αἱ χῶραι τῶν ἐθνῶν λευκαὶ καὶ καθαραὶ τῇ ψυχῇ πρὸς τὴν τοῦ θερισμοῦ @1 (295) συγκομιδήν. Ἡ ἅλως τῆς ἐκκλησίας εὐρύχωρος. Αἱ αὔλακες καλλιεργεῖς, ὁ γὰρ Βαπτιστὴς αὐτὰς προανατέμνει. Αἱ ἄρουραι καρποφόροι, Ποιήσατε γάρ φησιν ὁ αὐτὸς καρποὺς ἀξίους τῆς μετανοίας.
Λοιπὸν ἀποκαλυφθήτω καὶ ὀφθήτω ἡ ξηρά, ὅπως οἱ θεμέλιοι αὐτῆς τεθῶσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις τῆς πίστεως οἱ σαθρωθέντες ἐκ τῶν (300) περικλυζόντων αὐτὴν περιρρύτων ὑδάτων, ὅπως στερεώσω αὐτὴν ἐπὶ τῶν ὑδάτων τῆς κολυμβήθρας, ὅπως ἐν ταῖς τοῦ βαπτίσματος σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα ἡ πάλαι ξηρὰ οὖσα καὶ ἄνικμος θείας ἐπιρροῆς, ὅπως ἐν αὐτῇ τῇ κατασκευῇ τὰ μὲν ὄρη τῶν χωρῶν ἀγαλλιάσονται, οἱ δὲ βουνοὶ τῶν πόλεων σκιρτήσωσιν, αἱ δὲ ἀγέλαι τῶν (305) λαῶν εὐφρανθήσονται, ἡ δὲ θάλασσα ἡ ἐναντία φευξεῖται ἡ πονηρὰ ἁλμυρὰ ἀπιστία, ὁ δὲ Ἰορδάνης τοῦ βαπτίσματος τῶν ἐθνῶν ἀποστραφῇ εἰς τὰ ὀπίσω τοὺς τοῦτον φεύγοντας καὶ μὴ δεχομένους τὸ βάπτισμα.
Ὅθεν φησὶ περὶ Θεοῦ ὁ προφήτης· Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης· ἤχους κυμάτων αὐτῆς τίς ὑποστήσεται; Ἀλλὰ σὺ δεσπόζεις (310) τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὲ γὰρ προτυπῶν Ἰωνὰς ὁ προφήτης, ἡνίκα κατὰ θαλάσσης ἐρρίφη, γαλήνην ἐποίησε τοῦ θανατώσοντος κλύδωνος, ὡς σὺ τῆς εἰδωλολατρίας τῆς παγκοσμίου θαλαττίας φθορᾶς. Τὸν σὸν γὰρ θάνατον καὶ τὴν σὴν ἀνάστασιν ἐξεικονίζων ὕπνωσεν ἐν τῷ πλοίῳ, ὥσπερ ἐν (315) τῷ ξύλῳ τοῦ σταυροῦ σύ, καὶ μετὰ τὸν ὕπνον ἀπερρίφη ἐν τῷ βυθῷ ὡς ἐν λάκκῳ κατωτάτῳ τοῦ ᾅδου καὶ τοῦ τάφου τοῦ κήτους, ὃ δή σοι γέγονε μετὰ τὸν σταυρόν, καὶ σωτηρίαν τοῖς ἐν τῷ πλοίῳ τῆς ἐκκλησίας συμπλέουσι προτυπῶν τὸ λειοκυμονεῖν τῇ τότε νηὶ ἐδωρήσατο. Σὺ γὰρ εἶ ὁ κελεύων καὶ λέγων· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς (320) συναγωγὴν μίαν, καὶ ἐγένετο οὕτως.
VIII 1. Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν. Ἰδοὺ οὐκ ἐγένετο κατὰ τὸ γράμμα, οὐδὲ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, ἀλλὰ πολλὰ ὕδατα συνήχθησαν εἰς τὰς συναγωγὰς αὐτῶν, φησίν, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν (325) ξηρὰν γῆν καὶ τὰ συστήματα, τουτέστι τὰς συναγωγάς, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Τί μοι λέγεις πρὸς ταῦτα, ὦ Ἑβραῖε; Ὅσον γὰρ κατὰ τὴν ἱστορίαν ἐκ τοῦ ἐναντίου ἐγένετο καὶ οὐχὶ καθὼς ἐπέτρεψεν ὁ Θεός. Πρῶτον μὲν γὰρ μία συναγωγὴ ἦν, μία θάλασσα, ἓν πέλαγος, εἷς βυθός, ἓν ὕδωρ, ὁμοῦ ὅλον τὸ ὕδωρ τὸ ὑπὸ τὸν οὐρανόν, ἀδιαίρετον, ἡνωμένον, (330) ἄσχιστον, ὅτε δὲ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, διῃρέθη μᾶλλον τὸ ὕδωρ τὸ ὑπὸ τὸν οὐρανὸν εἰς πολλὰ ὕδατα γενόμενον, ὡς ἤδη προεῖπον. Πολλὰ συστήματα, πολλαὶ συναγωγαί, πολλαὶ @1 θάλασσαι, καθὼς αὐτὴ ἡ λέξις τῆς γραφῆς μαρτυρεῖ λέγουσα ὅτι Συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν. (335) Αὐτῶν· τίνων; Πρόδηλον ὅτι τῶν πολλῶν ὑδάτων εἰς πολλὰς συναγωγὰς διαιρεθέντων. Διό φησιν ὅτι Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας.
Οὐκοῦν φέρε πάλιν τὸ καταπέτασμα καὶ συγκάλυμμα τοῦ γράμματος. Διανοίξαντες πνευματικοῖς πνευματικὰ νοήσωμεν τὰ τοῦ (340) Πνεύματος λόγια λέγοντες ὅτι συναγωγὴ μία καὶ ἀδιαίρετος ὕδατός ἐστιν ἡ ὀρθὴ καὶ ἀμώμητος τῆς καθολικῆς ἐκκλησίας εἰς Θεὸν εὐσέβεια, συναγωγαὶ δὲ ὕδατός εἰσιν αἱ κατὰ τόπον τῶν χωρῶν τῶν ἐθνῶν ἐκκλησίαι, καθὼς καὶ ὁ Παῦλος διδάσκει λέγων· Ταῖς ἐκκλησίαις τοῦ Θεοῦ. Τῇ ἐκκλησίᾳ Ῥωμαίων· ἰδοὺ Θεοῦ συναγωγή. Τῇ ἐκκλησίᾳ Κορίνθου· ἰδοὺ (345) καὶ ἄλλη συναγωγή. Τῇ ἐκκλησίᾳ Θεσσαλονικέων· ἰδοὺ καὶ ἄλλο σύστημα ὑδάτων. Ὥσπερ γὰρ μία βασιλεία οὐρανῶν ἐστιν, ἔχει δὲ πολλὰς μονάς, ὥς φησιν ὁ Χριστός, οὕτω καὶ μία κοινὴ τοῦ Χριστοῦ ἐκκλησία, εἰσὶ δὲ κατὰ μέρος ἐκκλησίαι τοῦ κόσμου τῆς ὀρθῆς πίστεως.
Ἐπισημήνασθαι δὲ κατὰ τόπον καὶ τοῦτο χρή, ὅτι, ὅτε σὺν τῷ (350) οὐρανῷ ἐποίησεν ὁ Θεὸς τὴν γήν, οὐκ ἐκαλεῖτο ξηρά, καρποφόρον γὰρ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον καὶ οὐ ξηρόν, ὅτε δὲ συνεπνίγη ὑπὸ τοῦ ἐπικειμένου σκότους καὶ ὕδατος, τότε ἐγένετο ξηρὰ καὶ νεκρά. Εἶτα καλῶν αὐτὴν ὁ Θεὸς πάλιν εἰς τὸν ἀρχαῖον φωτισμὸν μετονομάζει καὶ ἀποδίδωσιν αὐτῇ τὸ πρῶτον ὄνομα, ἡνίκα ἀπαλλαγεῖσα τοῦ σκότους (355) ὤφθη τῷ Θεῷ. Εὐθέως γὰρ ἐκάλεσεν αὐτὴν γῆν, καθώς φησιν ἡ ἱστορία ὅτι Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, ὡς ἐξ ἀκαρπίας εἰς καρποφόρον διὰ Χριστοῦ καλουμένου λοιπὸν καὶ ἀνακαινομένου τοῦ ἀνθρώπου.
Μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ ὁ προφήτης ἐν τῷ ἐνενηκοστῷ τετάρτῳ ψαλμῷ ξηρὰν ὀνομάζων τὸν ἄνθρωπον, λέγων περὶ Θεοῦ (360) Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν, τουτέστι τὸν ἄνθρωπον τὸν λέγοντα· Αἱ χεῖρες σου ἐποίησάν με καὶ ἔπλασάν με. Οὐδὲν δὲ τῶν κτισμάτων ὁ Θεὸς τῶν ἐν οὐρανῷ ἢ ἐπὶ γῆς ἰδιοχείρως ἔπλασεν, εἰ μὴ τὸν κατ’ εἰκόνα αὐτοῦ ἄνθρωπον, περὶ οὗ φησι Μωϋσῆς ὅτι Ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν. (365)
Ὅρα τῶν μυστηρίων τὰ παράδοξα. Συμπνιγομένην τὴν γῆν ἐν τῷ βυθῷ ὑπὸ τῶν ὑδάτων μᾶλλον ξηρὰν αὐτὴν ὀνομάζει, ἀπαλλαγέντων δὲ καὶ διαιρεθέντων ἐξ αὐτῆς τῶν ὑδάτων καὶ ξηρανθείσης αὐτῆς οὐκ ἔτι αὐτὴν ὀνομάζει ξηράν, ἀλλὰ γῆν, ὥστε ἀναμφιβόλως τῶν ὁμολογουμένων ἐστὶν ὅτι τοὺς τύπους καὶ τὰς εἰκόνας τῆς ἐν Χριστῷ καινῆς κτίσεως (370) προδιεζωγράφει καὶ προδιεσχημάτιζεν ὁ Θεὸς ἐν πάσῃ τῇ ἑξαημέρῳ κτίσει. @1
IX 1. Ἐπειδὴ δὲ τῇ κοσμικῇ Αἰγύπτῳ ἐν πρώτοις ταῦτα λέγομεν, οὐδὲν ἄτοπον ἵνα καὶ διὰ πραγμάτων ὥσπερ καὶ διὰ ῥημάτων αὐτῇ τοὺς τύπους τῆς ἀποκαλύψεως καὶ ἀπαλλαγῆς τῶν πονηρῶν καὶ (375) σκοτεινῶν ὑδάτων τῆς πλάνης τῶν πρὶν ἐπικειμένων αὐτῇ ὑποδείξωμεν. Μόνῃ γὰρ τῇ Αἰγύπτῳ ἐκ πασῶν τῶν τοῦ κόσμου χωρῶν ὁ Θεὸς πρὸς νουθεσίαν θεοσεβείας ὑπόδειγμα καὶ ὑπόμνημα ἀνεξάλειπτον ἐχαρίσατο. Καθέκαστον γὰρ τῶν ὑδάτων ἐκείνων τῶν ἐκ παραδείσου τῶν ποτε ὅλον τὸ πρόσωπον τῆς γῆς κατακαλυπτόντων διὰ τοῦ Γεὼν ποταμοῦ ἡ (380) γῆ Αἰγύπτου καλύπτεται, ὥστε καὶ περὶ τῆς Αἰγυπτίας χώρας δυνατόν ἐστιν εἰπεῖν κατὰ τὸν τῆς ἀναβάσεως τῶν ὑδάτων καιρὸν ὅτιπερ ἡ γῆ Αἰγύπτου ἐστὶν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ ἄκαρπος καὶ ἀκαλλώπιστος, καὶ σκότος ὁμίχλης καὶ θυέλλης ἐπάνω τῆς ἀβύσσου τῶν τοιούτων ὑδάτων, καὶ πνεῦμα Θεοῦ, τουτέστιν ἡ τοῦ ἀνέμου κίνησις, (385) ἐπιφέρεται ἐπάνω τοῦ ὕδατος. Οὕτω γὰρ οἱ πολλοὶ τῶν ἐξηγητῶν ἡρμήνευσαν καὶ τὸ σκότος τὸ ἐπάνω τῶν ὑδάτων καὶ τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπ’ αὐτά. Οὐ γὰρ εἶπε, φασίν, ἡ γραφὴ ὅτι Καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀλλὰ Καὶ πνεῦμα Θεοῦ, τουτέστιν ἓν ἐκ τῶν τεσσάρων πνευμάτων ἀνέμων, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τὸ δὲ ἐπάνω ἐπι (390) φέρεσθαι οὐκ ἔστι τῆς ἀπεριγράπτου φύσεως τῆς θεότητος ἴδιον.
Τὸ δὲ παράδοξον ἐκεῖνό ἐστιν ἐπὶ τῆς ἐν Αἰγύπτῳ τῶν ὑδάτων ἀναβάσεως καὶ ἐπικαλύψεως καὶ τοῦ σκοτισμοῦ τῆς ὁμίχλης καὶ τῆς ἀκαρπίας καὶ <τοῦ> συμπνιγμοῦ τῆς γῆς αὐτῆς, ὅτιπερ οὐ μετὰ τὸν μῆνα ἢ τὰς ἡμέρας τῆς ἐνσάρκου ἐν Βηθλεὲμ γεννήσεως καὶ ἐπιφανείας Χριστοῦ (395) γίνεται, ἀλλὰ πρὸ τῆς τῶν αὐτοῦ γενεθλίων καὶ ἐπιφανειῶν τοῦ φωτίσματος ἡμέρας καλύπτεται καὶ συσκοτοῦται τοῖς ὕδασι καὶ ταῖς ὁμίχλαις ἡ Αἴγυπτος. Ἡνίκα δὲ Χριστὸς ὁ Θεὸς τὸ φῶς τοῦ κόσμου ἐτέχθη καὶ ἐκ τῆς φάτνης Βηθλεὲμ ἐν Αἰγύπτῳ μετὰ τῆς οἰκείας μητρὸς φευγούσης ἀπὸ Ἡρῴδου ἐπεδήμησεν, εὐθέως ἡ γῆ Αἰγύπτου ἀποκαλύπ (400) τεται, τὸ σκότος ἀποτίθεται, τὴν ὁμίχλην τῆς πλάνης ἀποδύεται, τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ φῶς ἐνδύεται (ἐπεδήμησε γὰρ μετὰ τοῦ ἰδίου δίσκου τῆς μητρὸς καὶ τὸν ζόφον ἔλυσε), καὶ ὥσπερ τι παραπέτασμα ἀπέρριψεν ἐκ τοῦ ἰδίου προσώπου τὸ τοῦ ὕδατος κάλυμμα, καὶ Χριστῷ ἐνητένισε, καὶ τοῦτον ἐπέγνωκε προσκυνοῦσα καὶ προσπίπτουσα, ὃν τὸ (405) πρὶν διὰ τὸ ἐπικείμενον αὐτῇ τῆς πλάνης τοῦ σκότους οὐκ ἐγίνωσκεν ὑπὸ τῶν ὑδάτων τῆς ἀγνωσίας καλυπτομένη.
Ὑπεξίσταται δ’ ἐξ Αἰγύπτου ὁ Νεῖλος καὶ ἀποτρέχει μηνῶν ἡμέρας Δεκεμβρίου τε καὶ Ἰαννουαρίου. Ἄρχεται γὰρ καταρρεῖν μηνὶ Ἰουνίῳ καὶ δι’ ὅλου αὐτοῦ τε καὶ τοῦ μετ’ αὐτὸν ἐπαύξει, ἤτοι Ἰουλίου. Κατὰ δ’ (410) Αὔγουστόν τε καὶ Σεπτέμβριον ὅλον καταθαλαττίζει τὴν ὅλην @1 Αἴγυπτον, καὶ πλωτὴν τὴν πρὶν ἀρώσιμον κατεργάζεται. Ἄρχεται δὲ ὑπολήγειν, ὡς εἴρηται, κατὰ Ὀκτώβριον καὶ Νοέμβριον, κατὰ δὲ τὸν Δεκέμβριον μῆνα καὶ τὸν ὅλον Ἰαννουάριον εἰς τὸ πρώην ῥεῖθρον ἀποκαθίσταται. (415)
Οὐκοῦν, ὅταν ἴδωμεν πρὸ τῆς Χριστοῦ γεννήσεως κατάστυγνον αὐτὴν καὶ ὁμιχλώδη καὶ ἄκαρπον καὶ βεβυθισμένην καὶ ἀκαλλώπιστον, εἶτα μετὰ τὸν τοῦ Χριστοῦ τόκον καὶ τὴν παρουσίαν αὐτοῦ πρὸ παντὸς τόπου ἐν Αἰγύπτῳ γενομένην εὐθέως τὰ ὕδατα ὑποχωροῦντα καὶ τὴν γῆν καλλωπιζομένην καὶ ἀρδευομένην, τὰς χώρας χλοαζούσας, τὰ ἄλση (420) πυκάζοντα, τοὺς ἀγροὺς θάλλοντας, καὶ τὰς κώμας ὡς ἐκ βυθοῦ ὑδάτων ἀποκαλυφθείσας καὶ ὑψωθείσας, καὶ τὰ ὕδατα συναχθέντα εἰς τὰς συναγωγὰς καὶ τοὺς διώρυγας καὶ ποταμοὺς αὐτῶν, νοήσωμεν ἀκριβῶς, ὅταν ταῦτα οὕτως γινόμενα ἐν Αἰγύπτῳ ἴδωμεν, ὅτι ὁ Λόγος τοῦ Θεοῦ ὁ σαρκωθεὶς αὐτὸς ἦν ὁ ἐν ἀρχῇ τὴν κτίσιν δημιουργῶν τοῦ (425) οὐρανοῦ καὶ τῆς γῆς, καὶ αὐτὸς ἐν Αἰγύπτῳ σαρκὶ ἐπιδημήσας καὶ ἰδὼν αὐτὴν σκοτεινὴν καὶ ὑπὸ τοῦ πονηροῦ συμπνιγομένην ἐφώνησε κατ’ ἐξουσίαν ὡς Θεός, ὥσπερ ποτὲ τοῖς κοσμικοῖς ὕδασιν, οὕτω καὶ τοῖς Αἰγυπτιακοῖς κατ’ ἔτος καὶ ἕως τῆς συντελείας λέγων μετὰ τὴν τοῦ Νείλου ἀνάβασιν· Συναχθήτω τὸ ὕδωρ τὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς (430) Αἰγύπτου εἰς τὰς συναγωγὰς αὐτῶν πάλιν, καὶ ὀφθήτω ἡ ξηρά, πάλαι μὲν τοῖς πνεύμασι τοῦ σκότους ἐπιτιμήσας καὶ ταῦτα ἐξ Αἰγύπτου ἀποδιώξας, νῦν δὲ κατὰ καιρὸν τὰ ὕδατα αὐτῆς μετὰ τὸ πλημμυρῆσαι, ὅπως αὐτὴν καὶ ἡμᾶς κατὰ καιρὸν εἰς ἀνάμνησιν ἄγῃ ὅτι αὐτός ἐστιν ὁ τοῦ κόσμου ποιητὴς ὁ καὶ τοῦ σκότους καὶ τῆς πλάνης ἐλευθερώσας αὐτήν. Εἰ (435) γὰρ πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Λόγος τοῦ Θεοῦ, οὐδὲν ἀκαίρως οὐδὲ ἀσκόπως ἐποίησε, καὶ εἰ πάντα δύναται, οὐκ ἦν ἐν τῷ παντοδυνάμῳ Θεῷ ἀδύνατον, ὥσπερ πᾶσαν τὴν γῆν, οὕτω καὶ τὴν Αἴγυπτον ἐξ οὐρανίων ὄμβρων ἀρδεῦσαι καὶ ποτίσαι, ἣν καὶ κοιλοτέραν πάσης τῆς ὑπ’ οὐρανὸν ἐποίησεν, ὡς οἱ τὰς ἐν κόσμῳ γεωμετρίας ἀναγράψαντες (440) ἐκδιδάσκουσιν.
X 1. Ἀλλὰ μὴ γελάτω τὰ λεγόμενα ὁ ἀφρονέστατος ἀκροατής, πειθέσθω δὲ τῷ λέγοντι ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Θεός. Πάντως γὰρ συνομολογήσει μεθ’ ἡμῶν ὅτι πρὸς νουθεσίαν θεοσεβείας καὶ πρὸς πίστωσιν τῆς ἀρχαίας κοσμοποιΐας ὁ Θεὸς ἐν Αἰγύπτῳ τὸ τοιοῦτον (445) θαῦμα τῆς ἀναβάσεως καὶ ἀποκαταστάσεως τῶν ὑδάτων ἔστησεν, ὥσπερ δὴ πάλιν καὶ ἐν τοῖς πλησιοχώροις αὐτῆς τοῖς ἐν Πενταπόλει τῇ βαρβαρικῇ λεγομένοις Ἀδύτοις ὕδασιν ἔνθα ἡ τῶν λίθων φύσις ἀνωφερὴς @1 καὶ ἄδυτος ἐπὶ τῶν ὑδάτων ἐπιφέρεται ἐλέγχουσα τοὺς ἀπίστους ὅτι ἐπὶ τῶν ὑδάτων ὑπὲρ φύσιν ὁ Θεὸς τὴν γῆν τὴν βαρεῖαν ἐκρέμασε, καὶ ὅτι (450) λίθος ἐξ ὄρους τμηθείς, αὐτὸς ὁ ἀκρογωνιαῖος Χριστός, τὴν γηγενῆ ἡμῶν τῶν ἀνθρώπων οὐσίαν ὑπεράνω τοῦ ὕδατος, ἐπάνω δηλαδὴ τῶν οὐρανῶν, παραδόξως ὑψώσει. Ὁμοίως καὶ ἐν τοῖς λεγομένοις Λυκίας ὄρεσι τὸ ὕδωρ καὶ τὸ πῦρ ὁμοῦ συνίασι τὴν ἀδιαίρετον ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἡμῶν ἐκδιδάσκοντα. Εἰ (455) γὰρ φύσει σοφία καὶ σοφοδότης ἐστὶ καὶ ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς δὴ προεῖπον, διὰ πάντων τῶν ἐπὶ γῆς τὴν ἄρρητον αὐτοῦ σοφίαν μανθάνομεν.
XI 1. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα.
Καὶ ἐν τούτοις πάλιν ἀνακόλουθος καὶ οὐ συστοιχοῦσα ἑαυτῇ κατὰ τὸ γράμμα ἡ λέξις τῆς γραφῆς φαίνεται. Πρὸς γὰρ θηλυκὸν γένος κατὰ (485) γραμματικοὺς λαλοῦσα πρὸς οὐδέτερον κατέληξε. Βλαστησάτω γάρ φησιν ἡ γῆ βοτάνην χόρτου. Εἰ μὲν οὖν πρὸς τὴν βοτάνην κλίνεται, @1 σπείρουσαν σπέρμα ἔχει ἡ ὀρθότης, εἰ δὲ πρὸς τὸ τοῦ χόρτου, σπείροντος ἁρμόζει λέγειν τὸ σπέρμα. Καταλιποῦσα γοῦν τὴν ἀκολουθίαν ταύτην ἡ γραφή φησιν· Σπεῖρον σπέρμα κατὰ γένος. Δοκεῖ μοι ὅτι ὡς εἶναι τὴν (490) ἀκολουθίαν τῶν πραγμάτων τούτων τοιαύτην· τὸ μὲν Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου πρὸς τὰς ἀκάρπους ψυχὰς λεγόμενον παρὰ Θεοῦ, τὸ δὲ Σπειρόμενον σπέρμα κατὰ γένος δοκεῖ μοι ὅτι τῷ χορῷ τῶν ἀποστόλων τοῦτο ὁ Χριστὸς διακελεύεται.
Ὅθεν καὶ μετὰ τὴν ἔξοδον αὐτοῦ τὴν ἀχώριστον τὴν ἐκ τοῦ (495) Πατρὸς ἔλεγε περὶ αὑτοῦ ὅτι Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον τοῦ λόγου κατὰ γένος καὶ κατ’ ἔθνος καὶ κατὰ χώραν ἐν πάσῃ τῇ γῇ τῇ πρώην καλουμένῃ ξηρᾷ. Νῦν δὲ οὐκ ἔτι ξηρά, ἐφ’ ἧς κατῆλθεν ἐν αὐτῇ ὡς ὑετὸς ἐπὶ πόκον ὁ λόγος τοῦ Θεοῦ κατασπείρων αὐτὴν καὶ λέγων· Βλαστησάτω ἡ γῆ τῆς ἀνθρωπίνης καρδίας, μηκέτι μείνῃ ἐν τῇ (500) προτέρᾳ ἀκαρπίᾳ ξηρά, ἀλλὰ βλαστησάτω λοιπὸν καὶ ἀνθείτω ὡς κρίνον, μὴ συμπνιγέτω τὸν σπόρον τὸ πλῆθος τῶν ἀκανθῶν. Τὸ σκότος ἀπῆλθε τὸ πρὶν ἐπάνω αὐτῆς. Τὰ ὕδατα συνήχθησαν εἰς τὰς συναγωγὰς αὐτῶν. Ὁ ποταμὸς τοῦ Θεοῦ Λόγου ἐπληρώθη ὑδάτων ἀρδεύων τὸν παράδεισον τοῦτον τῆς ἐκκλησίας. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐ (505) φραίνουσι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἄνω Ἰερουσαλήμ. Βροχὴν ἑκούσιον ἀφώρισεν ὁ Θεὸς τῇ κληρονομίᾳ αὐτοῦ τῂ τῶν ἐθνῶν, τουτέστι τὴν τοῦ Πνεύματος παρουσίαν, ἥτις τὰς αὔλακας αὐτῆς μεθύσκει, καὶ πληθύνει τὰ γεννήματα αὐτῆς ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν, καὶ τὸν χειμάρρουν τῆς Ἐδὲμ τρυφῆς ποτιεῖ αὐτούς, ὅτι παρ’ αὐτῷ πηγὴ ζωῆς. (510)
Λοιπὸν οὕτως νῦν ἀρδευομένη ἡ ποτὲ ξηρὰ βλαστησάτω ὡς γῆ Θεοῦ βοτάνην χόρτου τροφὴν τοῖς πρὶν ἀλόγοις ἔθνεσιν, ὅτι ἔγνω ἀροτὴρ βοῦς, ὁ ταῖς βουθυσίαις ἐνειθισμένος λαός, τὸν κτησάμενον αὐτὸν εἰς λαὸν περιούσιον, ἐξελέξατο γὰρ ὁ Θεὸς αὐτὸν εἰς κληρονομίαν ἑαυτῷ, καὶ ὄνος ἄγριος εἰδωλολάτρης τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ ἐν Βηθλεὲμ (515) τῆς Ἰουδαίας, ἐν αὐτῇ γὰρ αὐτὸν βρεφωθέντα διὰ τῆς Μαγικῆς ἀπαρχῆς εἶδε. Διὸ Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, εἰς τόπον γὰρ χλόης τοῦ παραδείσου ἐκεῖ ἡμᾶς κατεσκήνωσε καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψε καὶ ἐπέστρεψεν ἀποφορτίσας τὸ σκότος τὸ ἀρχαῖον ἐκ τοῦ ὕδατος καὶ ποιήσας τὸ ὕδωρ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος, ἐν ᾧ τὸ φορτίον (520) τῶν ἁμαρτημάτων ἀποτιθέμενοι ἀναπαυόμεθα.
Λοιπὸν τοσούτων ὑδάτων παρόντων καὶ πλημυρούντων καὶ ποταμῶν τῶν ἐθνῶν κροτούντων χειρὶ ὁμοθυμαδὸν καὶ λεγόντων· Ἀγαλλιασώμεθα ἐπὶ τῷ Σωτῆρι ἡμῶν· ἐνέδυσε γὰρ ἡμᾶς ἱμάτιον σωτηρίου τὸ τοῦ βαπτίσματος καὶ τῷ αὐτῷ ὡς χιτῶνι σωτηρίας καὶ @1 (525) ἀφθαρσίας ἐκόσμησε, καὶ πηγῶν γραφῶν ἀναβλυζουσῶν καὶ ἐν ἐκκλησίᾳ εὐλογούντων τῶν ἐθνῶν τὸν Θεὸν καὶ Κύριον Ἰησοῦν Χριστὸν ἐκ πηγῶν ἀποστολικῶν Ἰσραήλ, ἐκεῖθεν γὰρ τὸ γένος αὐτοῖς, καὶ ἐπὶ τῶν ὀρέων τῶν ἐκκλησιῶν ἱσταμένων ὑδάτων, λαῶν βεβαπτισμένων, βλαστησάτω ἡ γῆ τῶν ἐθνῶν, ἣν πόρρωθεν εὐαγγελίζεται λέγων· Ἀλήθεια ἐκ τῆς γῆς (530) ἀνέτειλε, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, ὅτι εὐδόκησας Κύριε τὴν γῆν σου τὴν ἀκούσασαν καὶ ὑπακούσασάν σου τοῦ ἐπιστρέψαντος αὐτῇ καὶ εἰπόντος· Βλαστησάτω ἡ ἐκκλησία ἡ ἀγαθὴ γῆ πρῶτον μὲν βοτάνην χόρτου τὴν ἁπλουστέραν καὶ τρυφερὰν τοῦ λόγου καρποφορίαν τὴν ἁρμόζουσαν ταῖς Ἰουδαϊκαῖς ἀλογωτέραις τῆς Χριστοῦ (535) ποίμνης ψυχαῖς εἰς βρῶσιν νηπιωτέραις καὶ γάλακτος δεομέναις. Τελείων γάρ ἐστιν ἡμῶν τῶν πιστῶν ἡ στερεὰ τροφή, ἣν οἱ τέλειοι καρποφοροῦσι, περὶ ὧν εἴρηται μετὰ τὴν βοτάνην τοῦ χόρτου· Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Ἀειθαλὲς γὰρ καὶ ἄφθιτον τὸ τοῦ εὐαγγελίου καρποφόρον ξύλον κάρπιμον, ὅτι πᾶν δένδρον μὴ (540) ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Ξύλον κάρπιμον ἔχον τοὺς καρποὺς τοῦ Πνεύματος, οἷον ἦν τὸ λέγον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἔνθα εἰσὶν οἱ πεφυτευμένοι ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθίζοντες, ὅτι δίκαιος ὡς φοῖνιξ ἀνθήσει μεταδιδοὺς καὶ ἑτέροις σπόρου (545) καρποφορίας ὡς καθαρὸς τῇ καρδίᾳ καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνόμενος καὶ εὐφραινόμενος, ὅτι εὐφρανθήσονται τὰ τοιαῦτα ξύλα τοῦ Κυρίου μετὰ τῶν κέδρων τοῦ ὑψηλοῦ Λιβάνου, τῶν οὐρανίων δυνάμεων, ἃς ὁ Κύριος ἐφύτευσε καὶ οὐκ ἄνθρωπος.
Σὺ δ<έ>, ὅταν ἀκούσῃς ὅτι μετὰ τὴν ἁπλουστέραν καὶ τρυφερὰν (550) τροφὴν τῆς τοῦ λόγου βοτάνης, ἣν ἡ γῆ τῆς ἐκκλησίας τοῖς ἐκ περιτομῆς πεπιστευκόσιν ἁρμόζουσαν γεωργεῖν ἐκελεύσθη, εἶτα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐπὶ τῆς γῆς ἀναβλαστάνειν ἐντελλομένη, μηδὲν ἄλλο νοήσῃς ἢ τὸ πάθος τὸ σταυρικὸν τὴν Μωσαϊκὴν προφητείαν ἡμῖν προτεινομένην εἰς μίμησιν. Διὸ καί φησι τῇ ἐκκλησίᾳ (555) ξύλον βλαστάνειν τὸ τοῦ σταυροῦ, ἀλλὰ κάρπιμον μόνοις ἡμῖν, τοῖς δὲ Ἰουδαίοις σκάνδαλον καὶ τοῖς ἀπίστοις μωρίαν, ποιοῦν δὲ καρπὸν ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, τὸν ἐσταυρωμένον Χριστόν, ὃν τρυγῶμεν ἐπὶ θάτερα τοῦ δικαίου λῃστοῦ αἰωρούμενοι, τὴν βλασφημίαν καταβάλλοντες, αὐτοί τ’ εἰς τὸν σταυρὸν ἀναβαίνοντες, ἵν’ ἐξ ἑκατέρων (560) Χριστοῦ τὸ αὐτοῦ κηρύττωμεν θεολόγημα κατὰ καιρὸν ἀθανατιζόμενοι, οὗ τὸ σπέρμα αὐτοῦ τοῦ καρποῦ δηλονότι. Ἀπὸ γὰρ τοῦ καρποῦ τὸ σπέρμα τὸ εὐαγγελικόν ἐστι κήρυγμα ἐξ αὐτοῦ τοῦ καρποῦ γεγονὸς καὶ @1 προϊὸν ἐπὶ τὴν γῆν τε ἐφηπλωμένον καὶ κατεσπαρμένον, ὅταν τοῖς μαθηταῖς ἐνετέλλετο· Πορευθέντες κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ (565) κτίσει. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. @1
(4) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὴν τετάρτην ἡμέραν τῆς ἑξαημέρου κτίσεως λόγος τέταρτος
I. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ (1) οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός.
Εὔλογον καὶ πάσης ἀποδοχῆς ἄξιον καὶ ὠφελείας λογίζομαι τὸ διὰ πάσης τῆς ἑξαημέρου ἡμῶν ἐξηγήσεως ὑπαναμιμνήσκειν τοὺς ἀκροατὰς (5) ὡς οὐ καταλύοντες τὴν κατὰ τὸ γράμμα τῶν τοῦ Θεοῦ ποιημάτων ἱστορίαν πνευματικῶς τὰ σωματικὰ κτίσματα ἀλληγοροῦμεν, οὐδὲ τὰς τῶν πατέρων ἐξηγήσεις ἀνατρέποντες, ἀλλ’ ἀκούοντες τοῦ φωστῆρος τῆς οἰκουμένης καὶ λύχνου λαμπροτάτου τῆς ἐκκλησίας Παύλου ὅτι σκιὰ ἡ παλαιὰ καὶ νόμος ἐστὶ τῆς τῶν πραγμάτων ἀληθείας τῆς τοῦ Χριστοῦ (10) ἐκκλησίας, καὶ ὅτι πάντα διὰ Χριστοῦ καὶ εἰς Χριστὸν συντείνοντα ἐγένετο τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τούτου χάριν ἀποδύοντες τὸν στάχυν τῆς γραφῆς τοῦ ἐπικειμένου ἐκτὸς περικαλύμματος, τοῦ Μωσαϊκοῦ πρώτου λόγου φημί, τὸν ἐγκεκρυμμένον ἔνδον τοῦ σίτου κόκκον Χριστὸν ἐπιζητοῦμεν. Πράγματα πάντα τὸν Χριστὸν καὶ τὴν αὐτοῦ (15) ἐκκλησίαν προετύπουν, λέγω δὴ αὐτὸς Μωϋσῆς καὶ αἱ πλάκες αἱ πρότεραι καὶ αἱ δεύτεραι καὶ ἡ σκηνὴ καὶ τὸ ὄρος καὶ ἡ βάτος καὶ τὸ πῦρ καὶ τὸ μάννα καὶ ἡ στάμνος καὶ ἡ κιβωτὸς καὶ ὁ ἀμνὸς καὶ αἱ περιστεραὶ καὶ αἱ τρυγόνες καὶ αἱ θυσίαι καὶ τὸ αἷμα καὶ ὁ ῥαντισμὸς καὶ οἱ ἱερεῖς καὶ τὸ ἱλαστήριον καὶ τὸ θυσιαστήριον καὶ τὰ δύο καταπετάσματα καὶ ἡ (20) πέτρα καὶ ἡ ῥάβδος καὶ τὸ ὕσσωπον καὶ τὸ κόκκινον, καὶ συνόλως εἰπεῖν πάντα τὰ πράγματα τὰ νομικὰ τοῦ Ἰσραὴλ οὕτω καὶ πάντα τὰ νομικὰ ῥηθέντα τοῦ Μωϋσῆ εἰς Χριστὸν καὶ διὰ Χριστὸν ἐρρήθησαν καὶ ἐγράφησαν κατὰ τὴν αὐτοῦ τοῦ Ἰησοῦ φωνὴν τὴν λέγουσαν· Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα τὰ εἰς αὐτὸν γένων (25) ται καὶ πληρωθῶσιν. Εἰ γὰρ τὸ οἰκτρότερον πάντων τῶν κτισμάτων τοῦ Θεοῦ καὶ ἀτιμότερον, λέγω δὴ ὁ σκώληξ ὁ ἀσπόρως γεννώμενος ἐκ τῆς πιότητος τῆς γῆς, τὸν ἄσπορον τόκον τοῦ Χριστοῦ τὸν ἐκ τῆς πιότητος τῆς γῆς τῆς μήτρας τῆς πανενδόξου Θεοτόκου ἔκπαλαι προδιέγραφεν, ὡς μαρτυρεῖ ὁ Δαυὶδ ἐκ προσώπου τοῦ Χριστοῦ λέγων ὅτι Ἐγώ (30) εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, τουτέστιν ἀσπόρως γεννηθεὶς κατὰ τὸν σκώληκα καὶ οὐκ ἀνθρωπίνως κατὰ σπερματικὴν ἀφορμήν, ὄνειδος ἀνθρώπων Ἰουδαίων καὶ ἐξουθένημα λαοῦ ἐθνικοῦ, μὴ ἀμφιβάλλῃς μοι λοιπὸν μηδὲ ἀπιστήσῃς περὶ τῶν τιμιωτέρων κτισμάτων ὅτι πάντα εἰς @1 Χριστὸν προεγένοντο τυπώματα, ἐξ ὧν εἰσι καὶ οἱ τῇ τετάρτῃ ἡμέρᾳ (35) γεγενημένοι φωστῆρες.
II 1. Πρὸ δὲ τῆς λέξεως χρὴ ἐκεῖνο ἐπιζητῆσαι τί δή ποτε τρεῖς ἡμέραι ἀτελεῖς καὶ ἐλλιπεῖς ἐγένοντο φῶς μὲν ἔχουσαι, ἥλιον δὲ καὶ σελήνην ἢ πληθὺν ἀστέρων μὴ ἔχουσαι, ἀλλ’ εἶναι ἐδόκει βαθείαν τινὰ νύκτα ἐν αὐταῖς κατάζοφον καὶ τὴν ἡμέραν αὐτῶν ἀτελῆ καὶ οὐκ ἔμφωτον. Οὐ (40) γὰρ ἔσχον τὸν ἥλιον τοῦ οὐρανοῦ καὶ τῆς γῆς φωστῆρα ὑπάρχοντα καὶ τὰ σύμπαντα καταλάμψαντα. Τί οὖν μανθάνομεν καὶ ἐν τούτοις, καὶ τί δή ποτε ἡ τετάρτη ἡμέρα πρώτη ἡμέρα τελεία καὶ ἀνελλιπὴς καθέστηκεν, ἀκούσωμεν, παρακαλῶ.
Τρεῖς τινες ἐν ἀνθρώποις πρὸ τῆς ἐπιδημίας καὶ ἀναλάμψεως (45) Χριστοῦ γεγόνασι θεοσεβείας καὶ θείας νομοθεσίας νόμοι καὶ τρόποι. Ἐν ἀρχαῖς μὲν γὰρ ἐν τῇ πρώτῃ κτίσει ὁ Θεὸς δέδωκε φῶς ἀμυδρὸν γνώσεως τῷ Ἀδὰμ τὸν νόμον τῆς ἐντολῆς. Εἶτα κατὰ δευτέραν τάξιν μετὰ τὸν κατακλυσμὸν ἀνακτίζων τὴν κτίσιν καὶ ἀποκαλύπτων τὴν γῆν πάλιν ὁ Θεὸς ἐκ τῷν ὑδάτων δίδωσι δεύτερον νόμον περί τινων ἐνταλ (50) μάτων καὶ προσταγμάτων τῷ Νῶε, ὥστε καὶ διαθήκην ὀνομάζει τὴν πρὸς αὐτὸν νομοθεσίαν. Τρίτῃ δὲ λοιπὸν γέγονεν ἡμέρᾳ ἡ ἐν Σινᾶ νομοθεσία, ὅθεν καὶ τρεῖς ἡμέρας προσετάγη καὶ ἡγνίσθη ὁ Ἰσραὴλ ὅτε τὸν νόμον ἐδέξατο. Ἐπειδὴ οὖν ἐκεῖναι αἱ τρεῖς τῶν ἀνθρώπων διαγωγαὶ καὶ ζωαί, ἡ ἐν τῷ Ἀδάμ, λέγω δή, πρὸ τοῦ νόμου καὶ ἡ ἐν τῷ τοῦ Νῶε (55) νόμῳ καὶ ἡ μετὰ τὸν Μωσέως νόμον, ἀτελεῖς ὑπῆρχον, καὶ σκότος βαθὺ νυκτερινῆς καὶ ζοφερᾶς ἀσεβείας ἔτι ἐπολιτεύετο πρὶν ἀναλάμψῃ τὸ πλῆθος τῶν ἀποστόλων καὶ διδασκάλων, φημὶ τῶν φαεινῶν ἀστέρων τῶν ἐπὶ τῇς γῆς, καὶ πρὶν ἢ ἀνατείλῃ ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς μετὰ τῆς συζύγου αὐτοῦ σελήνης τῆς ἐκκλησίας, τούτου χάριν τρεῖς (60) ἡμέρας ἔμπροσθεν τῆς τετάρτης ἀτελεῖς καὶ ἀνηλίους καὶ ἀσελήνους ἐποίησεν ὁ Θεός.
Ἡ δὲ τετάρτη ἡμέρα αὕτη πρώτη ἡμέρα τελεία τῷ κόσμῳ, καὶ διὰ τοῦτο τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Χριστὸς τότε περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπάνω τῶν ὑδάτων πρὸς τοὺς αὐτοῦ μαθητὰς χειμαζο (65) μένους καὶ μέλλοντας ἀπολέσθαι τούτους ἐν τῇ θαλάσσῃ τοῦ κόσμου, πρὸς ἡμᾶς τοὺς αὐτοῦ μαθητὰς κινδυνεύοντας ἐκ τῶν πνευμάτων τοῦ σκότους καὶ τῶν κυμάτων τῆς ἀσεβείας. Ὅθεν καὶ τὸν Ἰσραὴλ ὁ Θεὸς ἐν τῇ θαλάσσῃ τότε τῇ τετάρτῃ φυλακῇ τῇ ἑωθινῇ διέσῳσεν εἰς τύπον ἡμῶν. Ἡμεῖς γάρ ἐσμεν ὁ λαὸς αὐτοῦ, ὃν ἐρρύσατο ἐκ χειρὸς τοῦ πονη (70) ροῦ διαβόλου Φαραὼ τῇ τετάρτῃ καὶ πρώτῃ τελείᾳ ἡμέρᾳ μετὰ τὴν τριήμερον αὐτοῦ ἀνάστασιν ἀνατείλας ἐκ νεκρῶν ὁ τῆς δικαιοσύνης ἥλιος, ὃν προεμήνυσεν οὗτος ὁ τῇ τετάρτῃ ἡμέρᾳ τότε ὑπὸ τοῦ Θεοῦ @1 κατασκευασθεὶς ἥλιος ξένον τι καὶ ἄξιον ἐρεύνης δεικνύων ἡμῖν μυστήριον διότι κατὰ τὴν τετάρτην ἡμέραν ἐγένετο. (75)
τὸ μὲν γὰρ φῶς τῶν προλαβουσῶν τριῶν ἡμερῶν ἐφηπλωμένον καὶ διακεχυμένον ὃν ἐφ’ ὅλον τὸ σύμπαν τὸ τῆς ἀκτίστου Τριάδος παριστᾷ φῶς φθάνον πανταχοῦ καὶ μηδένα τόπον κενὸν αὐτοῦ καταλεῖπον. Ὅτε δὲ ἐν τῇ τετάρτῃ ἡμέρᾳ ὁ δίσκος δημιουργεῖται ὁ ἡλιακὸς καὶ τὸ φῶς ἐκεῖνο τὸ πανταχοῦ παρὸν ἐν αὐτῷ ὑποτίθεται, τοῦτο (80) δηλοῦται ὅτι τὸ θεῖον ἐκεῖνο φῶς ὡς ἐν δίσκῳ τινὶ σκοτεινῷ μὲν πρῶτον ὑπὸ τῆς ἁμαρτίας τοῦ Ἀδάμ, φωτεινῷ δ’ ὕστερον διὰ τὴν ἐν Θεῷ καθ’ ὑπόστασιν ἕνωσιν ἀποτίθεται, ἐν τῷ ἠτιμωμενῷ δηλονότι τῷ ἀνθρώπῳ, ὃν ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ τῆς ὅλης ζοφερᾶς ἀνθρωπότητος προσλήψεται ἑαυτῷ, πλὴν καὶ οὕτως ἀστενοχωρήτως καὶ οὐκ ἐμπεριγεγραμμένως. (85) Ὥσπερ γὰρ τὸ φῶς πάλιν μετὰ τὴν ἐν τῷ ἡλίῳ κατὰ τὴν τετάρτην ἡμέραν ἀπόθεσιν πάρεστι παρὸν πανταχοῦ καὶ ἐφ’ ὅλης τῆς γῆς ἐξαπλούμενον, οὕτω καὶ τὸ τῆς θεότητος φῶς καὶ μετὰ τὴν σάρκωσιν οὐκ ἐμπεριγεγραμμένον καὶ συνεσταλμένον. Ἀλλὰ πάλιν καὶ οὕτω Θεὸς ὁ Χριστὸς ἅπαντα ἐφορᾷ καὶ διαυγάζει καὶ ζωογονεῖ, ἡ γὰρ ὑπόστασις (90) τοῦ Θεοῦ Λόγου ἐκείνη καὶ ἐν τῇ σαρκὶ κέκρυπται, ἐκείνη καὶ ἀπὸ τῆς σαρκὸς τὸν κόσμον αὐγάζει.
Ἡ δὲ τετάρτη ἡμέρα καθ’ ἣν ὁ τὴν σάρκωσιν τοῦ Χριστοῦ σημαίνων ἥλιος ἀπηρτίσθη ταῦτα δηλοῖ, ὅτι τῶν ἀγαθῶν ἁπάντων ἡ τελειότης τότε φανήσεται ὅτε ὡς ἐκ νεφέλης φωτεινῆς τῆς Παρθένου (95) ἀνατείλῃ ἄστρον παμφαὲς τὸ ἐξ Ἰακὼβ Ἑωσφόρον ἔχον ἀστέρα προτρέχοντα, τὸν τοῖς ἐσκοτισμένοις Μάγοις τοῦτο μηνύοντα. Τὴν δεκάδα γὰρ ἡ τετρὰς συμπληροῖ· μονὰς γὰρ σὺν δυάδι τριάδα πληροῖ, καὶ τὰ τρία σὺν ταύτῃ ἑξάδα ποσοῖ, καὶ τετρὰς σὺν ταύτῃ τὸν δέκα τελειοῖ. Διὰ τοῦτο καὶ ἀποτελεσματικὸν τὸν τέσσαρα ὀνομάζουσιν, ὅτι ἐκ τῶν (100) μορίων αὐτοῦ εἰς μονάδας ἀναλυομένων ὁ δέκα συνίσταται.
III 1. Φησὶν οὖν ἡ τετάρτη ἡμέρα ὅτι Ἐπειδὴ τὸν δέκα μηνύω, σαφῶς παριστῶ ὅτι καὶ ἡ τελειότης πάντων τῶν ἀγαθῶν τότε φανήσεται καὶ ἀναλάμψει τῷ ἀνθρωπίνῳ γένει, ὅτε Χριστὸς τῇ ἐσκοτισμένῃ φύσει προσενωθῇ, καθὼς ἐπ’ ἐμοῦ τοῦ ἐσκοτισμένου δίσκου προσηνώθη (105) τὸ φῶς. Πολλά σοι περὶ τοῦ τετάρτου ἀριθμοῦ ἔχω εἰπεῖν ἐν τῇ κτίσει πράγματα. καὶ ὅτι διὰ τούτου τοῦ ἀριθμοῦ, λέγω δὴ τοῦ τετάρτου, πᾶσα ἡ ἑξαήμερος ἐπουράνιος κτίσις διοικεῖται καὶ συνίσταται, διδάσκοντος ἡμᾶς τοῦ τοιούτου τοῦ ἀριθμοῦ δαὶ τοῦ ὑποδείγματος ὅτι ἡ μὲν ἁγία Τριὰς ἄκτιστός ἐστιν, ὁ δὲ μετὰ τὴν Τριάδα, τουτέστιν ὁ τῆς @1 (110) σαρκώσεως τοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς Τριάδος τῆς ἁγίας τρόπος καὶ λόγος, οὗτος ἐστὶν ἡ πηγὴ καὶ ἀρχὴ καὶ ῥίζα καὶ ὑπόθεσις καὶ ἀσφάλεια πάντων τῶν ὑπὸ Θεοῦ ἐν τῇ ἑξαημέρῳ κτίσει γεγενημένων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἀγαθῶν κατὰ τὴν τοῦ Παύλου φωνὴν τὴν λέγουσαν ὅτι πάντα εἰς τύπον Χριστοῦ προεκτίσθησαν τὸν λόγον καὶ τὸν τρόπον τῆς (115) αὐτοῦ σαρκώσεως προμηνύοντα, ὅστις μετὰ τὸν τριαδικὸν λόγον διὰ τῶν τεσσάρων Εὐαγγελίων ὡς τετάρτη τις ἡμέρα ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης κηρύττεται, ἐν ᾗ ἀνέτειλε τῷ κόσμῳ ὁ οὐράνιος ἥλιος.
Οὐκοῦν διὰ τοῦτον τὸν τρόπον καὶ τὸ μυστήριον τῇ τετάρτῃ ἡμέρᾳ (120) ὁ Θεὸς τὸν ἥλιον ἐποίησε; Διὰ τοῦτο ἐκ τεσσάρων στοιχείων τὰ πάντα ἔκτισε, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. Διὰ τοῦτο καὶ αὐτὰ τὰ τέσσαρα τὸ καθ’ ἕκαστον αὐτῶν εἰς τέσσαρα θεωρεῖται· τὸ μὲν πῦρ εἰς φῶς καὶ ἀστέρας καὶ σελήνην καὶ ἥλιον· τὸ δὲ ὕδωρ εἰς στερέωμα καὶ ἄλλο ὕδωρ ἐπάνω τοῦ στερεώματος καὶ ἐπίγειον ὕδωρ καὶ ἀβύσσιον· (125) τὸν ἀέρα εἰς τέσσαρας ἀνέμους καὶ τέσσαρας τροπὰς τοῦ ἐνιαυτοῦ διεῖλε· τὴν γῆν εἰς τὰ τέσσαρα πέρατα ἐμέρισεν, ὥσπερ καὶ εἰς τέσσαρας γενέσεις, λέγω δὴ χλόης καὶ καρπῶν καὶ ζώων καὶ ἀνθρώπου.
Ὡσαύτως καὶ τὰ ζῶα εἰς τέσσαρα γένη πάλιν ὀνομάζει κτήνη καλῶν αὐτὰ καὶ ζῶα καὶ θηρία καὶ ἑρπετά. Τὰ δὲ πετεινὰ μίᾳ προση (130) γορίᾳ καλεῖ· τύπος γάρ εἰσι τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν νοερῶν δυνάμεων μηδεμίαν διαίρεσιν γνώμης ἢ πίστεως ἢ πολιτείας ἐχόντων. Ὁμοίως καὶ τέσσαρα σπέρματα ἐν τῇ κτίσει ἐπὶ γῆς γνωρίζεται· βλαστῶν καὶ πετεινῶν καὶ ζώων καὶ ἀνθρώπων. Ταῦτα γὰρ μόνα ἐν γῇ καὶ ἀπὸ γῆς γεννᾶται τῶν· τεσσάρων σπερμάτων τῆς διδαχῆς τοῦ (135) Λόγου τύπος ὑπάρχοντα, τουτέστι Θεοῦ. Ὡς γὰρ τὸ σπέρμα αὐτοφυῶς ἀπὸ γῆς, οὕτω καὶ ὁ τῆς διδασκαλίας λόγος φυσικῶς ἐκ Χριστοῦ καὶ ἀγγέλων (οὓς ἐτύπου τὰ πετεινὰ) καὶ ἀνθρώπων (ζῶα γὰρ) καὶ γραφῶν (ἐξ ἀνθρώπων γάρ). Διὰ γὰρ τούτων τῶν τεσσάρων τρόπων ἡ γῆ τῆς ἐκκλησίας σπείρεται. (140)
Οἱ δὲ ἰχθύες σπόρον τῇ γῇ οὐ καταβάλλουσι, πλὴν ὅτι ἀσπόρως ἐξ ὑδάτων τίκτονται. Τίνος δὲ χάριν ἐν τῇ πέμπτῃ ἡμέρᾳ λέξομεν. Ὅμως οὐδὲ οἱ ἰχθύες ἐστέρηνται τοῦ τετραμεροῦς σχήματος σταυροειδεῖς ὑπάρχοντες, ὥσπερ καὶ τὰ πετεινά, μεθ’ ὧν καὶ ἐγένοντο· καὶ αὐτοὶ γὰρ δυσὶ πτερυγίοις καὶ τῇ κεφαλῇ καὶ τῇ οὐρᾷ ἐν τῷ ἀέρι καὶ ἐν τοῖς ὕδασι (145) φέρονται. Καὶ τὰ κτήνη δὲ τετράποδα ὄντα τέταρτον τὸν ἀριθμὸν διαγράφουσιν. Ὁμοίως καὶ ὁ ἄνθρωπος σταυροειδῶς σχηματιζόμενος τὴν εἰκόνα, ὡς κατ’ εἰκόνα τοῦ σταυρωθέντος Χριστοῦ τυγχάνων, @1 τεσσάρων κεράτων τοῦ σταυροῦ προετύπωσε τοῦ καὶ ξύλου λεγομένου τῆς ζωῆς, τοῦ γὰρ Χριστοῦ ὁ σταυρὸς ἦν. Δι’ αὐτὸν γὰρ τῇ περιγλυφίδι (150) ἀπεσμιλεύθη ξύλου ἀληθῶς τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων, τῶν τεσσάρων Εὐαγγελίων φημί.
Οὐδὲν δὲ ἄτοπον εἰ κἀκείνου τοῦ τετάρτου τὴν ὅρασιν, τοῦ ἐν καμίνῳ τῶν παίδων ὀφθέντος ἐν ὁμοιώματι υἱοῦ τοῦ Θεοῦ, εἰς τύπον ταύτης τῆς τετάρτης ἡμέρας καὶ Χριστοῦ τοῦ ἐν αὐτῇ δειχθέντος ἡλίου (155) νοήσωμεν. Συγγενὲς γὰρ ἐκεῖνο τὸ πῦρ τούτου τοῦ ἡλίου καθέστηκεν, εἴτε τὸ σωματικὸν ἐκεῖνο καὶ καυστικὸν τοῦδε τοῦ σωματικοῦ ἡλίου, εἴτε τὸ δροσιστικὸν καὶ τῶν παίδων φυλακτικὸν τοῦ ἐν ἡμῖν ἡλίου Χριστοῦ, ὥσπερ καὶ ἡ κάμινος τὴν εἰκόνα τῆς Παρθένου προδιέγραφε.
Ταῦτα δέ μου τὰ ἐπίγεια διεξερχομένου εἰς τὴν τετάρτην ἡμέραν (160) περὶ τοῦ τετάρτου ἀριθμοῦ ὁ θεῖος Ἰεζεκιὴλ ὁ προφήτης, ὥσπερ ἐπιστάς, τῆς ἑαυτοῦ προφητείας καὶ ἐκστάσεως ἡμᾶς ὑπανέμνησε, τετράμορφα ζῶα ἐκεῖνα τῶν ἀνωτάτων νοερῶν δυνάμεων ἡμῖν ὑποδεικνύων, ἃ ἐθεάσατο τὸ μυστήριον Χριστοῦ προσημαίνοντα καὶ διαγράφοντα, ἐν οἷς ἐθεώρει ὁ προφήτης πρόσωπον ἀνθρώπου καὶ βοὸς καὶ λέοντος καὶ (165) ἀετοῦ, διδάσκοντα ἡμᾶς ὡς ὁ τῆς μεγάλης βουλῆς τῆς τοῦ Πατρὸς ἄγγελος ἀσώματος ὢν καὶ τὴν ἀνθρωπίνην μορφὴν ὑποδὺς ὡς ἄνθρωπος μὲν ἐπὶ γῆς ὀφθήσεται καὶ τοῖς ἀνθρώποις συναναστραφήσεται, ὡς δὲ βοῦς ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τυθήσεται, ὡς δὲ λέων πεσὼν μὲν ἐπὶ τοῦ μνήματος ὑπνώσει (πλὴν ἀνεῳγότας ἕξει τοὺς (170) ὀφθαλμοὺς τῆς θεότητος· οὐ γὰρ ὕπνου πάθει ἢ τινὸς ἄλλου θεότης ἁλίσκεται), ἀναπηδήσας δ’ ἐκ νεκρῶν ἀναστήσεται, καὶ ὡς ἀετὸς βασιλεὺς εἰς τοὺς οὐρανοὺς ἀναληφθήσεται, ὥστε θεοφρόνως ὁ Παῦλος ἐβόα ὅτι εἰς Χριστοῦ τύπον ἐκτίσθησαν τὰ ἐπίγεια καὶ τὰ ἐπουράνια, ἐξ ὧν μάλιστά εἰσι καὶ τὰ ἐν τῇ τετάρτῃ ταύτῃ καὶ πρώτῃ ἡμέρᾳ τέλεια λεγό (175) μενα, περὶ ὧν εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς.
IV 1. Καλὴν ἀντικαταλλαγὴν τὸ στερέωμα τὸ ἐξ ὑδάτων τῆς ἐκκλησίας παρὰ Θεοῦ ἐδείξατο. Ἐννόησον γὰρ ὅτι, πρὶν ἢ στερέωμα γένηται, ὕδωρ ἦν ἀστερέωτον, ἄβυσσος καλούμενον διὰ τὸ σκότος τὸ (180) πονηρὸν τῆς πλάνης τὸ ἐπάνω αὐτοῦ ἐπικείμενον, ὅπερ ἐξορίσας ὁ Θεὸς ἀπ’ αὐτοῦ ἀντίθρονον αὐτῷ ἐχαρίσατο λέγων· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ μακάριοι ἄγγελοι οὐχ ὑπὸ κτιστοῦ τινὸς φωτίζονται, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ, περὶ ὧν φησὶν ἡ γραφὴ ὅτι Φῶς δικαίοις διὰ παντός. (185)
Οὐκοῦν εἰς φαῦσιν τῆς γῆς οἱ φωστῆρες ἐγένοντο, οὐκ εἰς φαῦσιν καὶ @1 τῶν ἐν τῇ θαλάσσῃ, ἐπειδὴ οἱ ἐν τῇ ἀβύσσῳ δαίμονες παραπεμφθέντες ὑπὸ Χριστοῦ, ὧν τύπος οἱ ἰχθύες οἱ βρωμοῦντες ὑπάρχουσιν, ἀμέτοχοι τῆς ἐλλάμψεως τοῦ οὐρανίου φωτὸς καθεστήκασι καὶ ἀλλότριοι. Εἰ δὲ περὶ αἰσθητῶν ἄστρων εἶπεν ὁ Θεὸς μόνον τὸ Γενηθήτωσαν φωστῆρες, (190) ἄρ’ ἂν εἶπεν εἰς φαῦσιν τῆς γῆς καὶ τῆς θαλάσσης. Ὑπὲρ γὰρ τοὺς ἐν γῇ διατρίβοντας χρησιμεύει τὰ ἄστρα πολλοῖς τοῖς ἐν θαλάσσῃ πλέουσιν.
Οὐκοῦν σωματικῶς μέν φησιν ἡ γραφὴ περὶ τῶν κατὰ ἀλήθειαν κατ’ αὐτὸ τὸ γράμμα γεγενημένων ὑπὸ τοῦ Θεοῦ κτισμάτων, προμηνύει δὲ δι’ αὐτῶν ἀψευδῶς ὅλον τὸ μυστήριον τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησί (195) ας. Εἰ δὲ ἀντιλέγεις πρὸς ταῦτα ὁ σαρκικὸς Ἰουδαῖος ἢ ὁ ἀκροατής, εἰπέ μοι σύ, τί δή ποτε ποιήσας ὁ Θεὸς τὸ στερέωμα οὐκ ἐποίησε σὺν αὐτῷ εὐθέως καὶ τοὺς ἀστέρας καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, ὥσπερ, ἡνίκα ἀπεκάλυψε τὴν γῆν, εὐθέως κατεκόσμησεν αὐτὴν βοτάναις καὶ τοῖς καρποῖς καὶ τοῖς δένδροις τῶν ξύλων. Διὰ τί δὲ τοὺς ἐλαχίστους ἐποίησε (200) πρὸ τῶν δύο φωστήρων τῶν τελείων, καὶ πῶς πάλιν ἐν τοῖς δυσὶ τελείοις οὐ τὸν ἐλάσσονα ἐδημιούργησε πρῶτον, ἀλλὰ τὸν μέγαν; Κατά τι δ’ οἶμαι πάντως φοβερὸν καὶ ἀπόκρυφον μυστήριον. Τοὺς μὲν ἀστέρας ἄνω ἐν τῷ στερεώματι διὰ προστάγματος ἔκτισε, τὸν δὲ ἥλιον καὶ τὴν σελήνην ἐπὶ γῆς δι’ ἑαυτοῦ, ὥσπερ τὸν Ἀδὰμ καὶ τὴν Εὕαν δημιουρ (205) γήσας, μετὰ ταῦτα αὐτοὺς ἀνενέγκας ἄνω ἐν τῷ στερεώματι τέθηκε.
Διὸ ταῦτα ἀκούων ὁ γνωστικὸς ἀκροατὴς μὴ ἀναβάλλου, ἀλλὰ μετάβηθι καὶ δεῦρο εἰσέλθωμεν πάλιν εἰς τὰ ἐνδότερα τοῦ γραφικοῦ καταπετάσματος, εἰς τὰ Ἅγια καὶ ἄδυτα τῶν Ἁγίων νοημάτων. Τοῦτο γὰρ διδάσκει ἡμᾶς καὶ περὶ Μωσέως ἡ γραφὴ λέγουσα εἰσελθεῖν αὐτὸν (210) ἔσωθεν τοῦ γνόφου, ὅπου ἦν ὁ Θεὸς λέγων· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς. Ταῦτα εἰπὼν ἐποίησε καὶ ἔπηξε τρισσὸν φωτισμὸν ἐν τῷ στερεώματι τῆς ἐκκλησίας, διὰ ἀστέρων, καὶ διὰ ἡλίου, καὶ διὰ σελήνης. Δι’ ἀστέρων, ὅτι οἱ ἅγιοι προφῆται πρῶτοι καὶ οἱ δίκαιοι προεκήρυξαν καὶ προέδραμον καταγγέλλοντες τῷ (215) κόσμῳ τὴν παρουσίαν τοῦ ἡλίου Χριστοῦ τοῦ Θεοῦ καὶ τῆς συζύγου αὐτοῦ ἐκκλησίας· εἶτα μετὰ τὴν αὐτῶν συστολὴν ὁ ἥλιος ηὔγασε Χριστός, καὶ ἡ σύζυγος αὐτοῦ σελήνη ἐκκλησία. Διὰ τοῦτο καὶ ἡ σελήνη πληρεστάτη οὖσα φαίνεται ἐν ἡμέρᾳ καὶ βοηδρομεῖ καὶ αὐτὴ τὸν ἀέρα, τοῦ ἡλίου ταῖς ἀκτῖσι τὴν ἡμέραν φωτίζοντος. Εἰ μὴ γὰρ τὴν ἅμα τοῦ (220) Χριστοῦ καὶ τῆς ἐκκλησίας ἀνέλλαμψιν ὑπενέφαινον, οὐκ ἂν καὶ αὐτὴ ἐν ἡμέρᾳ συνεφέρετο τῷ ἡλίῳ ὅτε πληροσέληνος ἐστίν. Ἕως μὲν γὰρ ἀτελής ἐστιν ἡ ἐκκλησία, ὡς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ἐν νυκτὶ λάμπει μόνον, τῇ αὐτῶν βιοτῇ φημί. Ὅτε δὲ τελειωθῇ ὑπὸ τοῦ τελειοῦντος τὰ πάντα Θεοῦ, τότε συναναφαίνεται τῷ ἡλίῳ Χριστῷ καὶ @1 (225) ἐν τῇ φαεινῇ ἡμέρᾳ τῆς εὐαγγελικῆς ἡμῶν τῶν πιστῶν βιοτῆς.
Δέχου καὶ ἄλλην θεωρίαν περὶ τούτων. Τῇ πρώτῃ ἡμέρᾳ δι’ ἑνός τινος μοναδικοῦ φωτὸς ἀδιαιρέτου τὴν κτίσιν προκατεφώτισεν ὁ Θεὸς πρὸ τῆς παρουσίας τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων, τουτέστι τὸν φωτισμὸν τῆς μοναρχίας τῆς θεότητος ἀποκαλύψας καὶ (230) ἀναδείξας ἐν κόσμῳ. Ἐπὶ ταύτης δὲ τῆς τελείας πρώτης τετάρτης ἡμέρας, ἐν ᾗ ἡ παρουσία τοῦ ἡλίου ἐπὶ τῆς γῆς πρὸς τοῦ οὐρανοῦ, ἐπέφανε τρισσὸν φωτισμὸν καὶ τρισσὸν φῶς τριαδικὸν εἰς τύπον τῆς ἁγίας Τριάδος ὁμοούσιον ὁ κόσμος ἐγνώρισεν. Ἐν ἐκείνῳ μὲν γὰρ τῷ πρώτῳ φωτὶ τὸ μοναδικὸν διδασκόμεθα τῆς θεότητος· ἐν τούτῳ δὲ τῷ (235) τριλαμπεῖ τὸ τριαδικὸν τῶν ὁμοουσίων προσημαίνεται.
V 1. Εἰ δὲ σκληρόν σοι καὶ βεβιασμένον τὸ εἰρημένον φαίνεται, ἐροῦμεν πάλιν καὶ περὶ αὐτοῦ καθ’ ἕτερον τρόπον. Ἴσως γὰρ τὸ ἄνωθεν ἐν αὐτῷ τῷ στερεώματι τοῦ οὐρανοῦ τοὺς ἀστέρας αὐτόχθονας γενέσθαι τύπον ἔχει τῶν ἐν οὐρανοῖς δημιουργηθέντων ἁγίων ἀγγέλων. Διὸ καὶ (240) πρώτους αὐτοὺς ἔταξε τῆς τοῦ ἡλίου καὶ τῆς σελήνης ἐπὶ τῆς γῆς ἀναλάμψεως, ἐπειδὴ καὶ οἱ θειότατοι νόες πρὸ τοῦ ἡλίου Χριστοῦ καὶ τῆς σελήνης τῆς ἐκκλησίας κατεδᾳδούχουν τοὺς ἐπὶ γῆς ποικιλοτρόπως ἐφιστάμενοι. Ὅτι γὰρ ἐπὶ γῆς τοὺς δύο τούτους μεγάλους φωστῆρας ὁ Θεὸς κατεσκεύασε, καὶ εἶθ’ οὕτως ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ τέθηκεν (245) αὐτούς, ἐξ αὐτῶν τῶν τῆς γραφῆς ῥημάτων μανθάνομεν. Φησὶ γὰρ ὁ νομοθέτης Μωσῆς ὅτι Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ τούτους τοὺς αἰσθητούς, ἀλλὰ δὴ καὶ τοὺς νοητοὺς τῶν ἁγίων ἀγγέλων φωστῆρας κατὰ πρόσταξιν ποιήσας. Αὐτὸς γὰρ εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Τοὺς δὲ (250) δύο φωστῆρας οὐχ οὕτως, οὐ γὰρ εἶπε· Γενηθήτωσαν φωστῆρες, ἀλλά· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Πρῶτον ἐποίησε, καὶ τότε ἔθετο αὐτοὺς ἄνω. Ποῦ δὲ εἶχε ποιῆσαι καὶ αὐτούς, εἰ μὴ ἐπὶ τῆς γῆς; Οὐ γὰρ ἦν ἕτερος τόπος ἐκτὸς τοῦ οὐρανοῦ, εἰ μὴ ἡ γῆ, ὅπου ἐγένετο ὑπ’ αὐτοῦ (255) τοῦ Θεοῦ, καὶ εἶθ’ οὕτως ἀνήχθησαν ἄνω.
Ὅρα μοι πάλιν καὶ ἐνταῦθα τὴν γῆν πρὸ τοῦ οὐρανοῦ ὑπὸ τοῦ ἡλίου καταφωτιζομένην, καὶ εἶθ’ οὕτως τῷ οὐρανῷ Χριστὸν τὸν ἥλιον ἀναπέμπουσαν μετὰ τὴν αὐτοῦ σύνθεσιν καὶ κατασκευὴν τὴν ἐπὶ γῆς γεγενημένην. Μὴ λανθανέτω γὰρ ὑμᾶς ὅτι ἐκ πάντων τῶν φωστήρων (260) μόνος ὁ ἥλιος σύνθετός ἐστιν ἐκ δύο τινῶν γενῶν συγκείμενος εἰς τύπον Χριστοῦ, τουτέστιν ἐξ ἐκείνου τοῦ πρώτου οὐρανίου καὶ ἀρχαίου φωτὸς καὶ ἐκ τοῦ μετὰ ταῦτα γεγονότος πυρὸς καὶ ἐν αἰθέρι ἐναπολειφθέντος καὶ ἐπὶ γῆς δι’ ἀποσπάδος ἐναπορριφέντος καὶ ὑπηρετοῦντος ἡμῖν. Φῶς @1 τὴν θεότητα τοῦ Λόγου μοι νόησον, ἦν γὰρ καὶ πρώην ἐν ἀρχῇ τὸ φῶς (265) τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον, πῦρ δὲ πάλιν τὴν αἱματώδη καὶ πυρίζουσαν ἡμῶν σάρκα, τὸ γὰρ φῶς ἐπὶ τοῦ ἡλίου τὸ πῦρ προσελάβετο, τουτέστιν ὁ φωτίζων Λόγος ἐγένετο σάρξ. Τὸν γὰρ Ἀδὰμ ἐνεδύσατο <ὁ> Κύριος καὶ περιεζώσατο, Ἀδὰμ δὲ πυρρὰ γῆ καὶ αἱματώδης ἑρμηνεύεται. (270)
Ἐπειδήπερ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, ἐξ ὧν καὶ ὁ ἐπὶ γῆς συντεθεὶς καὶ φανεὶς Χριστὸς ἥλιος, καὶ διὰ τοῦτο καὶ ἡ ἀδελφὴ αὐτοῦ σελήνη ἐκκλησία ἐν τοῖς Ἄισμασι λέγει· Ἀδελφιδοῦς μου λευκὸς καὶ πυρρός, ἤγουν Θεὸς καὶ Ἀδάμ, λευκὸς διὰ τὴν θεότητα, πυρρὸς διὰ τὴν ἀνθρωπότητα, οἷον ὁρῶμεν ὑπάρχοντα καὶ τὸν σύνθετον ἥλιον λευκὸν (275) καὶ πυρρὸν εἰς εἰκόνα Χριστοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης, περὶ οὗ φησιν ὁ Θεὸς διὰ Μαλαχίου τοῦ προφήτου· Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Κύριον ἥλιος δικαιοσύνης τοῦ ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις θανάτου. Οὗτος γάρ ἐστιν ὁ ἥλιος ὁ λέγων· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, τουτέστι λεπτὸς ὢν ὡς φῶς διὰ τὴν θεότητα ἐπαχύνθη διὰ τὸ (280) εἰς τὸν κόσμον ἐλθεῖν. Οὗτός ἐστιν ὁ ἥλιος, περὶ οὗ καὶ Σολομὼν προφητεύει λέγων· Ἀνατελεῖ ὁ ἥλιος, τουτέστι Χριστὸς ἐπὶ γῆς, καὶ δύνει ὁ ἥλιος, τουτέστι πρὸς τὰ κάτω χωρεῖ, καὶ πάλιν εἰς τὸν τόπον αὐτοῦ ἔρχεται, δύσας γὰρ ὁ Χριστὸς ἐν τῷ ᾅδῃ καὶ ἀναστὰς ἀνῆλθε πρὸς τὸν Πατέρα καθὰ καὶ ἔλεγεν ὅτι Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον ὡς Θεὸς καὶ (285) πρὸς τὸν Πατέρα μου ὑπάγω ὡς Θεὸς καὶ Ἀδάμ. Καὶ αὐτὸ δὲ τὸ ὄνομα τοῦ ἡλίου Ἑβραΐδος ὑπάρχον λέξεως Θεὸς ἑρμηνεύεται. Διὸ καὶ ὁ Χριστὸς ἐκ τοῦ σταυροῦ Ἠλὶ Ἠλὶ ἔκραξεν, ὅπερ ἑρμηνεύων ὁ εὐαγγελιστὴς φησί· Τουτέστι, Θεέ μου Θεέ μου. Τύπος γὰρ ἦν τοίνυν τοῦ Χριστοῦ ὁ ἥλιος. (290)
Ὅθεν, ἐπὰν ὑποχωρήσῃ ἡ ἐνέργεια τῆς θέρμης ἐκ τοῦ ἀνθρώπου, εὐθέως καὶ ἡ ζωὴ χωρίζεται ἀπ’ αὐτοῦ καὶ θανάτῳ παραπέμπεται, διδάσκοντος ἡμᾶς τοῦ ὑποδείγματος ὅτι ἡ δύναμις τοῦ Χριστοῦ αὕτη τὰ πάντα ζωοποιεῖ, καὶ ὁ χωριζόμενος ἀπ’ αὐτῆς οὐκ ἔχει ζωὴν αἰώνιον, ἀλλὰ νεκρὸς τῇ ἁμαρτίᾳ γίνεται. Διὸ καὶ οἱ τὰς φυσιολογίας τῶν (295) κτισμάτων ἐξερευνήσαντες ἄρρητον καὶ ἀκατάληπτον εἶναι τὴν σύγκρασιν καὶ σύνθεσιν τῆς ὑποστάσεως τοῦ ἡλίου εἰρήκασιν, ὡς τύπον ὑπάρχουσαν τῆς ἀρρήτου ἑνώσεως τῆς μοναδικῆς ὑποστάσεως τοῦ Χριστοῦ, ἐξ ὧν ὑπάρχει καὶ ὁ θεοφόρος Βασίλειος. Εἰ γὰρ φῶς ἐστιν ἁπλοῦν ὁ ἥλιος, πῶς ὑπὲρ τὸ φῶς καταθερμαίνει τὴν γῆν; Εἰ δὲ πῦρ (300) ἄκρατον καὶ ἀμιγὲς ὑπάρχει, πῶς οὐ συγκαίει τὰ δένδρα καὶ τὴν χλόην;
Πολλὰ ὑποδείγματα καὶ προτυπώματα τοῦ Χριστοῦ ὁ ἥλιος @1 κέκτηται, καὶ γὰρ τὸ πῦρ ἐξ αὐτοῦ οὐκ οἴδαμεν πῶς ἔρχεται καὶ ἀνάπτεται καὶ ποῦ ἀποσβεννύμενον πορεύεται, ἢ πῶς χωρίς τινος ξύλου ἢ στύπης ἢ κηροῦ ἢ ἄλλου τινὸς τοιούτου παχυμεροῦς σώματος οὐδεὶς (305) δύναται βλέπειν, ἢ κατέχειν δύναται πῦρ ἐπὶ γῆς γυμνὸν καθ’ ἑαυτό, διδάσκοντος ἡμᾶς τοῦ ὑποδείγματος ὅτι γυμνὴν τὴν τοῦ Χριστοῦ θεότητα οὐδεὶς ἑώρακεν ἢ ἐψηλάφησεν ἕως οὗ τὴν σάρκα προσελάβετο. Πάλιν ἐντὸς πάσης τῆς κτίσεως ἔστι τὸ πῦρ, καὶ ἐν ξύλοις, καὶ ἐν λίθοις, καὶ ἐν ὕδασι, καὶ οὐδεὶς ὁρᾷ οὐδὲ καταλαμβάνει πῶς ἐν αὐτοῖς κατοικεῖ, (310) ὥσπερ ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν Λόγος, περὶ οὗ φησιν ἡ γραφὴ ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.
Εὑρίσκομεν δὲ πάλιν τὴν σελήνην καὶ τοὺς ἀστέρας ἐκ τοῦ ἡλίου χορηγουμένους τὸ φῶς, ὡς οἱ πατέρες διδάσκουσιν οἱ ἐν τῇ ἔξω μάλιστα σοφίᾳ ἐνδιατρίψαντες, δηλοῦντος ἡμῖν τοῦ πράγματος ὅτι ὑπὸ τοῦ (315) Χριστοῦ τοῦ νοητοῦ ἡλίου ἡ ἐκκλησία καὶ οἱ φωστῆρες τῶν ἁγίων καταλάμπονται. Αὐτὸς γάρ ἐστι τὸ φῶς περὶ οὗ ἡ ἐκκλησία καὶ οἱ δίκαιοι λέγουσιν ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν πυρός, οἷς καὶ ἀντιφθέγγεται ὅτι Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, περὶ ὧν πάλαι προτυπικῶς εἶπε· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ (320) οὐρανοῦ τῷ ἀνελθόντι ἀπὸ τῆς γῆς ὥστε φαίνειν ἐπὶ τῆς γῆς.
Ὅθεν καὶ παραδόξως μανθάνομεν ὅτι ταῦτα πάντα ἐν τῇ γῇ προεγένετο, καὶ εἶθ’ οὕτως ἐν τῷ οὐρανῷ μετεδόθησαν, ὡσανεὶ τῆς γῆς πρὸ τοῦ οὐρανοῦ τὸ Χριστοῦ μυστήριον καὶ τὴν παρουσίαν καταπλουτησάσης, εἶθ’ οὕτως μετὰ τὴν σύνθεσιν καὶ τὴν κατασκευὴν τῷ οὐρανῷ (325) καὶ τοῖς ἐν οὐρανῷ νοεροῖς φωστῆρσιν ἐν τῇ αὐτοῦ ἀναλήψει παραπεμπούσης. Ἐγὼ γοῦν ἀκούων Παύλου λέγοντος, μᾶλλον δὲ τοῦ ἐν αὐτῷ οἰκοῦντος ἁγίου Πνεύματος κηρύττοντος, ὅτι Πάντα εἰς Χριστοῦ τύπον ἐγένετο τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, ὅτε εἶδον τὸν ἥλιον ἐπὶ γῆς κατασκευαζόμενον καὶ ἐκ δύο πραγμάτων συντιθέμενον, τουτέστιν ἐκ (330) φωτὸς προϋπάρχοντα καὶ ἐκ πυρὸς τοῦ μετὰ ταῦτα, εἶτα μετὰ τὴν τοιαύτην σύνθεσιν καὶ καθ’ ὑπόστασιν ἕνωσιν εἰς οὐρανὸν ἀπὸ γῆς ἀνυψούμενον καὶ ἀποκαθιστάμενον, οὐδὲν ἄλλο τι βλέπω εἰ μὴ Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ μετὰ σαρκὸς εἰς οὐρανοὺς ἀναλαμβανόμενον. Οὗτος γάρ ἐστιν ὁ ἥλιος περὶ οὗ γέγραπται ὅτι Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα (335) αὐτοῦ, τουτέστι τῇ θεότητι τοῦ Λόγου ἥνωσε τὴν σάρκα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος (<ἐ>δέδοτο γὰρ εἰς γάμον τῆς ἀνθρωπίνης φύσεως παρὰ τοῦ τεκόντος αὐτὸν Πατρὸς) μετὰ τῆς ἀφθάρτου νύμφης σαρκὸς ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τῆς μητρὸς δηλαδή, ἀγαλλιάσεται ὡς γίγας ἀπὸ γῆς δραμεῖν ὁδὸν εἰς οὐρανούς. Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ (340) γέγονεν ἡ ἔξοδος αὐτοῦ πρὸς ἡμᾶς ἐξεληλυθότος, καὶ νῦν τὸ κατάντημα @1 αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ πρὸς τὸν Πατέρα ἀναδραμόντος.
Οὐκοῦν μάθωμεν προφητικῶς διὰ τούτου τοῦ ὑποδείγματος τὸν ἥλιον Χριστὸν οὐρανοδρομοῦντα, ὃν καὶ Ἠλιοὺ ὁ προφήτης αἰθεροδρομῶν προεσήμανε, τοὺς δὲ ἀστέρας ἄνωθεν ἐκ τοῦ στερεώματος, λέγω (345) δὴ τοὺς ἁγίους ἀγγέλους, ἀτενίζοντας καὶ ὁρῶντας αὐτὸν ἄνω πρὸς αὐτοὺς ἀνατρέχοντα καὶ θάττον ἅπαντας προσυπαντῶντας καὶ προσκυνοῦντας καὶ χορεύοντας καὶ λέγοντας τοῖς ὑπερτάτοις αὐτῶν ἄρχουσιν· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, καὶ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, νῦν ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς (350) ἡλίου, ἐπέβη γὰρ νῦν ἀπὸ γῆς ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη πρὸς οὐρανούς. Ἐπετάσθη διπτέρυξ, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἐπὶ πτερύγων ἀνέμων, πνευμάτων ἀσωμάτων ἑξαπτερύγων. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, ἄφραστος, ἄρρητος, ἀνεννόητος ὤν, δηλαδὴ διφυής. Τοῦτο γὰρ σημαίνει τὸ σκότος τὸ πῶς μηδένα διδάξας, εἰ καὶ κατὰ τόδε τὸ εἶδος τῆς (355) σκοτεινῆς καὶ ἀφραδοῦς ἀφασίας, εἰσδὺς καὶ καταδὺς ἐν τοῖς κόλποις τοῦ Πατρός, κύκλῳ αὐτοῦ ἔχων ὡς Θεὸς καὶ Λόγος τὴν σκηνὴν τοῦ σώματος αὐτοῦ, ἐν ᾗ ἀπεριγράπτως ἐσκήνωσεν, οὐκ ἀποθέμενος αὐτήν, κἂν ἀπέστη ἀφ’ ἡμῶν, ὥς τινες περὶ τούτου κακῶς διεσκέψαντο, ἀλλ’ ὡς ἐν σκηνῇ τινι διαφανεστάτῃ, δηλαδὴ τῶν φυσικῶν ἀπηλλαγμένῃ σκοτασμά (360) των καὶ παθημάτων, ἐν αὐτῇ καὶ μετὰ τὴν ἀφ’ ἡμῶν ἀπόστασιν κατοικεῖ. Καὶ ἔστι σκοτεινὸν ὕδωρ, ἀλλ’ ἐν νεφέλαις ἀέρων.
Ὕδωρ δ’ ἐνταῦθα τὴν ἀνθρωπείαν φύσιν φησὶ κατὰ τό· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἤγουν ἡ ἀνθρωπεία φύσις ἡ πλατεῖά τε καὶ πολυπληθής, ἐφ’ ἧς εἴρηται τό· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πλη (365) ρώσατε τὴν γῆν, ἐν ᾗ εἰσιν ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ἤγουν ἔθνη ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα (δηλαδὴ τῷ θυμῷ δουλεύοντα διὰ τὸ αἱμοχαρὲς καὶ τὴν ἀδηφαγίαν) διὰ τὸ ἡδυπαθές. Καὶ πάλιν, ὡς ἄλλος προφήτης φησίν· Ἐξελεύσεται ὕδωρ ἐκ Σιών, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. (370) Ὕδωρ δέ φησι τὸ κήρυγμα, θάλασσαν δὲ πρώτην καὶ ἐσχάτην τοὺς προκεκλημένους Ἰουδαίους καὶ τοὺς ὕστερον Ἕλληνας. Μὴ γάρ φησιν ὁ Ἀπόστολος Ἰουδαίων μόνων ἔστι Θεός; Ναὶ καὶ ἐθνῶν. Σκοτεινὸν γοῦν φησιν ἔστι τὸ ὕδωρ ἤγουν ἀφώτιστον εἰς γνῶσιν καὶ ἀμαθὲς τοῦ πῶς ὁ Θεὸς ἦν καὶ νῦν ἐστι μετὰ σώματος. Ἀδεῶς δ’ ἔχει περὶ τούτου, ὡς καὶ αἱ (375) νεφέλαι αἱ ἀέριοι ἔχουσιν ἤγουν οἱ ὑψιπετεῖς καὶ οὐράνιοι ἄγγελοι, οὐδὲ γὰρ ἐκείνοις τὸ πῶς τοῦ μυστηρίου ἀποκεκάλυπται. Διότι ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ αἱ νεφέλαι διῆλθον αὗται, ἀλλὰ παρῆλθον καὶ @1 πεφεύγασιν, ὑπεξέστησάν τε καὶ ὑποκεχωρήκασι, κατακαλύπτοντα<ι>, καὶ γὰρ οὐκ εἰδέναι δυνάμεναι τὸ πῶς αἱ φύσεις ἄμφω εἰς ἕν. (380)
Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει τῆς ἀγνωσίας, ὅτι φησίν ἐστι Χάλαζα καὶ ἄνθρακες πυρός, ἤγουν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ σάρξ ἐστι καὶ οὐ σάρξ, ἵνα μὴ γνοίης τοῦτο τὸ σῶμα τι ἕτερον, καὶ γὰρ καὶ ἡ χάλαζα ὕδωρ ἐστὶ καὶ οὐχ ὕδωρ, ὕδωρ ὡς ἐξ ἐκείνου, οὐχ ὕδωρ ὡς πεπηγός. Ἵνα δὲ μάθῃς τὸ ἀλλοῖον καὶ οὐκ ἀλλοῖον τῆς τοῦ Λόγου σαρκός, ἄνθραξ (385) πυρός ἐστί φησιν ἐξημμένη ὑπὸ τῆς θεότητος, δηλαδὴ ὡς ἐκ περιχωρήσεως, καὶ γὰρ ὁ ἄνθραξ, ξύλον καὶ οὐ ξύλον, ἐξῆπτο γῆς περιχωρηθέντος τοῦ πυρὸς ἐν αὐτῷ. Πύριον γάρ φασι τὸν ἄνθρακα, οὖ τὸ ἀνθρακίζον ἀνωφερὲς καὶ λεπτόν, τὸ δ’ ἀνθρακιζόμενον ἐκ τῶν κάτω καὶ παχυμερές, ὅτι καὶ ἡ θεότης ἐκ τῶν ἄνω, ἡ δ’ ἀνθρωπότης ἐκ τῶν κάτω, κἂν ἐξῆπτο. (390) Διὸ καὶ ὁ ἐν θεολογίαις πολὺς Γρηγόριος θαρρῶν τὴν τοῦ Κυρίου σάρκα φησὶν ὁμόθεον. Εἰ δέ τι τοῦ μυστηρίου ἐγνώκαμεν, οὐκ οἴκοθεν οὐδ’ ἀφ’ ἑαυτῶν, ἀλλ’ οὐρανόθεν ἡμῖν ἐκκαλυφθέν. Ἐπάγει γάρ· Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. Πότε δέ; Ὅτε τὰς πυρίνους γλώσσας μετὰ βροντῆς ἐξαπέστειλεν, ὧν γλωσσῶν τὴν (395) λαμπηδόνα καὶ ὁ ἐν τῇ τετάρτῃ ἡμέρᾳ γεγονὼς προεσήμανεν ἥλιος.
Περὶ ταύτης τῆς ἡμέρας, λέγω δὴ τῆς τετάρτης καὶ πρώτης τελείας, ἐν ᾗ ὁ ἥλιος τῆς δικαιοσύνης ἐγενήθη καὶ οἱ ἀστέρες καὶ ἡ σελήνη, φαίνεται λέγων ὁ Θεὸς πρὸς τὸν γενναιότατον Ἰὼβ ὅτι Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν. (400) Καὶ διὰ τί, ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσαν, καὶ μᾶλλον οὐχ ὅτε ἐγένοντο αὐτοί, ἢ ὅτε γέγονεν ὁ οὐρανός, ἢ ὅτε παραδόξως ὑπέστη τὸ φῶς, ἢ ὅτε ἐπήχθη τὸ στερέωμα, ἢ ὅτε ἡ γῆ ἐβλάστησεν, ἀλλ’ ὅτε ἐγένοντο ἄστρα; Οὐ διὰ τὰ ἄστρα γοῦν, ἀλλ’ ἰδόντες τὸν ἥλιον ἀνατρέχοντα ἀπὸ γῆς τὴν ἐπ’ ἐσχάτου τῶν χρόνων Χριστοῦ σάρκωσιν καὶ ἀνάληψιν ἀπὸ γῆς (405) ἐμυσταγωγήθησαν. Διὸ καὶ ἰδόντες ἐκ τῆς ἁγίας Παρθένου αὐτὸν ὡς ἐξ ἀβύσσου ἀνατείλαντα εὐθέως ἐβόησαν λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, μεθ’ ὧν ὁ ἀστὴρ ὁ τοὺς Μάγους ὁδηγήσας ἔπεισεν αὐτοὺς ἀνακράξαι τὸ Ἐν ἀνθρώποις εὐδοκία. Οὕτως ἐμοί γε ἡ ἐπὶ γῆς τοῦ ἡλίου σύνθεσις καὶ ἀπὸ γῆς πρὸς οὐρανοὺς ἀνάληψις νοεῖται καὶ (410) ὑπέρχεται τὸν νοῦν, ἐπεὶ τί ἦν τὸ κωλύον τὸν δημιουργόν, ἵνα, ὅπου τὸ στερέωμα ἔπηξεν ἄνω, εὐθέως ἐν αὐτῷ καὶ σὺν αὐτῷ ποιήσῃ τὸν ἥλιον καὶ τὴν σελήνην;
VI 1. Τίνος δὲ χάριν μὴ καὶ μιᾶς ἐνεργείας καὶ μορφῆς καὶ ἰδέας τούτους τοὺς δύο φωστῆρας ἐποίησεν, ἀλλὰ τὸν μὲν ἥλιον καίοντα καὶ (415) φωτίζοντα, τὴν δὲ σελήνην καὶ αὐτὴν φωτίζουσαν καὶ ὑγραίνουσαν; Ἢ πάντως εἰς τύπον Χριστοῦ καὶ τῆς ἐκκλησίας. Τοὺς μὲν γὰρ δικαίους @1 φωτίζει ὁ ἥλιος οὗτος, τοὺς δὲ χρῄζοντας πυρώσεως καὶ καθάρσεως πταισμάτων καίει. Ὅθεν ἔλεγε· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ἡ δὲ σελήνη ἡ ἐκκλησία φωτίζει τὴν Τριάδα κηρύττουσα καὶ ὑγραίνει τὸ βάπ (420) τισμα παρέχουσα.
Τινὲς δέ φασι τὴν σελήνην τύπον εἶναι τῆς νομικῆς γραφῆς καὶ τῆς ἐν τῇ συναγωγῇ λατρείας, ἥτις πολλὰς ἐκλείψεις τοῦ θείου φωτὸς καὶ ἐλαττώσεις ὑφίσταται καθ’ ἡμέραν. Ἡμεῖς δέ, ἀκούοντες ὅτι ὁ ἥλιος κατεσκευάσθη πρῶτος, καὶ μετὰ ταῦτα ἡ σελήνη, μᾶλλον τύπον αὐτὴν (425) τῆς Χριστοῦ ἐκκλησίας ὡς ὁμόζυγον Χριστοῦ νομίζομεν. Καὶ δι’ αὐτῶν γὰρ τῶν πραγμάτων τοῦτο διδασκόμεθα, τῇ γὰρ ἡμέρᾳ ἐν ᾗ τεσσαρεσκαιδεκαταία ἐν ἀρχαῖς γέγονεν ἡ σελήνη, αὐτῇ τῇ ἡμέρᾳ προσετάγη ὁ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐν πρώτοις θῦσαι τὸ πάσχα εἰς τύπον Χριστοῦ. Ὅθεν καὶ μέχρι τῆς δεῦρο τὴν αὐτὴν τεσσαρεσκαιδεκάτην φυλάττουσιν (430) οἱ Ἰουδαῖοι μὴ γινώσκοντες τί φυλάττουσιν.
Εἰ οὖν ὁ ἀμνὸς τὸν Χριστὸν προδιέγραφεν, εὔδηλον ὅτι καὶ ἡ ἡμέρα τῆς σελήνης ἡ πληροσέληνος τὸ πλήρωμα τῆς ἐκκλησίας δηλοῖ, δι’ ἣν ἐτύθη ὁ Χριστός. Καὶ αὐτὸ γὰρ τὸ ὄνομα αὐτῆς τὴν χάριν καὶ ἀναγέννησιν δηλοῖ τοῦ βαπτίσματος. Σελήνη γὰρ σέλας νηπίων ἑρμηνεύεται, (435) αὐτῶν τε καὶ τῶν γεννωμένων ἁπάντων ὡσεὶ βρεφῶν ὡς ἀπὸ μήτρας ἄλλης τῆς κολυμβήθρας, τὸ γὰρ σέλας φῶς ἐστιν. Ἢ πάλιν σελήνη σέλας νηπιάζον διὰ τὴν ἀειγεννησίαν αὐτῆς καὶ ἀναγέννησιν διηνεκῆ, ἥτις ἐστὶν ἡ διηνεκὴς ἀναγέννησις τοῦ φωτὸς τοῦ βαπτίσματος.
Διὸ καὶ τριάκοντα ἡμέρας ἡ σελήνη καθέστηκεν ἐκ τριῶν τελείων (440) ἀριθμῶν ἤγουν δεκάδων συνισταμένη εἰς τύπον τῶν τριῶν καὶ τελείων καὶ ἀνελλιπῶν ὑποστάσεων τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, εἰς ἣν πιστεύομεν ἐν τῷ βαπτίσματι. Διὰ τοῦτο γὰρ καὶ ὁ πάντων ποιητὴς Ἰησοῦς ὁ εἷς τῆς Τριάδος τριακονταέτης ἐβαπτίσθη, ἐπειδὴ ἔμελλεν ἐκεῖ τὸ μυστήριον τῆς Τριάδος φανεροῦσθαι τῷ κόσμῳ. Καὶ ὁ Δαυίδ, ὃς κατὰ (445) σάρκα τύπος καὶ πατὴρ τοῦ Χριστοῦ, τριακονταέτης εἰς βασιλέα ὥσπερ βαπτίσματι τινὶ προτυπικῶς τῷ μύρῳ ἐχρίσθη, ὥσπερ καὶ Ἰωσὴφ ἄλλος τύπος Χριστοῦ τριακονταέτης τῆς Αἰγύπτου ἐκυρίευσεν, ἐπειδὴ καὶ ὁ Χριστὸς τριάκοντα ἀργυρίων πραθεὶς δι’ αὐτῶν τὸν ἀγρὸν ὅλου τοῦ κόσμου τοῦ κεραμέως καὶ πλαστουργοῦ Θεοῦ ἐξηγόρασε καὶ ἠλευθέρωσε (450) διὰ τῆς ἐν Τριάδι πίστεως τῆς αὐτοῦ συζύγου σελήνης ἐκκλησίας, ἣν πάλαι προέγραφε σαφῶς καὶ ἀναμφιβόλως καὶ ἡ κιβωτὸς τοῦ Νῶε τριακοσίων πήχεων κατασκευασθεῖσα τὸ μῆκος καὶ τριάκοντα πήχεων τὸ ὕψος εἰς τύπον τῆς ὑψίστου Τριάδος, ἣν ἡμῖν ἀπεκάλυψεν ὁ εἷς τῆς Τριάδος Χριστός, ὁ τῆς δικαιοσύνης ἥλιος, τρεῖς ὑψώσεις ἐν ἑαυτῷ (455) ἐνδειξάμενος. @1
Πρῶτον μὲν γὰρ ὑψώθη ἐν τῷ σταυρῷ. Ὅθεν τότε ὥσπερ τις τύπος ἀληθὴς Χριστοῦ ὁ ἥλιος συνέπαθε Χριστῷ, καὶ ἐκλειψάσης τῆς ἀχράντου αὐτοῦ ψυχῆς ἐκ τοῦ ἰδίου σώματος συνεξέλιπεν αὐτῇ καὶ ὁ ἥλιος ἐκ τοῦ οὐρανίου αὐτοῦ σώματος τοῦ στερεώματος, καὶ δύναντος ἐν (460) τῷ ᾅδῃ τοῦ Χριστοῦ συνέδυσεν αὐτῷ καὶ ὁ ἥλιος νυκτὸς ἐπιούσης. Ὅθεν καὶ ἀνατέλλοντος καὶ ἀνισταμένου Χριστοῦ ἐκ νεκρῶν λίαν πρωὶ τῇ μιᾷ τῶν σαββάτων συνανατέλλει αὐτῷ καὶ ὁ ἥλιος ἀπὸ γῆς ποιῶν ἡμέραν, αὕτη γὰρ ἦν ἡ δευτέρα ὕψωσις Χριστοῦ. Τρίτη δὲ ἡ ἀπὸ γῆς εἰς οὐρανόν, ἣν μάλα σαφῶς προεσήμανε καὶ ὁ ἥλιος ὁ κατὰ ταύτην τὴν τετάρτην (465) τῆς κτίσεως ἡμέραν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνερχόμενος. Ἐπίστησον γὰρ ὅτι καὶ ὁ Χριστὸς τῇ τετάρτῃ δεκάδι, τουτέστι τῇ τεσσαρακοστῇ ἡμέρᾳ, τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἀπὸ γῆς ἐποιήσατο εἰς τὴν ἄνω Ἰερουσαλὴμ ἀνελθών, ἧς εἰσόδου τύπος ἦν ἀψευδὴς καὶ ἡ ἐν βηθλεὲμ αὐτοῦ μετὰ τὸν τόκον τῇ τεσσαρακοστῇ ἡμέρᾳ εἴσοδος καὶ παρουσία εἰς τὴν ἐπίγειον (470) Ἰερουσαλήμ.
Καὶ πρόσχες, νουνεχέστατε, παρακαλῶ, μήπως τοῦτο ἔκπαλαι τυπικῶς προδιέγραφε καὶ ὁ τοῦ Θεοῦ νόμος τῇ τεσσαρακοστῇ ἡμέρᾳ τὴν τίκτουσαν γυναῖκα λέγων ἀποκαθαίρεσθαι τοῦ ῥύπου τῆς ἀκαθαρσίας αὐτῆς καὶ εἰς ναὸν Κυρίου εἰσέρχεσθαι, ὅτι ὁ τῷ τετάρτῳ ἀριθμῷ τοῦ (475) τετάρτου νόμου, ὡς ἀνωτέρῳ εἴρηται, τῆς τετάρτης ἡμέρας τοῦ τεσσαρακοστοῦ ἀριθμοῦ ἀποκαθάρας τῆς ῥύσεως τῆς ἀκαθαρσίας τῶν αἱμάτων τῶν εἰδωλικῶν τὴν ἀνθρωπίνην φύσιν τὴν ποτὲ κακῶς αἱμορροοῦσαν, ταύτην ἁγνίσας καὶ ἀφθαρτίσας, ἐν τῷ βαπτίσματι προπλύνας, ἄνω εἰς τὰ Ἅγια τῶν Ἁγίων ὡς μέγας ἀρχιερεὺς εἰσελθὼν (480) ὁ Χριστὸς τῷ Πατρὶ ὑπὲρ τῆς ἡμῶν σωτηρίας προσήνεγκεν. Ὅθεν καὶ ἐν τεσσαρακοστῇ ἡμέρᾳ νῆστις ὢν μετὰ τὴν τοῦ βαπτίσματος αὐτοῦ ὑπὲρ ἡμῶν ἀναγέννησιν τὸν διάβολον πειρασθεὶς ἐν τῇ ἐρήμῳ ποτὲ τῶν ἐθνῶν ἐκκλησίᾳ κατήργησεν. Εἰ οὖν ἐν τῇ ἐκ Παρθένου γεννήσει καὶ ἐν τῇ τοῦ βαπτίσματος ἀναγεννήσει καὶ ἐν τῇ ἐκ νεκρῶν πάλιν αὐτοῦ τῆς ἀφθαρσί (485) ας ἀναπλάσει Χριστὸς τὸν ἀριθμὸν τῶν τεσσαράκοντα ἐφύλαξεν ἡμερῶν, μάθωμεν ἀκριβῶς καὶ πεισθῶμεν ὅτι πᾶς τεσσαρακοστὸς ἐν τῇ γραφῇ ἀριθμὸς τὸ Χριστοῦ μυστήριον, τουτέστι τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, προδιέγραφεν, ἥτις μετὰ τὸν τριαδικὸν λόγον ὥσπερ τις ἡμέρα τετάρτη φωτισμοῦ τῷ κόσμῳ ἐπέφανεν. (490)
Οὐκοῦν διὰ τοῦτο ἡ ὀργὴ τοῦ Θεοῦ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τοῦ βρέχειν τὴν ἐξ ὕψους ἀπειλὴν τοῦ ὕδατος ἐπὶ τοῦ κατακλυσμοῦ ἡσύχασεν εὐαγγέλια φιλανθρωπίας τῷ κόσμῳ μηνύουσα. Ὡσαύτως τὸν Χριστὸν προδιαγράφων καὶ Μωϋσῆς τῷ τεσσαρακοστῷ χρόνῳ τὸν πονηρὸν ἐκεῖνον εἰς τύπον τοῦ διαβόλου ἀποκτείνας, τὸν πολεμοῦντα τῷ (495) ἀνθρώπῳ τῷ Ἰσραηλίτῃ, τοῦτον τῇ ἄμμῳ τῆς ἀβύσσου κατέχωσεν. @1 Εἶτα αὐτὸς ἐπὶ τεσσαράκοντα ἔτη πρῶτον τὴν ἄλογον ποίμνην τοῦ Ἰοθὸρ εἰς τύπον τοῦ ἀλόγου Ἰσραὴλ ἐποίμανε, καὶ ἐπὶ τεσσαράκοντα χρόνους τὸν λεγόμενον λαὸν τοῦ Θεοῦ ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐκκλησίᾳ διέσωσε. Τεσσαράκοντα ἡμέρας ἐπὶ τοῦ ὅρους Σινᾶ εἰς τύπον Χριστοῦ (500) ἐνήστευσε. Τεσσαράκοντα ἔτη Σαμουὴλ ὁ υἱὸς τῆς ποτὲ στείρας προεφήτευσε. Τεσσαράκοντα ἔτη καὶ Σολομὼν ὁ κτίσας τὸν ναὸν τοῦ Θεοῦ εἰς προτύπωσιν τῆς Χριστοῦ ἐκκλησίας ἐπὶ τὸν Ἰσραὴλ ἐβασίλευσε. Ταῦτα δὲ πάντα συμβάλλονται ἡμῖν εἰς τὸν ἀριθμὸν τῆς τετάρτης ἡμέρας, ἐν ᾗ ἐγένετο καὶ ἔλαμψεν ὁ πρὸ ἡλίου Χριστὸς ἥλιος μετὰ τῆς συζύγου αὐτοῦ (505) τῆς σελήνης ἐκκλησίας, ἡνίκα εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς.
VII 1. Ζητῆσαι δὲ προσήκει τὸν πόθῳ καὶ θείῳ ἔρωτι γλυκαινόμενον ἐπὶ τοῖς λόγοις τοῦ Θεοῦ κατ’ ἐκεῖνον τὸν λέγοντα· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου, τί δήποτε (510) ποιήσας ἐν τῇ πρώτῃ ἡμέρᾳ τὸ φῶς ὁ Θεὸς οὐκ εἶπε· Γενηθήτω φῶς ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ μάλιστα ἐκείνου τοῦ φωτὸς ὄντος ῥίζης καὶ πατρὸς γεννήτορος ὅλων τῶν ἐξ αὐτοῦ ἀναλαμψάντων ὁμοουσίων αὐτοῦ φωστήρων ἐν τῷ οὐρανῷ. Καὶ λέγομεν ὅτι τύπος ἦν ἐκεῖνο τὸ μοναδικὸν καὶ ἁπλοῦν φῶς τῆς μοναρχίας καὶ Ἰουδαϊκῆς πίστεως τῆς τε (515) πρὸ τοῦ νόμου καὶ μετὰ τὸν νόμον, ἥτις οὐκ ἴσχυσε φωτίσαι πᾶσαν τὴν γῆν διὰ τὸ ἔτι συγκαλύπτεσθαι αὐτήν, ἡνίκα τὸ φῶς ἐκεῖνο ὁ Θεὸς ἔδειξεν, ὑπὸ τοῦ ὕδατος καὶ τοῦ σκότους τῆς πλάνης τοῦ ἐπικειμένου καλύμματος ἐπὶ τὴν καρδίαν τῶν ἀνθρώπων, ἕως οὗ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς ὄντας μεγάλους ἐπὶ τῆς γῆς ἀναλάμψαι, λέγω (520) δὴ τὴν ἐπιδημίαν τοῦ ἀκτίστου Θεοῦ Λόγου καὶ τὴν ἁρμοσθεῖσαν αὐτῷ σελήνην ἐκκλησίαν, τὸν φωστῆρα τὸν μέγαν Χριστὸν ἥλιον εἰς ἀρχὰς τῆς ἡμέρας, τουτέστιν ἐν ἀρχαῖς ἀνατείλαντα τοῦ κηρύγματος, καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτός, τουτέστιν, ἡνίκα τῶν βρεφῶν τικτομένων μέλλει λαμβάνειν ἀρχὴν ἡ ἀπιστία ἐν αὐτοῖς, εὐθὺς ἀνίσχει τὸν αὐτῆς (525) φωτισμὸν ἡ καθ’ ἡμᾶς σελήνη ἐκκλησία.
Πρόσεχε δὲ πῶς οὐκ εἶπεν Εἰς ἀρχήν, ἀλλ’ Εἰς ἀρχάς. Πολλὰς ἔχει ἀρχὰς ὁ τῆς δικαιοσύνης ἥλιος, πολλὰς ἐξουσίας. Ἔστι γὰρ ἄρχων εἰρήνης. Ἔστιν ἄρχων καὶ κύριος τῶν δυνάμεων. Ἔστι βασιλεὺς τῶν βασιλευόντων. Ἔστι κύριος καὶ ἄρχων τῶν κυριευόντων. Ἔστι βασιλεὺς (530) τῆς δόξης. Μίαν ἀρχὴν εἶχε τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον πρὸ τῆς ἐπὶ γῆς αὐτοῦ παρουσίας, πρὸ τῶν αἰώνων, τουτέστι τὸν συνάναρχον αὐτοῦ, οὕτως γὰρ νοοῦμεν τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος ἐν τῷ Πατρί. Οὐ γὰρ ἐν ἀρχῇ χρονικῇ, οὐκ ἐν ἀρχῇ μετρητῇ, οὐκ ἐν ἀρχῇ καιροῦ, οὐκ ἐν ἀρχῇ αἰῶνος, ἀλλ’ ἐν τῷ Πατρὶ τῷ γεννήτορι ἦν ὁ Λόγος, καὶ ὁ @1 (535) Λόγος ἦν πρὸς τὸν Θεόν. Ὅτε δὲ ἐπέφανε καὶ ἀνέτειλεν εἰς ἀρχὰς τῆς ἡμέρας τῆς ἐπιδημίας αὐτοῦ, πολλὰς ἔσχεν ἀρχάς. Μετὰ γὰρ τὸ ἄρξαι τῶν ἐπουρανίων ἦρξε καὶ τῶν ἐπιγείων λαβὼν τὰ ἔθνη εἰς κληρονομίαν αὐτοῦ καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης. Ἐγένετο ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, καὶ (540) ἀρχὴ τοῦ βαπτίσματος, καὶ ἀρχὴ τῆς ἐκ νεκρῶν ἀφθαρσίας, καὶ ἀρχὴ τοῦ οἰκῆσαι Θεὸν ἐν ἀνθρώπῳ, οὕτω γὰρ ἐνοήσαμεν Χριστὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς ἡμῶν, ἐν οἷς ὁ Θεὸς δι’ αὐτοῦ ἐνῴκησεν. Ἔχει καὶ ἑτέραν ἀρχὴν οὐράνιος οὗτος ὁ Χριστὸς ἥλιος, πρῶτος γὰρ αὐτὸς ἀπήρξατο καὶ τὴν ὁδὴν ἡμῖν τὴν πρὸς τὸν Πατέρα ἔτεμεν ἀνενέγκας (545) ἄνω τὸν ἄνθρωπον. Κατὰ ταῦτας οὖν τὰς ἀρχὰς καὶ τὰς τοιαῦτας νόησον τὸν φωστῆρα τὸν μέγαν εἶναι εἰς ἀρχὰς τῆς ἡμέρας τῆς ὑπὸ τοῦ νοητοῦ ἡλίου φωτιζομένης διὰ δώδεκα ὡρῶν μαθητῶν ἀποστόλων, τὸν δὲ φωστῆρα τὸν ἐλάσσονα εἰς ἀρχὰς τῆς νυκτός.
Ἐμοὶ δοκεῖ ὅτι καὶ τοῖς ῥήμασι καὶ τοῖς πράγμασι καὶ τοῖς σχήμασιν (550) εὐάρμοστόν ἐστι τὸ ὑπόδειγμα τοῦ ἡλίου καὶ τῆς σελήνης εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. Ποιήσας γὰρ ὁ Θεὸς τούτους τοὺς δύο φωστῆρας τὸν μέγαν ἥλιον εὐθέως εἰς ἀνατολὰς τοῦ στερεώματος ἔπηξε, τὴν σελήνην δὲ πρὸς δυσμάς, διδάσκοντος ἡμᾶς τούτου τοῦ ὑποδείγματος ὅτι ἐν ἀρχαῖς τῆς τοῦ Χριστοῦ παρουσίας, λάμποντος ἐν σαρκὶ ἐπὶ τῆς γῆς αὐτοῦ τοῦ (555) Χριστοῦ, ἡ ἐκκλησία οὐκ ἔλαμπεν, ἔτι γὰρ εἰς δυσμὰς τῆς ἁμαρτίας ἵστατο, δύσαντος δὲ ἐν οὐρανοῖς Χριστοῦ πρὸς τὸν Πατέρα, τότε ὡς ἡ σελήνη ἀνέτειλε, τότε τὴν ἑαυτῆς ἐνέργειαν ἔδειξε, τότε τῆς νυκτὸς τὸ σκότος ἐδέσποσε, τότε τοὺς ἐν σκότει ἐφώτισε, τότε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου (560) κατεπάτησεν ἄρξασα καὶ δεσπόσασα καὶ ὑποτάξασα πᾶσαν σκοτεινὴν τῆς διαβολικῆς ἐνεργείας ἀπάτην καὶ δύναμιν. Καὶ διὰ τοῦτο λέγεται γενέσθαι ὑπὸ Θεοῦ εἰς ἀρχὰς τῆς νυκτὸς μετὰ τὴν δύσιν τοῦ Χριστοῦ ἡλίου ἐξ αὐτοῦ ἀοράτως καταλαμπομένη ὥσπερ ἐκ τοῦ ἡλίου ἡ σελήνη.
Ὅθεν ὥσπερ τις σελήνη κατὰ ἀποστροφὴν Θεοῦ καὶ στέρησιν, ἤτοι (565) ἐγκατάλειψιν φωτός, τὰς ἐκλείψεις τὰς σκοτεινὰς τῶν αἱρέσεων καὶ τὰς θλίψεις τὰς ὑπ’ ἐχθρῶν ἡ ἐκκλησία ὑφίσταται ὀλιγοψυχοῦσα καὶ οἱονεὶ ἐκλείπουσα, θᾶττον δὲ ἀναλάμπουσα καὶ τὸ ἴδιον φῶς ἀναλαμβάνουσα. Ταῦτα ἡμᾶς καὶ Ἁμβακοὺμ ὁ προφήτης σαφῶς ἐκδιδάσκει περὶ ἡλίου καὶ σελήνης λέγων· Ἐπήρθη ὁ ἥλιος, τουτέστι Χριστὸς ἐν οὐρανοῖς ἀνῆλθε, (570) καὶ τότε ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, ἡ ἐκκλησία ἐν τῇ στερρᾷ καταστάσει αὐτῆς, ἐν τῷ κάλλει αὐτῆς, ἐν τῇ εὐπρεπείᾳ αὐτῆς, ἐν τῷ @1 φωτισμῷ αὐτῆς, ἐν τῷ δρόμῳ αὐτῆς. Καλῶς δὲ εἶπεν· Ἐν τῇ τάξει αὐτῆς, πρώην γὰρ ἄτακτος καὶ ἀκατασκεύαστος ἐτύγχανε πλανῆτις καὶ λάτρις καὶ εἰδωλολάτρις. (575)
Ἔστι δέ τις παράδοξος καὶ ἕτερος λόγος ἐπὶ ἡλίου καὶ σελήνης δεικνὺς τὸ μυστήριον Χριστοῦ καὶ τῆς ἐκκλησίας. Φασὶ γὰρ οἱ ἐπιμελῶς τὰ περὶ ἡλίου καὶ σελήνης εὑρόντες ὅτι ἐκ τῶν δύο τούτων φωστήρων πᾶσα ἡ ὑπουράνιος κτίσις διοικεῖται καὶ κυβερνᾶται καὶ ἀποκρεμᾶται τῶν τε ἐμψύχων καὶ τῶν ἀψύχων κτισμάτων καὶ σωμάτων, τοῦ μὲν (580) ἡλίου δεσπόζοντος τοῦ θέρους ὡς ξηροῦ στοιχείου εἰς τύπον Χριστοῦ τοῦ ἐν τῷ τέλει τοῦ θερισμοῦ τῆς συντελείας καταξηρᾶναι μέλλοντος τοὺς ὑφ’ ἁμαρτίαν τῷ ἐκ τοῦ βήματος αὐτοῦ ἕλκοντι ποταμῷ πυρίνῳ, ὅθεν καὶ ξηραίνει καὶ θερμαίνει τὰ κτίσματα ὁ ἥλιος, τῆς δὲ σελήνης τὴν κυβέρνησιν ἐχούσης καὶ τὴν διοίκησιν τῆς αὐθεντίας τοῦ πνεύματος τοῦ ἀνέμου (585) καὶ τοῦ ὕδατος, τῇ ἐκκλησίᾳ ὡς Χριστοῦ σελήνῃ δωρηθέντος καὶ πιστευθέντος εἰς ἐξουσίαν καὶ κυβέρνησιν τοῦ δι’ αὐτῆς γεννᾶσθαι καὶ ἀναγεννᾶσθαι ἡμᾶς, ἕως οὗ ἡ νὺξ προκόψῃ τοῦ αἰῶνος τούτου καὶ παρέλθῃ, καὶ ἀνατείλῃ πάλιν ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός.
Ὅτι δὲ ἡ σελήνη τὴν ἐξουσίαν καὶ κυβέρνησιν τοῦ ὕδατος καὶ τοῦ (590) πνεύματος ἐν παντὶ ὕδατι καὶ τῇ θαλάσσῃ καὶ πολλοῖς σώμασιν ὑπὸ Θεοῦ ἐκομίσατο, καὶ ἡμεῖς μὲν αὐτοὶ πλείστην τούτου πείραν ἔχομεν, μαρτυροῦσι δὲ καὶ οἱ πάντες οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ὅτιπερ πρὸς τὴν αὔξησιν τοῦ σώματος τῆς σελήνης συναυξάνουσι καὶ πληθύνονται καὶ τὰ ὕδατα, ἐλαττουμένης δὲ αὐτῆς πάλιν λήγουσι καὶ (595) συνελαττοῦνται μετ’ αὐτῆς. Φασὶ δὲ καὶ τὴν ἶβιν τὸ ζῶον οὖσαν ἐμφερῆ τῇ αἰθερίᾳ μήνῃ τὰ μὲν ἄκρα λευκαίνουσαν, τὰ μέσα δὲ ὁμιχλαίνουσαν, μηδὲ ταύτην ὁρᾶν ὅτε ὁ οὐρανὸς ἀσέληνος ᾖ, μύειν δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἄσιτον μένειν. Ὁ δὲ κέρκωψ προδηλοτέρας ἔχει τὰς ἐνεργείας, ὅτε γὰρ αὔξει <ἡ> σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε (600) δὲ μειοῦται, τὸ περιφερὲς τῶν ὀμμάτων συστέλλεται. Φασὶ δ’ ἐν ποταμῷ τῷ Ὑδάσπῃ γεννᾶσθαι λίθον λύχνιν καλούμενον, ὃν σελήνης αὐξανομένης ἦχον μελῳδίας ἀποτελεῖν, καὶ ἐν ποταμῷ δὲ τῆς Κελτικῆς διαιτᾶσθαι ἰχθὺν κλοπίαν οὕτως ἐγκωμίως καλούμενον, ὃς αὐξανομένης τῆς σελήνης λευκαίνεται, μειουμένης δέ γε μελαίνεται. (605)
Ἐπεὶ γοῦν καὶ σώματα ἀλλοιοῦται καὶ ὕδατα αὔξει καὶ μειοῦται ἐν ταῖς τῆς σελήνης ἐπαλλαγαῖς, μετάφερέ μοι ταῦτα πρὸς τὸν τῆς @1 ἀλληγορίας εἱρμὸν καὶ ὄψῃ πάντῃ συνᾴδοντα, ἐπειδὴ καὶ αὐξανούσης καὶ προκοπτούσης τῆς ἐκκλησίας συναύξονται τὰ τῶν λαῶν πιστῶν συστήματα, ἐλαττουμένου δέ γε καὶ διωκομένου τοῦ σώματος καὶ τοῦ (610) φωτὸς τῆς ἐκκλησιαστικῆς πίστεως ὑπὸ τῶν ἀπίστων συνελαττοῦνται καὶ σμικρύνονται καὶ τὰ τῶν λαῶν πληρώματα. Ὡσαύτως καὶ τὸ πνεῦμα τὸ σύμφυτον γενόμενον ἐπάνω τοῦ ὕδατος πρὸς τοὺς δρόμους καὶ ἀνατολὰς καὶ δυσμὰς τῆς σελήνης καὶ τὰς αὐτῆς αὐξήσεις καὶ ἐλλείψεις προέρχεται καὶ ἀπέρχεται καὶ πληθύνεται καὶ ἐλαττοῦται. (615) Ὅθεν μετὰ πάσης ἀκριβείας οἱ πλέοντες μάλιστα ἀποτηροῦσι καὶ καθορῶσι τὴν ὄψιν τῆς σελήνης καὶ τὸ σχῆμα καὶ τὸ φῶς καὶ τὰς τέσσαρας αὐτῆς τροπάς, λέγω δὴ τὴν γέννησιν καὶ τὴν ἑβδόμην καὶ πεντεκαιδεκάτην καὶ εἰκάδα πρώτην, ἐν αὐταῖς γὰρ τὰς μεταβολὰς τῶν ἀνέμων ἐργάζεται. Καὶ γὰρ τὰ τέσσαρα πέρατα τῶν τεσσάρων ἀνέμων (620) τῆς ἐκκλησίας κρατούσης καὶ διοικούσης, τούτου χάριν τέσσαρας ὑφίσταται μεταβολὰς ἡ σελήνη ἐκ Θεοῦ τυπικῶς. Ἡνίκα μὲν γὰρ εἰς γένεσιν ἦλθε, τὸ Πνεῦμα τὸ ἅγιον εὐθὺς ἔπνευσεν οὐ κυμαῖνον τὴν ἡμετέραν θάλασσαν καὶ ἀνεγεῖρον, ἀλλὰ λειοκύμονα μᾶλλον αὐτὴν καθιστῶν καὶ ἐξ οὐρίας πλεῖν ἡμᾶς ἐκκαλούμενον. Ἐν δὲ <τῇ> ἑβδόμῃ (625) ἡμέρᾳ τῶν τικτομένων βρεφῶν ἐμπνεῖ τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας διωκτικόν, προκατηχοῦσα ταῦτα εἰς τὰ προαύλια, καὶ ἐμφυσᾷ τὸν κατακλονοῦντα τοὺς ἐγκατοικοῦντας τῇ γενέσει τῆς ἁμαρτίας δαίμονας ἄνεμον. Ἡνίκα δ’ ηὐξήθη παρὰ τὸ μέσον ἔμπνευσεν ἀπ’ αὐτῆς καὶ τῶν ταύτης τροφίμων ἀπορραγέντων τῆς οἰκείας ὁλότητος καὶ τὴν (630) ὕφεσιν τῶν αὐτῆς φωτισμάτων ἠγαπηκότων τὰ τῶν αἱρέσεων πνεύματα, ὅτε καὶ ὑπολήγειν ἐνήρξατο. Ἐν δὲ τῇ ταύτης παντελῶς συστολῇ καὶ ἐκλείψει, ὅτε μέλλει τὸ πᾶν ὑπὸ κρίσιν ἐλθεῖν, τότε πνεύσει πνεῦμα ὀλέθριον, οὐκ ἀπ’ αὐτῆς οὐδὲ δι’ αὐτῆς, καταράσσον, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. Οὕτως τυποῖ τὴν ἐκκλησίαν ἡ σελήνη. Ὅθεν καὶ νέον φῶς ἡ (635) γέννησις τῆς σελήνης λέγεται διὰ τὴν τῶν νεοφωτίστων ἀναγέννησιν τὴν εἰς ἀεὶ γεννωμένην καὶ ἀναγεννωμένην ὡς ἡ σελήνη, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
VIII 1. Διψᾷ δὲ πάντως καὶ ποθεῖ ὁ συνετὸς ἀκροατὴς καὶ περὶ τῶν δύο αὖθις δυνάμεων τοῦ ἡλίου μαθεῖν, τουτέστι τοῦ θερμοῦ καὶ ξηροῦ, καὶ (640) πῶς ταῦτα εἰς Χριστὸν ἀναφέρεται. Θερμὸν δὲ καὶ ξηρὸν στοιχεῖόν ἐστι τὸ πῦρ, εἰ καὶ ξηρὸν καὶ ψυχρὸν ἡ γῆ, παρεμβλητέον γὰρ καὶ ταύτην διὰ τὸ ῥηθησόμενον. Ὅσοι οὖν τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον τὸν Χριστὸν εἶναι πιστεύομεν, νοοῦμεν πῦρ μὲν εἶναι τὴν αὐτοῦ θεότητα, ὁ γὰρ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον, γῆν δὲ πάλιν τὴν γηγενῆ αὐτοῦ (645) τῆς σαρκὸς ἀνθρωπότητα, ὧντινων δύο οὐσιῶν στοιχείων τύπος ἦν @1 ἀληθὴς καὶ ἀκριβὴς ἡ κατασκευὴ τοῦ πρώτου Ἀδάμ. Ἐκ γὰρ τῶν δύο τούτων Ἀδὰμ γέγονεν, ἐκ πυρὸς θείου ἐμφυσήματος καὶ ἐκ τοῦ χοὸς τοῦ γηγενοῦς καὶ ξηρᾶς συστήματος.
Εἰ οὖν, ὡς ὁ λόγος λεπτομερῶς ἔδειξεν, ἐν τοῖς δύο φωστῆρσι τὰ (650) τέσσαρα στοιχεῖα, ἐξ ὧν συνέστη πᾶς ὁ κόσμος, ὑπάρχουσι καὶ γνωρίζονται καὶ διοικοῦνται, οἱ δὲ δύο φωστῆρες, ὁ ἥλιος καὶ ἡ σελήνη, τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν ἀναμφιβόλως προδιαγράφουσι, μανθανέτω πᾶς ἄνθρωπος ὅτι ἐν τοῖς δυσὶ τούτοις καὶ διὰ τῶν δύο τούτων οὐρανίων φωστήρων, λέγω δὴ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας, συνίστα (655) ται καὶ διοικεῖται καὶ φυλάττεται τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τά τε ἔμψυχα καὶ <τὰ> ἄψυχα, τά τε κινητὰ καὶ τὰ ἀκίνητα τῆς τετραστοίχου ἑξαημέρου κτίσεως. Καὶ ὥσπερ ἓν σῶμα τίκτεται δι’ ἀνδρὸς καὶ γυναικός, οὕτως ἀπαραλλάκτως διὰ τῶν δύο φωστήρων τούτων τὸ σῶμα τοῦ λαοῦ τοῦ πιστοῦ τῆς ἐκκλησίας ἐτέχθη, (660) καὶ οὕτω πληροῦται σαφῶς τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ὅτι πᾶσα σὰρξ ἐκ τῶν τεσσάρων στοιχείων τοῦ ἡλίου καὶ τῆς σελήνης συνίσταται· ὥστε τῷ νουνεχῶς προσέχοντι πρωτοτύπως, ἐκείνου τοῦ τύπου τοῦ εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν ἀναφερομένου, λέγω δὴ τοῦ Ἀδὰμ καὶ τῆς Εὕας, ὁ ἥλιος καὶ ἡ σελήνη ὑπάρχουσι προαινίγματα, ἐκ δύο καὶ δύο (665) στοιχείων μίαν ἀδιαίρετον σάρκα ἀνθρώπου οἱ δύο συνιστῶντες καὶ τίκτοντες, ὥσπερ σπόρον ἀνδρὸς τὸ ἑαυτοῦ φῶς ἐν τῇ μήτρᾳ τῆς κολυμβήθρας τῇ ἑαυτοῦ συμβίῳ σελήνῃ ἐκκλησίᾳ τοῦ ἡλίου παρεχομένου.
Πάντα γοῦν τὰ πράγματα τοῦ ἡλίου καὶ τῆς σελήνης πολλήν τινα τὴν ἰσότητα καὶ ὁμοιότητα πρὸς τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ἐνδείκνυνται. (670) Ἀδὰμ γὰρ πυρρὰ γῆ ἑρμηνεύεται, πῦρ δὲ καὶ γῆν, τουτέστι Θεὸν καὶ ἄνθρωπον, πρὸ μικροῦ τὸν Χριστὸν ἐλέγομεν, ὃν διαγράφει ὁ ἥλιος ὡς τὸ θερμὸν τοῦ πυρὸς καὶ τὸ ξηρὸν τῆς γῆς στοιχεῖον κεκτημένος. Ὁμοίως καὶ ἡ Εὕα ζωὴ ἑρμηνεύεται, ζωὴ δὲ καὶ ἡ ἐκκλησία τὴν διηνεκῆ ἀναγέννησιν τοῦ βαπτίσματος καὶ τὴν ζωὴν τὴν διὰ τοῦ ὕδατος (675) παριστῶσα καὶ Πνεύματος, ὧν ἡ σελήνη αἰτία τὴν χάριν τοῦ βαπτίσματος προδιαγράφουσα. Καὶ πιστοῦται μου τὸν λόγον τῆς τοιαύτης ζωῆς καὶ γεννήσεως καὶ ἀναγεννήσεως τῆς τοῦ ὕδατος καὶ Πνεύματος αὐτὸς ὁ Θεὸς Λόγος λέγων ὅτι Εἰ μή τις γεννηθῇ ἄνωθεν δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀμέλει καὶ ἡ (680) ἔκλειψις ἐν πληροσελήνῳ γίνεται, ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ ἐν τῇ ἐκκλησίᾳ, τότε πρὸς οὐρανὸν καταδύεται τὴν γῆν λοιπὸν καταλιμπάνουσα. Ὅθεν καὶ αὐτῆς τῆς σελήνης ἡ σύστασις καὶ ὕπαρξις ἐκ τοῦ ἡλίου προῆλθε καὶ συνίσταται τὴν ὕπαρξιν τῆς Εὕας καὶ τὴν πρόοδον @1 αὐτῆς τὴν ἐκ τοῦ Ἀδὰμ προδιαγράφουσα. Διὰ τοῦτο καὶ ἁπλοῦν φῶς ἡ (685) σελήνη κέκτηται καὶ οὐ διπλοῦν, οἷον ὁ ἥλιος, ἐπειδὴ καὶ ἡ Εὕα ἐκ μιᾶς πλευρᾶς τοῦ ἑνὸς ἀνθρώπου γεγένηται, ὁ δὲ Ἀδὰμ ὡς τύπος Χριστοῦ ἥλιος διπλοῦς καὶ σύνθετός ἐστι, τουτέστιν ἐκ γῆς καὶ τοῦ θείου ἐμφυσήματος, ὅπερ τῇ Εὕα ὁ Θεὸς οὐκ ἐνέπνευσεν, ἐπειδὴ οὐκ ἐκ δύο οὐσιῶν, λέγω δὴ θεότητος καὶ ἀνθρωπότητος, τὸ πλήρωμα τῆς (690) ἐκκλησίας καθέστηκε, καθάπερ καὶ ὁ Χριστός, ἀλλ’ ἐκ μόνης ἀνθρωπότητος. Τὸ γὰρ θεῖον ἐκεῖνο καὶ οὐσιῶδες τοῦ Θεοῦ ἐμφύσημα τὸ εἰς τὸν χοῦν εἰσελθὸν τύπος ἀψευδὴς ὑπῆρχε τοῦ Θεοῦ Λόγου τοῦ ἐκ Πατρὸς προελθόντος καὶ εἰς τὸν γηγενῆ ἄνθρωπον ἀδιαιρέτως σκηνώσαντος καθ’ ὑπόστασιν. (695)
Λογίζομαι δὲ ὅτι καὶ τὸ ἐκτὸς τοῦ παραδείσου δημιουργηθῆναι τὸν Ἀδὰμ τὸν προπάτορα καὶ εἶθ’ οὕτως ἐν τῷ παραδείσῳ τεθῆναι πάνω προσφυῶς ἁρμόζει ἐπὶ τοῦ ἡλίου τοῦ αἰσθητοῦ, ἐπειδὴ καὶ αὐτὸς ὁμοίως ἐγένετο ἐπὶ γῆς, ὅπου ὁ Ἀδάμ, καθά φησιν ἡ γραφή, καὶ εἶθ’ οὕτως ἐν τῷ οὐρανῷ ἐτέθη. Ὅθεν καὶ ἐπὶ τῶν φωστήρων τὸ ἔθετο γέγραπται, ὥσ (700) περ καὶ ἐπὶ τοῦ ἀνθρώπου. Καὶ ἔλαβε γάρ φησιν ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἄρχοντα καταστήσας αὐτὸν καὶ τὴν Εὕαν πάντων τῶν ζώων, ὥσπερ καὶ τοὺς δύο φωστῆρας εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ δεσπόζειν πάντων τῶν ζώων διὰ τῶν τεσσάρων στοιχείων τῶν ἐν αὐτοῖς, ἐξ ὧν καὶ δι’ ὧν πᾶσα ἡ (705) τῶν σωμάτων τῶν ἀλόγων καὶ πετεινῶν συνίσταται φύσις.
Εἰ δὲ καὶ ἔκλειψιν φωτὸς καὶ ἐλάττωσιν καὶ πάλιν ἀνανέωσιν ὥσπερ ἐπὶ τῆς σελήνης ἐθέλεις καὶ τῆς Εὕας ἰδέσθαι, ἐννόησον τὸν λέγοντα πρὸς τὸν Θεὸν προφήτην· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς, ὧν καὶ τὴν ἔκλειψιν διὰ τῆς παρακοῆς ἡ Εὕα ὑπέμεινεν. Ὁ Ἀδὰμ γὰρ οὐκ (710) ἠπατήθη, ὥς φησιν ὁ Ἀπόστολος, ἡ δὲ Εὕα ἠπατήθη κατακυριευθέντος καὶ ἐκλείψαντος τοῦ φωτὸς αὐτῆς ὑπὸ τοῦ σκοτεινοῦ καὶ ζοφεροῦ ὄφεως. Ὅμως τὴν ἔκλειψιν τοῦ φωτὸς αὐτῆς ἀνεκτήσατο φαιδρότερον τὸ φῶς τὸ ἀληθινὸν ἐξ αὐτῆς, λέγω δὴ τῆς δευτέρας Εὕας, Χριστός, ὡς ἐκ σελήνης τινὸς πληροσελήνου τῆς Θεοτόκου Μαρίας τῆς οὐδαμῶς λειψά (715) σης ἢ ἐκλειψάσης ἢ στερηθείσης τοῦ οὐσιώδους φωτὸς τῆς παρθενίας αὐτῆς, ἡνίκα ὁ ἄγγελος ἐβόησεν αὐτῇ τό· Χαῖρε, κεχαριτωμένη, δι’ Εὕαν τήν ποτε κακουμένην καὶ λυπουμένην σελήνην τὴν ἐν τῇ ἐκλείψει αὐτῆς διὰ παρακοῆς φυγοῦσαν καὶ ἀποκρυβεῖσαν καὶ δείσασαν ὑπὸ τὸ ξύλον τῆς παρακοῆς καὶ παραβάσεως ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης Θεοῦ. (720) Τοσαῦτα ἡμῖν διὰ βραχέων περὶ ἡλίου καὶ σελήνης εἰρήσθω αὐτάρκως εἰς τὴν τετάρτην ἡμέραν, ἡνίκα ἔλεγεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς τοῦ διαχωρίζειν ἀνὰ @1 μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. (725)
Σκόπει δὲ καὶ τοῦτο κατὰ φυσικὴν τῶν κτισμάτων ἀκολουθίαν, ὅτι, εἰ καὶ φωστῆρας ὀνομάζει μεγάλους Μωσῆς τὸν ἥλιον καὶ τὴν σελήνην, ἀλλ’ οὐκ ἐπίσης τούτους ὀνομάζει μεγάλους. Τὸν μὲν γὰρ ἥλιον κυρίως ὀνομάζει μέγαν φωστῆρα, ἅτε καὶ τὸ φῶς οἴκοθεν, οὐχ ἑτέρωθεν, ἔχοντα, τὴν δὲ σελήνην οὐχ οὕτως, κατὰ μετοχήν, οὐ καθ’ ὕπαρξιν, καὶ ἀφ’ ἡλίου (730) ἐλλαμπομένην, οὗ μετέχει μεταδιδοῦσαν. Ὥσπερ δὲ τύπῳ εἰπεῖν λέγεται διττὸν τὸ ἐν ἡμῖν λογικόν, τὸ μὲν τὸ κυρίως ἐν ἡμῖν, ὑφ’ οὗ καὶ κοσμούμεθα καὶ εἶναι ἄνθρωποι γνωριζόμεθα, τῶν λοιπῶν ἀλόγως ζώντων ζώων κατὰ διάμετρον, οὗ μετειλήχαμεν λόγου, ἀποδιϊσταμένων, τὸ δὲ τὸ ἐν ἡμῖν ἄλογον ὡς ἐπιπειθές ποτε λόγῳ καὶ τούτου μετειληχὸς καὶ (735) ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐλλαμπόμενον, ὡς ἔστιν ἰδεῖν ἐξ ἀκρατοῦς ἐγκρατῆ, καὶ ἐξ ἀκολάστου τὸν σώφρονα, καὶ ἐκ θρασέος καὶ τοῦ δειλοῦ τὸν τῇ ἀνδρείᾳ θωρακιζόμενον. Ὥσπερ οὖν ἐνταῦθα λέγεται λογικὸν ἐν ἡμῖν τό τε κυρίως καὶ τὸ λόγῳ πειθόμενον ἄλογον, οὕτω κυρίως μεγάλοι φωστῆρες ὅ τε καθ’ ὕπαρξιν φωτίζων ἥλιος καὶ ἡ κατ’ ἔλλαμψιν σελήνη (740) φωτίζουσα.
IX 1. Ἀλλ’ ἐπανιτέον πρὸς τὸν ἐξ ἀρχῆς προτεθειμένον εἱρμόν, καὶ ῥητέον ὅτι ἤδη ἀπὸ τῆς πρώτης ἡμέρας ποιήσας ὁ Θεὸς τὸ φῶς δι’ ἑαυτοῦ διεχώρισεν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Πῶς γὰρ ἂν καὶ εἶχον (745) μετρηθῆναι αἱ προλαβοῦσαι τρεῖς ἡμέραι, ἢ πῶς εἶχε γενέσθαι ἑσπέρα καὶ γενέσθαι πρωί, εἰ μὴ κατὰ χωρισμὸν τοῦ φωτὸς καὶ τοῦ σκότους; Ὥστε καὶ διὰ τούτων τῶν φωστήρων τινὰ ἡμᾶς πνευματικὰ μυστήρια ἄλλα διδάσκει ἡ γραφὴ τῶν πραγμάτων σωματικῶν, καὶ γὰρ τό· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς οὐκ ἀστρο (750) λόγους βουλόμενος ὁ Θεὸς διδάξαι τοὺς ἀνθρώπους τὰ τοιαῦτα λέγει, οὐδὲ ἐπὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄστροις τὰς ἐλπίδας τῆς κυβερνήσεως ἔχειν, ὡς τοῖς ματαίοις τῶν μεμωραμένων ἀστρολόγων δοκεῖ, ἀλλὰ διὰ τούτων τῶν φαινομένων φωστήρων καὶ ἀστέρων πνευματικὰ σημεῖα καὶ καιροὺς καὶ ἐνιαυτοὺς καὶ τάξεις καὶ κυβερνήσεις καὶ μυστήρια (755) θαυμαστὰ διδασκόμεθα περὶ τῶν ἀστέρων ἐκείνων, λέγω δὴ τῶν φωτισάντων καὶ ὁδηγησάντων ἐπὶ γῆς ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ διδασκάλων ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης ἐλλαμπομένων καὶ λεγόντων· Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. Τίς γὰρ ἦν ἀστέρων ὅλως χρεία; Διὰ τί δὲ μὴ ἡ σελήνη διὰ παντὸς πληροσέληνος (760) γέγονε καὶ τὴν νύκτα κατεφώτιζε; Τί δὲ καὶ ὠφελεῖται ἡ κτίσις ὅσον κατὰ τὸ γράμμα ἐκ τῆς γεννήσεως καὶ ἀναγεννήσεως καὶ ἐκλείψεως τῆς @1 σελήνης; Τί δὲ κερδαίνει ἡ ἐκκλησία ὁρῶσα τὴν λεγομένην Ἄρκτον οὐδέποτε δύνουσαν, τὴν δὲ Πλη<ϊ>άδα ὁμοθυμαδὸν ἑξάστερον χορὸν ἕλκουσαν; Καὶ ἄλλα δὲ μυρία τοιαῦτα σχήματά τε καὶ ὀνόματα καὶ (765) θεάματα καὶ διαστήματα εἰσὶν ἐν τοῖς ἄστροις τοῦ στερεώματος, ἐξ ὧν οὐδὲν πνευματικὸν ἐκ τῆς σωματικῆς αὐτῶν θέσεως καὶ κινήσεως ἡ ἐκκλησία διδάσκεται.
Οὐκοῦν, εἴ τις εὐγνώμων καὶ γνωστικός, γνώμων γνώστης τε καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θείου καθέστηκεν, ἔσωθεν καὶ ἔξωθεν τὰς (770) θείας πλάκας γεγραμμένας ὑπὸ τοῦ Θεοῦ ἀναγινωσκέτω, ἔξωθεν μὲν κατὰ τὸ γράμμα, ἔσωθεν δὲ κατὰ τὸ Πνεῦμα νοουμένας, αἵ εἰσι καὶ δύο οὐρανῶν πλάκες, ἔσωθεν μὲν τοὺς λογικοὺς ἀστέρας τῶν ἀγγέλων καὶ τῶν ἀγγελικῶν μυστηρίων καὶ λόγων φέρουσαι, ἔξωθεν δὲ τοὺς ὁρατοὺς ἀστέρας καὶ τὰ τούτων αἰνίγματα διαγράφουσαι διὰ τῶν ἐν αὐτοῖς (775) σχημάτων καὶ τόπων καὶ δρόμων καὶ καιρῶν καὶ διαφορῶν, τὰς διαφορὰς καὶ τοὺς καιροὺς καὶ τοὺς τόπους καὶ τοὺς τρόπους καὶ τοὺς δρόμους καὶ τὰς ἐπιφανείας τῶν κατὰ καιροὺς ἀναλαμψάντων καὶ τὸ στερέωμα τῆς πίστεως ἄνωθεν καταφωτισάντων ἁγίων ἡμᾶς ἐκδιδάσκουσαι. Διὰ τοῦτο οἱ μὲν τῶν ἀστέρων αὐξανομένης ἔτι καὶ προκοπ (780) τούσης τῆς νυκτός, λέγω δὴ τῆς πλάνης, ἀνατέλλουσιν, οἷοι ὑπῆρχον οἱ περὶ Ἄβελ καὶ Ἑνὼχ καὶ Νῶε καὶ Ἀβραάμ, οἱ δὲ πάλιν κατ’ αὐτὸ τὸ μέσον τοῦ φωτὸς καὶ τοῦ σκότους, οἵους τοὺς ἐν νόμῳ γινώσκομεν, ἄλλοι δὲ πάλιν τῆς νυκτὸς προκοπτούσης καὶ τῆς ἡμέρας ἐγγιζούσης, οἵτινές εἰσιν οἱ μακάριοι προφῆται καὶ ὁ Βαπτιστής, μάλιστα οἱ ἀγχίπου καὶ (785) γείτονες ὄντες τῇ αὐγῇ τῆς τοῦ Κυρίου ἀνατολῆς, ὧντινων προφητῶν ἔσχατος ἦν καὶ πάντων φαιδρότερος ὡς ἑωθινὸς ἑωσφόρος ὁ πρόδρομος τοῦ ἡλίου Χριστοῦ Ἰωάννης ὁ λέγων· Ἰδοὺ ὀπίσω μου ἀνατέλλει τῷ κόσμῳ ὁ τῆς δικαιοσύνης ἥλιος, ὃς ἀνατείλας καὶ ἐξελθὼν ἐκ τῶν ὑδάτων τοῦ Ἰορδάνου ἅμα πρωῒ ἀνέδειξε τοὺς δώδεκα οἴκους τῶν μαθητῶν (790) ἀστέρων τοὺς περιέχοντας καὶ δεσπόζοντας ὅλων τῶν ἀστέρων τοῦ στερεώματος τῆς ἐκκλησίας.
Εἰ δὲ βούλει σὺ ἀστειότερον καί τινα ὀνόματα τούτου τοῦ ποτε ζωδιακοῦ κύκλου ὄντος τῆς ἐκκλησίας τῶν ἀποστολικῶν δώδεκα ἀστέρων καταμαθεῖν, σκόπει τὰς δώδεκα προσηγορίας τοῦ (795) στερεώματος. Εἰσὶ δὲ αὕται· Παρθένος, Ἕσπερος, Λύρα, Δίδυμος, Λέων, Ταῦρος, Κριός, Τοξότης, Ὑδροχόος, Ἰχθύς, Σκορπίος, Καρκίνος, καὶ ἕτερα πλεῖστα. Ἀλλὰ ταῦτα μὲν μυθικῶς καὶ ψευδῶς προσηγορεύθησαν, @1 ἐν δὲ τῷ στερεώματι τῆς ἐκκλησίας πνευματικῶς καὶ ἀεὶ καταλάμπουσιν. Ἔχει γὰρ Παρθένον ἀστέρα ἡ ἐκκλησία, φωστῆρα τὴν παναγίαν Παρ (800) θένον καὶ τοὺς εὐνουχίσαντας ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐξ ὧν ὑπῆρχον καὶ αἱ πέντε παρθένοι μεσούσης τῆς νυκτὸς ὡς ἀστέρες τὸ φῶς τῶν λαμπάδων ἐκλάμψασαι. Ἔχει δὲ καὶ Δίδυμον ἡ ἐκκλησία ἀστέρα, Θωμᾶν τὸν λεγόμενον Δίδυμον. Ἔχει Λέοντα τὸν Λουκᾶν, ἐπειδὴ καὶ λέων ἐν τῷ Σεραφὶμ ἑωράθη, καθότι πρὸς κράτιστον ἄνδρα (805) τὸ εὐαγγέλιον ἔγραψε. Καὶ ἄλλους δὲ ἔχει λέοντας, οὗς ἔτεκε Χριστὸς ὡς σκύμνος λέοντος Ἰούδα, οἵτινες ἤρξαν καὶ ἐβασίλευσαν τῶν ἀγρίων ποτὲ θηρίων ἐθνῶν. Ἔχει Ταύρους τοὺς τὸν ἐχθρὸν κερατίζοντας, ἡ γὰρ συναγωγὴ τῶν ταύρων τούτων ἐν ταῖς δαμάλεσι τῶν ἐκκλησιῶν, ἀλλὰ καὶ Μᾶρκον ὡς βοῦν φανέντα ἐν τῷ ἑξαπτερύγῳ, ἐπειδὴ ἀπὸ θυσιῶν τοῦ (810) εὐαγγελίου ἐνήρξατο. Ἔχει καὶ Κριούς, τοὺς σπερμοβολοῦντας τὸν λόγον τῇ ποίμνῃ, περὶ ὧν εἴρηται· Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἔχει Τοξότας, τοὺς τοῦ λαοῦ προεστῶτας καὶ τῷ Κυρίῳ βοῶντας· Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Ἔχει καὶ Ἰχθύας ἀστέρας τοῦτο τὸ στερέωμα, ὅσους ἤγρευσαν οἱ περὶ (815) Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἁλιεῖς. Ἔχει καὶ Λύραν τὸν σοφώτατον Παῦλον. Ἔχει Καρκίνον αὖθις τὸν Πέτρον, διττὴν γὰρ πορείαν ὁ νοητὸς ἥλιος ἐν αὐτῷ ἐπορεύετο, ἔμπροσθέν τε καὶ ὄπισθεν. Δι’ αὐτοῦ γὰρ ἤστραπτε καὶ τοῖς ἔμπροσθεν, οἵτινες ἦσαν οἱ ἐξ Ἰουδαίων, ἀλλὰ δὴ καὶ τοῖς ὄπισθεν, οἵτινες ἦμεν ἡμεῖς. Ἄμφω γὰρ εἷλκε Πέτρος, τοὺς μὲν (820) σημείοις, τοὺς δὲ διδασκαλίαις. Ἔχει καὶ πλανήτας ἑπτά, τοὺς ἑπτὰ διακόνους ἀνάντη τὴν πορείαν τῇ τῶν ἄλλων ἀντελ[λ]ίξει ποιοῦντας διὰ τὴν πρὸς τὸν λόγον ἀντέρεισιν. Οὗτοι γὰρ ἐν τῷ σιτίζειν τὸ πλῆθος τὸ ὑπὸ τῶν ἄλλων διδασκόμενον, ἵνα μὴ καταπέσῃ διὰ τὴν ἀνάγκην τοῦ σώματος, ἀντήρειδον τὸν λόγον ὑφ’ ἑτέρων διδόμενον. Ἔχει καὶ Περσέα (825) ἀστέρα, οἷον βούλει τῶν ἐκ Περσίδος ἡκόντων Μάγων ἐν Βηθλεὲμ δι’ ἀστέρος πρὸς τὸν νοητὸν καὶ κρυπτόμενον ἥλιον. Ἔχει καὶ Ὑδροχόους, πρὸς οὓς εἴρηται ὅτι Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἔχει καὶ Ἑσπέρους, τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν ἀνατείλαντας. (830)
Οὐ μόνον δὲ αἱ προσηγορίαι, ἀλλὰ καὶ αὐτὰ τὰ σχήματα καὶ αἱ ἰδέαι τῶν ἀστέρων πρὸς πνευματικὰς ἡμᾶς ἐννοίας καὶ θεωρίας ἀνάγουσι. Διὰ τοῦτο οἱ μὲν αὐτῶν φαιδροὶ καὶ οἱονεὶ μειδιῶντες εἰσίν, ὡς ὁ λέγων· Πάντοτε χαίρετε ἐν Κυρίῳ, ἀδιαλείπτως προσεύχεσθε. Οἱ δὲ στυγνοὶ καὶ κατηφεῖς, ὡς οἱ ὑπακούσαντες τοῦ εἰπόντος· Μακάριοι οἱ (835) πενθοῦντες. Ἄλλοι πάλιν πανηγυρίζοντες, ὡς οἱ ὑπὲρ Χριστοῦ @1 πυρωθέντες καὶ λέγοντες· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Καὶ ἕτεροι οἱ ὀξεῖς τοὺς δρόμους ποιούμενοι, ὡς ἐκεῖνος ὁ ἀπὸ Ἰερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ διαβὰς κἀκεῖ σὺν τῷ συζύγῳ Πέτρῳ δύσας, καὶ τῇ καταδύσει τὴν δύσιν οἱ δύο φωτίζουσιν. Ὅθεν πάλιν ὁρῶμεν τοὺς μὲν (840) τῶν ἀστέρων πρὸς βορρᾶν ἐκλάμποντας, ἄλλους δὲ πρὸς νότον, ἑτέρους δὲ πρὸς Ἄρκτον, καὶ ἄλλους ἐν διαφόροις τόποις ἀνατέλλοντας, τοὺς ἐν πάσῃ τῇ οἰκουμένῃ ἐκλάμψαντας φωστῆρας τῆς ἐκκλησίας σημαίνοντας. Ἐπεὶ τί δήποτε οὐκ ἐν ἑνὶ καιρῷ πάντες οἱ ἀστέρες ἐκλάμπουσιν; Ἀλλ’ οἱ μὲν αὐτῶν ἀνατέλλουσιν ἐαρινοὶ εὐθέως μετὰ τὴν Χριστοῦ ἀνάστασιν, (845) οἵτινές εἰσιν οἱ μακάριοι ἀπόστολοι καὶ οἱ τούτοις συνανατείλαντες αὐτῶν μαθηταί. Οἱ δὲ πάλιν τῶν ἀστέρων εἰσὶ θερινοί, οἵτινές εἰσιν οἱ τὸ βάρος καὶ τὸν καύσωνα τῶν θλίψεων καλῶς βαστάσαντες καὶ τὴν πύρωσιν τῆς σαρκὸς γενναίως ὑπενέγκαντες καὶ ὑπομείναντες τὸν μισθόν, ὡς οἱ ἐργάται τοῦ κυρίου τοῦ θερισμοῦ. Εἰσὶ δέ τινες καὶ χειμερινοὶ (850) ἀστέρες, οἵτινες ἐν αὐτῇ τῇ μεσοχειμωνίᾳ τῆς εἰδωλολατρίας ἐξέλαμψαν μάρτυρες.
Εἰ δὲ δεῖ καὶ περὶ τῆς θέσεως αὐτῶν εἰπεῖν, οὐδὲ αὐτὴ εἴη ἄκυρος καὶ ἀμύστηρος. Οἱ μὲν γὰρ αὐτῶν ὥσπερ τινὲς μονάτορες μοναχοὶ ὁδεύουσιν, ὡς οἱ ἐκ τῆς δωδεκάδος μόνοι στελλόμενοι πρὸς τὸ κήρυγμα (855) κατὰ τὸν λέγοντα ὅτι Κατὰ μόνας ἐγώ, ἕως οὗ παρέλθω, καὶ ὡς οἱ πρὸς ἀπορρῶγας πέτρας μόνοι μονάζοντες, λέγοντες· Κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ἄλλοι δὲ συνδεύτεροι ἢ σύντριτοι, ὡς οἱ ἐκ τῆς ἑβδομηκοντάδος δύο πεμπόμενοι ἢ καὶ δύο ὁμοῦ πρὸς ἀσκητικοὺς ἀγῶνας συναμιλλώμενοι, ἀκούσαντες τοῦ εἰπόντος· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγ (860) μένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἕτεροι δὲ χοροειδῶς ἢ στεφανοειδῶς βαδίζουσιν, ὡς τό· Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Καὶ οἱ μὲν τέλειοι, οἵτινες καὶ ὑπέρλαμπροι ὄντες, βραχεῖς τινας καὶ σμικροτάτας πλησιαζούσας ἔχουσι τάξεις, διδασκάλων καὶ ἀρχιερέων ἐπέχοντες τῶν λεγόντων· Ἰδοὺ ἐγὼ (865) καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός, οἷος ἦν καὶ ὁ Παῦλος. Πρώτιστος ὢν καὶ μέγιστος ἀστὴρ ὑπὲρ ἅπαντας εἶχε συνεπομένους οἷον βραχεῖς τινας Τιμόθεόν τε καὶ Σίλαν καὶ τὸν Βαρνάβαν καὶ τὸν Λουκᾶν, οὐ μετὰ πολὺ ἀπὸ μαθητοῦ συνεφέστιον γεγονότα τῷ διδασκάλῳ. Εἰ καὶ διέψευσται τό· Ἀρκετὸν τῷ μαθητῇ γενέσθαι ὡς ὁ διδάσκαλος, ἠλάττωται Παύλου, (870) καὶ γὰρ κἂν Παύλῳ συνεδριάζῃ. Οἱ δὲ πάλιν σταυροῦ τύπον ἐπέχουσιν, ἐξ ὧν ἦν καὶ ὁ λέγων ὅτι Οἱ τοῦ Κυρίου Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, καὶ ἄλλοι ὡς δίδυμοί τινες καὶ @1 σύζυγοι ὁδοιποροῦσιν, ὡς οἱ τὸν ζυγὸν τοῦ Κυρίου φέροντες καὶ ψυχῇ καὶ σώματι τοῦτον ἕλκοντες, ὡς δύο ὀφθαλμοὶ λάμποντες. (875)
Ὅθεν τοὺς ἀστέρας καὶ κινεῖσθαι καὶ τρέχειν ὥσπερ τινὰς ἐμψύχους, ὄντας ἀψύχους, ᾠκονόμησεν ὁ Θεὸς εἰς τύπον τῶν ἐμψύχων φωστήρων διδασκάλων. Καὶ γοῦν οὐ τοσοῦτον τοὺς ἐπὶ γῆς οἱ ἀστέρες ὁδηγοῦσιν, ὅσον τοὺς ἐν θαλάσσῃ μᾶλλον, ἐπειδὴ καὶ οἱ λογικοὶ ἀστέρες τοὺς ἐν τῷ κλύδωνι τῆς θαλάσσης τῶν παθῶν πολλῷ πλέον διαλάμπουσι καὶ (880) διασώζουσιν ἐν τῷ πλοίῳ τῆς ἐκκλησίας, ἕως οὗ ἡ νὺξ τοῦ βίου παρέλθῃ καὶ ἀνατείλῃ πάλιν ἐξ οὐρανοῦ ὁ τῆς δικαιοσύνης ἥλιος.
X 1. Οὕτω δὴ καὶ κατὰ τοῦτον τὸν τρόπον ἡ ἐκκλησία τὰ περὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων πνευματικῶς ἀστεροσκοπείτω, καθὼς καὶ ὁ θεῖος ἐκεῖνος ὁ ἕως τρίτου οὐρανοῦ ἀνατείλας καὶ ἁρπαγεὶς καὶ μαθὼν (885) ἀναφέρεσθαι εἰς τοὺς ἁγίους ὡς σοφὸς ἀστεροσκόπος τὸν τῶν ἀστέρων καὶ τοῦ ἡλίου καὶ τῆς σελήνης λόγον ἡρμήνευσε λέγων περὶ τῶν κατὰ καιροὺς ἐκλαμψάντων ὅτι Ἄλλη δόξα ἡλίου, τουτέστι τοῦ Χριστοῦ, καὶ ἄλλη δόξα σελήνης, τουτέστι τῆς ἐκκλησίας, καὶ ἄλλη δόξα ἀστέρων, λέγω δὴ τῶν ἁγίων· ἀστὴρ γὰρ ἀστέρος ἐν αὐτοῖς διαφέρει ἐν δόξῃ. (890) Πέτρος γὰρ πρωτόθρονος κἀγώ, φησὶ Παῦλος, διαφέρομεν ἁπάντων τῇ μεγίστῃ τιμῇ. Περὶ γὰρ τούτων τῶν ἀστέρων νοήσομεν μετὰ τοὺς αἰσθητοὺς εἰρημένον ὑπὸ Θεοῦ τό· Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Οὕτω γάρ ἐστιν ἐν τῇ ἐκκλησίᾳ καὶ γέγονε. Ποτὲ μὲν γὰρ καιρὸς ἀποστόλων, καὶ ἄλλος καιρὸς σημειοφό (895) ρων ἁγίων, καὶ ἕτερος ἁγίων μαρτύρων, καὶ ἄλλος καιρὸς διδασκάλων.
Περὶ τούτων τῶν ἀστέρων καὶ ὁ Δαυὶδ λέγει πρὸς τὸν Θεόν· Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν, τουτέστι τοὺς μὲν αὐτῶν δούλους, τοὺς δὲ μισθίους, τοὺς δὲ ἐργάτας, τοὺς δὲ φίλους, ἄλλους ἀδελφούς, ἑτέρους τέκνα, ἄλλους πατέρας. Εἰ γὰρ περὶ (900) τῶν σωματικῶν ἀστέρων τὸ τοιόνδε νοήσεις, οὐχ εὑρήσεις τὸν ποιήσαντα τούτους Θεόν, ἑκάστῳ καλέσαντα ὄνομα ἰδικῶς παρὰ τὸ κοινόν. Ὕστερον γὰρ τὸ σοφὸν τῶν ἀνθρώπων τὸν μὲν Τοξότην, τὸν δὲ Δοκίαν, τὸν δὲ Πρηστῆρα, τὸν δὲ Τυφῶνα, ἕτερον Λαμπαδίαν, ἄλλον Πωγωνίαν, καὶ ἄλλον ἄλλως προσκέκληκε. (905)
Περὶ τούτων τῶν ἀστέρων τῆς ἐκκλησίας νοήσεις καὶ τὸ ἐν τῷ ὀγδόῳ ψαλμῷ εἰρημένον πρὸς Χριστὸν ὅτι Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διὰ τί δ’ οὐκ εἶπε καὶ τὸν ἥλιον, ἐπειδή, καθὰ προεῖπον, τοῦ Χριστοῦ ἐστι τύπος ἀψευδὴς ὁ ἥλιος; Ὁ δὲ Χριστὸς οὐκ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ἐθεμελιώθη καὶ ἔστη, ἀλλ’ ὑπεράνω τῶν οὐρανῶν ἐν (910) τῷ θρόνῳ τῷ Χερουβικῷ. Περὶ γὰρ αὐτοῦ ὅλος ὁ παρὼν ψαλμὸς εἴρηται, Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν τοῦ @1 ἐκ στόματος νηπίων καὶ θηλαζόντων παίδων καταρτίσαντος αἶνον, ἀρχιερέως μεγάλου διεληλυθότος τοὺς οὐρανούς.
Τὸν δὲ μέχρι τούτου τοῦ γράμματος σωματικῶς νοοῦντα τὸν περὶ (915) οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων λόγον ἐλέγχει αὐτὴ ἡ θεία γραφὴ οὐκ εὐσεβῶς τοῖς ἱεροῖς ἐγκύπτοντα γράμμασιν. Εἴρηται γὰρ ἐν ὕμνοις Δαυίδ· Αἰνεῖτε τὸν Κύριον, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς· αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ (920) εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Εἰ οὖν ἔστησεν ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος εἶναι τοὺς οὐρανοὺς καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πῶς πάλιν ὁ αὐτὸς Θεὸς λέγει διὰ τοῦ αὐτοῦ προφήτου ὅτι Οἱ οὐρανοὶ ἀπολοῦνται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον εἰληθήσονται καὶ (925) παρελεύσονται, καὶ πάλιν δι’ ἑτέρου προφήτου φησὶν ὅτι Εἰληθήσεται ὁ οὐρανὸς ὡς βιβλίον ἐπὶ συντελείᾳ τῶν αἰώνων, καὶ ὁ ἥλιος καὶ ἡ σελήνη οὐκ ἔτι δώσουσι τὸ φέγγος αὐτῶν, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ὡς φύλλα πεσοῦνται; Διὸ καὶ αὐτὸς ὁ ποιητὴς αὐτῶν Θεὸς Λόγος Ἰησοῦς φησιν ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται. (930)
Οὐκοῦν διὰ τῶν εἰρημένων σαφῶς μανθάνομεν ὅτι οἱ μὲν οὐρανοὶ οἱ σωματικοὶ παρελεύσονται ὡς τύποι, ὁ δὲ στερεὸς οὐρανὸς ὁ τῆς πίστεως οὐ παρελεύσεται, καὶ ὁ ἥλιος ὁ ὁρώμενος σβεσθήσεται ὡς τύπος, ὁ δὲ ἥλιος Χριστός, ὃν προδιέγραφεν ὁ ἥλιος, οὗτος μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὡσαύτως καὶ ἡ τυπικὴ σελήνη ἀπολεῖται, ἡ δὲ ἀληθὴς σελήνη (935) τῆς ἐκκλησίας, ἣν προδιεκήρυττεν ἡ νυκτερινὴ αὕτη, οὐ παλαιωθήσεται, καὶ οἱ ἅγιοι ἀστέρες, οἱ λογικοὶ χοροὶ τῶν ἁγίων, αἰώνιοι διαμενοῦσιν, οἱ δὲ τύποι αὐτῶν, οἱ πρόσκαιροι ἀστέρες, ὡς φύλλα πεσοῦνται. Τότε γὰρ πάντες οἱ σωματικοὶ φωστῆρες ἀπολοῦνται, ὅτε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, τουτέστιν ὡς ὁ Χριστός. Αὐτὸν γάρ, ὡς πλειστάκις ὁ λόγος ὑπέ (940) δειξε, προδιαγράφει οὗτος ὁ ἥλιος, ἡ δὲ σελήνη τὴν ἐκκλησίαν. Ὥσπερ γὰρ ἐκ τῶν ἀνὰ δύο αὐτῶν σωματικῶν δυνάμεων συνίσταται ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος, ἤγουν ἐκ τοῦ φωτιστικοῦ καὶ τοῦ ξηροῦ τοῦ ἡλίου καὶ τοῦ ὑγροῦ καὶ φωτιστικοῦ τῆς σελήνης, οὕτως ἐκ δύο καὶ δύο τῶν αὐτῶν πνευματικῶν πραγμάτων ἀναγεννᾶται καὶ μορφοῦται καὶ ὁ ἔσω (945) ἡμῶν ἄνθρωπος ἐκ μὲν τῆς σελήνης ἐκκλησίας δι’ ὕδατος καὶ Πνεύματος τικτόμενος, ἐκ δὲ τοῦ ἡλίου Χριστοῦ διὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος τρεφόμενος.
Ἄκουσον καὶ ὕμνησον τὰ ἄρρητα ἐν τούτοις θαυμάσια, πῶς καὶ ἐπὶ @1 ἡλίου καὶ σελήνης τὸ ἕν ἐστιν ἀόρατον, τὸ δὲ ἕτερον ὁρατόν, σαφῶς ἡμῖν (950) κράζοντα τὸ μυστήριον Χριστοῦ καὶ τῆς ἐκκλησίας τοῖς πνευματικῶς αὐτὸ θέλουσι νοεῖν. Τὸ μὲν γάρ ἐστι λεπτομερὲς εἰς τύπον τῆς θεότητος, τὸ δὲ παχυμερὲς εἰς εἰκόνα τῆς ἀνθρωπότητος. Τὸ γὰρ Πνεῦμα ἐν τῷ ὕδατι κρύπτεται· τὸ αἷμα ἀόρατον ἐν τῷ σώματι κρύπτεται. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μὴ κατά τινα ἰατρικὴν ἐπιστήμην ἀναγίνωσκε, ἀλλὰ (955) κατὰ πνευματικήν, εἴ γε καὶ πιστεύεις ὅτι πάντα ἐν σοφίᾳ ἐποίησεν ὁ Θεός.
XI 1. Ἐννόησον γὰρ ἐπὶ ταύτης τῆς τετάρτης ἡμέρας καὶ ἐπὶ τῶν ἐν αὐτῇ γενομένων μυστηρίων περὶ ἡλίου περί τε σελήνης καὶ ἀστέρων καὶ Χριστοῦ ἐκκλησίας καὶ βαπτίσματος καὶ πάντων τῶν λοιπῶν τῆς (960) ἑξαημέρου ὅτι ἐν τῇ τετάρτῃ ἡμέρᾳ τοῦ αἰῶνος, τουτέστιν ἐν τῇ τετάρτῃ χιλιονταετηρίδι, ὑπὸ Θεοῦ διὰ Μωσέως ἐν τῷ Ἰσραὴλ ἐγράφησαν καὶ προετυπώθησαν καὶ ἀπεκαλύφθησαν ἡμῖν καὶ προεφητεύθησαν. Ὅτε μάλιστα καὶ ὁ τύπος τοῦ βαπτίσματος ἐν τῷ Ἰορδάνῃ ὑπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γέγονε βαπτίζοντος αὐτοῦ τὴν κιβωτὸν τοῦ Χριστοῦ (965) ἐκκλησίαν ἐκεῖ ἀβρόχως (πνευματικόν τι ἔστι καὶ ἡμέριον καὶ γλυκόρειθρον βάπτισμα), ἔνθα καὶ Ἰησοῦς ὁ Θεὸς ἐβαπτίσθη νυκτερινόν, θαλάττιον, καὶ ἔξαλμον Μωσαϊκὸν τυπικὸν βάπτισμα, τὸ μετ’ ὀλίγον ἀναδειχθὲν πνευματικόν, ἡμερινόν, καὶ σωτήριον, ἡνίκα τὸ Πνεῦμα πρὸς τὸ ὕδωρ κατίῃ, μεθ’ ὃ ὁ Κύριος Ἰησοῦς ἐκ τούτου ἀνίῃ. Οὐδὲ γὰρ ἐδεῖτο (970) καθάρσεως καὶ θειοτέρας ἀναγεννήσεως ὁ ὑπεράγιος Κύριος, ἵνα προκατιόντος τοῦ Πνεύματος καὶ τὸ ὕδωρ ἁγιάσαντος αὐτὸς νιμμὸν ὑποδέξηται, ὡς ἄρα γίνεται ἐφ’ ἡμῶν, ἀλλ’ ὡς Μεσσίας Ἰησοῦς μέσος ἀμφοῖν τῶν βαπτισμάτων ἱστάμενος τὸ μέν τι συγκέκυφε, τὸ δὲ παραδέδωκε, τοῦ πρώτου αὐτίκα ὀλοθρευθέντος μετὰ τοῦ πρώτου λαοῦ. (975)
(5) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὴν πέμπτην ἡμέραν τῆς ἑξαημέρου κτίσεως λόγος πέμπτος
I 1. Μόλις ἡμᾶς ποτε μετὰ πολλὰς περιόδους λόγων ἡ τετάρτη ἡμέρα (1) πρὸς τὴν πέμπτην παρέπεμψεν, ἐν ᾗ ὑπὸ Θεοῦ ὥσπερ ἔκ τινος πέτρας τετραημέρου νεκρώσεως εἰς ζωὴν ἡ κτίσις προέρχεται, καὶ ζωὴ ἐν αὐτῇ ἐν πρώτοις ἀναδείκνυται ἐξ ὕδατος καὶ Πνεύματος τὴν ἀρχὴν ἐν τῇ ἐκκλησίᾳ ἔχουσα, ἣν ὁ τῶν ὅλων δημιουργὸς προεσήμανεν ἐν τῇ πέμπτῃ (5) ἡμέρᾳ λέγων· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως. Ἐὰν κατὰ φυσικὴν τῶν πραγμάτων ἀκολουθίαν ἡ γῆ πρὸ τῶν ὑδάτων τὴν ζωογονίαν τῶν ἐξ αὐτῆς προελθόντων κτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν ὀφείλῃ παρὰ Θεοῦ δέξασθαι, ὡς εὐθέως δευτέρα (10) μετὰ τὸν οὐρανὸν γενομένη καὶ ἐν τῇ γραφῇ πρὸ τῶν ὑδάτων ὀνομαζομένη καὶ ταττομένη, πῶς νῦν τὰ ὕδατα πρώτως κατακοσμεῖται; Ὁρῶμεν γὰρ ὅτι καὶ ἐν τῇ θέσει τῶν δύο φωστήρων τῇ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ πρῶτος ὑπὸ Θεοῦ ἐτάγη ὁ ἥλιος ὁ τοῦ ξηροῦ στοιχείου τῆς γῆς συστατικὸς καὶ οἰκεῖος, καὶ πῶς νῦν τὰ πρεσβεῖα καὶ (15) οἱονεὶ πρωτοτόκια τῆς ζωῆς τὰ ὕδατα ἥρπασεν;
Ἐρῶ δὲ καὶ ἡ σελήνη, ἡ διὰ τοῦ ὕδατος καὶ Πνεύματος τῶν ὑπ’ αὐτῆς διοικουμένων καὶ συνισταμένων χάριν ἄλλην δεικνύουσα, πρωτότοκον ζωὴν καὶ Πνεῦμα ζωῆς τεκοῦσα καὶ δείξασα, πάνυ θεοπρεπῶς καὶ σοφωτάτως πάντα ἐν σοφίᾳ ᾠκονόμησε καὶ κατεσκεύασεν. Ἐν οὐρανοῖς (20) μὲν γὰρ τὰ πρεσβεῖα καὶ τὴν προταγὴν ὁ ἥλιος ἔλαβεν, ἐπειδὴ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ὁ Χριστὸς ὁ νοητὸς ἥλιος ἐν οὐρανοῖς καθέστηκε θύρα καὶ εἰσαγωγὸς ὑπάρχων ἡμῖν πρὸς τὸν Πατέρα, ἐπὶ τῆς γῆς δέ, ἔνθα ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, ἑκουσίως δέδωκε τὰ πρεσβεῖα ὡς οἰκείῳ σώματι αὐτοῦ τῇ ἐκκλησίᾳ, λέγω δὴ τῷ (25) μυστηρίῳ τοῦ βαπτίσματος. Ὥσπερ γὰρ ἐν οὐρανοῖς θύρα ἡμῶν καὶ ὁδὸς πρὸς τὸν Πατέρα ἐστὶν ὁ Χριστός, οὕτως ἐπὶ τῆς γῆς θύρα ἡμῶν καὶ ὁδός ἐστι τὸ βάπτισμα πρὸς Χριστὸν διὰ τῆς ἐκκλησίας, καὶ τούτου χάριν πρὸ πάντων ἡ ζωὴ καὶ ἡ ζῶσα ψυχὴ ἐξ ὕδατος καὶ πνεύματος ἀναδείκνυται καὶ ἐπὶ γῆς φανεροῦται λέγοντος τοῦ Θεοῦ· Ἐξαγαγέτω (30) τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.
Λεγέτωσαν ἡμῖν οἱ τῷ γράμματι μόνῳ τῆς θείας γραφῆς προσέχοντες, τίνος χάριν ἐπὶ μὲν τῶν ὑδάτων πληθυντικῶς εἴρηται τό· Ἐξαγαγέτωσαν ἑρπετὰ ψυχῶν ζωσῶν, ἐπὶ δὲ πάντων τῶν ἐκ γῆς (35) προελθόντων τῇ ἕκτῃ ἡμέρᾳ θηρίων καὶ ἑρπετῶν καὶ κτηνῶν @1 τετραπόδων οὐ πληθυντικῶς, ἀλλὰ μοναδικῶς ἐπιτρέπει ὁ Θεὸς λέγων· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν; Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ κἀκεῖνο ἐπιμελῶς ζητῆσαι ἀναγκαῖον, τὸ δι’ ἣν αἰτίαν τὰ μὲν ἐκ τῶν ὑδάτων γεννηθέντα πάντα εὐλόγησεν ὁ Θεός, τὰ δὲ γηγενῆ ζῷα καὶ τετράποδα (40) καὶ κτήνη ἀπεστέρησε τῆς εὐλογίας. Ὅθεν τὰ μὲν ὕδατα ὡς εὐλογηθέντα μέχρι τῆς δεῦρο καὶ ἕως τέλους τίκτουσιν αὐτομάτως χωρὶς σπορᾶς καὶ συνδυασμοῦ πετεινά, ἐξ ὧν εἰσι καὶ οἱ καλούμενοι ὄρτυγες καὶ ὀρτυγομήτραι, ἡ δὲ γῆ οὐκ ἔτι ἄνευ σπορᾶς θηρίον ἢ κτῆνος ἢ τετράποδον τίκτει. Πάλιν τε τὰ ἐκ γῆς τὴν γένεσιν ἔχοντα πάντα ἐπὶ γῆς καὶ τὴν (45) διατριβὴν διηνεκῆ ἔχουσι, τὰ δὲ ἐξ ὑδάτων τεχθέντα τὰ μὲν θαλάσσια λέγεται, τὰ δὲ ὑποχωρήσαντα καὶ ὑψωθέντα οὐράνια προσαγορεύονται, τουτέστι τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἅπερ καὶ γινώσκει ὁ Θεός, καθά φησι διὰ τοῦ προφητοῦ· Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Ἀλλ’ ἵνα μὴ ταῖς ἀλλεπαλλήλοις ἀπορίαις εἰς ἀπορίαν καὶ ἀθυμίαν (50) καὶ σύγχυσιν ἐνέγκωμεν τὸν ἀκροατήν, ἤδη καὶ τὰ περὶ τούτων ἡμῖν ἐπεξέρχομαι διὰ βραχέων τὴν κατὰ τὸ γράμμα ἱστορίαν τῶν πραγμάτων μηδαμῶς ἀνατρέπων, ὀλίγα δέ τινα προηγουμένως καὶ περὶ τοῦ πέμπτου ἀριθμοῦ, ὥσπερ καὶ περὶ τοῦ τετάρτου, ἐκ τῆς θείας γραφῆς ἀναγκαῖον προειπεῖν. (55)
II 1. Εὑρίσκομεν τοίνυν τῇ πέμπτῃ ἑκατοντάδι ἐν τῷ πεντακοσιοστῷ χρόνῳ τοῦ Νῶε τὰ θεμέλια τῆς κιβωτοῦ πηγνύμενα, ἥτις ἦν ἀληθὴς καὶ ἀναμφίβολος τύπος τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἐν ᾗ τὰ θηρία πάντων τῶν ἐθνῶν συναθροισθέντα τοῦ πονηροῦ κατακλυσμοῦ διὰ περιστερᾶς τοῦ Πνεύματος ἐσώθημεν. Ὅθεν πάλιν καὶ πεντήκοντα πήχεων τὸ (60) πλάτος τῆς κιβωτοῦ κατειργάσατο, ἵν’ ἐπειδὴ παρὰ τῶν μαθηματικῶν ὁ πέντε καὶ ὁ πεντήκοντα δίκαιος λέγεται. Ἀφαιρῶν γὰρ ὁ ε τὰ πρὸς τὰ ἐννέα δ καὶ συντιθεὶς τῇ μονάδι εἰς πέντε ταύτην παραύξει, καὶ τὰ τρία πρὸς τὴν ὀκτάδα καὶ συντιθεὶς τῷ β πέντε τοῦτον ποιεῖ, καὶ τὰ δύο πρὸς τὴν ἑπτάδα καὶ συντιθεὶς τῷ γ, ε τοῦτον ποιεῖ, καὶ τὸ ἓν πρὸς τὴν ἑξάδα (65) καὶ συντιθεὶς τῷ δ πέμπτον τοῦτον ποιεῖ. Ὁμοίως καὶ ὁ πεντήκοντα πρὸς τοὺς πρὸ αὐτοῦ καὶ τοὺς μετ’ αὐτὸν ποιεῖ. Κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ ἐκκλησία κηρύξει μετὰ τὸν τῆς ἁμαρτίας κατακλυσμὸν τὸν δικαιοῦντα τὰ πάντα Θεὸν καὶ τὴν δικαιοσύνην τούτου τὴν ἐκ τοῦ μέσου ἐξαιροῦσαν τὴν ἔχθραν τὴν καθ’ ἡμῶν. Πεντακοσίων δὲ καὶ ὁ Νῶε ἐτῶν οἰκοδομεῖ (70) τὴν κιβωτόν, ἐπειδὴ καὶ πεντακισχιλιοστῷ ἔτει ἦλθεν ὁ Νῶε ὁ @1 νέος καὶ πηγνύειν ἤρξατο τὴν κιβωτὸν τῆς ἐκκλησίας.
Οὐκ ἔστι δ’ ἀπεικὸς καὶ τῶν ἄλλων μέτρων ἐπιμνησθῆναι τῆς κιβωτοῦ. Τριάκοντα μὲν γὰρ πήχεων τὸ ὕψος αὐτῆς, εἶτ’ ἐπισυνῆκται πρὸς πῆχυν ἕνα, ὅτι καὶ τρεῖς τελείας τὰς ὑποστάσεις κηρύττει ἡ (75) ἐκκλησία καὶ φύσιν μίαν τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, τὸ δὲ πλάτος πεντήκοντα πήχεων, ὅτι τὰς πολυμιγέας ἐκείνας ἀγέλας τῶν ἀγρίων ζῴων καὶ ἀπείρων ἐθνῶν τριαδικαῖς πολυστίχοις ἑκατοντάσι νόμων ἡ ἐκκλησία ἐπαίδευσε καὶ συνετήρησε τῷ φυσικῷ πολυμερῶς καὶ ποικιλοτρόπως ἐφέλκοντι τῷ γραπτῷ καὶ μυστικῷ. (80)
Πολλὰ δὲ τοῦ πεντηκοστοῦ ἀριθμοῦ σύμβολα τῆς ἐκκλησίας ἐν ταῖς θείαις γραφαῖς εὑρίσκομεν. Τῷ γὰρ πεντηκοστῷ χρόνῳ ἐνετείλατο ὁ Θεὸς τῷ Ἰσραὴλ καθολικὴν ἄφεσιν καὶ συγχώρησιν χρεῶν καὶ ἐλευθερίαν τῶν ἐπὶ γῆς παντελῆ ποιήσασθαι. Φησὶ γὰρ ὁ Θεὸς ἐν τῷ Λευιτικῷ ταῦτα· Ἁγιάσατε τὸ ἔτος τῶν πεντηκοστῶν ἐνιαυτῶν καὶ διαβοήσατε (85) ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν, ἐνιαυτὸν ἀφέσεως· σημασία αὐτῆς ἐστιν. Ὅθεν Ἑβραίων παῖδες τὸν πεντηκοστὸν ἀριθμὸν Ἰωβηλαῖον ὀνομάζουσιν, ὅπερ ἑρμηνεύεται ἔλεος ἢ συγχώρησις. Κατὰ τοῦτον γὰρ τὸν τρόπον καὶ ὁ ψαλμὸς τῆς συγχωρήσεως καὶ ἀφέσεως τῆς ἁμαρτίας τοῦ Δαυὶδ πεντηκοστὸς γέγραπται, ἦν γὰρ εἰκὸς πρὸ (90) τοῦδε τοῦ ἀριθμοῦ ἢ καὶ μετὰ τοῦτον τὸν ἀφετήριον γραφῆναι ψαλμόν.
Ταῦτα δὲ πάντα προτύπωσις ἀψευδὴς ὑπῆρχον ἐκείνης τῆς πέμπτης ἡμέρας τῆς ἑβδομάδος, ἐν ᾗ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ὑψώθη ὁ τῆς δικαιοσύνης ἥλιος Χριστός. Καὶ τῇ πεντηκοστῇ τὸ ἅγιον Πνεῦμα κατέπεμψε, τὸ δι’ ὕδατος καὶ Πνεύματος αὐτοῦ, φημί, τὴν ἄφεσιν ἡμῖν (95) τῶν ἁμαρτιῶν δωρησάμενον, καὶ τῇ πέμπτῃ ἡμέρᾳ τὸ δεῖπνον τὸ μυστικὸν ἐδωρήσατο τὸ πάντων ἁμαρτημάτων λυτήριον.
III 1. Οὐκοῦν ἔχεις σαφῆ τὴν παράστασιν διὰ τί τῇ πέμπτῃ ἡμέρᾳ τῆς ἑξαημέρου τὰ ὕδατα, ἐν οἷς τὸ Πνεῦμα ἐπεφέρετο, ψυχὰς ζώσας ἐγέννησαν τὴν δι’ ὕδατος καὶ Πνεύματος ἡμῖν προμηνύοντα ἀναγέννησιν. (100) Ὑψωθεὶς γὰρ ὁ ἥλιος ὁ νοητὸς ἐν οὐρανοῖς, ὥσπερ ὁ ἥλιος ὁ αἰσθητὸς ἐν τῷ στερεώματι, καὶ τὴν ἀκτῖνα αὐτοῦ ἄνωθεν καταπέμψας τοῖς ὕδασιν, εὐθέως τὴν δι’ ὕδατος καὶ Πνεύματος ἐποίησεν ἀναγέννησιν κατὰ τὸ εἰρημένον· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. (105)
IV 1. Αὕτη δὲ ἡ κατὰ τὸ γράμμα λέξις τῆς γραφῆς δείκνυσιν ὅτι περὶ λογικῶν ἀνθρώπων καὶ ψυχῶν ἀθανάτων ταῦτα ὑπὸ Θεοῦ ἐπετρέποντο καὶ προετυποῦντο. Οὐ γὰρ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα (125) ἑρπετὰ ψυχῶν ζῴων (τὸ γὰρ ζῷον καὶ τὸ σῶμα καὶ τὴν αὐτοκινοῦσαν ζωτικὴν δηλοῖ ψυχήν), ἀλλά· Ψυχῶν ζωσῶν, εἴτουν μὴ θνησκουσῶν. Καὶ μὴν οὔκ εἰσιν αἱ ψυχαὶ τῶν ἰχθύων καὶ τῶν πετεινῶν ψυχαὶ ζῶσαι, ἀλλὰ θνήσκουσαι, τὸ αἷμα γάρ, φησίν, αὐτοῦ ἡ ψυχὴ αὐτοῦ. Ψυχὴ δὲ ζῶσα μόνη ἡ λογικὴ ἡμῶν ἐστιν. Ἐγένετο γὰρ ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, (130) φησίν, ἐπειδὴ ἐμέλλομεν ἀναζῆν διὰ ὕδατος καὶ Πνεύματος. Τὸν γοῦν πάντα λόγον εἰς τὰς ψυχὰς ἐπιστρέφει, καί φησι μετὰ τὸ βάπτισμα καὶ τὴν ἐξ τούτου χάριν καὶ ἔλλαμψιν ζῷα καθίστασθαι τοὺς βαπτισθέντας, οὐ ζώντων, ἵνα, φησί, καὶ τὸ σῶμα σὺν τῇ ψυχῇ ἀναζῇ ἀλλὰ ζῷα μόνα ψυχῶν ζωσῶν. Περὶ γὰρ ψυχῆς ἔκτοτε μετὰ τὸ βάπτισμα μόνης ὁ λόγος, (135) αὐτὴν γὰρ δεῖ ζῆν, καὶ οὐχὶ τὸ σῶμα σὺν αὐτῇ. Τὸ γὰρ σῶμα ἔχθρα εἰς Θεόν.
Ἑρπετὰ γοῦν οἱ βαπτιζόμενοι ἔστωσαν εἰς ὀψώνιον Θεοῦ ὡς ἐκλεκτοὶ ἰχθύες παρὰ τῶν πρὶν ἁλιέων καὶ νῦν ἀποστόλων προσφερόμενοι. Ἀλλὰ καὶ πετεινὰ ἴτωσαν εἰς οὐρανοὺς ἀνιπτάμενοι εἰς ἀπάντησιν (140) Θεοῦ εἰς ἀέρα ἀναφερόμενοι. Ταῦτα δ’ εἴη, εἰ ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος ἐξαχθείημεν ἑρπετά, ἀλλὰ ζωσῶν ψυχῶν, μόνης τῆς ψυχῆς μετὰ τὸ βάπτισμα τὴν ἐπὶ τὰ κρείττω σπουδὴν ἀναδεχομένης καὶ τοιαύτης καθισταμένης ἀεί, ὁποῖα ἐξείη ἀπὸ τοῦ ὕδατος, καὶ μὴ ἑρπετὰ ψυχῶν ζωσῶν ἐξιέναι, ἵνα καὶ τὸ σῶμα τύχῃ ἐπιμελείας τῆς οἱασοῦν. Τὸ (145) γὰρ ζῷον εἰπεῖν ἐν τῷ συναμφοτέρῳ νοεῖται ψυχῆς καὶ σώματος.
Τούτου χάριν ἀπ’ ἀρχῆς τὸ Πνεῦμα ἐπεφέρετο ὥσπερ ψυχὴ ζῶσα ἐπάνω τοῦ ὕδατος ζωοποιοῦν καὶ κινοῦν τὸ ὕδωρ. Διὰ τοῦτο καὶ ἡ θεία @1 γραφὴ ὡς σύμφυτα τὰ δύο ἅμα ὡς ψυχὴν καὶ σῶμα τίθησι, ποτὲ μὲν λέγουσα· Ὅτι παρὰ σοὶ τῷ Πνεύματι ὡς Θεῷ πηγὴ ζωῆς, ποτὲ δέ· (150) Πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Καὶ ὁ Κύριος δέ φησιν· Ὁ πιστεύων εἰς ἐμὲ τὸ Πνεῦμα ὅλον, εἰ ἐπαχύνθη, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ὁμοίως καὶ πρὸς τὴν Σαμαρείτιδά φησιν ὅτι Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ ὁ ὑπάρχων Πνεῦμα ὡς Θεός, ὅτι Τοὺς προσκυνοῦντάς μοι ἐν Πνεύματι καὶ ἀλη (155) θείᾳ δεῖ προσκυνεῖν, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
V 1. Πρώτη τοίνυν ζωὴ ζώντων ἐκ τῶν ὑδάτων ἐγνώσθη. Πρώτη ἐπιφοίτησις Πνεύματος ἐπ’ αὐτοῖς ἐπεφέρετο. Πρώτη ἀνάστασις ἐξ αὐτῶν διὰ τοῦ Ἰωνᾶ ἐγένετο. Ὁ κρυπτὸς μαργαρίτης, ὁ Υἱὸς τῆς πατρικῆς (160) ἀστραπῆς, ἐν αὐτοῖς κατὰ τὸν Ἰορδάνην. Ἡ κάθαρσις τῆς κτίσεως ἐξ ὑδάτων. Ἡ ἐκβλάστησις τῶν καρπῶν ἐξ ὑδάτων. Ἡ ἀρδεία τοῦ παραδείσου ἐξ αὐτῶν. Πρὸ πάντων τὰ ὕδατα ἐν ἀρχῇ τὸν φωτισμὸν τοῦ φωτὸς ὑπεδέξαντο ἐπάνω τῆς γῆς ἐπιφερόμενα σὺν τῷ Πνεύματι καὶ ταύτην βαπτίζοντα καὶ οἱονεὶ προφητεύοντα πᾶσαν τὴν ἀνθρωπίνην (165) φύσιν τὴν βαπτίζεσθαι μέλλουσαν. Διὸ καὶ τῇ τρίτῃ ἡμέρᾳ ἡ γῆ ἐκ τοῦ τοιούτου τῶν ὑδάτων ἀνῆλθε βαπτίσματος ὡσανεὶ εἰς Τριάδα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθεῖσα καὶ πιστεύσασα, ἣν ὥσπερ ἐκ κολυμβήθρας τινὸς ὑδάτων ἀγαγὼν ὁ Θεὸς εὐθέως καρποφορεῖν αὐτὴν διακελεύεται κατ’ ἐκεῖνον τὸν Βαπτιστὴν Ἰωάννην (170) τὸν τοῖς βαπτιζομένοις ἐπιτρέποντα καὶ λέγοντα· Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας οὕτω καὶ αὐτὸς λέγων· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν.
Λογίζομαι βοτάνην εἶναι τοὺς ἁμαρτωλούς, ξύλα καρποφόρα τοὺς δικαίους, σημαινούσης ἡμῖν τῆς τοῦ Θεοῦ φωνῆς ὅτιπερ μετὰ τὸ (175) βάπτισμά τινες βρῶσις κτηνῶν δαιμόνων γενήσονται ὕλη τε πυρὸς ἐκ ῥαθυμίας ὡσεὶ χόρτος, οὐ τοῦ Θεοῦ τοῦτο ἐπιτρέποντος, ἀλλὰ τὸ μέλλον γενέσθαι προσημαίνοντος, τινὲς δὲ ὡς ἐν νάπαις καὶ παραδείσοις εὐκαρποῦντες, καθάπερ ἐν τριδενδρίᾳ ὑποκατακεκλιμένον ἕξουσι τὸν Χριστὸν τὸν ἐκ τριῶν ξύλων βεβλαστηκότα σταυρὸν ἐνστερνισάμενοι (180) καὶ καρπὸν ἀγαγόντες εὔχρουν, τὸν ψυχῆς ἁγιασμόν, κατακηλοῦντα Χριστὸν τὸν ἐν τῇ τοῦ σταυροῦ τριδενδρίᾳ κατακλιθέντα καὶ ἀφυπνώσαντα. Τάχα γὰρ ὥσπερ τῇ τρίτῃ ἡμέρᾳ τύπος εἰσὶν αἱ βοτάναι καὶ τὰ καρποφόρα δένδρα τῶν ἁμαρτωλῶν καὶ τῶν δικαίων, οὕτω καὶ ἐν τῇ προκειμένῃ πέμπτῃ ἡμέρᾳ οἱ μὲν ἰχθύες βαπτιζόμενοι ἐν τῷ ὕδατι, (185) μὴ μεταλαμβάνοντες δὲ καὶ ἀναπνέοντες τὸ Πνεῦμα τὸ ἐπιφερόμενον @1 ἐπάνω τοῦ ὕδατος, οἱ ἁμαρτωλοὶ τυγχάνουσιν οἱ καὶ μετὰ τὸ βάπτισμα ἐν τῷ βυθῷ καὶ τῷ κλύδωνι τῶν ἡδονῶν ἐναπομένοντες καὶ τὸν βρῶμον τῆς ἁμαρτίας μὴ ἀποθέμενοι μήτε τὸν ἥλιον τῆς δικαιοσύνης θεασάμενοι μηδὲ πτέρυγας περιστερᾶς τοῦ Πνεύματος κομισάμενοι καὶ διὰ τοῦτο (190) πρὸς οὐρανὸν ἀναπτῆναι μὴ δυνάμενοι, ἀλλ’ ἑρπετὰ ἐναπομείναντες, πετεινὰ δὲ καθὰ οἱ δίκαιοι μὴ γενόμενοι, ὧντινων βρωμῶν ἰχθύων καὶ βασιλεύει τὸ μέγα καὶ πονηρὸν κῆτος, περὶ οὗ φησι πρὸς τὸν Ἰὼβ ὁ Θεὸς ὅτι οὗτός ἐστι Βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι.
Λογίζομαι γοῦν ὅτι τούτου χάριν ἐπὶ μὲν τῆς γεννήσεως τῶν ἐκ τῆς (195) γῆς ζῴων Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν εἶπεν ὁ Θεός. Μία γὰρ καὶ ὁμοία ἐστὶ πᾶσιν ἀνθρώποις ἡ γηγενὴς καὶ σαρκικὴ γέννησις ἡ ἐκ γυναικός. Ἐπὶ δὲ τῶν ὑδάτων διὰ τὴν πνευματικὴν ἐξ αὐτῶν τοῦ βαπτίσματος διάφορον ἀναγέννησιν Ἐξαγαγέτω, φησί, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Ἄλλη γὰρ ψυχὴ ἐξέρχεται ἐκ τῆς κολυμβήθρας ὁ (200) εἰλικρινῷ καὶ ὁλοψύχῳ καρδίᾳ βαπτισθείς, καὶ ἄλλη ψυχὴ ὁ μετὰ δισταγμοῦ προσελθῶν τῇ χάριτι, καὶ ἑτέρα ψυχὴ ὁ πειραστικῶς τῷ μυστηρίῳ προσδραμών, οἷος ἦν Σίμων ὁ Μάγος, περὶ οὗ εἴρηται ὅτι καὶ ἐβαπτίσθη ὁ Σίμων καὶ ἀνῆλθεν οἶος κατῆλθε, τουτέστιν ἀφώτιστος. Ἄλλως γὰρ διάκειται ἐπὶ τῶν βαπτιζομένων, λέγω ἡ καρδία τοῦ ἐθνικοῦ (205) καὶ βαρβάρου τοῦ ἐν πάσῃ ἀγνοίᾳ Χριστιανισμοῦ καὶ Θεοῦ γραφῶν ὑπάρχοντος, καὶ ἄλλῳ λογισμῷ προσέρχεται ὁ γνῶσιν καὶ σύνεσιν προκατηχηθεὶς καὶ οἱονεὶ προφωτισθεὶς τὸ Χριστοῦ μυστήριον.
Ὅθεν πάλιν σὺν τῷ βαπτίσματι καὶ προφητικῶν χαρισμάτων καὶ γλωσσῶν καὶ σημείων καὶ προγνώσεων ἠξιοῦντό τινες τῶν ἐν γνώσει (210) πεφωτισμένων τῷ βαπτίσματι προσερχομένων εὐθέως ἄλλοι ἀπ’ ἄλλων γινόμενοι καὶ ἀλλοιούμενοι. Καὶ μή πως ἄρα ταύτην τὴν ἐπὶ τὰ κρείττω ἀλλοίωσιν τῶν βαπτιζομένων προσημαίνων ὁ τῆς δικαιοσύνης ἥλιος ἡλλαίωσε τὸ τῆς θαλάσσης ὕδωρ ἔξαλλον καὶ ἔναλον αὐτὸ ἀπεργασάμενος, ἐπειδὴ τὸ ἅλας, ὁ λόγος τοῦ Θεοῦ, βρώμου παντὸς ἀναιρετικόν (215) ἐστι, σήψεως καθαρτικόν, σωμάτων φυλακτικόν, βρωμάτων εὐεκτικόν, καὶ τοῦ οὐρανίου ἄρτου ἑνωτικόν; Ὅθεν δὴ καὶ ὀνειδίζει Χριστὸς τοὺς τὸ τοιοῦτον ἅλας ἐν αὐτοῖς μὴ ἔχοντας καὶ τηροῦντας.
Ἔστι τις παράδοξος λόγος ἐπὶ τῆς φύσεως τῶν ὑδάτων πάνυ προσφυῆς καὶ ἁρμόδιος τῇ ἀσπόρῳ καὶ ἀφθάρτῳ ἀναγεννήσει τοῦ (220) βαπτίσματος. Ὡς γάρ φασιν οἱ τὰς ἁλιευτικὰς τέχνας ἐπιστημόνως γινώσκοντες ὅτι ἀπέχει μὲν ἡ τῶν ἰχθύων φύσις τὸ ἄρρεν καὶ τὸ θῆλυ ἰδίως ἐννηχόμενα, καὶ οὐ συγγίνονται ἀλλήλοις, ἀλλ’ ἀσπόρως ἐκ τοῦ @1 ὕδατος καὶ τοῦ πνεύματος τοῦ ἀνέμου τίκτονται, κυρίως καὶ ἀναμφιβόλως σημαίνοντος τοῦ τοιούτου ὑποδείγματος τὴν πνευματικὴν (225) καὶ ἄσπορον ἡμῶν ἐξ ὕδατος καὶ πνεύματος γέννησιν, περὶ ἧς εἴρηται ὅτι Οὐκ ἐξ αἱμάτων οὔτε ἐκ θελήματος σαρκὸς οὔτε ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν, φασὶ δὲ τὴν λεγομένην χελώνην καὶ τὴν σμύραιναν συνδυάζεσθαι. Ἀλλ’ οὐ νόμος τῆς ἐκκλησίας τὸ σπάνιον, πλὴν ὅτι καὶ ἀμφότερα τούτων τῶν δύο ζῴων τῶν θαλαττίων καὶ συνδυασ (230) τικῶν εἰς τὴν γῆν ἐκ τῶν ὑδάτων ἐξέρχονται ἀμφίβιον καὶ οὐ κατὰ τάξιν τῶν νηκτῶν ζωὴν ζῶντα. Ὅθεν ἡ μὲν λεγομένη σμύραινα τῷ ὄφει, ὥς φασι, τῷ χερσαίῳ ἐξερχομένη ἐκ τῆς θαλάττης συγγίνεται, καὶ γὰρ ὅσοι μὴ πατέρα τὸν Κύριον καὶ μητέρα τὴν κολυμβήθραν ἔχειν ἐθέλουσιν, ἀλλὰ ψευδεπιπλάστως, ὡς ὁ Σίμων, προσέρχονται τῷ βαπτίσματι, οὗτοι (235) πάλιν πατέρα ἑαυτοῖς τὸν διάβολον ἐπιγράφονται τὸν ἀρχαῖον ὄφιν καὶ ἀκούουσιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, καὶ ἀρνοῦνται μὲν τὸ ὕδωρ τῆς κολυμβήθρας, οὐ γὰρ τίκτονται ἐν αὐτῇ, καὶ ἐν τῇ γῇ προσερπόμενοι τὴν γέννησιν δέχονται, ἥτις ἡ ἀφώτιστός ἐστι διατριβὴ καὶ ζωή, ἐπάνω γὰρ τοῦ ὕδατος, οὐ τῆς γῆς, τὸ Πνεῦμα ἐπεφέρετο. Ἡ (240) δὲ χελώνη ὡσανεὶ ἀποστρεφομένων καὶ βδελυττομένων τῶν ὑδάτων τὴν ἀπὸ σπορᾶς καὶ ῥύσεως αὐτῆς ἄνομον σύλληψιν εἰς γῆν ταύτην ἀποπέμπεται κἀκεῖ τὰ οἰκεῖα ὠὰ τίκτουσα κρύπτει εἰς τύπον τῶν ὄντων μὲν ἐξ ὕδατος τοῦ βαπτίσματος, ἀπονηχομένων δι’ αὐτοῦ, ἐνδομυχούντων ἔτι τὴν πονηρὰν σπερμογόνησιν, καὶ οὐκ ἐκρησσόντων αὐτὴν δι’ (245) ἀνθρωπίνην ἴσως αἰδῶ. Μή τις δὲ μυκτηριζέτω τὰ περὶ χελώνης καὶ ἰχθύων ὑποδείγματα ἀκούων τῆς θείας γραφῆς καὶ σκώληκα καὶ ὄφιν χαλκοῦν καὶ λέοντα καὶ ῥάβδον ὀνομαζούσης τὸν Χριστὸν τὸν πάντα καὶ τὰ οἰκτρὰ καὶ τὰ μέγιστα ἐν σοφίᾳ ποιήσαντα.
VI 1. Ἀλλά γε ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν τὸ Μωσαϊκὸν ῥητὸν (250) ἀναλαμβάνοντες. Φησὶ γὰρ ὅτι Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν <καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς> κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Προστάσσει τὰ ἑρπετά, τουτέστι τοὺς ἰχθύας, πρὸ τῶν πετεινῶν, διδάσκων ἡμᾶς ὁ Θεὸς ἀπὸ ἑρπετῶν τῶν χαμαὶ καὶ εἰς τὴν γῆν καὶ τὰ τῆς γῆς ἀσχολουμένων (255) ψυχῶν πετεινὰ οὐρανοῦ γίνεσθαι πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ καὶ κατὰ μίμησιν, τουτέστι τῶν ἀγγέλων, ἐνδείκνυσθαι βίον πνευματικὸν ἐπὶ γῆς, οἷον ἐκεῖνο τὸ πετεινὸν τὸ ἕως τρίτου οὐρανοῦ πετασθὲν καὶ λέγον· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ Μιμηταί μου λοιπὸν γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πῶς δὲ καὶ ἑρπετὰ τοὺς νηκτοὺς (260) ὠνόμαζεν ἰχθύας; Τὸ γὰρ ἕρπειν κυρίως περὶ τῶν εἰς γῆν συρομένων καὶ @1 ἑρπόντων, ὡς ὁ ὄφις, εἴρηται. Ὡς κἀντεῦθεν δῆλον ἐστὶν ὅτι αἰνίγματα διαλέγεται περὶ ζῴων εἰς ἀνθρώπους τὴν ἀναφορὰν ἐχόντων. Ὅθεν καὶ ἐν τῷ ἐξουσιαστικῷ, ὅπερ ἔδωκεν ὁ Θεὸς τῷ Ἀδάμ, προέταξε τῶν λοιπῶν ζῴων καὶ κτηνῶν τοὺς ἰχθύας εἰπών· Καὶ ἄρχετε τῶν ἰχθύων (265) τῆς θαλάσσης, εἶτά φησι· Καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ τῶν ἑρπόντων ἐπ’ αὐτῆς. Αὐτῶν γὰρ πρὸ πάντων ἐδέσποσε καὶ ἦρξεν ὁ δεύτερος Ἀδὰμ διὰ τῶν οἰκείων ἁλιέων Χριστός, τουτέστι τῶν ἐν τῷ βυθῷ τῆς ἀγνωσίας καθημένων ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου ἐθνῶν, ὧν καὶ ἐβασίλευσε καὶ βασιλεὺς (270) πάντων τῶν ἐν τοῖς ὕδασι τοῦ βαπτίσματος.
Κήτη μεγάλα κελεύει γενέσθαι τοὺς θεοκήρυκας ἀποστόλους τοὺς τὸ τῆς θαλάσσης μὲν ὕδωρ ἀναταράξαντας, ὡς ἐπὶ τοῦ Ἰωνᾶ διὰ τοῦ κήτους ἐγένετο, οὓς καὶ ὡς ἵππους ὁ Ἁμβακοὺμ ἐμυήθη τὴν κοσμικὴν ἀνκυκήσαντας θάλασσαν, τοὺς καὶ τὸν προφητικὸν ὡσεὶ κήτη ὄντας (280) καταπιόντας λόγον τῶν τὴν τῶν ἁμαρτανόντων μισούντων μετάνοιαν καὶ τὴν τούτων αὐτίκα συμπάθειαν (οὐ δέχεται γὰρ τὸν ἅμα τε μεταβαλλόμενον ἅμα τε συγχωρούμενον, εἰ μὴ καὶ κατωθήσει πρὸς κλοιὸν δυσαχθέστατον), τοὺς τοῦτον πάλιν ἐμοῦντας, ἀλλ’ οὐχ ὡς τὸ πρὶν ἀκαμπῆ, ἥμερον δὲ μᾶλλον καὶ συμπαθῆ καὶ φιλάνθρωπον, τὸ (285) τοιοῦτον εἶναι μαθόντα μετὰ τὸν σταυρὸν ὃν ἐτύπου καὶ τὴν ταφὴν τὴν τριήμερον, μηνύοντα τὸν ταῦτα πεισόμενον τῶν σταυρούντων καὶ κακούντων ὑπερεντυγχάνοντα. Παρεισάγει δὲ καὶ ἡ ᾠδὴ τῶν παίδων αὐτὰ τὰ κήτη γεραίροντα τὸν Θεόν, ἐν οἷς φησιν· Εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν ὁρῶντα τοὺς ἁμαρτάνοντας (290) δεχομένους τὸ κήρυγμα καὶ μεταβαλλομένους εὐθύς.
Ἀλλ’ ἐν ταύτῃ τῇ λέξει γεγονώς τις τῶν ἀρχαίων ἐξηγητῶν ἐζήτησε τίνος χάριν ὡς πρὸς ἑτέρους τινὰς τὴν ἐπιτροπὴν ποιεῖται ὁ Θεὸς κελεύων αὐτοῖς καὶ λέγων πληθύνειν τὰ πετεινά, οὐ γὰρ εἰς πρόσωπον τῶν πετεινῶν διαλέγεται, ὥσπερ πρὸς τοὺς ἰχθύας. Ὁ δὲ (295) ταῦτα διαπορήσας καὶ εἰπὼν παρέστησεν ὡς ἐντεῦθεν ὀφείλει μανθάνειν ἡμᾶς ὅτι τοῖς βαπτιζομένοις καὶ μάλιστα τοῖς ἐν ἀρεταῖς πετεινοῖς γενομένοις ἅγιοι ἄγγελοι φροντισταὶ καὶ προνοηταὶ ὑπὸ Θεοῦ εἰς ἐπιμέλειαν καὶ φωτισμὸν δίδονται. Πρὸς αὐτοὺς γὰρ τὴν ἐπιτροπὴν @1 ποιεῖται ὁ Θεὸς κελεύων καὶ λέγων πληθύνειν τὰ πετεινά, τουτέστι τοὺς (300) τὰ οὐράνια φρονοῦντας καὶ περιπολοῦντας. Καὶ αὐτὸς δὲ ὁ Κύριος πιστοῦται ἡμᾶς καὶ διδάσκει ἀγγέλους εἶναι φύλακας τῶν πιστευόντων εἰς αὐτόν. Φησὶ γὰρ πρός τινας ἀπίστους· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ (305) ἐν οὐρανοῖς.
Ἰστέον μὲν οὖν ὅτιπερ οὐδὲν τῶν τῆς ἑξαημέρου κτίσεως εὑρίσκομεν ὅτι εὐλόγησεν ὁ Θεός, εἰ μὴ τὸν ἄνθρωπον καὶ τὰ ἐκ τοῦ ὕδατος γεννηθέντα, ὥστε ἀπ’ ἀρχῆς, ἡνίκα ἐγένοντο, ἐπληροῦτο τὸ προφητικὸν λόγιον τὸ φάσκων ὅτι Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων τῶν ὑπ’ αὐτοῦ πρὸ (310) πάντων εὐλογηθέντων, καὶ τούτου χάριν ἕως τῆς σήμερον καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἀσπόρως ψυχὰς γεννώντων, ἰχθύων μὲν πολλῶν, πετεινῶν δὲ ὀλίγων, ὀρτυγομητρῶν δὴ καὶ ἄλλων, ἐξ ὧν πάλαι ὁ Ἰσραὴλ ἐτράφη. Καὶ τάχα ἐπειδὴ ὀλιγοστὸς ὁ ἀριθμὸς τῶν τοιούτων πετεινῶν, λέγω δὴ τῶν δικαίων, τούτου χάριν περὶ αὐτῶν (315) μᾶλλον τὴν φροντίδα ποιούμενος ὁ Θεὸς ἐπιτρέπει τοῖς προνοηταῖς τῆς ἐπιγείου κτίσεως ἁγίοις ἀγγέλοις ὅτι Τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς τὰ ἐξ ὑδάτων γεννηθέντα, μᾶλλον δὲ ἀναγεννηθέντα, καὶ τὸν βρῶμον τῆς ἁμαρτίας ἐκεῖ ἀποθέμενα, καὶ πρὸς οὐρανὸν ἀνιπτάμενα, ἀπὸ τῶν ῥευστῶν καὶ σκοτεινῶν καὶ πολυχειμάστων ὑδάτων τοῦ βίου (320) πρὸς τὰ πάγια καὶ εὔδια καὶ σταθηρὰ καὶ ἄσειστα ὕδατα ἐν ὑψίστοις ἀεροδρομοῦντα. Ἔνθα ὁ τῆς δικαιοσύνης ἥλιος καθίδρυτο, καὶ ἡ σύζυγος αὐτοῦ ἀειφώτιστος σελήνη ἐπαναπέπαυται, καὶ οἱ λογικοὶ ἀστέρες οὐρανίῳ φωτὶ τὴν οἰκουμένην ὁδηγοῦσι καὶ καταλάμπουσι, καὶ τὸ ὕδωρ τὸ πνευματικὸν τὸ ὑπεράνω τῶν οὐρανῶν ἀσιγήτως αἰνεῖ τὸ ὄνομα (325) Κυρίου.
VII 1. Πολὺς ἡμῖν καὶ βαθὺς ὁ περὶ τῶν ὑδάτων ἐν τῇ θείᾳ γραφῇ τῆς κτίσεως καταγγέλλεται λόγος γενεῶν τινων καὶ οὐρανίων φύσεων καὶ νόων δεόμενος πρὸς σαφῆ τῶν δηλουμένων κατάληψιν καὶ φανέρωσιν ὥστε ἀπταίστως τε καὶ ἐπεσκεμμένως κατ’ αὐτὴν τὴν τῶν ὄντων (330) ἀλήθειαν, καθ’ ἣν ὑπὸ Θεοῦ τὰ ὄντα ἐγένοντο, εἰπεῖν. Τίνος οὖν χάριν σεσιγημένος καὶ ἀπόκρυφος ἐν τῇ ἑξαημέρῳ κτίσει κατελείφθη ὁ περὶ ὑδάτων λόγος, καὶ ὁ περὶ τοῦ πνεύματος καὶ πυρὸς μὴ σὺν τῇ λοιπῇ κτίσει ἐκφανθεὶς μήτε δημοσιευθείς, καθάπερ ἡ τοῦ οὐρανοῦ καὶ γῆς καὶ φυτῶν καὶ φωστήρων καὶ ἀνθρώπων ποίησις; Τί γὰρ ἦν δυσχερὲς τὸ (335) κωλύον τὸν ποιητὴν τοῦ εἰπεῖν· Γενηθήτω ὕδωρ, καί· Γενηθήτω ἀνέμου πνεῦμα, καί· Γενηθήτω πῦρ, ὥσπερ ἐπὶ πάσης τῆς λοιπῆς @1 ἐκέλευσε κτίσεως; Ἀλλ’ ἴσως παιδεύουσα ἡμᾶς ἡ θεία γραφὴ τὸ τῆς ἁγίας Τριάδος ἄκτιστον καὶ ἄρρητον καὶ ἀκατάληπτον τὸν περὶ τούτων τῶν ποιεῖται ὁ Θεὸς κελεύων καὶ λέγων πληθύνειν τὰ πετεινά, τουτέστι τοὺς (300) τὰ οὐράνια φρονοῦντας καὶ περιπολοῦντας. Καὶ αὐτὸς δὲ ὁ Κύριος πιστοῦται ἡμᾶς καὶ διδάσκει ἀγγέλους εἶναι φύλακας τῶν πιστευόντων εἰς αὐτόν. Φησὶ γὰρ πρός τινας ἀπίστους· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ (305) ἐν οὐρανοῖς.
VII 1. Πολὺς ἡμῖν καὶ βαθὺς ὁ περὶ τῶν ὑδάτων ἐν τῇ θείᾳ γραφῇ τῆς κτίσεως καταγγέλλεται λόγος γενεῶν τινων καὶ οὐρανίων φύσεων καὶ νόων δεόμενος πρὸς σαφῆ τῶν δηλουμένων κατάληψιν καὶ φανέρωσιν ὥστε ἀπταίστως τε καὶ ἐπεσκεμμένως κατ’ αὐτὴν τὴν τῶν ὄντων (330) ἀλήθειαν, καθ’ ἣν ὑπὸ Θεοῦ τὰ ὄντα ἐγένοντο, εἰπεῖν. Τίνος οὖν χάριν σεσιγημένος καὶ ἀπόκρυφος ἐν τῇ ἑξαημέρῳ κτίσει κατελείφθη ὁ περὶ ὑδάτων λόγος, καὶ ὁ περὶ τοῦ πνεύματος καὶ πυρὸς μὴ σὺν τῇ λοιπῇ κτίσει ἐκφανθεὶς μήτε δημοσιευθείς, καθάπερ ἡ τοῦ οὐρανοῦ καὶ γῆς καὶ φυτῶν καὶ φωστήρων καὶ ἀνθρώπων ποίησις; Τί γὰρ ἦν δυσχερὲς τὸ (335) κωλύον τὸν ποιητὴν τοῦ εἰπεῖν· Γενηθήτω ὕδωρ, καί· Γενηθήτω ἀνέμου πνεῦμα, καί· Γενηθήτω πῦρ, ὥσπερ ἐπὶ πάσης τῆς λοιπῆς @1 ἐκέλευσε κτίσεως; Ἀλλ’ ἴσως παιδεύουσα ἡμᾶς ἡ θεία γραφὴ τὸ τῆς ἁγίας Τριάδος ἄκτιστον καὶ ἄρρητον καὶ ἀκατάληπτον τὸν περὶ τούτων τῶν τριῶν κτισμάτων τυπικῶς σεσιωπημένον καὶ ἀπόκρυφον κατέλιπε (340) λόγον, ἐν τῇ Μωσαϊκῇ λέγω βίβλῳ. Διὸ καὶ πῦρ καὶ ὕδωρ καὶ πνεῦμα διὰ πλάτους αἱ θεῖαι γραφαὶ συμβολικῶς εἶναι τὸν Θεὸν διαγορεύουσιν. Οὐκοῦν καὶ τὸ ὑποκάτω πάσης τῆς κτίσεως ἐν ἀβύσσοις ὑπάρχειν, ὡσαύτως καὶ ἐπὶ γῆς ὁμοίως καὶ ἐν οὐρανοῖς καὶ ὑπεράνω τῶν οὐρανῶν, τὸ ἀπερίγραπτον καὶ περιέχον πᾶσαν τὴν κτίσιν τῆς θείας οὐσίας (345) διδασκόμεθα τυπικῶς, ὅπερ πάλιν σημαίνει καὶ τὸ τοῦ ἀνέμου καὶ τὸ τοῦ πυρὸς ἀόρατον καὶ ἀψηλάφητον καὶ λεπτὸν καὶ ἄϋλον καὶ ζωοποιὸν καὶ παντίτοπον.
Ἕτεροι δὲ τὴν τετραχῇ τῶν ὑδάτων διαίρεσιν, τὴν ὑπεράνω λέγω τοῦ οὐρανοῦ, καὶ τὸ στερέωμα τὸ ἐξ ὕδατος, καὶ τὸ ἐπίγειον ὕδωρ, καὶ (350) τὸ καταχθόνιον τὸ σκοτεινὸν καὶ ἔσχατον, τύπον εἶναι λέγουσι τῶν τεσσάρων τάξεων τῶν λογικῶν φύσεων, τὸ μὲν ὑπὲρ τὸ στερέωμα ὕδωρ εἰς εἰκόνα τῶν ὑπερουρανίων δυνάμεων, τὸ δὲ στερέωμα σύμβολον πάλιν τοῦ τῶν ἁγίων φωστήρων ἀνθρώπων τάγματος, τὰ δὲ διάφορα ἐπίγεια ὕδατα τύποι εἰσὶ τῶν ἐπιγείων καὶ ἀσυμφώνων καὶ διῃρημένων τῇ πίστει (355) διαφόρων ἐθνῶν, τὸ δὲ καταχθόνιον ὕδωρ τῶν ἐναντίων δυνάμεών ἐστι συμβολικὸν τῶν παντάπασι τοῦ θείου πυρὸς καὶ φωτὸς καὶ πνεύματος κεχωρισμένων, ἤτοι τῆς ἁγίας Τριάδος παντελῶς διῃρημένων. Τάχα γὰρ οὗτοί εἰσιν οἱ ἀνίατοι τραυματίαι οἱ καθεύδοντες ἐν ᾅδῃ τὸν τῆς ἁμαρτίας ὕπνον, ὧν ὁ Θεὸς οὐ μνησθήσεται ἔτι, ὅτι μηδόλως θέλουσι, καὶ (360) αὐτοὶ ἐκ τῆς χειρὸς αὐτοῦ ἀπώσθησαν καὶ οὐ μὴ δύνανται στῆναι.
Οἱ δὲ ἰχθύες, οἵτινές εἰσιν οἱ ἁμαρτωλοί, μετέχουσι μὲν μερικοῦ φωτὸς ἐν τῇ θαλάσσῃ ὄντες καὶ οὐκ ἐν τοῖς καταχθονίοις. Διὸ καὶ μιμεῖσθαι μικρομερῶς τὰ πετεινὰ ἐπιχειροῦσι πτερύγια ἔχοντες, τουτέστι μερικὴν εὐσέβειαν. Ὅθεν καὶ ἐν τοῖς ὕδασιν ὥσπερ πετεινὰ πέτονται. (365) Τινὲς δὲ αὐτῶν καὶ ἄνωθεν τῶν ὑδάτων ἐπιφερόμενοι καὶ νηχόμενοι τῷ ἡλίῳ ἀνατενίζουσιν. Οἱ δὲ τούτων μοχθηρότεροι καὶ ὑλικώτεροι ἀλέπιδοι τυγχάνοντες ἐξ αὐτῆς τῆς βορβορώδους ὕλης τὴν γέννησιν ἔχουσι κάτω, οἵτινές εἰσιν οἱ μηδόλως ἀγαθοεργίας ἔχοντες, νωθροί τινες καὶ δυσκίνητοι καὶ εὐάλωτοι ὑπάρχοντες εἰς θάνατον καὶ ἐπιβλαβεῖς εἰς (370) βρῶσιν, ὧν καὶ ἀπέχεσθαι καὶ μὴ ἀπέχεσθαι ὁ ἀληθὴς Ἰσραηλίτης ἡμεῖς ἐπιτέτραπται.
VIII Τοιαῦτα ἡμᾶς καὶ ἡ πέμπτη ἡμέρα περὶ Χριστοῦ καὶ τῆς ἐκκλησίας παιδεύει σύμβολα καὶ αἰνίγματα ἀρχὴν ἡμῖν προμηνύουσα τοῦ @1 βαπτίσματος, ἐν ᾗ αἱ πέντε αἰσθήσεις τῆς ἐμψύχου φύσεως ἐδημιουργή (375) θησαν· ὅρασις, ἀκοή, γεῦσις, ὄσφρησις, καὶ ἁφή. Ἐν ταύτῃ, λέγω δὴ τῇ πέμπτῃ ἡμέρᾳ τοῦ αἰῶνος, ἐν τῇ πέμπτῃ χιλιονταετηρίδι, καὶ ὁ λουτὴρ ὑπὸ Σολομῶντος τοῦ υἱοῦ Δαυὶδ ἐν τῷ ναῷ τοῦ Θεοῦ ἐν Ἰερουσαλὴμ εἰς τύπον τοῦ βαπτίσματος τῆς ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ τοῦ υἱοῦ Δαυὶδ γέγονε, καθάπερ καὶ ὁ νιπτὴρ πάλιν ἐκεῖνος ὁ ἐν τῷ ἀνωγαίῳ τῷ (380) μεγάλῳ τῇ πέμπτῃ ἡμέρᾳ ὑπόδειγμα ἔχων τῆς κολυμβήθρας τοὺς πόδας τῶν μαθητῶν πρῶτον ὑπὸ Χριστοῦ ἐβάπτισε, καὶ εἶθ’ οὕτως αὐτοῖς τὸ σῶμα καὶ αἷμα εἰς μετάληψιν δέδωκεν. Ἡνίκα καὶ τὴν καινὴν διαθήκην ὁ Χριστὸς διαθέμενος, τῇ ἐπαύριον ἐπὶ τὸν Γολγοθᾶν τῇ ἕκτῃ ἡμέρᾳ πρὸς τὸν ἐκεῖ κείμενον Ἀδὰμ παραγέγονε καὶ τὸν παράδεισον τῷ λῃστῇ (385) ἠνέῳξε, πρὸς ὃν καὶ ἡμεῖς τῇ ἑξῆς ἡμέρᾳ, ἥτις ἐστὶν ἡ ἕκτη, Χριστοῦ χειραγωγοῦντος καὶ διδόντος ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν ἐλευσόμεθα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. @1
(6) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὴν ἕκτην ἡμέραν (t1) τῆς ἑξαημέρου κτίσεως λόγος ἕκτος
I 1. Οἱ ἐκ λιμένων παγγαλήνων πρὸς τοὺς πελαγίους δρόμους τὰς (1) θαλαττίους διαπεραιούμενοι διὰ σκαφέων τρίβους, ἐπειδὰν δεξιοῦ τινος καὶ ἐξ οὐρίας ἐπιτύχωσι πνεύματος καὶ ἐπὶ πέμπτην καὶ ἕκτην ἡμέραν ἄλυπά τε καὶ ἱλαρὰ καὶ ἐπιτήδεια διὰ πρύμνης τὰ κύματα ἔχοντες καὶ τῇ φορῇ καὶ ῥύμῃ τῶν ὑδάτων ὀξείας τὰς πορείας καὶ τοὺς δρόμους τῆς (5) νηὸς διανύωσι, βολίσι τισὶ μολυβδίναις καὶ βαρυτάταις τοὺς τῶν ὑδάτων βυθοὺς δοκιμάζουσιν ἡμέρᾳ καὶ ἡμέρᾳ ἐξ ἀκαταλήπτων βαθέων καὶ ἀφθάστων πρὸς κουφοτέρους τινὰς καὶ ἐπιπολαιοτέρους βυθούς, λοιπὸν δὲ καὶ αἰγιαλοὺς καταφθάνειν ἐλπίζοντες. Τὸ δὲ τοῦ παρόντος λόγου σκάφος πέντε λοιπὸν ἤδη ἡμερῶν ὀξέως διανύσαν τοὺς δρόμους ἐπὶ (10) μείζονα τὰ ὕδατα καὶ βαθυτέρων πελάγων βυθοὺς ὡς ἀληθῶς σκοτεινοὺς καὶ ἀκαταλήπτους κατήντησε.
(6) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὴν ἕκτην ἡμέραν (t1) τῆς ἑξαημέρου κτίσεως λόγος ἕκτος
I 1. Οἱ ἐκ λιμένων παγγαλήνων πρὸς τοὺς πελαγίους δρόμους τὰς (1) θαλαττίους διαπεραιούμενοι διὰ σκαφέων τρίβους, ἐπειδὰν δεξιοῦ τινος καὶ ἐξ οὐρίας ἐπιτύχωσι πνεύματος καὶ ἐπὶ πέμπτην καὶ ἕκτην ἡμέραν ἄλυπά τε καὶ ἱλαρὰ καὶ ἐπιτήδεια διὰ πρύμνης τὰ κύματα ἔχοντες καὶ τῇ φορῇ καὶ ῥύμῃ τῶν ὑδάτων ὀξείας τὰς πορείας καὶ τοὺς δρόμους τῆς (5) νηὸς διανύωσι, βολίσι τισὶ μολυβδίναις καὶ βαρυτάταις τοὺς τῶν ὑδάτων βυθοὺς δοκιμάζουσιν ἡμέρᾳ καὶ ἡμέρᾳ ἐξ ἀκαταλήπτων βαθέων καὶ ἀφθάστων πρὸς κουφοτέρους τινὰς καὶ ἐπιπολαιοτέρους βυθούς, λοιπὸν δὲ καὶ αἰγιαλοὺς καταφθάνειν ἐλπίζοντες. Τὸ δὲ τοῦ παρόντος λόγου σκάφος πέντε λοιπὸν ἤδη ἡμερῶν ὀξέως διανύσαν τοὺς δρόμους ἐπὶ (10) μείζονα τὰ ὕδατα καὶ βαθυτέρων πελάγων βυθοὺς ὡς ἀληθῶς σκοτεινοὺς καὶ ἀκαταλήπτους κατήντησε.
Διὸ δεῖ θερμοτέρως καὶ συχνοτέρως διεξυπνίσαι ταῖς προσευχαῖς τὸν ἄϋπνον ἐπὶ τὸ σκάφος καὶ τὸ προσκεφάλαιον τοῦ ἡγεμονικοῦ νοὸς ἀναπαυόμενον Θεὸν Λόγον, ὅπως τῶν οἰάκων τῆς διανοίας καὶ τῆς (15) γλώσσης ὥσπερ δύο αὐχένων τοῦ ψυχικοῦ ἡμῶν σκάφους ἐπιλαβόμενος τοῖς μὲν ἐναντίοις πνεύμασι καὶ νοήμασιν ἐπιτιμήσῃ, τῷ δὲ οἰκείῳ αὐτοῦ φωτὶ τὸ βάθος καὶ τὴν ἀγνωσίαν τῶν προκειμένων ὑδάτων καταφωτίσῃ εἰς τὸ θεοπνεύστως διαβλέψαι ἡμᾶς καὶ εἰπεῖν τί δήποτε ὁ πανσόφως καὶ ὑπερσόφως τὰ πάντα ποιήσας Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ δημιουργήσας (20) τὸ φῶς οὐ συνεδημιούργησεν εὐθέως σὺν αὐτῷ καὶ πάντα τὰ ἐκ τοῦ φωτός, τουτέστι τοὺς φωστῆρας, ἀλλὰ καταλιπὼν τὰ ἐκ φωτὸς γεννήματα μετῆλθεν εἰς τὰ ὕδατα ποιήσας ἐξ αὐτῶν τὸ στερέωμα, εἶτα πήξας τὸ στερέωμα οὐδ’ οὕτως ἀποπληροῖ τὴν τῶν φωστήρων ἐν αὐτῷ διακόσμησιν, ἀλλ’ ἡμιτελὲς καὶ τοῦτο καταλιπὼν μετέρχεται πάλιν τῇ (25) τρίτῃ ἡμέρᾳ ἐπὶ τὰ ὕδατα ἀποσυνάγων ταῦτα ἐκ γῆς, καὶ πάλιν μὴ τελέσας εἰς πλήρη τὰ ἐκ τῶν ὑδάτων καὶ ἐν τοῖς ὕδασι γεννηθέντα, τουτέστι τοὺς ἰχθύας καὶ τὰ κήτη καὶ τὰ πετεινά, ἀλλὰ καταλιπὼν καὶ αὐτὰ ἡμιτελῆ καὶ ἄγονα μετῆλθεν εἰς τὴν γῆν λέγων· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον, καὶ γενομένου τούτου πῶς οὐ ποιεῖ (30) εὐθέως καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξελθεῖν καὶ τὰ θηρία καὶ τὰ ἑρπετά, ἀλλ’ ἐάσας ἡμιτελῆ καὶ τὴν ἐκ τῆς γῆς δημιουργίαν ἐπανέρχεται πάλιν εἰς τὸ στερέωμα καὶ ποιεῖ τῇ τετάρτῃ ἡμέρᾳ τοὺς ἀστέρας καὶ τοὺς δύο φωστῆρας, κἀκεῖθεν πάλιν ὑποστρέφει πρὸς τὰ ὕδατα τῇ ἡμέρᾳ τῇ πέμπτῃ τελειώσας τὴν τῶν ἰχθύων καὶ πετεινῶν ἐξ αὐτῶν γέννησιν. Εἶθ’ (35) οὕτως τῇ ἕκτῃ ἡμέρᾳ ἐπανῆλθεν εἰς τὴν γῆν πληρώσας τὰ ἐξ αὐτῆς, τουτέστι τὰ ζῷα καὶ τὰ κτήνη καὶ ἑρπετὰ καὶ θηρία καὶ τὸν ἄνθρωπον, @1 ὡς ἐντεῦθεν δείκνυσθαι τὰς μὲν πρώτας τρεῖς ἡμέρας ἀτελῶν κτισμάτων εἶναι δεικτικάς, τὰς δὲ ἐσχάτας τρεῖς, τουτέστι τὴν τετάρτην καὶ πέμπτην καὶ ἕκτην, ταύτας γενέσθαι πάσης τῆς κτίσεως τοῦ κόσμου κοσμητικάς τε (40) καὶ πληρωτικὰς διὰ τοῦ τριημέρου Χριστοῦ τοῦ λέγοντος· Σήμερον καὶ αὔριον ποιῶ σημεῖα, τῇ δὲ τρίτῃ ἡμέρᾳ τελειοῦμαι δεσπόζων τῶν οὐρανίων λογικῶν ἀστέρων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων. Πλήρης γὰρ γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα τῆς δόξης αὐτοῦ, ἡνίκα γὰρ ἀνέλαμψεν ὁ ἥλιος καὶ ἡ σελήνη, εὐθέως καὶ ἡ γῆ καὶ ἡ θάλασσα (45) κατεκοσμήθησαν ζωὴν ζῴων παραδόξως γεννήσασαι.
Πρῶτος δὲ ὁ οὐρανὸς διὰ τῶν φωστήρων τελείως κατεκοσμήθη, ἐπειδὴ καὶ πρὸ τῆς κτίσεως πάσης ἐννοεῖ καὶ ποιεῖ τὰς οὐρανίους καὶ ἀγγελικὰς δυνάμεις τὰς ἡμῶν φωτιστικάς. Δεύτερα δὲ ζωογονεῖ τὰ τῶν ὑδάτων συστήματα, τουτέστι τὰ τῶν ἐθνῶν ῥευστὰ καὶ ἄστατα καὶ (50) πολυχείμαστα <καὶ> περὶ τὴν εἰδωλολατρίαν ὀξυδρόμα τὸ πρὶν ὕδατα. Τρίτην δὲ πάλιν ἐπισκέψεται καὶ τὴν <ἡμέραν> τοῦ πνεύματος, ὅτε τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἐπέβλεψε γὰρ ὁ Θεὸς τῆς τοῦ κόσμου κτίσεως ἐπὶ τὰ Ἑλληνικὰ ὕδατα δείξας αὐτοῖς φῶς θεογνωσίας ἐν τῇ πρώτῃ ἡμέρᾳ τοῦ αἰῶνος. Ἀλλὰ Γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν (55) ἐδόξασαν, ὡς μαρτυρεῖ καὶ Παῦλος λέγων ὅτι πρὸς θεογνωσίας ὑπόθεσιν δέδωκεν ὁ Θεὸς τὴν σοφίαν ἐν ἀρχαῖς καὶ τὴν γνῶσιν τὴν περὶ θέσεως οὐρανοῦ καὶ ἀστέρων καὶ ἡλίου καὶ σελήνης καὶ φυτῶν καὶ ζῴων καὶ σωμάτων καὶ σχημάτων.
Ἐπειδὴ οὖν οὐκ ἔγνω τὸ τῶν ἐθνῶν ὕδωρ τὸν τῆς σοφίας ποιητήν, (60) καταλιπὼν αὐτὸ ὁ Θεὸς ἀτελὲς καὶ ἀζωογόνητον ἐπὶ τὴν γῆν ἦλθε διὰ τοῦ Ἀβραὰμ δοὺς τὸ σημεῖον τῆς περιτομῆς. Διὸ καὶ τὴν ἀντιμισθίαν τοῦ τοιούτου σημείου γηΐνην ὑπέσχετο καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσραὴλ λέγων διδόναι εἰς κατάσχεσιν τὴν γῆν τῆς ἐπιγείου Παλαιστιναίου ἐπαγγελίας. Ὡσαύτως καὶ τῷ ἐξ Αἰγύπτου ἐξελθόντι λαῷ Ἰσραὴλ (65) νομοθετήσας ὁ Θεὸς ἐκεῖνα τὰ πολλὰ καὶ παχέα καὶ δυσκατόρθωτα προστάγματα καὶ δυσβάστακτα μετὰ πολλῆς τινος τῆς ἐπιτάσεως καὶ καταρῶν οὐδὲ μίαν ὑπὲρ τούτων οὐράνιον αὐτοῖς ἀνταπόδοσιν ὑπέσχετο, ἀλλὰ γηΐνας δωρεὰς καὶ εὐκαρπίας καὶ σωματικὰς εὐδαιμονίας καὶ γῆς πλατείας κατάσχεσιν καὶ ἀπόλαυσιν φθειρομένων ἀγαθῶν. Ἐντεῦθεν (70) καὶ διὰ τούτων γῆν δικαίως νοοῦμεν τὸν Ἰουδαίων λαὸν ὡς γήϊνα φρονοῦντα καὶ οὐκ ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχοντα.
Διὸ ταῦτα ἡμᾶς διδάσκων ὁ Θεὸς ἐν τῇ ἑξαημέρῳ κοσμοποιΐᾳ οὐχ ὑφὲν ἐτελείωσε τὰ ὕδατα καὶ τὰ ἐξ ὑδάτων γινόμενα οὔτε πάλιν ἐν μιᾷ ἡμέρᾳ τὴν γῆν κατεκόσμησε καὶ τὰ ἐξ αὐτῆς προελθόντα ζῷα καὶ (75) καρποφόρα ξύλα. Διὸ δοκεῖ μοι ὅτι καὶ τὰ ἐπουράνια πρώην μὲν τῷ θείῳ @1 φωτὶ πεφωτισμένα ἐτύγχανον. Συντεθέντος δὲ ἐπὶ γῆς τοῦ νοητοῦ ἡλίου Χριστοῦ καὶ ἀναληφθέντος ἄνω ἐπὶ πλεῖον καὶ ὁ ἄνω κόσμος κατεφωτίσθη καὶ ἐλαμπρύνθη. Κατὰ οὖν τὰς κατὰ πρόβασιν ἐπικοσμήσεις καὶ πνευματικὰς προκοπὰς τῆς οὐρανίου καὶ ἐπιγείου καὶ θαλασσίου κτίσεως (80) νοητέον τὸν δημιουργὸν ἐν τῇ κτίσει τότε τῇ ἑξαημέρῳ νῦν μερικῶς ἐν τοῖς ὕδασιν ἐργαζόμενον, εἶτα ἀπὸ τούτων ἐπὶ τὸ στερέωμα μετερχόμενον, αὖθίς τε κοσμηθέντος τελείως τοῦ στερεώματος ἐπὶ τὴν γῆν κατερχόμενον, καὶ ταύτης ἡμιτελοῦς οὔσης ἐπὶ τὰ ὕδατα πορευόμενον, εἶτα τὸ στερέωμα τελείως ἀπαρτίζοντα καὶ εὐλογοῦντα τὰ τῶν ἐθνῶν (85) ἐκκλησιῶν συστήματα, καὶ ἔσχατον πάντων ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐπιστρέφοντα ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐπὶ τῷ πληρώματι τῆς ἑξαημέρου κτίσεως.
Εἰ δὲ λῆρός σοι τῷ ἀκροατῇ ὡς ἀμυήτῳ ὁ λόγος, εἰπέ μοι σὺ δι’ ἣν αἰτίαν οὐχ ὑφὲν ὁ Θεὸς τὸ καθὲν τῶν κτισμάτων ἀπαρτίσας τότε ἐπὶ τὸ (90) ἕτερον μετήρχετο, ἀλλ’ ἡμιτελὲς καταλιμπάνων τὸ πρότερον τοῦ ἐσχάτου ἥπτετο, καὶ αὖθις ἐπὶ τὸ πρότερον πάλιν ἐπανήρχετο. Εἰ δὲ πιστά σοι τῷ πιστῷ τὰ λεγόμενα, δεῦρο κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοι νουνεχῶς, καὶ ὄψει ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τὸν Θεὸν Λόγον τὸν αὐτὸν τρόπον καὶ τὴν καινὴν αὐτοῦ κτίσιν κατασκευάσαντα καὶ (95) τελειώσαντα. Τοῖς γὰρ ἔχουσιν ἐν ἑαυτοῖς φῶς γνώσεως παντί που δῆλόν ἐστιν ὅτι σκιαγραφία ἦν ἡ ἀρχαία κοσμοποιΐα τῆς κτίσεως τὸν τύπον ἔχουσα τῆς ἐκκλησίας, ἣν ὥσπερ τινὰ οἰκουμένην κτίζων καὶ κατασκευάζων ἐνανθρωπήσας ὁ Θεὸς Λόγος ἐκ τῶν ὑδάτων τῶν ἐθνικῶν ἄρχεται ἐν τῇ χώρᾳ τῶν ἐθνῶν ἐπιδημήσας ἐν Ναζαρέτ, περὶ ὧν (100) φησιν Ἠσαΐας ὁ προφήτης· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδε φῶς μέγα. Οὕτω γὰρ καὶ ὁ Συμεὼν τὰ ἔθνη προέταξε, καὶ τότε τὸν Ἰσραήλ, περὶ Χριστοῦ λέγων· Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, εἶθ’ οὕτως· Καὶ δόξα<ν> λαοῦ σου Ἰσραήλ. Μετῆλθε γὰρ ἀπὸ τῆς Ναζαρὲτ τῶν ἐθνῶν τῆς (105) θαλάσσης καὶ ἦλθεν εἰς γῆν Ἰερουσαλὴμ ἐν Βηθλεὲμ καὶ ἐτέχθη. Καὶ καταλιπὼν ἀτελείωτον καὶ ἄκαρπον τὴν γῆν τοῦ Ἰσραὴλ ἦλθε πάλιν ἐπὶ τὰ ἐθνικὰ ὕδατα καλέσας πρὸ πάντων τοὺς μάγους καὶ πορευθεὶς ἐν Αἰγύπτῳ ἐπὶ τὰ βάρβαρα Νειλῷα ὕδατα. Ἀλλ’ οὔπω ταῦτα συναγα γὼν εἰς συναγωγὴν μίαν ἐπανέρχεται εἰς τὴν γῆν τοῦ Ἰσραήλ, ὅθεν (110) ἐξῆλθε. Καὶ βραχείαν τινὰ χλόην καὶ δένδρα τινὰ καρποφόρα, τοὺς ἑαυτοῦ μαθητὰς καὶ Ἰωάννην τὸν Βαπτιστὴν καὶ Ἰωσὴφ καὶ Νικόδημον καὶ τοὺς τοιούτους, ἀναδείξας εὐθύς τε καταλιπὼν τὴν γηγαίαν λατρείαν παραγίνεται πάλιν ἐπὶ τὰ ῥεῖθρα τοῦ Ἰορδάνου ὁ τῆς δικαιοσύνης ἥλιος κτίζων τὴν σελήνην τοῦ βαπτίσματος. Εἶθ’ οὕτως (115) λοιπὸν εὐλογεῖ καὶ ζωογονεῖ τὰ ὕδατα, καὶ καθεξῆς ἔρχεται καὶ ἐπὶ τὴν @1 γῆν, τουτέστι προνοούμενος τοῦ Ἰσραὴλ καὶ ἰώμενος τὰς νόσους αὐτοῦ. Καὶ πάλιν ἀπὸ γῆς πρὸς τὴν ἄβυσσον ὡδοιπόρησεν ἀπὸ τοῦ σταυροῦ, ὅπως κηρύξῃ καὶ τοῖς ἐν φυλακῇ τοῦ ᾅδου πνεύμασιν ἄφεσιν, εἶτα ἀναστὰς ἐκ τῆς γῆς ἀνέδραμεν εἰς τὸ στερέωμα πρὸς τὸν Θεόν. Κἀκεῖθεν (120) πάλιν τὰ ὕδατα τῶν ἐθνῶν ἐζωοποίησεν ἐξαποστείλας ἐπ’ αὐτὰ ἐξ ὕψους ὡς ζωοποιοῦν τὸ Πνεῦμα τὸ ἅγιον, ἅτινα οὐ παύσονται γεννῶντα καὶ ἀναγεννῶντα ἑαυτὰ τὰ πρὶν ὄντα ἑρπετὰ ἔθνη, καὶ νῦν πτεροφυῆ πετεινὰ γεννώμενα, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ πάντως εἰς τὸν παράδεισον, καὶ τότε λοιπὸν τελεσθήσεται ὁ τοῦ Θεοῦ λόγος ὁ (125) λέγων περὶ τῶν ζῴων τοῦ Ἰσραήλ· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.
Καλῶς ψυχὴν ζῶσαν εἶπεν, εἷς γάρ ἐστιν ὁ Ἰσραήλ. Ἐπὶ δὲ τῶν ἐθνικῶν καὶ ἀμυθήτων ἐθνῶν, τῶν ἐξ ὑδάτων προελθόντων ἡμῶν, οὐ ψυχὴν ζῶσαν λέγει, ἀλλὰ ψυχὰς ἀμετρήτους. Φησὶ γάρ. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ πετεινὰ (130) πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐκ τούτων τῶν πετεινῶν ἦν ἐκεῖνος ὁ βαπτισθεὶς Παῦλος καὶ ἐκ τοῦ ὕδατος ἰσχύσας πετασθῆναι ἕως τρίτου οὐρανοῦ καὶ πάλιν ἐκεῖθεν πρὸς τὸν παράδεισον μεταβῆναι. Τοιοῦτον πετεινὸν ἦν ὁ Φίλιππος ὡς δι’ ἀέρος πετόμενος καὶ ἐρχόμενος πρὸς τὸν Κανδάκην τὸν Αἰθίοπα ἐπὶ τοῦ ὕδατος βαπτίσας (135) αὐτὸν καὶ διὰ τῆς περιστερᾶς τοῦ Πνεύματος ποιήσας καὶ αὐτὸν πετεινόν. Τοιοῦτον πετεινὸν ἐπεθύμει γενέσθαι ἐκεῖνος ὁ λέγων· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς τῆς ἐν Ἰορδάνῃ κατελθούσης καὶ πετασθήσομαι καὶ καταπαύσω εἰς ἐκείνην τὴν κατάπαυσιν τῶν οὐρανίων ἑξαπτερύγων πετεινῶν; Πρὸς ταῦτα τὰ πετεινὰ ἐξεπετάσθη ἐξ τοῦ (140) ζωοποιοῦ ὕδατος τοῦ ῥυέντος ἐκ τῆς τοῦ Δεσπότου πλευρᾶς ἐν τῷ τοῦ Κρανίου τόπῳ τὸ πρῶτον πάντων πετεινὸν ὁ ἅγιος λῃστὴς σὺν τῷ βασιλεῖ τῶν πετεινῶν Χριστῷ τῷ μεγάλῳ ἀετῷ πετόμενος δι’ ἀέρος εἰς τὸν παράδεισον. Περὶ τῶν Χριστοῦ πετεινῶν καὶ ὁ ψαλμῳδὸς λέγει ὅτι Στρουθίον ὁ λῃστής, εἴ τις ἄλλος, εὗρεν ἐν αὐτῷ οἰκίαν τὴν καλιὰν τοῦ (145) ξύλου τοῦ παραδείσου, καὶ τρυγὼν ἡ ἐκκλησία ἡ μόνον ἕνα σύζυγον εἰδυῖα Χριστόν, ἡ τὸν ἐρημικὸν βίον ἀγαπῶσα μᾶλλον ἢ τὸν τρυφερὸν καὶ εὐαφῆ καὶ θηλυδρίαν, νοσσιὰν ἑαυτῇ τὴν βασιλείαν τῶν οὐρανῶν, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, ἅπερ ἐκ τῶν ὑδάτων γεγέννηκε διὰ τοῦ βαπτίσματος. Περὶ γὰρ τούτων τῶν πετεινῶν καὶ Ἠσαΐας ἐκπληττό (150) μενος ἐβόα· Τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν; Ταῦτά εἰσι τὰ πετεινὰ τὰ ἁρπαζόμενα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, περὶ ὧν καὶ ἔλεγεν ὅτι Ὅπου τὸ πτῶμά ἐστιν, ὁ λῃστής φημι, τουτέστιν ἐν τῷ παραδείσῳ, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοὶ οἱ τὸν πτερνιστὴν ἡμῶν ὄφιν ὑπὸ τοὺς πόδας συμπνίξαντες. @1 (155) Ἢ πάλιν ὅπου ἀπέθανε τὸ ἅγιον αὐτοῦ σῶμα, ἐκεῖ καὶ συνῆξεν ἡμᾶς εἰς τὸ μεταλαβεῖν ἐξ αὐτοῦ. Ὑψωθεὶς γὰρ ἐν τῷ σταυρῷ συνῆξε τὰ ἐθνικὰ καὶ ὑδατογενῆ τῶν ἐθνῶν πετεινά, ἵνα μιμήσωνται τὸ πάθος καὶ τὸν σταυρὸν αὐτοῦ. Ἀλλὰ καὶ ἐν τοῖς ὕδασι τῆς ἀβύσσου καταδὺς καὶ ἀναστὰς συνεπέτασεν ἑαυτῷ ἐκ τῶν καταχθονίων ὑδάτων πετεινὰ ἐκεῖ (160) να τὰ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων καὶ ἀναστάντων.
II 1. Ἀλλά γε δὴ λοιπὸν καὶ αὐτὴν τὴν λέξιν τῆς θείας γραφῆς ἀναπτύξωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. (165)
Εἰς δύο τόκους καὶ γενέσεις διεῖλεν ὁ Θεὸς πᾶσαν ζῶσαν τῶν ζῴων ψυχήν, λέγω δὴ καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης ὥσπερ ἐκ δύο τινῶν γυναικῶν, τῆς Λείας καὶ τῆς Ῥαχήλ, ἢ τῆς Σάρρας καὶ τῆς Ἀγάρ, τοὺς δύο υἱοὺς ἤγουν τοὺς δύο λαούς, τὸν ἐξ Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν, συστησάμενος, ὥστε τὸ εἰρημένον ὑπὸ Θεοῦ τότε πρὸς τὴν Ῥεβέκκαν (170) ἁρμόδιον εἶναι καὶ πρὸς τὴν ὁρωμένην κτίσιν λέγειν, ὅτι Δύο ἔθνη καὶ δύο λαοὶ ἐκ σοῦ ἐξελεύσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Μείζω δὲ δηλονότι καὶ ἰσχυρότερα καθ’ ὑπερβολὴν τὰ ἐκ γῆς γεγενημένα ζῷα καὶ κτήνη καὶ θηρία ὑπὲρ τοὺς ἐναλίους ἰχθύας καὶ ὑπὲρ πάντα τὰ πετεινά. (175)
Εἰ δὲ ἀνανεύεις ὁ ἀκροατὴς ἐπὶ τοῖς λεγομένοις ὡς ἀπιθάνοις οὖσι, τί ποιήσεις ἢ λέξεις θεωρῶν τὰ ἐξ ὑδάτων ζῷα προαρπάσαντα τὴν παρὰ Θεοῦ εὐλογίαν ὥσπερ ὁ Ἰακὼβ προήρπασε τὴν εὐλογίαν τοῦ Ἠσαύ, ἐπειδὴ ὁ μὲν θηρευτὴς ἦν καὶ οἱονεὶ γηγενῆ τὴν γέννησιν καὶ τὸν βίον σύμβιον τῶν ἐν ἀγρῷ θηρίων καὶ ἑρπετῶν εἶχε, ὅθεν καὶ Ἐδώμ, τουτέστι (180) πυρότης, ὁ Ἠσαὺ μετωνομάσθη, ὁ δὲ Ἰακὼβ ὁ μετὰ τῆς εὐλογίας ἁρπάσας καὶ τὰ πρωτοτόκια τούτου ἐν τῇ Μεσοποταμίᾳ τῶν ὑδάτων ἐκπετασθεὶς ἐκεῖ ἐν τοῖς ὕδασιν ἔτεκεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, Βαθουὴλ γὰρ Πνεῦμα Θεοῦ ἑρμηνεύεται; Ἔνθα καὶ ἔλαβε τὴν Ῥαχήλ, Ῥαχὴλ δὲ οἶκος Θεοῦ λέγεται. Τύπος γὰρ ἦν αὕτη τῆς ἐκκλησίας τῆς ἐξ ἐθνῶν, ἐν ᾗ τὸ (185) Πνεῦμα τοῦ Θεοῦ φιλοστόργως ὥσπερ ἐπαναπαυόμενον, διότι ταύτην ἔτεκεν, ἐπιφέρεται ἐπάνω τοῦ ὕδατος τῆς Μεσοποταμίας πάντων τῶν ἐθνῶν. Ἐπίστησον γὰρ ὅτι καὶ ἡ Ῥαχὴλ τύπος καὶ αἰτία τῆς ποτε στείρας ὥσπερ καὶ ἡ Ῥεβέκκα τῆς αὐτῆς ἐξ ἐθνῶν ἐκκλησίας, οὖσα ἐπὶ τῆς γῆς τῶν ὑδάτων τῆς Μεσοποταμίας ἐκεῖ τῷ Ἰσαὰκ ἡρμόσθη, καὶ εὐθέως (190) ὡς καλὴ καὶ πρόθυμος ὑδροχόος κολυμβήθρᾳ ὑδρευσαμένη τὰς ἀπίστους καμήλους τοῦ πατρὸς τῶν ἐθνῶν ἐπότισεν, Ἀβραὰμ γὰρ πατὴρ ἐθνῶν ἑρμηνεύεται εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ἐθνῶν. @1
Πολυτρόπως τοίνυν καὶ πολυμερῶς ἀπεδείξαμεν τὰ μὲν ἐξ ὑδάτων ζῷα τύπον εἶναι τῶν ποτε ἐν τῷ βυθῷ τῆς ἀγνωσίας ἐθνῶν, δι’ ἃ καὶ (195) τοὺς ἑαυτοῦ ἁλιεῖς ἀνέδειξεν ὁ Χριστὸς τοὺς οἰκείους μαθητάς. Ἔχομεν δὲ καὶ ἑτέραν τινὰ ἰσχυροτάτην καὶ παραδοξοτάτην παράστασιν πείθουσαν καὶ τὸν λίαν ἀπειθῆ καὶ φιλόνεικον ὅτι τὰ γηγενῆ ζῷα τύπον φέρουσιν ἀπλανῆ καὶ ἐναργῆ τοῦ Ἰουδαίων λαοῦ. Τίς δέ ἐστιν ἡ παράστασις; Λέγω δὴ ὅτι συγγενὴς ὁ γηγενὴς Ἀδὰμ κατὰ σάρκα (200) ὑπάρχει τῶν γηγενῶν ἐκείνων θηρίων καὶ ἑρπετῶν, κατὰ γὰρ τὴν ἕκτην ἡμέραν καὶ αὐτὰ κἀκεῖνος ἐδημιουργήθησαν, καὶ οὐχὶ τῶν θαλαττίων ἰχθύων τῶν ἐν τῇ πέμπτῃ γεγονότων, ὥσπερ καὶ ὁ Χριστὸς ὁ δεύτερος Ἀδὰμ συγγενὴς Ἰουδαίων τὸ κατὰ σάρκα τῶν ἀνημέρων ἐκείνων θηρίων καὶ ἑρπετῶν ἰοβόλων, καὶ οὐχ ἡμῶν τῶν ἐθνῶν. Ὅτι δὲ τὸ (205) γηγενὲς τῶν Ἰουδαίων γένος ἀπὸ τούτου δηλοῦται, μάθῃς ἂν καὶ ἀπ’ αὐτῶν τῶν ῥημάτων· Ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία. Τὰ γὰρ τετράποδα, ἐπειδὴ πρὸς γῆν συνένευκε καὶ τῶν τῆς γῆς προσεφίεται καὶ τὰ ταύτης ζητεῖ, εἰκονίζει τούτους τοὺς οἷα <ἀ>θεόφρονας λαβόντας κλῆρον πλατύτητα γῆς. Προφητεύει δ’ ἐν τῷ μέσῳ Μωσῆς καὶ (210) περὶ τοῦ κατὰ Χριστοῦ μανιώδους αὐτῶν καὶ θανατηφόρου ἑρπετὰ καὶ θηρία τούτους προκεκραγώς. Προσιστορεῖ δὲ καὶ τὴν αὐτῶν τοῦ κρείττονος ἄνοιαν κτήνη εἰπών. Ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ Ἁμβακοὺμ τοῦ προφήτου περὶ Χριστοῦ λεγόμενον τό· Ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ εἰς τοὺς δύο λαοὺς οἱ σοφοὶ τῶν ἁγίων πατέρων λαμβάνουσι. Δύο ζῴων, (215) ὡς ἵνα εἴπῃς ἑνὸς ἐπιγείου καὶ ἑτέρου θαλασσίου λαοῦ. Καὶ πάντως κατὰ τοῦτον τὸν τρόπον ὁ Θεὸς τὴν Εὕαν τύπον οὖσαν τῆς ἐξ ἐθνῶν τοῦ Χριστοῦ ἐκκλησίας οὐκ ἀπὸ γῆς ἐποίησεν, ὅθεν τὸν Ἀδὰμ ἔπλασεν, ἐπειδὴ οὐ συγγενής, ἀλλ’ ἑτερογενὴς καὶ ξένη Ἰουδαίων τῶν μὴ εὐλογηθέντων ζῴων ὑπάρχουσα ἡ ἐκκλησία τῶν ἐκ θαλάττης ἑρπετῶν καὶ πετεινῶν (220) τῶν τὴν εὐλογίαν τοῦ Θεοῦ κομισαμένων.
Εἰ δὲ προθύμως καὶ μακροθύμως τοῖς λεγομένοις τὰ σαυτοῦ ὦτα παρέχεις ὁ ἀκροατής, πιστώσομαί σε τὰ περὶ τούτων τῶν δύο λαῶν, τοῦ ἐπιγείου λέγω καὶ τοῦ θαλαττίου, καὶ ἐκ γραφικῶν καὶ διαφόρων ἀποδείξεων τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. Καὶ γὰρ τὸ θυμίαμα, ὃ (225) κατασκευάσαι ὁ Θεὸς τῷ Μωϋσεῖ προσέταξε, τὸ τὴν τῶν ἐθνῶν καὶ Ἰουδαίων τῶν πιστευόντων δηλοῦν ἕνωσιν, ὧν ὠσφράνθη Θεὸς καὶ εἰς ὀσμὴν εὐωδίας ἐγένοντο, τὴν τούτου σύνθεσιν γενέσθαι ἐνομοθέτησεν ἐκ γῆς τε καὶ θαλάττης τυγχάνουσαν. Ἡ μὲν γὰρ στακτὴ ἐκ γῆς τὴν γένεσιν ἔχει, ὁ δὲ ὄνυξ ἐκ θαλάττης καθέστηκεν. Ὡσαύτως καὶ τὸ μύρον τοῦ (230) Μωϋσέως, ὃ καὶ αὐτὸ τοὺς δύο ἐδήλου λαούς, ἐκκενωθὲν ἐκ τοῦ ἀγαπητοῦ Υἱοῦ πάντως κατὰ τὸν λέγοντα· Μύρον ἐκκενωθὲν τοῦ ἀγαπητοῦ @1 μου, ἐξ αὐτοῦ καὶ γὰρ δι’ αὐτοῦ τὸ πλήρωμα τῶν πιστῶν, ὃ μύρον κατασκευάσαι προσετάγη ὑπὸ Θεοῦ. Τὸν μὲν κάλαμον ἐκ γῆς ἐδέχετο, τὴν δὲ σμύρναν ἐκ τῆς θαλάττης, καὶ τάχα καὶ διὰ τοῦτο καὶ ὁ Χριστὸς (235) διὰ καλάμου γηγενοῦς καὶ σπόγγου θαλαττίου τὸ ὄξος ἐπὶ σταυροῦ ποτίζεται, τουτέστι τὸ δριμυτήριον τοῦ θανάτου γεύεται, ἐπειδὴ καὶ τὰ δύο ἔθνη, λέγω δὴ Ῥωμαίων ἐθνικῶν καὶ Ἑβραίων, τῷ θανάτῳ αὐτὸν κατεδίκασαν, ὧν τύπος ὑπῆρχε καὶ ἡ ζυγὴ τῶν δύο λῃστῶν, τοῦ σωζομένου διὰ πίστεως καὶ τοῦ ἀπολλυμένου Ἰουδαίου τῇ ἀπιστίᾳ. (240) Ἀκούομεν δὲ πάλιν τοῦ Θεοῦ καὶ τὸν χιτῶνα τοῦ ἀρχιερέως Ἀαρὼν ἐπιτάττοντος τῷ Μωϋσεῖ πορφύραν κεκλωσμένην συνυφαίνειν αὐτῷ. Ἡ δὲ πορφύρα ἐκ δύο ζῴων καθέστηκε, λέγω δὴ γηγενοῦς σκώληκος καὶ θαλαττίου ὀστρέου. Οὐκοῦν διὰ τοῦτο πάλιν οἱ δύο λαοὶ ἐν τῷ πάθει πορφυρᾶν χλαμύδα περιέβαλλον τὸν Χριστὸν προμηνύοντες ὅτι βασι (245) λεύσει ἐπὶ τοὺς δύο λαοὺς ἑνωθεὶς σαρκὶ ὁ οὐράνιος Θεὸς Λόγος, ὅπερ σαφῶς προδιέγραφον καὶ αἱ λοιπαὶ τῶν ἱματίων τῶν ἄλλων χροιαὶ αἱ μετὰ τῆς πορφύρας ἐν τῷ χιτῶνι τοῦ Ἀαρὼν συνυφαινόμεναι. Ἡ μὲν γὰρ βύσσος ὡς ὑπὲρ χιόνα ἐξαστράπτουσα σύμβολον δείκνυσι τοῦ φωτός, τοῦ ἐκ φωτὸς Θεοῦ Λόγου, τὸ δὲ κόκκινον τὸ νενησμένον εἰκόνα (250) φέρει τῆς σαρκός, πρὸς γὰρ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, ἡ δὲ λεγομένη ὑάκινθος τοῦ οὐρανίου χρώματος ὁμοίως ὑπάρχει, διὸ καὶ ἀέρινον αὐτὴν χροιὰν οἱ τὰς μετα<τα>ξικὰς μετιόντες χροιὰς ὀνομάζουσιν. Εὑρίσκομεν δὲ καὶ τοὺς μάγους μετὰ τοῦ γηγενοῦς χρυσίου καὶ σμύρναν θαλαττίαν προσενέγκαντας τῷ Χριστῷ, ὥσπερ πάλαι καὶ οἱ (255) δύο ἐκεῖνοι οἱ τύποι τῶν δύο λαῶν, Ἰωσὴφ καὶ Νικόδημος, δύο ἀρώμασι, λέγω δὴ ἐπιγείῳ ἀλόῃ καὶ θαλαττίῳ σμύρνῃ, ἐνεταφίασαν τὸν Ἰησοῦν.
III 1. Ἐκ πολλῶν τοίνυν παραστάσεων περιφραστικῶς μαθόντες τὰ θαλάττια καὶ γηγενῆ ζῷα τύπον ἐναργῆ ὑπάρχειν τῶν δύο λαῶν ἀναγκαῖον λοιπὸν εἰπεῖν καὶ δι’ ὅσας αἰτίας οὐ μετέσχεν ἡ γηγενὴς ἀγέλη (260) τῶν ζῴων, λέγω δὴ τοῦ Ἰσραὴλ λαοῦ, τῆς ἴσης εὐλογίας παρὰ Θεοῦ, ἧς μετέσχον οἱ ἐθνικοὶ ἰχθύες καὶ τὰ ἐξ αὐτῶν πετεινά. Καὶ πρῶτον μὲν διὰ τὸ ἀβαπτίστους αὐτοὺς εἶναι καὶ μὴ συγγενειάσαντας τῷ ὕδατι καὶ τῷ Πνεύματι τῷ ἐπιφερομένῳ ἐπάνω τοῦ ὕδατος. Δευτέρα δὲ αἰτία δι’ ἣν τῆς εὐλογίας ἐστερήθησαν, ἐπειδὴ ἐν αὐτοῖς ἦν ὁ ὄφις ὁ τῆς Εὕας, μᾶλλον (265) δὲ τῆς ἁγίας ἐκκλησίας, ἐχθρὸς καὶ ἐπίβουλος, καὶ ἤμελλον ὑπὸ τὴν φρικτὴν ἀρὰν ἐκείνην Χριστοῦ γενέσθαι. Οὐχ εὑρίσκομεν δὲ τὸν Θεὸν ἐν πάσῃ τῇ νομικῇ γραφῇ δι’ οἰκείου στόματος εὐλογήσαντά τινα καὶ μετὰ ταῦτα καταρασάμενον αὐτόν. Οὐκ οἶδα εἰ μὴ μετά τινος διαστολῆς τὴν εὐλογίαν δέδωκεν, ὥσπερ ἐπὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Σαλομών, λέγων· Ἐὰν (270) φυλάξητε τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου. Προεγίνωσκε @1 γὰρ ὁ Θεὸς ἀμφοτέρους, καὶ μάλιστα τὸν Ἰσραήλ, ὅτι ἤμελλον τοὺς θείους νόμους ἀθετεῖν καὶ παραβαίνειν καὶ ὑπὸ τὰς μυρίας ἐκείνας κατάρας τὰς ἐν τῷ νόμῳ γενέσθαι, πολλῷ πλέον δὲ πάντων διὰ τὴν μέλλουσαν αὐτῶν εἰς Χριστὸν ἀσέβειαν γίνεσθαι καὶ ἐκ στόματος αὐτοῦ (275) τοὺς μυρίους ἐκείνους ταλανισμοὺς καὶ ἀποφάσεις τῆς ἐρημώσεως καὶ τῆς ἀποβολῆς δέχεσθαι.
Ὁ δὲ μὴ οὕτω καταδεχόμενος τὰς θείας γραφὰς ἀναπτύσ<σ>ειν τίνα ἄρα λέξει ἁμαρτίαν ἡμαρτηκέναι τὰ ζῷα τῆς γῆς πρὸς τὸν θεόν, ὅ τι οὐ μετέδωκεν αὐτοῖς τῆς ἴσης εὐλογίας τῶν ἰχθύων; Ὅσον γὰρ κατὰ τὴν (280) σωματικὴν κατασκευὴν καὶ φύσιν πολλὴν καὶ ἀσύγκριτον διαφορὰν τὰ γηγενῆ ζῷα καὶ κτήνη ὑπὲρ τοὺς ἰχθύας ἔχουσι. Καὶ πειθέτω σε κύων εὐγνώμων ποιμνοφύλαξ καὶ οἰκοφύλαξ καὶ ἀμπελόφρουρος γενόμενος, καὶ βοῦς καὶ ὄνος ἐπιστάμενοι τοὺς εὐεργέτας αὐτῶν, καὶ ἵππος καὶ ἡμίονος καὶ κάμηλος ὑπὲρ τὸν λογικὸν ἄνθρωπον πολλάκις τὰς ὁδούς, ἃς (285) προσάπαξ ἐβάδισαν, ἐπιστάμενοι καὶ νύκτωρ ἀπλανεῖς ὁδηγοὶ τῶν οἰκείων δεσποτῶν γενόμενοι. Ὅθεν καὶ ἐν πολέμῳ πολλάκις μετὰ Θεὸν ἡ τῶν ἵππων καὶ ἡμιόνων καὶ καμήλων ὑπουργία γίνεται σωτηρία, ὧν εἰ ἠπόρει τὸ ἀνθρώπινον γένος, διεφθείρετο ἂν μὴ ἐπαρκοῦν τῇ ἑαυτοῦ ὑπουργίᾳ. Ὅθεν καὶ σοφίαν ἔχειν αὐτὰ ὁ Θεὸς ἐμαρτύρησε πρὸς τὸν (290) συμπαθέστατον καὶ πολυπαθέστατον Ἰὼβ διαλεγόμενος πάλαι, ἧς ἀπεστέρησε τὴν ἀσίδα καὶ νεεσσὰν πετεινὰ τῆς ἐρήμου τυγχάνοντα. Ἐν δὲ τοῖς θαλαττίοις ἑρπετοῖς τῶν ἰχθύων οὔτε φωνὴ οὔτε γνῶσις οὔτε σοφία οὔτε ἐπιστήμη οὔτε μνήμη οὔτε γνωριστικὴ αἴσθησις οὔτε πρὸς τὸν δεσπότην δουλεία τις ἢ εὔνοια ἢ στοργὴ καθέστηκεν, ἅπερ ἅπαντα τὰ (295) τῶν ἰχθύων ἀλόγιστα καὶ ἀναίσθητα ἰδιώματα ἁρμόδια λίαν ἐπὶ τοῦ λαοῦ τῶν ἐθνῶν καὶ νοεῖσθαι καὶ λέγεσθαι. Πρότερον γὰρ κωφὸς ἦν καθάπερ καὶ οἱ ἰχθύες, μὴ ἀκούων τῆς φωνῆς τοῦ Δεσπότου, ἦν δὲ ἄφωνος ὥσπερ αὐτοί, οὐ γὰρ εἶχεν ἐν ἑαυτῷ τὸν Θεὸν Λόγον, ἀποφραττόντων αὐτοῦ τὰ ὦτα καὶ τὸ στόμα τῶν δαιμονικῶν ὑδάτων (300) καὶ ἀντισκοτούντων αὐτοῦ τοὺς ὀφθαλμοὺς πρὸς τὸ μὴ ἐπιγνῶναι καὶ ἀτενίσαι τῷ ἡλίῳ Δεσπότῃ Χριστῷ τῷ Θεῷ. Διὰ τοῦτο γὰρ εἰς τύπον τῶν ἐθνῶν ὁ Θεὸς ἑρπετὰ προσηγόρευσε τοὺς ἰχθύας καὶ ζῷα, ἐπειδὴ τὸ ἑρπετὸν ὅμοιον ὑπάρχον τῷ διαβολικῷ ὄφει τῇ ψυχῇ καὶ τῇ καρδίᾳ καὶ τοῖς διαλογισμοῖς τοῦ στήθους εἰς γῆν ὅλον σύρεται καὶ οὐδὲν τῶν (305) οὐρανίων σκοπεῖ οὐδὲ τῶν ὑψηλῶν θεωρεῖ, ἀλλ’ ὅλῃ τῇ ἡλικίᾳ τῇ γῇ κεκόλληται ἀπὸ κεφαλῆς ἕως οὐρᾶς, τουτέστιν ἀπὸ ἀρχῆς ἕως τέλους τῇ κοιλίᾳ τῶν ἡδονῶν καὶ τῇ γαστρὶ τοῦ ὀμφαλοῦ τῆς λαγνείας εἰς γῆν καὶ @1 κόνιν καὶ κόπρον περισυρόμενος. Ὅθεν διὰ ταῦτα τὰ ἑρπετὰ τῶν ἐθνικῶν ἰχθύων πρὸ πάντων τοὺς ἁλιεῖς ὁ Χριστὸς ἐκάλεσε. (310)
Καὶ ὁ πρωτότοκος δὲ υἱός, τουτέστιν ὁ Κάϊν, εἰς τύπον τοῦ πρωτοτόκου υἱοῦ Ἰσραὴλ γεηπόνος ἐγένετο, ὡς συγγενὴς τῶν γηγενῶν καὶ ἀνευλογήτων ζῴων ὑπάρχων ὁ φονευτὴς τοῦ καλοῦ ποιμένος Ἀβὲλ Χριστοῦ, περὶ ὧν ἔλεγεν αὐτὸς ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, τουτέστι τοῦ Κάϊν. Πατὴρ γὰρ τῶν Ἰουδαίων ὁ Κάϊν, ὃς (315) τὰ τοῦ διαβόλου ἔργα μεμίμηται. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, τουτέστιν ἀπ’ ἀρχῆς αὐτίκα τοῦ κόσμου παραγωγῆς τὸν ἴδιον πεφονευκὼς ἀδελφόν. Καὶ ὑμεῖς ἄρα ἀνθρωποκτόνοι ἔσεσθε κατὰ μίμησιν, τὸ γὰρ ἀνθρώπινον θανατώσετέ μου τοῦ Ἰησοῦ λύμην οὐδεμίαν ὡς Θεῷ μοι ἐπάξοντες διὰ τὸ ἀνεγχείρητον. (320)
Ταύτας δὲ πάσας τὰς μαρτυρίας παρηγάγομεν εἰς καύχημα καὶ ἀγαλλίαμα τῆς ἁγίας Χριστοῦ ἐκκλησίας. Μεγίστην γὰρ τὴν ὠφέλειαν καὶ τὸν στηριγμὸν οἱ πιστοὶ κομιζόμεθα μανθάνοντες ὅτι εὐθέως, ἡνίκα ὁ οὐρανὸς καὶ ἡ γῆ ἐκτίζοντο, ἔκτοτε ὁ τῶν θαλασσίων ὑδάτων λαὸς τῶν ἑρπετῶν ἰχθύων τὴν εὐλογίαν παρὰ Θεοῦ ἐκομίσατο, ὁ δὲ ἀδελφὸς τοῦ (325) ἀσώτου υἱοῦ τούτου τοῦ ἐθνικοῦ ὁ εἰς τὸν ἀγρὸν τῆς ἀμπέλου τοῦ Ἰσραὴλ γεηπόνος μεμένηκεν ἀνευλόγητος μὴ καταδεχόμενος ἕως τοῦ νῦν εἰσελθεῖν καὶ μεταλαβεῖν τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ μόσχου τοῦ σιτευτοῦ. Σιτευτὸς δὲ μόσχος ὁ Χριστὸς ὀνομάζεται, ἐπειδὴ πρὸ πολλῶν τῶν χρόνων τοῦ γάμου καὶ τῆς ἑνώσεως αὐτοῦ τῆς πρὸς τὴν ἐκκλησίαν (330) ὑπὸ τοῦ ἰδίου Πατρὸς εἰς βρῶσιν τῶν ἐθνῶν ηὐτρεπίζετο καὶ οἱονεὶ ἐσιτεύετο τὸ μυστήριον. Ὁ γὰρ Θεὸς τὴν πρὸ τῶν αἰώνων βουλὴν ἀρχαίαν ἀληθινὴν ἀπεκάλυψεν εἰς δόξαν ἡμῶν τῶν ἐθνῶν, καθὼς Ἠσαΐας καὶ Παῦλος βοᾷ.
IV 1. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ (335) καθ’ ὁμοίωσιν.
Κατὰ γοῦν τοὺς λόγους τῆς ἀναγωγῆς τὸν Χριστὸν ἐνταῦθα νοήσεις, ἐφ’ οὗ τό· Ποιήσωμεν ἄνθρωπον λέγεται, ὅταν τὸν ἄνθρωπον προσελάβετο, τὸ δέ· Ποιήσωμεν οὐχὶ μόνος ὁ Πατὴρ καὶ τὸ Πνεῦμά φασιν, ὁ μὲν ὡς εὐδοκῶν, τὸ δ’ ὡς προετοιμάζον, ἀλλὰ καὶ ὁ Υἱὸς ὡς Θεὸς συμφωνεῖ (340) περὶ τοῦ γενησομένου, ἵνα καὶ αὐτὸς τὴν ἐνανθρώπησιν φανῇ ἀσπαζόμενος. Ἀλλὰ πρῶτον ἐξεταστέον ἄλλως τὸ ῥῆμα. Καὶ ἤδη μέν, ἠμί, περὶ τούτου κατὰ τὸ ἡμῖν ἐφικτὸν διεπονήθησαν λόγοι πολλοί, κἀκεῖ παραπέμπομεν τοὺς οἷς φίλον ὅλως τοῖς παρ’ ἡμῶν ἐντυγχάνειν. Ὅλως δέ, ἵνα μὴ δίκην τινὸς ἠκρωτηριασμένου μέλους ἢ σώματος ἡ πραγματεία (345) ὑπάρχῃ, τὰ ἐν ἐκείνοις ἐλλιπῆ ἀναπληρωτέον ἐνταῦθα. Εἰσὶ δὲ ταῦτα. @1
Τί δήποτε οὐ διέστειλεν ὁ Θεὸς μεταξὺ τῆς τῶν ζῴων τῶν ἐκ γῆς ποιήσεως καὶ τῆς τοῦ ἀνθρώπου, καθὰ διεῖλε μεταξὺ τῶν ἰχθύων καὶ τῶν γηγενῶν ζῴων, ἀλλ’ ὥς τινος συγγενοῦς αὐτῶν ὄντος τῇ αὐτῇ ἡμέρᾳ καὶ τὸν ἄνθρωπον καὶ αὐτὰ ἐδημιούργησεν; Ὥσπερ καί τις τῶν ἐξη (350) γητῶν ἐπιλυόμενος διὰ τὸ συγγενὲς Χριστοῦ πρὸς Ἰουδαίους τὸ κατὰ σάρκα εἶναι ἔφησε τὴν τοιαύτην ὁμοκτησίαν. Ὅθεν φησὶν ὁ αὐτός· Ἔστι θεάσασθαι καὶ θαυμάσαι ὅτιπερ ταῦτα πλησίον αὐτοῦ καὶ συγγενῆ τυγχάνοντα κτήνη καὶ ζῷα καταλιπῶν οὗτος ὁ ἄνθρωπος εἰσήλασε καὶ ἐδόθη ὑπὸ Θεοῦ εἰς τὸν παράδεισον ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. (355) Ἕτερα δέ τινα καὶ δεύτερα ζῷα, μᾶλλον δὲ θηρία, ἑτερογενῆ αὐτοῦ καὶ μακρὰν ἀπέχοντα ἤγαγε <μὴ> πρότερα, ἄλλα ἔσχατα, ἅτινα εἰσὶν αἱ ἀγέλαι τῶν θηρίων ἐθνῶν.
Μετὰ δὲ τοῦτο γνωστέον καὶ σκοπητέον ὅτι αὕτη πρώτη φωνὴ ἐν τῇ θείᾳ γραφῇ εἴρηται πληθυντικῶς, λέγω δὴ τῆς ἁγίας Τριάδος ση (360) μαντική, ἡ λέγουσα ἐπὶ μόνης τῆς τοῦ ἀνθρώπου κατασκευῆς· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, ὡσανεὶ τριῶν τινων διαφόρων προσώπων, εἰ οὕτω θέμις εἰπεῖν, ἐκ κοινῆς βουλῆς καὶ ὁμονοίας εἰκόνα τινὰ καὶ στήλην κατασκευαζόντων καὶ τοῦ καθ’ ἑνὸς τούτων οἰκεῖόν τι ἴνδαλμα καὶ ἀπήχημα καὶ τύπον ἐν τῇ στήλῃ ποιοῦντος, ἵνα ᾖ (365) ἐν αὐτῇ σωματικώτερον καὶ παχύτερον τὸ ὁρώμενον, λέγω δὲ τοῦ μὲν ἦν τῶν ἀμφιθέων τεχνιτῶν τὸ ὕψος, τοῦ δὲ ἑτέρου τὸ εὖρος, καὶ τοῦ ἄλλου τὸ βάθος. Οὕτω γὰρ κυρίως ἐστὶν εἰκὼν καὶ στήλη κατὰ μίμησιν καὶ τύπον καὶ εἰκόνα τῶν διαφόρων αὐτῆς τεχνιτῶν τῆς μιᾶς καὶ ἀδιαιρέτου τοῦ ἑνὸς καὶ μόνου Θεοῦ οὐσίας καὶ φύσεως, τῆς μὲν ψυχῆς ἐν (370) τῷ ἀνθρώπῳ νοουμένης εἰς εἰκόνα Θεοῦ καὶ Πατρός, καθὰ καὶ ἐν τοῖς προονομασθεῖσι δύο ἐνομίσαμεν λόγοις τοῖς ἰδίᾳ ἐκδοθεῖσι περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς, τοῦ δὲ λόγου ταύτης τοῦ ἐνδιαθέτου διαγράφοντος τὸν ἐκ Πατρὸς γεννώμενον Θεὸν Λόγον, νοῦ δὲ τὴν εἰκόνα φέροντος τοῦ Πνεύματος τοῦ παναγίου. (375)
Τὴν δέ γε ταύτην ἡμῶν ποτε προβαλλομένων τῷ Ἑβραίῳ φωνήν, πολλὰς γὰρ καὶ πολλάκις τὰς μετὰ τοῦ γένους αὐτῶν συνεστησάμεθα τὰς ἀντιρρήσεις, ἃς καὶ ἐσχεδιάσαμεν, ἀντέφασκεν ὁ κακοῦργος καὶ βασιλέα τινὰ μονώτατον ὄντα δυνατὸν εἰπεῖν τό· Ποιήσωμεν, καὶ τό· Ἐκελεύσαμεν. Ἀπαντησάντων δ’ ἡμῶν καὶ φησάντων ὅτι Καὶ τί δήποτε (380) πρὸ τῆς ποιήσεως τοῦ ἀνθρώπου οὐ φαίνεται ὁ Θεὸς ἐπ’ ἄλλου οἱουδήποτε ποιήματος χρησάμενος τῷ· Ποιήσωμεν καὶ εἰπὼν αὐτό, εἰ μὴ ἐπὶ μόνου τοῦ ἀνθρώπου καὶ πάλιν τῆς μετὰ ταῦτα γυναικός, ἡνίκα εἶπε· Ποιήσωμεν αὐτῷ βοηθόν, οὐκ ἦν πρὸς ταῦτα τῷ Ἰουδαίῳ φωνὴ οὔτε πάλιν ἀντίρρησις. Ἀδύνατον γὰρ εἶναι τὸν ἄνθρωπον κατ’ εἰκόνα τῶν @1 (385) λεγόντων· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, εἰ μὴ φέρει ἐν ἑαυτῷ ἑκάστου τούτων τῶν τεχνιτῶν τύπον τινὰ ἴδιον ἢ ἀπήχημα.
Ὅθεν τὸ μὲν κατ’ εἰκόνα τριαδικὸν ἐν τῇ οὐσίᾳ τῆς ἀσωμάτου καὶ νοερᾶς καὶ ἀΰλου καὶ ἀκαταλήπτου ψυχῆς ἡμῶν πάντες ἄνθρωποι (390) ὁμοίως ἔχομεν, τὸ δὲ καθ’ ὁμοίωσιν ἐκεῖνοι καὶ μόνοι οἳ δι’ ἐναρέτου πολιτείας ἑαυτοὺς ἀνεκτήσαντο οἱ τὸν Θεὸν ἐν ἑαυτοῖς ἔνοικον ἔχοντες καὶ οἱονεί πως τῇ χάριτι χριστοὶ ὄντες ἐν θεότητι ἅμα καὶ ἀνθρωπότητι. Διὰ τοῦτο καὶ ἅπαξ καὶ δὶς ἐξηγουμένη ἡ θεία γραφὴ καὶ λέγουσα ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν οὐ (395) προστίθησι τό· Καθ’ ὁμοίωσιν, ὡς τοῦ κατ’ εἰκόνα μὲν θεοκτίστου καὶ φυσικοῦ ὄντος ἐν ἡμῖν, τοῦ δὲ καθ’ ὁμοίωσιν προαιρετικοῦ τινος καὶ δι’ ἐναρέτου πολιτείας ἐπεισάκτου καὶ προσληπτοῦ. Διόπερ τοῦτο ἡμᾶς διδάσκων ὁ συνώνυμος τοῦ Λόγου θεολόγος Ἰωάννης φησὶν ἐπιστέλλων τισί· Τεκνία, νῦν τέκνα Θεοῦ ἐσμεν, τουτέστι διὰ τοῦ βαπτίσματος, καὶ (400) οὔπω ἐφανερώθη τὸ τί ἐσόμεθα. Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Ὁρᾷς ὅτι μετὰ τὸ ἅγιον βάπτισμα ἐνάρετον πολιτείαν λέγει γεννητικὴν τοῦ καθ’ ὁμοίωσιν, ὅπερ ἐὰν φανερωθῇ ἐν τῇ καρδίᾳ, ὄψεται αὐτὸν ἐν ἑαυτῇ συμμορφουμένῃ αὐτῷ καὶ συνομοιουμένῃ, καθ’ ὅσον χωρεῖ καὶ δύναται ὁ ἄνθρωπος. Ὅθεν καὶ (405) τοῦτο ἐσύλησέ τις τῶν ἔξω μωροφιλοσόφων ἐκ τῆς ἡμετέρας γραφῆς φιλοσοφίαν εἶναι εἰπὼν ὁμοίωσιν Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ταύτῃ τῇ Μωσαϊκῇ ἐγκύψας ἱερᾷ γραφῇ τῇ λεγούσῃ· Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ (410) καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
V 1. Εὔκαιρον δὲ ἡμῖν ἐνταῦθα παραγενομένοις ὑμνῆσαι τὰ πάνσοφα καὶ πάμφωτα θεοπαράδοτα λόγια τοῦ παναγίου Πνεύματος καὶ εἰπεῖν· Λύχνος ὄντως τοῖς ποσὶ τῆς ἐκκλησίας ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις (415) ἡμῶν. Ἀκούσωμεν γὰρ οἷον μέγιστον καὶ ἀκαταμάχητον ὅπλον ἡμῖν ἐντεῦθεν ὁ Θεὸς συνεστήσατο κατὰ Ἰουδαίων τε καὶ βαρβάρων καὶ Σαμαρειτῶν τῶν διασυρόντων καὶ διαπαιζόντων τὴν τῶν Χριστιανῶν πίστιν ὡς τρεῖς τινας θεοὺς σεβομένων τὴν ὁμοούσιον καὶ ἁγίαν Τριάδα. Λεγούσης γὰρ τῆς γραφῆς τὰ δύο πρόσωπα, λέγω δὴ τὸν Ἀδὰμ καὶ τὴν (420) Εὕαν, ἕνα ἄνθρωπον καὶ οὐ δύο, ἐλέγχομεν τοὺς ἐχθροὺς τῆς ἀληθείας, ὅτιπερ ὁ ἐν τρισὶ προσώποις ἀνυμνούμενος Θεὸς εἷς Θεός ἐστι καὶ οὐ τρεῖς διὰ τὸ ὁμοούσιον τῆς φύσεως, ὥσπερ καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς @1 Εὕας. Διὰ γὰρ τὸ συγγενὲς καὶ ὁμοούσιον αὐτῶν ἄκουσον πῶς καὶ αὐτοὺς καὶ πᾶσαν τὴν ἀνθρωπότητα τοῦ κόσμου ἕνα ἄνθρωπον ὀνομά (425) ζει ὁ Θεὸς λέγων· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν, τοὺς δύο ἕνα λέγων ἄνθρωπον. Καὶ πάλιν φησίν· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ἰδοὺ καὶ ἐνταῦθα τοὺς δύο ἕνα ἄνθρωπον ὀνομάζει, ἵνα σοι καὶ ὅπλα παράσχῃ τοῦ δεῖξαι ὅτι ὁ Πατὴρ (430) καὶ ὁ Υἱὸς δύο ὄντες ὑποστάσεις εἷς Θεὸς ὑπάρχει.
Ὅθεν καὶ μέλλων ἐπάγειν τὸν κατακλυσμόν, φησὶ πρὸς τὸν Νῶε ὁ Θεός· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ἰδοὺ πλῆθος ἀνθρώπων σημαίνει. Ἄκουσον οὖν πῶς ὅλον πλῆθος τοῦτο ἕνα ἄνθρωπον ὀνομάζει λέγων πάλιν πρὸς αὐτὸν τὸν Νῶε· Ἀπαλείψω τὸν ἄνθρωπον, (435) ὃν ἐποίησα. Εἰ οὖν τὰς ἀμετρήτους τῶν ἀνθρωπίνων προσώπων μυριάδας ἕνα ἄνθρωπον λέγει διὰ τὸ ὁμοούσιον τῆς φύσεως, πόσῳ γε μᾶλλον οὐ δυνατόν ἐστι τὰ τρία τῆς θεότητος ὁμοούσια πρόσωπα ἕνα λέγεσθαι Θεόν;
Καὶ ἐν ἑτέροις δὲ μυρίοις τόποις εὑρήσεις τὴν θείαν γραφὴν ἕνα (440) ἄνθρωπον ὀνομάζουσαν ὅλον τὸ ἀνθρώπινον γένος, ὡς ὅταν πάλιν μετὰ τὸν κατακλυσμὸν λέγει περὶ παντὸς τοῦ ἀνθρωπίνου γένους ὁ Θεὸς ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καὶ πάλιν· Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καί· Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, καί· Τί ἐστιν ἄνθρωπος, ὅτι (445) λογίζει αὐτοῦ; καί· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, καί· Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Ἀκούεις, ὦ ἄφρον Ἰουδαῖε, καὶ σὺ βάρβαρε, καὶ ὁ Σαμαρίτης, πῶς πᾶσα ἡ ἀνθρωπότης ὀνομάζεται; Οὐκοῦν τῷ αὐτῷ κανόνι καὶ ἡ θεότης εἷς Θεός ἐστι καὶ προσαγορεύεται, καὶ ὁ Ἰσραὴλ ἑξακόσιαι χιλιάδες ὢν εἷς Ἰσραὴλ λέγεται, καὶ ὁ Ἀσσύριος, ὅλον (450) τὸ ἔθνος, μονοπροσώπως καλεῖται, ὥσπερ καὶ ὁ Πέρσης καὶ ὁ Ὑπερβόρεος καὶ τὰ λοιπὰ ἔθνη ἐν μυρίαις μυριάσι πρόσωπα ὄντα μονοπρόσωπον τὴν προσηγορίαν ἔχουσι.
Τοῦ Θεοῦ περὶ ἡμῶν τῶν Χριστιανῶν κρεῖττόν τι προβλεψαμένου, μᾶλλον δ’ ἵνα τὰς πολλὰς ἀποδείξεις παρήσω τὰς διὰ μαρτυριῶν (455) συγκροτουμένας, φυσικὴν καὶ αὐτόθεν ἀποδεδειγμένην ἀπὸ τοῦ παρ’ Ἰουδαίων ὑβριζομένου ῥήματος τὴν ἀπόδοσιν ποιησόμεθα. Φησὶ γάρ· Καὶ εἶπεν ὁ Θεός, ὅρα τὸ ἑνικόν· Ποιήσωμεν, ὅρα καὶ τὸ πληθυντικόν, καὶ τὸ μὲν πάντως τῇ φύσει προσνείμῃς, τὸ δὲ τοῖς προσώποις, καὶ οὐκ ἀνάπαλιν. Εἰ γὰρ τῇ φύσει τὸ πληθυντικὸν ἀποδώῃς, τότε συνῆξας τὸ (460) ἄτοπον, εἰ δὲ τοῖς προσώποις, οὐδὲν τὸ δεινόν, ὁρᾷς γὰρ ἐν μυρίοις @1 πλήθεσι τῶν ἀνθρώπων μίαν τὴν φύσιν ὑπάρχουσαν.
Ταῦτα ἡμῶν καὶ ἐν τῇ δευτέρᾳ βίβλῳ τῇ κατὰ Ἰουδαίων εἰρηκότων πλατύτερον οὐ κατά τινα λήθην κἀνθάδε ἐτέθη. Φίλον γὰρ ἡμῖν, εἰ δυνατὸν ἦν, καὶ ἐπ’ ἀγορῶν καὶ ἀμφόδων προκεῖσθαι τὰ τοιάδε πρὸς (465) γνῶσίν τε καὶ νόησιν τῶν πιστῶν, αἰσχύνην δὲ καὶ ἐντροπὴν Ἰουδαίων καὶ βαρβάρων, ὡς προεῖπον, τῶν κατὰ Χριστοῦ καὶ τῆς αὐτοῦ ἐκκλησίας τὰς γλῶσσας κινούντων.
VI 1. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρα (470) νοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Ὀκνηροτέρους μὲν ἡμᾶς ποιεῖ εἰς τὸ πάλιν τὰ αὐτὰ λέγειν τὸ ἤδη ἐν ἄλλοις περὶ τούτων προεξηγήσασθαι, θαυμάζω δὲ ἐπὶ τοῦ παρόντος τοὺς μόνῳ τῷ γράμματι ἐναπομείναντας καὶ ἐνταῦθα καὶ φήσαντας τὴν (475) σωματικὴν τῶν ἰχθύων τε καὶ πετεινῶν καὶ θηρίων πάντων αὐθεντίαν καὶ δεσποτείαν εἶναι τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ Θεοῦ ἐν τῷ ἀνθρώπῳ. Οὔτε γὰρ αὐτὸς ὁ πρωτόπλαστος εὑρίσκομεν ὅτι ἐδέσποσέ που τῶν ἰχθύων τῆς θαλάσσης, ἀλλ’ οὐδ’ ἕτερός τις τῶν ἐξ αἰῶνος γεγενημένων δικαίων. Δεσποτείαν δὲ λέγω οὐ τὴν διὰ τεχνικῆς τινος ἐπι (480) νοίας καὶ θηρευτικῶν ὀργάνων τε καὶ ἐπιτηδευμάτων συνισταμένην, ὥς τισιν ἔδοξε λέγειν, ἐξ ὧν καὶ ὁ Γαβαλεώτης ἐστίν. Ἐκείνη γὰρ οὐ δεσποτεία, ἀλλὰ πανουργία καὶ δολιότης ἐστίν. Ὁ γὰρ δεσπόζων τινός, καὶ μάλιστα κατ’ ἐπιτροπὴν Θεοῦ, οὐ μετ’ ἐπινοίας, ἀλλὰ μετ’ ἐξουσίας καὶ αὐθεντίας προφανοῦς δεσπόζει. (485)
Εἰ δὲ ὡς εἰκὸς οἱ βασκανοποιοὶ κἀν τούτῳ ἀντιλέγουσιν, ἐκ δύο κορυφαίων τῆς ἐκκλησίας ἁγίων ἀνδρῶν τὸν λόγον πιστώσομαι. Οἶμαι δὲ πρὸς σὲ λέγειν πάλιν ὃ τῷ Ἰουδαίῳ εἶπον· Εἰ γέγονέ τις ἐν ἀνθρώποις κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν, ἢ ἔστιν οὗτος ὁ ἱεροδρόμος Ἰωάννης ὁ μείζων πάντων τῶν ἐκ γενετῆς γυναικῶν, ὡσαύτως καὶ Πέτρος ἐκεῖνος (490) ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν ἱερῶν ἀποστόλων ἀκρότης, οὐδ’ οὗτοι πάντων ἐδέσποσαν. Καὶ ὅτι μὲν οὐκ ἐδέσποσε Πέτρος πάντων τῶν ἰχθύων τὴς θαλάσσης ἄκουσαν αὐτοῦ λέγοντος πρὸς τὸν δεσπόσαντα ἀληθῶς καὶ τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν λογικῶν καὶ πάσης τῆς γῆς Ἰησοῦν ὅτι Διὰ πάσης τῆς νυκτός, (495) ἴσως τῆς Ἰουδαϊκῆς λατρείας, κοπιάσαντες οὐδὲν ἐπιάσαμεν· ἐπὶ δὲ τῷ ῥήματί σου, δηλαδὴ τῇ εἴς σε πίστει, χαλάσω τὸ δίκτυον τοῦ εὐαγγελικοῦ λόγου ἐν τῇ θαλάσσῃ τοῦ κόσμου τῶν ἐθνῶν. Περὶ δὲ πάλιν Ἰωάννου ὁ συνωνυμῶν αὐτῷ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ φησὶν ὅτι Ἰωάννης @1 μὲν σημεῖον ἐποίησεν οὐδὲ ἕν. Πῶς οὖν ὁ σημεῖον μὴ ποιήσας καὶ Πέτρος ὁ (500) τῶν ἰχθύων μὴ δεσπόσας κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ δύναται λέγεσθαι; Ὁ γὰρ τῶν ζῴων καὶ τῶν ἰχθύων καὶ τῶν πετεινῶν κατὰ θείαν ἐπιτροπὴν δεσπόζων λέγει τῷ λέοντι· Ἔρχου καὶ ἔρχεται, καὶ τῷ ἀετῷ· Πορεύου καὶ πορεύεται, καὶ τῷ ἰχθύι· Ἔγγισον καὶ ὑποτάσσεται, καὶ τῷ δράκοντι· Φθάρητι καὶ εὐθέως ἐκπνεῖ. Ἐπίστησον γὰρ ὅτι οὐ μόνον τὴν (505) τῶν ἰχθύων καὶ θηρίων καὶ ἑρπετῶν δεσποτείαν δέδωκε τούτῳ τῷ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γενομένῳ ἀνθρώπῳ ὁ Θεός, ἀλλὰ καὶ πάσης τῆς γῆς. Οὕτω γὰρ γέγραπται ἄρχειν αὐτοὺς τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ κατὰ δευτέραν τάξιν, εἶθ’ οὕτως λοιπὸν τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς, τουτέστι πάντων τῶν (510) ὄντων καὶ κατοικούντων ἐπὶ τῆς γῆς ἀνθρώπων τε καὶ ἐθνῶν.
Εἰ οὖν πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ τοῦ ἀληθῶς κατ’ εἰκόνα Θεοῦ ἀνθρώπου, πρόδηλον ὅτι καὶ κύριος καὶ δεσπότης ἐστὶ πάντων τῶν ἐν τῷ κόσμῳ ὁ τοιοῦτος ἄνθρωπος πάντα ὑπὸ πόδας ὡς ὑποχείρια καὶ δούλους τοὺς ἀνθρώπους ἔχων. Καὶ πῶς, εἰπέ μοι, Μωϋσῆς (515) ὁ τοιοῦτος καὶ τοσοῦτος οὐκ ἔστι κατ’ εἰκόνα Θεοῦ; Ἔφυγε γὰρ ἀπὸ προσώπου Φαραώ. Πῶς Ἠλίας ὁ ἐν ἅρματι πυρὸς ἀναληφθεὶς ἐκρύβη μακρὰν ἀπὸ προσώπου τῆς Ἰεζάβελ; Πῶς ἅπαντες σχεδὸν οἱ προφῆται καὶ δίκαιοι καὶ ἀπόστολοι ὑπὸ χειρῶν ἀσεβῶν ἀνῃρέθησαν; Οὐκ ἂν τοῦτο παθόντες, εἰ ἐδέσποσαν πάσης τῆς γῆς καὶ πάντας ὑπέταξαν ὑπὸ (520) τοὺς πόδας ἑαυτῶν.
Τοιαύτης οὖν καὶ τοσαύτης οὔσης εἰς τόνδε τὸν λόγον ἀμηχανίας τὴν πρὸς Ἑβραίους αὐτοῦ ἐπιστολὴν φέρων ὡς τάχος ἐπέστη Παῦλος ὁ τῶν ἀρρήτων μύστης, ἐν ᾖ ἡμᾶς ἐγκύψαντας ἀπήλλαξε καὶ τῆς τοιαύτης ἀσαφοῦς καὶ βαθυτάτης ἀπορίας Χριστὸν εἶναι λέγων τὴν εἰκόνα τοῦ (525) ἀοράτου Θεοῦ, καὶ αὐτὸν ἄρχειν τε καὶ δεσπόζειν πάντων ὡς κληρονόμον πάντων, καὶ αὐτῷ ὑποτάσσεσθαι τὰ πάντα ἐκτὸς μόνου ἐκείνου τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τοῦ Θεοῦ φημι καὶ Πατρός, καὶ αὐτῷ κάμπτειν τὸ γόνυ τὰ ἐπουράνιά τε καὶ τὰ ἐπίγεια καὶ τὰ καταχθόνια. Τοῦτο γάρ ἐστι τὸ ἄρχειν αὐτὸν τῶν λογικῶν ἰχθύων τῆς θαλάσσης καὶ (530) τῶν νοερῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνωδῶν ἀνθρώπων καὶ πάσης τῆς γῆς. Τίθησι δὲ τὴν ὑποταγὴν τῶν ἰχθύων πρώτην, ἐπειδὴ πρὸ πάντων ἐδέσποσε τῶν δι’ ὕδατος καὶ Πνεύματος γεννωμένων καὶ ἀναγεννωμένων, ἡμῶν τῶν ἐθνῶν, καὶ τῶν ἐν τῇ ἀβύσσῳ τοῦ ᾅδου ψυχῶν τῶν ἀπ’ αἰῶνος καθευδουσῶν ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. (535) Εἶτα δεύτερα λέγει τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰς νοερὰς δυνάμεις, περὶ ὧν φησιν ὅτι Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἀνελθὼν γὰρ ἀπὸ γῆς μετὰ σαρκὸς ἐγνώσθη καὶ ὤφθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ @1 τῆς ἐκκλησίας. Ὅτε δὲ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὑποταγήσεται πάντως τῇ Χριστοῦ δεσποτείᾳ καὶ τὰ κτήνη ἐκεῖνα καὶ θηρία τὰ γηγενῆ (540) καὶ συγγενῆ αὐτοῦ, τουτέστιν ὁ Ἰσραήλ, περὶ οὗ ἔφασκεν ὅτι Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Καὶ οὕτως εἰς Χριστὸν ἐκβήσεται καὶ νοηθήσεται περὶ αὐτοῦ καὶ τῆς συζύγου αὐτοῦ ἐκκλησίας τὸ ὑπὸ τοῦ Θεοῦ περὶ τῶν δύο λεγόμενον· Ἀρχέτωσαν (545) τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν <καὶ> πάσης τῆς γῆς ἀπὸ θαλάσσης καὶ ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
Οἱ δέ γε σαρκικοὶ σωματικὴν τήνδε τοῦ ἀνθρώπου τὴν ἐξουσίαν περὶ σαρκικῶν ἰχθύων καὶ πετεινῶν καὶ πάντων τῶν κτηνῶν καὶ θηρίων (550) καὶ ἑρπετῶν καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς νοοῦντες οὐκ ἂν ἰσχύσωσιν ἡμῖν δεῖξαι τὸν οἱονοῦν ἄνθρωπον, εἰ μὴ Χριστόν, κατ’ εἰκόνα Θεοῦ τυγχάνοντα ἢ γεγονότα. Οὐδεὶς γὰρ τῶν ἐξ αἰῶνος γεγενημένων, οὐ λέγω σοι βασιλέων, ἀλλ’ οὔτε δικαίων, ἐδέσποσε κατ’ ἐξουσίαν κελευστικὴν πάντων τῶν ἐπὶ τῆς γῆς καὶ τῆς θαλάττης, κἂν τὸ θαυμα (555) τουργικόν, κἂν τὸ διορατικὸν καὶ προφητικὸν ὅλον περιέκειτο χάρισμα, πλὴν ὅτι οὐκ ἐν τῷ ἐκφέρειν δαιμόνια καὶ σημειοποιεῖν ὁ Κύριος τὴν τελειότητα τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τοῦ ἀνθρώπου ὁρίζεται, ὡς ὅταν λέγῃ ὅτι Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι <ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ (560) τῷ σῷ ὀνόματι> δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ ἐρῶ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς. Ἀλλ’ ἀγαπᾶτε, φησί, τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἐν τῇ ἀρετῇ τῆς (565) ἀγάπης τὸ καθ’ ὁμοίωσιν Θεοῦ ὁριζόμενος, καθὰ καὶ διὰ Παύλου ὁ αὐτὸς Χριστὸς λαλῶν τῷ τοιούτῳ κανόνι καὶ ὅρῳ ἐχρήσατο, ἡνίκα λέγει ὅτι Κἂν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, κἂν εἰδῶ τὰ μυστήρια πάντα, κἂν πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν ἔχω τὴν πίστιν ὥστε ὄρη μεθιστάναι, οὐδὲν ὠφελοῦμαι. Ἀλλὰ περὶ τούτου μὲν ἕως τούτου, ἴδωμεν (570) δὲ καὶ τὰ περὶ τῆς εὐλογίας τί ὑπαινίττεται.
VII 1. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, τουτέστιν, εἰκόνα καὶ προτύπωσιν τοῦ Χριστοῦ σύνθετον ἐποίησε @1 τὸν ἄνθρωπον, θνητὸν καὶ ἀθάνατον, ὁρατὸν καὶ ἀόρατον, φθαρτὸν καὶ ἄφθαρτον, ἄρσεν γὰρ καὶ θῆλυ ἐποίησεν αὐτούς, τὸ μὲν διὰ τὸ στερεόν τε (575) καὶ πρὸς ἀφθαρσίαν μονιμώτατον, τὸ δὲ διὰ τὸ χαῦνον καὶ πρὸς φθορὰν ἔκλυτον. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, δηλονότι διὰ τῆς ἄρρενος καὶ θήλεος τεκνογονίας, καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ (580) πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
VIII 1. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν (600) ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα (605) ἕκτη.
Μέχρι τῶν ἐνταῦθα, φησὶν Ὀλυμπιόδωρος ὁ μέγας ἔν τε φιλοσόφοις καὶ διδασκάλοις, εἶναι τὸ πέρας τῆς αἰσθητῆς κτίσεως. Ἡνίκα δὲ λέγει, φησίν, ἡ γραφὴ ὡς ἐν σχήματι ἐπαναλήψεως· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς καὶ τὰ ἑξῆς, πάντα περὶ τῆς ἐν Χριστῷ καινῆς κτίσεως (610) προδιαγράφει τὰ ἐν ὑστέροις καιροῖς εἰς τὴν ἐκκλησίαν τὸ πέρας τῶν πραγμάτων λαβόντα, ἣν καὶ οἰκουμένην δευτέραν ὀνομάζει ὁ ἱερώτατος @1 Ἀπόστολος λέγων· Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν ὁ Θεὸς τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, οἰκουμένην τὴν ἐκκλησίαν ὀνομάζων διὰ τὸ μέλλειν ὑπὸ τοῦ Πέτρου μὲν θεμελιωθῆναι, ὑπ’ αὑτοῦ δ’ ἀνεγερθῆ (615) ναι, ὥσπερ πάλιν καὶ καινὴν κτίσιν ὡς νῦν τότε ἀρξαμένην παράγεσθαι. Εἰ γὰρ διὰ πάντων τῶν πραγμάτων, ὧν τε ἐθεάσατο ὧν τε κατεσκεύασε Μωϋσῆς ἐν τῷ ὄρει Σινᾶ, τὸν τύπον τῆς ἐκκλησίας προδιέγραφε διά τε τῆς ἁγίας σκηνῆς καὶ πάντων τῶν ἐν αὐτῇ καὶ πάσης τῆς νομικῆς λατρείας, μὴ θαυμάσῃς, φησὶν ὁ αὐτὸς πολὺς τὰ θεῖα Ὀλυμπιόδωρος, εἰ (620) τῶν πραγμάτων προκατεσκεύαζε καὶ προδιέγραφεν ὀνομασθέντων, τούτων καὶ τοὺς λόγους ἐκ Θεοῦ ἐδέξατο αἰνιγματωδῶς τε καὶ σκοτεινῶς καὶ ἀποκρύφως. Τοῦτο γὰρ ἐσήμαινεν ὁ ἐν τῷ ὄρει τότε γνόφος καὶ ζόφος καὶ ἡ θύελλα τῶν μυστηρίων τῶν λαλουμένων τε καὶ διατυπουμένων τὸ ἄδηλον, ὅπως μὴ μαθόντες οἱ Ἰουδαῖοι τὴν εἰς ἡμᾶς τὰ ἔθνη (625) μέλλουσαν ὑπὸ Θεοῦ γενέσθαι ἐπισκοπήν, αὐτῶν δὲ ἐγκατάλειψιν, ἐμπρήσωσι τὴν νομικὴν βίβλον καὶ μάλιστα τῆς προκειμένης Γενέσεως, καὶ μεγίστη ἐντεῦθεν τῇ Χριστοῦ ἐκκλησίᾳ βλάβη τε καὶ ζημία γένηται.
(650) (7) Τοῦ αὐτοῦ ἀκολούθως εἰς τὰ μετὰ τὴν ἕκτην ἡμέραν (t1) λόγος ἕβδομος
I 1. Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. (1) Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα, ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
Διὰ γὰρ τούτου ἐμφαίνει καὶ διδάσκει ἡμᾶς ἡ γραφὴ ὅτι ἕτερά τινα (5) μετὰ ταῦτα καὶ ἐποίησε καὶ ποιεῖ, καθὼς μαρτυρεῖ ὁ λέγων· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἐντεῦθεν δὴ ὁρμώμενοί τινες τῶν ἀρχαίων ἐξηγητῶν ἔφασαν διὰ τοῦ εἰπεῖν ὅτι Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ δείκνυσιν ὅτιπερ ἐν τῷ ἑβδόμῳ αἰῶνι, τουτέστιν ἐν τῇ ἑβδόμῃ χιλιονταετηρίδι, ἡ τοῦ κόσμου συντέλεια γίνεται. (10) Ἐν ἑκάστῃ γὰρ ἡμέρᾳ, φησί, τῶν ἓξ ἡμερῶν τῆς κτίσεως ἰσάριθμα τῆς ἡμέρας ἔργα ἐποίησε, τουτέστιν ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰ ἁπλᾶ στοιχεῖα ἔργον ἕν, ὅπερ ἐστὶ τὸ φῶς· ἐν δὲ τῇ δευτέρᾳ δύο, τουτέστι τὸ στερέωμα καὶ τὴν διαίρεσιν τῶν ὑδάτων τῶν ἄνω καὶ τῶν κάτω· τῇ τρίτῃ τρία, τὴν συναγωγὴν τοῦ ὕδατος καὶ τὴν ἀποκάλυψιν τῆς γῆς καὶ (15) τὴν ἐκβλάστησιν τῶν ἐξ αὐτῆς καρπῶν· τῇ τετάρτῃ τέσσαρα, ἀστέρας καὶ ἥλιον καὶ σιλήνην καὶ θέσιν αὐτῶν· τῇ πέμπτῃ πάλιν ἔργα πέντε, ἤγουν τὰς πέντε αἰσθήσεις καὶ ἰχθύας καὶ κτήνη καὶ πετεινὰ καὶ τὴν εὐλογίαν τὴν ἐπ’ αὐτοῖς· τῇ ἕκτῃ ἡμέρᾳ ἕξ, ἅτινά εἰσι τὰ ἐκ γῆς ζῷα καὶ ὁ ἄνθρωπος καὶ ἡ γυνὴ καὶ ἡ εὐλογία ἡ πρὸς αὐτοὺς καὶ ἡ ἐξουσία ἡ (20) δοθεῖσα αὐτοῖς καὶ ἡ βρῶσις.
Ἐν ταύταις γάρ, φασὶν οἱ ἐξηγηταί, ταῖς ἓξ ἡμέραις ἔστιν ἰδεῖν καθ’ ἑκάστην αὐτῶν σύμβολόν τι καὶ τεκμήριον ἐναργὲς ὑπὸ Θεοῦ γενόμενον τῆς τοῦ κόσμου συντελείας καὶ τῶν τότε γενομένων πραγμάτων. Ἐν γὰρ τῇ πρώτῃ ἡμέρᾳ ὁ χωρισμὸς τοῦ φωτὸς καὶ τοῦ σκότους ἐκείνην τὴν (25) διαίρεσιν σημαίνει τῶν ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ Χριστοῦ ἁμαρτωλῶν καὶ δικαίων, ὅθεν καὶ εἰς τὸ σκότος τὸ ἐξώτερον ἐπιτρέπει πορευθῆναι τοὺς ἐξ εὐωνύμων. Ὁμοίως καὶ τῇ δευτέρᾳ τὸ ὕδωρ, τὸ μὲν αὐτοῦ εἰς οὐρανοὺς ὑψωθῆναι καὶ στερέωμα γενέσθαι, τὸ δὲ πάλιν ἐν σκότει ἀβύσσου παραπεμφθῆναι, τὰ περὶ δικαίων καὶ ἁμαρτωλῶν εἰς (30) ἡμᾶς μέλλοντα ἐπὶ συντελείᾳ γίνεσθαι ἐκδιδάσκει. Σαφεστέρως δὲ ἡμᾶς ἡ τρίτη ἡμέρα τὸν τῆς ἀναστάσεως λόγον δείκνυσι διὰ τοῦ εἰπεῖν τὸν τότε ποιητήν, ἐσύστερον δὲ κριτήν· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν ἐν τῷ δικαστηρίῳ. Καὶ ἡ ἐπεκβλάστησις δὲ τοῦ χόρτου ἡ ἐκ τῆς γῆς καὶ τῶν δένδρων τὴν ἀνάστασιν δείκνυσι, @1 (35) καθὰ καὶ ὁ Παῦλος βοᾷ, τότε γὰρ ὁ καρπὸς ἑκάστου τῶν ἔργων σὺν αὐτῷ ἐκ τῆς γῆς ἀνίσταται. Τὸ δὲ λέγειν τὸν Χριστὸν ὅτι ἐν τῇ ἀναστάσει λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος ἀνερχόμενοι ἐν νεφέλαις εἰς οὐρανοὺς δείκνυσι σαφῶς καὶ τὴν τετάρτην ἡμέραν διὰ τῶν ἐν αὐτῇ φωστήρων τὴν ἀνάστασιν προφητεύουσαν, ἐπειδὴ ἐν αὐτῇ χωρισμὸν (40) ἡμέρας καὶ χωρισμὸν νυκτὸς ὁ Θεὸς ἐποίησεν. Ἀλλὰ καὶ τὸ εἰρημένον ἐν τῇ πέμπτῃ ἡμέρᾳ ὑπὸ Θεοῦ· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς πάνυ προσφυῶς μᾶλλον ἐπὶ τῆς ἀναστάσεως τῶν νεκρῶν ὁρῶμεν γινόμενον, ἡνίκα οἵ ποτε ὑπὸ ἰχθύων ἐν τῇ θαλάσσῃ ἀποπνιγέντες καὶ καταποθέντες ἀνίστανται (45) ψυχὰς ζώσας καὶ ἀθάνατα σώματα ἔχοντες, ἐξ ὧν οἱ μὲν πετεινὰ πετόμενα εἰς οὐρανοὺς γίνονται, οἱ δὲ τῇ ἀβύσσῳ καταλιμπάνονται. Ἐν τῇ ἕκτῃ δὲ ἡμέρᾳ οἱ μὲν τὴν τοῦ ἀνθρώπου ἐκ τοῦ χοὸς πλάσιν εἶπον σύμβολον τῆς τῶν νεκρῶν σωμάτων ἀναστάσεως εἶναι, οἱ δὲ τὴν τῶν διαφόρων θηρίων καὶ ἑρπετῶν καὶ τετραπόδων καὶ κτηνῶν, ἑρπετὰ μὲν (50) καὶ θηρία τοὺς ἀσεβεῖς Ἕλληνας λέγοντες, τετράποδα δὲ καὶ κτήνη τὰ μὲν ἀκάθαρτα καὶ ἄβρωτα τοὺς πίστιν μετὰ ἁμαρτίας ἔχοντας, τὰ δὲ καθαρὰ τύπον τῶν δικαίων τυγχάνειν.
Τούτων, φασὶν οἱ ἐξηγηταί, οὕτως ἐχόντων λείπεται πάντως ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ εἰπεῖν ὅτι αὐτὴν τὴν βασιλείαν τὴν μέλλουσαν λεληθότως (55) ἐποίησεν, ἐπειδὴ ὥσπερ ἐν ἑκάστῃ ἡμέρᾳ τῆς ἑβδομάδος τῆς ἑξαημέρου γέγονε σύσσημόν τι τῆς ἀναστάσεως, τῆς τοῦ κόσμου καὶ τῶν ἀνθρώπων γεννήσεως, οὕτω καὶ καθ’ ἑκάστην χιλιονταετηρίδα τῶν ἑξακισχιλίων ἐτῶν τῶν ἤδη παρελθόντων γέγονέ τι σύμβολον καὶ τύπος τῆς ἐπὶ τὸ κρεῖττον πρὸς ἀφθαρσίαν ἀναστάσεως καὶ μεταθέσεως τῆς (60) κτίσεως, τῷ μὲν διακοσιοστῷ τριακοστῷ ἔτει τῆς πρώτης ἡμέρας γεννηθεὶς ὁ Σήθ, ὅστις καὶ ἐξανάστασις ἑρμηνεύεται, ἔχων εἰκόνα καὶ ὁμοίωσιν, ἣν ἀπ’ ἀρχῆς ὁ Ἀδὰμ ὑπὸ Θεοῦ λαβὼν ἠμαύρωσε διὰ τῆς παραβάσεως, ὡς μέλλομεν κατὰ τοὺς τύπους γενόμενοι τῆς ἀκολουθίας πλατύτερον δεῖξαι. Τῷ δὲ χιλιοστῷ πεντακοσιοστῷ ἔτει τῷ δειλινῷ καὶ (65) μέσῳ τῆς ἡμέρας τοῦ αἰῶνος μετετέθη ὁ Ἑνὼχ ἀπαρχὴ καὶ τύπος γενόμενος τῆς ἐπὶ τὸ κρεῖττον τῶν ἀνθρώπων μεταθέσεως καὶ ἀναπλάσεως, ἐπειδὴ καὶ Ἑνὼχ καινισμὸς ἑρμηνεύεται. Ὅθεν τὴν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ σημαίνων μετάθεσιν ἕβδομος ἄνθρωπος ὁ ἀπὸ τοῦ Ἀδὰμ γενόμενος μετετέθη. Τῷ δὲ δισχιλιοστῷ πεντακοσιοστῷ χρόνῳ, ὅπερ (70) ἐστὶ τὸ μέσον τῆς τρίτης τοῦ αἰῶνος ἡμέρας, ἡ ἀνάπλασις τοῦ κόσμου μετὰ τὸν κατακλυσμὸν ἐγένετο διὰ τοῦ Νῶε, ἐπειδὴ καὶ Νῶε ἀνάπλασις ἑρμηνεύεται. Ὁμοίως καὶ τῷ τρισχιλιοστῷ πεντακοσιοστῷ χρόνῳ, ὅπερ @1 ἐστὶ τὸ μέσον τῆς τετάρτης ἡμέρας, ἐγεννήθησαν οἱ δύο λαοί, ὁ Ἰσραὴλ καὶ ὁ ἀδελφὸς αὐτοῦ. Εἰ δὲ οὐ δέχῃ τοῦτο εἰς σύμβολον ἀναστάσεως, (75) γνῶθι ὅτι ἐν τῇ αὐτῇ τετάρτῃ ἡμέρᾳ ἐξῆλθεν ὁ Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ταύτην δὲ τὴν ἐξ Αἰγύπτου ἔξοδον οἱ ἐξηγηταὶ οὐ μόνον εἰς τὴν κλῆσιν τῶν ἐθνῶν ἑρμηνεύουσιν, ἀλλὰ καὶ εἰς τὴν ἀπὸ τοῦ κόσμου ἔξοδον καὶ πρὸς τὴν ἀληθῆ γῆν τῆς ἐπαγγελίας τῆς ἄνω Ἰερουσαλὴμ εἴσοδον, ὅτι τὴν ἐρυθρὰν καὶ πυρίζουσαν θάλασσαν (80) τοῦ ποταμίου πυρὸς πάντες διαβαίνομεν οἱ ἀληθεῖς πνευματικοὶ Ἰσραηλῖται, οἱ δὲ Αἰγυπτιάζοντες τοῖς ἔργοις ὑποβρύχιοι τῷ πυρὶ γίνονται. Ἔχεις καὶ κατὰ τὸ μέσον τῆς πέμπτης ἡμέρας, ἀντίτυπα γὰρ ἦν τὰ ἐν τῷ ναῷ πράγματα τῆς καταστάσεως τῆς ἄνω Ἰερουσαλήμ, ὅπου εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσῆλθε πρόδρομος Χριστός, ὃν προέγραφεν ἡ (85) κιβωτὸς ἡ εἰς τὸν ναὸν εἰσελθοῦσα, ἡνίκα καὶ ἐχόρευσε καὶ ὠρχήσατο εἰς τύπον Χριστοῦ ὁ Δαυὶδ ἀγαλλιώμενος, ὅτι ἡ ἀπολωλυῖα κιβωτὸς ἡ λογικὴ τοῦ ἀνθρώπου, ἐν ᾗ ἐν πρώτοις ἀπετέθη ἡ διαθήκη τοῦ Θεοῦ, εὑρέθη καὶ ἐρρύσθη ἐκ τῶν αἰχμαλωτευσάντων αὐτὴν ἀπὸ Θεοῦ πονηρῶν ἀλλοφύλων. Ταῦτα δὲ πάντα πρὸς τὰ εἰρημένα πέντε τεκμήρια (90) ἐν τοῖς πέντε μεσέμβροις τῶν πέντε ἡμερῶν ἤτοι χιλιονταετηρίδων τοῦ αἰῶνος οὐ μόνον τῆς ἐπὶ τὸ κρεῖττον τοῦ κόσμου πρὸς ἀφθαρσίαν μεταθέσεώς ἐστι σύμβολα, ἀλλὰ καὶ αὐτῆς τῆς ἐπιφανείας καὶ ἐνανθρωπήσεως Χριστοῦ καὶ τῆς ἐκκλησίας. Τῷ γὰρ μεσέμβρῳ καὶ δειλινῷ τῆς ἕκτης ἡμέρας ἤτοι τῷ πεντακισχιλιοστῷ καὶ πεντακοσιοστῷ χρόνῳ (95) σαρκωθεὶς ἐπὶ γῆς ἐπεφάνη, ἐπειδὴ κατὰ τὸ δειλινὸν τῆς ἕκτης ἡμέρας εἰς τύπον ἑαυτοῦ τὸν Ἀδὰμ ἔπλασε.
Καὶ διὰ τοῦτό τινες στοχαζόμενοι εἰρήκασιν ὅτι τάχα τῷ δειλινῷ καὶ μέσῳ τῆς ἕκτης ἡμέρας ἡ ἀνάστασις γίνεται, ἣν σημαίνουσι τὰ ἓξ δειλινά, εἰς τὸ κληρονομῆσαι τοὺς ἀξίους τὴν βασιλείαν τῶν οὐρανῶν, (100) ἥντινα, φησί, τῇ ἑβδόμῃ ἡμέρᾳ ἐσχάτην πάντων, ὧν ἔκτισεν, ἀρρήτως καὶ μυστικῶς ὁ Θεὸς Λόγος κατεσκεύασε, καθὼς αὐτὸς ὁ Θεὸς Λόγος ἡμᾶς διδάσκει φάσκων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ἡμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ὅτι ὅτε τὴν κτίσιν κατεσκεύασε, τότε καὶ τὴν βασιλείαν ηὐτρέπισε. Τοῦτο γάρ (105) ἐστι τὸ εἰκοστὸν δεύτερον τοῦ Θεοῦ ἔργον. Εἴκοσι δύο γὰρ ἔργα φασὶ καὶ Ἰουδαίων καὶ Χριστιανῶν ἐξηγηταὶ πεποιηκέναι τὸν Θεόν, ἐξ ὧν τὰ μὲν εἴκοσι ἓν ἤδη πρὸ βραχέος ἠριθμήσαμεν ἐν ταῖς ἓξ ἡμέραις γενόμενα. Τὸ δὲ εἰκοστὸν δεύτερόν ἐστιν ἡ τοῦ μέλλοντος αἰῶνος ἡτοιμασμένη βασιλεία καὶ πνευματικὴ θεωρία. Διὰ τοῦτο καὶ εἴκοσι δύο στοιχεῖα γραμμάτων (110) μόνα ὁ Ἰουδαῖος ἔχει. Κατὰ τοῦτο καὶ εἴκοσι δύο βιβλία πάσαν τὴν @1 παλαιὰν αὐτοῦ διαθήκην ἀριθμεῖ, ἀλλ’ οὐκ οἶδε διὰ τί οὐδ’ ἐπίσταται τὸ μυστήριον τοῦ εἰκοστοῦ δευτέρου ἀριθμοῦ οὔτε μὴν ἐννοεῖ ὅτι ὁ μὲν εἰκοστὸς ἀριθμὸς ἐκ δύο τελείων σύγκειται ἀριθμῶν ἤτοι δεκάδων σημαίνων τὸν ἐκ δύο τελείων συγκείμενον Χριστόν, θεότητος λέγω καὶ (115) ἀνθρωπότητος, δύο διαθήκας γράψαντα, λέγω δὴ Μωσαϊκὴν δεκάλογον καὶ εὐαγγελικήν. Οὕτω γὰρ πληροῦται ὁ εἰκοστὸς δεύτερος ἀριθμὸς ἐκ δύο δεκαλόγων καὶ δύο οὐσιῶν, Χριστοῦ θεότητος καὶ ἀνθρωπότητος.
II 1. Ἐπειδὴ δὲ εἰς τὰ περὶ καταπαύσεως καὶ συντελείας τῆς ἑβδόμης ἡμέρας ὁ λόγος κατήντησεν, οὐδὲν ἀπεικός, ἵνα καί τινας φωνὰς τοῦ (120) Χριστοῦ, ἃς περὶ συντελείας εἰρήκαμεν, εἰς μέσον ἀγάγωμεν. Ἐν μὲν γὰρ τῇ παραβολῇ τῶν δέκα παρθένων μεσούσης τῆς νυκτὸς εἴρηκεν ἐξ οὐρανοῦ ὡς νυμφίον ἑαυτὸν ἔρχεσθαι. Τὸ δὲ μεσονύκτιον τέταρτον τοῦ νυχθημέρου ψηφίζεται. Ἐγένετο γάρ φησιν ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Ἡ δὲ ἡμέρα Κυρίου χιλιονταετηρίδος χρόνον ἔχει, ὡς εἶναι (125) λοιπὸν τὸ μεσονύκτιον τῆς ἐνεστώσης ἑβδόμης ἡμέρας τὸ διακοσιοστὸν πεντηκοστὸν ἔτος, ὅπερ πάλιν ὁ Κύριος αἰνίττεται λέγων· Τίς ἄρα ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει γρηγοροῦντα. Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ καταστήσει αὐτόν, καὶ ἐὰν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ (130) οὕτως, μακάριός ἐστιν ὁ δοῦλος ἐκεῖνος. Τεσσάρων τοίνυν φυλακῶν τῆς νυκτὸς οὐσῶν τί δήποτε οὐ λέγει ὁ Κύριος ὅτι Κἂν ἐν τῇ πρώτῃ φυλακῇ, ἀλλὰ τὴν δευτέραν καὶ τὴν τρίτην ὀνομάσας παρέδραμε τὴν πρώτην καὶ τὴν τετάρτην; Ὥστε συμφωνεῖ πάλιν τῷ μεσονυκτίῳ ἡ δευτέρα καὶ ἡ τρίτη φυλακή. Ἡ μὲν γὰρ τελεία καὶ πεπληρωμένη νύξ ἐστι τὸ (135) πεντακοσιοστὸν ἔτος τῆς ἡμέρας, τὸ δὲ μεσονύκτιον τὸ διακοσιοστὸν πεντηκοστὸν ὑπάρχει ἔτος. Ὡσαύτως καὶ τὸ πλήρωμα τῆς δευτέρας φυλακῆς καὶ ἡ ἀρχὴ τῆς τρίτης φυλακῆς ὁ αὐτὸς διακοσιοστὸς πεντηκοστὸς χρόνος ὑπάρχει.
Ταῦτα δὲ πρὸς ψυχαγωγίαν οἱ ἐξηγηταὶ στοχαστικῶς, ἀλλ’ οὐχ (140) ὁριστικῶς εἰρήκασιν. Οὐ γὰρ ἠγνόησαν τὸν λέγοντα ὅτι Περὶ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ. Πλήν, φασί, τὴν ἡμέραν αὐτὴν καὶ τὴν ὥραν ἀπέκρυψεν ὁ Θεός, τοὺς δὲ χρόνους καὶ τοὺς καιροὺς δυνατὸν στοχάσασθαι τοὺς τὸ Πνεῦμα τὸ ἅγιον ἔχοντας τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ γινῶσκον. Στοχαζόμεθα οὖν, φησίν, ἐκ τῶν (145) πραγμάτων καὶ ῥημάτων τοῦ Θεοῦ καὶ τῆς γραφῆς τῶν περὶ συντελείας αἰνιγματωδῶς καὶ ἀποκρύφως εἰρημένων, πλὴν τὴν ἀληθῆ τε ἔκβασιν καὶ τὸ πέρας τοῦ αἰῶνος μόνος ἐπίσταται ὁ τῶν χρόνων καὶ τῶν ἁπάντων ποιητής.
Ἐπεὶ δὲ οὕτως οὐδὲν ἡδὺ τοῖς ἀνθρώποις, καὶ μάλιστα παρ’ οἷς τὸ @1 (150) βάσκανον τοῦ φθόνου αὐλίζεται, ὡς τὸ λοιδορεῖν καὶ ἀνατρέπειν τὰ ἀλλότρια ἐπὶ βλάβῃ καὶ καταστροφῇ τῶν ἀκουόντων, καὶ μέλλουσιν, ὡς εἰκός, τινὲς ἐπιλαμβάνεσθαι τῆς ψήφου καὶ τοῦ ἀριθμοῦ τῶν χρόνων, ὧν ἐν τοῖς ἓξ δειλινοῖς καὶ μέσοις τῶν χιλιονταετηρίδων εἰρήκαμεν, ἴσως ἐλλειπόντων βραχέων τινῶν χρόνων ἢ καὶ περιττευόντων πρὸς μὲν (155) τοὺς ἀξίους πληροφορίας ἐκεῖνο ἀπολογούμεθα, ὅτι ἡ τοιαύτη αἰτία ἐκ τῶν κατὰ καιροὺς χρονογράφων γέγονε μὴ συμφώνως ψηφισάντων. Δεύτερον δὲ γινώσκειν ἐχρῆν ὅτι ἄλλως ψηφίζουσιν Ἑβραίων παῖδες τὸν χρόνον καὶ ἄλλως ἡ Ῥωμαϊκὴ τῆς ἐκκλησίας παράδοσις. Ἐκεῖνοι μὲν γὰρ τριακοσίων πεντήκοντα τεσσάρων ἀριθμὸν ἀριθμοῦσι τὸ ἔτος καὶ μόνων, (160) πλὴν ὅτι οὐκ ἀκριβοῦταί ποτε τὸ σπάνιον ἡ ἐκκλησία, ἐπεὶ εὑρίσκει καὶ ἐπὶ τῶν τετρακοσίων χρόνων, ὧν εἶπεν ὁ Θεὸς τῷ Ἀβραὰμ δουλοῦσθαι καὶ κακοῦσθαι τὸν Ἰσραὴλ ὑπὸ Αἰγυπτίων, ὅτι οὐ τετρακοσίους χρόνους ἐδούλευσαν Αἰγυπτίοις, καὶ ἐπὶ τῶν ἑκατὸν εἴκοσι ἐτῶν πάλιν, ὧν εἶπεν ὁ Θεὸς πρὸς Νῶε, μὴ τούτων περατωθέντων, καὶ ἐπὶ ἄλλων πλείστων (165) χρόνων ὁμοίως.
III 1. Καὶ τὸ μὴ κεῖσθαι δὲ ἐπὶ τῆς ἑβδόμης ἡμέρας κατ’ ἰσότητα τῶν ἄλλων ἡμερῶν τό· Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ σύμβολόν ἐστιν ἐναργὲς τῆς ἐν αὐτῇ γενομένης συντελείας πρὸ τῆς συμπληρώσεως αὐτῆς, ὥς φασιν οἱ πατέρες καὶ μάλιστα οἱ περὶ τὸν ἱερὸν Κλήμεντα καὶ (170) Εἰρηναῖον καὶ Ἰουστῖνον τὸν μάρτυρα καὶ φιλόσοφον, ὅστις λίαν τε ὑπερσόφως εἰς τὸν ἕκτον ὑπομνηματίζων τῆς ἕκτης ἡμέρας ἀριθμὸν τὴν νοερὰν τοῦ ἀνθρώπου ψυχὴν καὶ τὰς πέντε αὐτοῦ αἰσθητικὰς αἰσθήσεις λέγει γὰρ ἓξ ἔργα τῆς ἕκτης ἡμέρας. Ὅθεν καὶ πολλὰ διεξελθὼν περὶ τοῦ ἕκτου ἀριθμοῦ πάντα φησὶ τὰ ὑπὸ Θεοῦ δημιουργηθέντα ἑξαχῶς (175) διαιρεῖσθαι, τουτέστιν εἰς νοερὰ καὶ ἀθάνατα, οἷοί εἰσιν οἱ ἄγγελοι, καὶ εἰς λογικὰ θνητά, οἵτινές εἰσιν οἱ ἄνθρωποι, καὶ εἰς αἰσθητικὰ ἄλογα, οἷά εἰσι τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ οἱ ἰχθύες, καὶ εἰς ἐκπορευτὰ μεταστατικὰ ἀναίσθητα, οἷά εἰσιν οἱ ἄνεμοι καὶ αἱ νεφέλαι καὶ τὰ ὕδατα καὶ οἱ ἀστέρες, καὶ εἰς αὐξητικὰ ἀμετάστατα, οἷά εἰσι τὰ δένδρα, καὶ εἰς ἀναίσθητα (180) ἀμετάστατα, οἷά εἰσι τὰ ὄρη καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα. Πάντα γὰρ τὰ κτίσματα τοῦ Θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς μιᾶς τινος τούτων τῶν ἓξ διαστολῶν ἅπτεται καὶ ἐν αὐτοῖς περιώρισται. Ἐπίστηθι γὰρ ὁ καλῶς τὰ καλὰ τοῦ καλοποιοῦ διασκοπῶν γινώσκειν Θεοῦ ὡς καὶ αὐτὸς ὁ τῆς ἑξαημέρου κτήσεως δημιουργὸς Χριστὸς ἐξ ἑξαχοῦ τινος οἱονεί πως συνέ (185) στηκεν ἀριθμοῦ, τῆς τετραστοίχου λέγω σαρκὸς καὶ ψυχῆς νοερᾶς καὶ τῆς αὐτοῦ θεότητος. @1
Οὐκοῦν, εἰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν συντείνοντα ἔκτισται τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, ὡς Παῦλος βοᾷ, πάντως τὴν ἐν αὐτῷ τοῦ ἀριθμοῦ ἑξάδα σημαίνει καὶ δηλοῖ ταύτην πᾶς ὁ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ (190) ἕκτος ἀριθμός. Διό, ὡς τοῦ Χριστοῦ περιέχοντος καὶ δεσπόζοντος πάντων, τούτου χάριν ὁ ἑξακισχιλιοστὸς ἀριθμὸς τῆς ἐν τοῖς γράμμασι λεγομένης μονάδος ἐστὶ πάσης ψήφου καὶ ἀριθμοῦ καὶ μονάδων καὶ δυάδων καὶ τριάδων ἔν τε τοῖς ἐπιγείοις καὶ μετεώροις κτίσμασι περιεκτικός, πάσης ἀριθμητικῆς ἐπιστήμης καὶ ποσότητος σημαντικὸς ὤν. (195) Καὶ τούτου χάριν τῇ ἕκτῃ ἡμέρᾳ ὁ πρῶτος Ἀδὰμ γέγονεν ὡς τὴν εἰκόνα τῶν ἀμερίστων μερῶν τοῦ ἑξαημέρου ἀδιαιρέτου Χριστοῦ τοῦ δευτέρου Ἀδὰμ προδιατυπούμενος τοῦ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τοῦ αἰῶνος ἐπὶ γῆς συντεθέντος καὶ ἐπιφανέντος, λέγω δὴ τῷ πεντακισχιλιοστῷ πεντακοσιοστῷ χρόνῳ, ὅπερ ὑπάρχει μέσεμβρόν τε καὶ δειλινὸν καὶ τῇ ἕκτῃ ὥρᾳ (200) μεσάζον, δηλαδὴ τῇ ἕκτῃ ποσότητι τοῦ αἰῶνος, ὥστε καὶ διὰ τοῦτο καὶ ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς ἕκτης ἡμέρας τῷ δειλινῷ τότε ἐν τῷ κήπῳ καὶ παραδείσῳ ὁ Ἀδὰμ γέγονεν ἐκ γῆς καὶ θείου ἐμφυσήματος, λέγω δὴ ἐξ ὁρατῆς καὶ ἀοράτου φύσεως, τὸν ὁρατὸν καὶ ἀόρατον προδιαγράφων Χριστὸν τὸν τῇ ἕκτῃ ὥρᾳ εἰς εἰκόνα ἑαυτοῦ καὶ τῆς ἐκκλησίας ἐν τῇ δρυὶ (205) τῇ Μαμβρῇ τῷ Ἀβραὰμ ὀφθέντα καὶ τὴν θυσίαν ἐκεῖ τοῦ μόσχου ποιήσαντα, τὸν θάνατον αὐτοῦ προτυποῦντα, καὶ βρώσεως ἀνθρωπίνης μεταλαβόντα, τὸ σαρκικὸν ἑαυτοῦ προτυποῦντα, καὶ τὴν στείρωσιν τῆς Σάρρας λύσαντα τῆς ἐκκλησίας, τίκτει γὰρ οὐχ ἕνα, ἀλλὰ πολλοὺς Ἰσαάκ, καὶ ἐν τῇ σκηνῇ τυπικῶς προσκηνώσαντα, ἐνοικεῖ γὰρ καὶ (210) ἐμπεριπατεῖ ἐν τῇ ἐκκλησίᾳ Θεός. Μέσεμβρον δὲ καὶ πάλιν καὶ δειλινὸν ἦν καὶ ἕκτη ὥρα, ἡνίκα Ἰωσὴφ εἰς εἰκόνα Χριστοῦ τοῖς ἑαυτοῦ ἀδελφοῖς ἐμφανισθεὶς συνηρίστησε καὶ τὸ πάσχα Χριστοῦ παραδόξως προδιέγραψε καὶ τότε τὸν λάκκον κατῴκισε προμηνύων τὸν μετὰ τὸ δεῖπνον ἐκεῖνο βληθησόμενον τῷ λάκκῳ τοῦ τάφου Χριστόν. Ἕκτη ὥρα ἦν κἀκείνη, (215) ἡνίκα ἡ θαυμαστὴ Ῥοὺθ ὡς καλὴ ἐκκλησία τῷ Βόοζ ἐν τῷ ἀγρῷ προσπελάσασα, ὡς Χριστῷ λιμώττουσα, διετράφη παρ’ αὐτοῦ καὶ ὁμόζυγος αὐτοῦ καὶ σύζυγος γέγονεν, ἣν καλῶς μιμησαμένη ἐκείνη ἡ ἐθνικὴ ἐκκλησία ἡ πάνσοφος Σαμαρεῖτις, ἡ ζητοῦσα πῶς δεῖ καὶ ποῦ προσκυνεῖν τῷ θεῷ, τῇ ἕκτῃ ὥρᾳ Χριστῷ προσέδραμεν ἐπὶ τὸ φρέαρ (220) καθεζομένῳ τὸ τῆς κολυμβήθρας καὶ τὸ τοῦ λόγου καὶ αὐτὴν προσδεχομένῳ ἔκπαλαι, ἡνίκα ἠλευθέρωσε τοῦ δουλεύειν καὶ ὑδροφορεῖν τοῖς ἀλλοφύλοις εἰδώλοις ἤτουν ἱδρώττειν ἐν τῷ περὶ αὐτὰ πονεῖσθαι, ὡς ἐκείνη τοῖς Σαμαρείταις ὑδροχόει.
Πάντα δὲ ταῦτα τὰ δειλινὰ τῆς ἕκτης ὥρας ποιεῖ Χριστὸς δι’ ἐκεῖνον (225) τὸν ἐν παραδείσῳ ἄνθρωπον ἐν ἐκείνῳ τῷ δειλινῷ παρατραπέντα ἐν @1 ἐκείνῳ τῷ κήπῳ. Δι’ αὐτὸν γὰρ τὸν πρωτόπλαστον Ἀδὰμ ἐπὶ τὸν κῆπον τοῦ Γολγοθᾶ ἐκεῖ κείμενον νεκρὸν ἐν δειλινῷ καὶ ἕκτῃ ὥρᾳ ἐν σταυρῷ ἀνέρχεται τῇ ἕκτῃ ἡμέρᾳ τοῦ αἰῶνος ἐν τῇ ἕκτῃ ὥρᾳ τῆς αὐτῆς χιλιονταετηρίδος καὶ τῇ ἕκτῃ ἡμέρᾳ τῆς ἑβδομάδος καὶ τῇ <ἕκτῃ> (230) ὥρᾳ τῆς ἕκτης ἡμέρας, ἣν σαφῶς προδιέγραφεν ἡ προκειμένη ἡμῖν ἕκτη ἡμέρα τῆς ἑξαημέρου κτίσεως εἰς διήγησιν. Εἴ τις γὰρ βούλοιτο ὥσπερ ἐν μέσῳ τούτων τῶν δύο ἡμερῶν σκοπεῖν, λέγω δὴ ἐκείνης τῆς ἕκτης ἡμέρας καὶ τῆς ἐν ᾗ ὁ δεύτερος Ἀδὰμ Χριστὸς ἑκουσίως τὸ πάθος ἔπαθεν, εὑρήσειε ταύτας ὥσπερ ἀπαραλλάκτους τινὰς καὶ ἀντιτύπους καὶ ἰσοφυεῖς (235) δύο εἰκόνας ἀλλήλας μιμουμένας καὶ ἀλλήλαις διὰ τῶν πραγμάτων ἐξομοιουμένας. Καὶ ἤδη μὲν εἴρηται καὶ διὰ πλάτος ἐν τῇ μυστικῇ θεωρίᾳ τῶν ἐν τῷ εὐαγγελίῳ σωτηρίων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν παθημάτων, κἀκεῖσε παραπέμπομεν τὸν φιλομαθῆ ἀκροατήν.
IV 1. Ὁμοίως, ἐπείπερ ὁ πᾶς ἡμῶν σκοπὸς οὗτός ἐστι τῆς παρούσης (240) πραγματείας ὥστε δεῖξαι ὅτι πᾶσα ἡ ἑξαήμερος ἐπουράνιός τε καὶ ἐπίγειος κτίσις τὴν σάρκωσιν τοῦ Θεοῦ Λόγου καὶ τὴν ἐκκλησίαν προδιαγράφουσιν, ἀναγκαῖον λοιπὸν ὀλίγα ἐκ πολλῶν τῆς ἀρχαίας ἐκείνης ἕκτης ἡμέρας παραστῆσαι, πῶς προδιαγράφουσι τὰ σωτήρια πάθη τοῦ Χριστοῦ, ἅπερ ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἔπαθεν, πῶς αὐτεξούσιος ὁ (245) Ἀδὰμ ὑπὸ Θεοῦ γενόμενος ἑκουσίως καὶ οὐκ ἔκ τινος ἀνάγκης ἔπαθεν, αὐτεξουσίως καθ’ ἑκούσιον γνώμην καὶ ὁ Δεσπότης τὸ πάθος ὕπεισι. Πρόσεχε καὶ τοῖς ῥηθησομένοις, καὶ ὄψει τοὺς τύπους ἔκτοτε προδιαγράφοντας τὴν ἀλήθειαν.
Ἀπὸ βρώσεως ὁ Ἀδὰμ τὸν θάνατον ἔπαθε· διὸ καὶ ὁ Χριστὸς ἀπὸ (250) βρώσεως τοῦ δείπνου ἀναστὰς ἐπὶ τὸ πάθος καὶ τὸν θάνατον ἦλθε. Διὰ τῆς Εὕας ἔπαθεν ὁ Ἀδάμ· ὁμοίως καὶ διὰ τὴν ἐκκλησίαν ἔπαθεν ὁ Χριστός. Καὶ ἵνα συνελὼν εἴπω, ἔφαγεν ὁ Ἀδάμ, ἔφυγεν, ἐκρύβη ἐν κήπῳ, ἐζητήθη, εὑρέθη, κατεδικάσθη, καὶ εἶθ’ οὕτως ἀπέθανεν. Ὁμοίως καὶ ὁ Χριστὸς ἔφαγε τὸ δεῖπνον, ἔφυγεν ἑκουσίως εἰς τὸ ὄρος προσευξόμενος, (255) ἐκρύβη ἐν τῷ κήπῳ τοῦ χειμάρρου τῶν κέδρων, ἐζητήθη ὑπὸ Ἰουδαίων καὶ εὑρέθη ὑπὸ Ἰούδα δόντος σύσσημον τὸ φίλημα, ἐξεβλήθη δεδεμένος ἐκεῖθεν ἐκ τοῦ κήπου ὡς ἐκ τοῦ παραδείσου Ἀδὰμ καὶ ἐνυβρίσθη τὸ ξύλον φέρων ἐπ’ ὤμων καὶ κατάρα γεγονὼς διὰ τὸν καταραθέντα κατακρίθη, Ἄξιος εἰπόντων τῶν συνελθόντων θανάτου ἐστί, καὶ ἐξελθὼν ἔξω τῆς (260) Ἰερουσαλὴμ ἀπέθανε διὰ τὸν ἔξω τοῦ παραδείσου ὑποστάντα τὸν θάνατον πρωτόπλαστον. Ἀπὸ κήπου ἐξῆλθε καὶ ἐν κήπῳ εἰσῆλθε σταυρωθεὶς ἐπὶ ξύλου διὰ τὸν ἄνθρωπον τὸν ἐν τῷ κήπῳ προδοθέντα καὶ εἰς τὸν κῆπον τοῦ κόσμου εἰσελθόντα, ἵνα ὡς λάχανα χόρτου πάντα ἐμβόσκηται, βοσκηματώδης γὰρ καὶ ἄλογος μετὰ τὴν ἁμαρτίαν ἐγένετο. @1 (265) Ὅθεν ἐν τῷ Κρανίῳ κῆπος, ἔνθα ὁ Ἀδὰμ νεκρὸς ἔκειτο. Ἐκεῖ ἐλθὼν ὁ Χριστὸς ἐπὶ τοῦ ξύλου κρεμάμενος τὸν παράδεισον ἠνέῳξε τῷ λῃστῇ. Νυκτὶ δὲ ὁ Χριστὸς ἐσθίει τὸ πάσχα τοῦ πάθους, ἐπειδὴ ὡς ἐν νυκτὶ ἔφαγεν ὁ Ἀδὰμ καὶ προεδόθη, πρινὴ διανοιχθῶσιν αὐτοῦ οἱ ὀφθαλμοί.
Τρία ξύλα ἦν ἐν τῷ παραδείσῳ, τὸ μὲν ἵνα ἐσθίῃ ὁ ἄνθρωπος, τὰ (270) δ’ ἄλλα δύο τὸ μὲν τὸ ξύλον τῆς ζωῆς, τὸ δὲ τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Διὰ τοῦτο καὶ τρία ξύλα ἐπάγησαν ἐν τῷ κήπῳ τοῦ Γολγοθᾶ, τὸ μὲν ξύλον τοῦ σωθέντος λῃστοῦ, ἵνα τρυγῶμεν δι’ αὐτοῦ τὸν ἀδιάρρευστον τῆς θεολογίας καρπόν, ὡς ἐκεῖνος, τὸν παράδεισον καὶ τούτου φαγόντες εὐφρανθῶμεν οὐχ ἅπαξ, ἀλλὰ ἀεὶ τοῦτον ἐσθίοντες. Ὁ (275) δὲ σταυρὸς τοῦ Χριστοῦ τὸ ξύλον ἐστὶ τῆς ζωῆς, ἐν ᾧ ὁ βότρυς ὁ πέπειρος ἀπηώρητο καὶ ἡ ζωὴ ἡμῶν ἔμπροσθεν ἡμῶν ὡρᾶτο κρεμαμένη, οὗ τῇ δυνάμει καὶ πολλοὶ ἐκ τῶν μνημάτων ζωωθέντες ἠγείροντο. Τὸ δὲ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν ὁ τοῦ βλασφήμου ὑπῆρχε σταυρός, ὃς εἰς καλὸν μὲν ἐπάγη ἐκείνῳ, εἰ ἤθελεν, εἰς κακὸν δ’ ἐτελεύτησε (280) τὴν γλώσσαν ἐκτείναντι μετὰ γνώμης ἀγνώμονος ἐκ προπετείας καὶ ἀντὶ θεολόγου κακῶς βλασφημήσαντι καὶ φαγόντι τὸν εἰς ἀπώλειαν θάνατον.
Τρεῖς κατάδικοι ἥμαρτον ἐν τῷ παραδείσῳ, ὁ Ἀδὰμ καὶ ἡ Εὕα καὶ ὁ ὄφις, ἐξ ὧν οἱ μὲν δύο ἐσώθησαν, ὁ δὲ εἷς ἀπώλετο, ὥστε καὶ διὰ τοῦτο καὶ ἐν τῷ Κρανίῳ τριῶν καταδίκων κρεμωμένων (ὠνομάζετο γὰρ καὶ ὁ (285) Κύριος ἁμαρτία καίτοι κατάδικος δι’ αὐτὴν μὴ ὤν, τοῦ δ’ εἶναι τὸ λέγεσθαι μόνον ἔχων) ὁ εἷς ἀχάριστος λῃστὴς τύπος ὑπάρχων τοῦ διαβόλου καὶ τοῦ ὄφεως καὶ τοῦ Ἰούδα τοῦ ἐν ξύλῳ ἀπαγξαμένου ἀπώλετο. Ὥσπερ γὰρ γέγραπται ὅτι δόλῳ ἠπατήθη ὁ Ἀδάμ, οὕτως καὶ ὁ Ἰούδας φιλήματι καὶ δόλῳ τὴν προδοσίαν πεποίηκε, καὶ ὥσπερ εἴρηται ὅτι ὁ (290) διάβολος εἰσῆλθεν εἰς τὸν ὄφιν, οὕτως γέγραπται ὅτι ὁ αὐτὸς Σατανᾶς εἰσῆλθεν εἰς τὴν καρδίαν τοῦ Ἰούδα τοῦ μαθητοῦ τοῦ Χριστοῦ. Μαθητὴς δὲ ἦν ποτε καὶ ὁ Σατανᾶς ἐν οὐρανοῖς τοῦ Θεοῦ μετὰ τῶν λοιπῶν ἁγίων μαθητῶν, λέγω δὴ τῶν ἀγγελικῶν δυνάμεων. Ἀλλὰ καὶ ἐκ τῶν ἀρχόντων αὐτῶν εἷς ἐτύγχανε, περὶ γὰρ αὐτοῦ εἴρηται ὅτι Ὑμεῖς δὲ ὡς (295) ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Διὸ καὶ ὁ Ἰούδας εἷς ὑπῆρχεν ἐκ τῶν κορυφαίων τῶν μαθητῶν, ἐν οἷς καὶ τὸ γλωσσόκομον τοῦ ἀργυρίου ἐν<ε>κεχείριστο.
Καὶ ὅπως μὴ ταὐτὰ λέγοντες, ἅπερ, ὡς εἴρηται, ἐν τῇ μυστικῇ θεωρίᾳ τῶν Χριστοῦ παθημάτων εἰρήκαμεν, λῆροί τινες τοῖς πολλοῖς (300) εἶναι δόξωμεν οἱ σπουδαίως ὑπακούοντες τοῦ ἐπιτρέποντος καὶ λέγοντος· Ἐρευνᾶτε τὰς γραφάς, λαβέτωσαν μετὰ χεῖρας τὰς βίβλους τὰς ἱεράς, λέγω δὴ ταύτην τὴν λέγουσαν· Αὕτη ἡ βίβλος οὐρανοῦ καὶ @1 γῆς καὶ τὴν ἑτέραν τὴν γράφουσαν· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ ποιητοῦ οὐρανοῦ καὶ γῆς, κἀκεῖ ἐπιμελῶς ψηφίσαντες τὰ ἐν ταύτῃ τῇ (305) ἕκτῃ ἡμέρᾳ ἐν παραδείσῳ ἐπὶ τοῦ πρώτου Ἀδὰμ γενόμενα καὶ τὰ ἐν ἐκείνῃ τῇ ἕκτῃ ἡμέρᾳ ἐν τῷ δευτέρῳ Ἀδὰμ ἐν τῷ πάθει γενόμενα εὑρήσουσι λεπτομερῶς πάντα καὶ ἀνελλιπῶς ὁμοιοτρόπως ἐν ἀμφοτέραις ἐγκείμενα, Ἀδὰμ πρῶτον καὶ Ἀδὰμ δεύτερον, κῆπον παραδείσου καὶ κῆπον ἐν ᾧ Χριστὸς ηὐλίσθη, παρακοὴν ἐκεῖ καὶ ἐκκοπὴν ἐνταυθοῖ ἀκοῆς, (310) τὴν μὲν διὰ πρωτοπλάστου, τὴν δὲ διὰ πρωτοθρόνου, ξύλα τὰ ἐν παραδείσῳ καὶ ξύλα τὰ ἐν Γολγοθᾶ, βρῶσιν ἐν παραδείσῳ καὶ βρῶσιν ἐν δείπνῳ μυστικῷ, Ἀδὰμ ὕπνον ἐκστατικὸν καὶ ὕπνον Χριστοῦ ἐν σταυρῷ, πλευρὰν εἰς γυναῖκα λαμβανομένην καὶ πλευρὰν εἰς τρῶσιν γεγυμνωμένην, γύμνωσιν μετὰ βρῶσιν Ἀδὰμ καὶ γύμνωσιν μετὰ δεῖπνον (315) Χριστοῦ, ἀποτίθεται γὰρ τὰ ἱμάτια, προδοσίαν δι’ ὄφεως καὶ προδοσίαν δι’ υἱοῦ ἐχίδνης μαθητοῦ, δειλινὸν ἐν ᾧ κρύπτονται ἀπὸ Θεοῦ οἱ πρωτόπλαστοι καὶ δειλινὸν ἐν ᾧ Θεὸς τὴν τοῦ Ἀδὰμ κεφαλὴν ὑποκειμένην τῷ Κρανίῳ ἐνορᾷ, ἀκάνθας μετὰ τριβόλων ἐκ γῆς καὶ ἀκάνθας τὰς ἐν κεφαλῇ τοῦ Χριστοῦ, λύπην τὴν ἐν τῷ τίκτειν τέκνα καὶ λύπην τὴν ἕως (320) θανάτου τὴν ψυχὴν Χριστοῦ συνταράσσουσαν, ἱδρῶτα τὸν ἄρτῳ συμμιγῆ μετὰ κόπου καὶ ἱδρῶτα τὸν ὡσεὶ θρόμβοι τοῦ αἵματος, ῥομφαίαν ἀποφράττουσαν τὴν εἴσοδον τῆς Ἐδὲμ καὶ ῥομφαίαν ἀνοίγουσαν τὴν πλευρὰν τοῦ Χριστοῦ, καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δύο τινῶν ὁμοιότητας, ἐκεῖ διάβολον καὶ ὄφιν, ἐνταῦθα Πιλᾶτον καὶ Καϊάφαν, ἐντεῦθεν καὶ (325) ἐντεῦθεν Ἀδὰμ καὶ Εὕα καὶ μέσον ξύλον, καὶ ὧδε βλάσφημον λῃστὴν ἔνθεν καὶ θεολόγον ἄλλον ἐκεῖθεν καὶ μέσον ξύλον, ἀλλὰ σταυροῦ, καὶ ἔνδυσιν ἀπὸ συκῆς ἐκεῖ καὶ ἔνδυσιν ἀπὸ ὀθόνης ὧδε, καὶ κατάπαυσιν τῷ τότε καὶ σαββατισμὸν ἐνταῦθα τέλειον, δύο γὰρ καταπαύσεις διδασκόμεθα ἐκ τῆς προκειμένης βίβλου τῆς λεγομένης Μωσαϊκῆς. (330)
V 1. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· τινὰ δὲ τῶν ἀντιγράφων, Ἃ ἐποίησεν ὁ Θεὸς ἐπὶ τῆς γῆς περιέχουσιν· αὕτη μία κατάπαυσις. Ἄκουσον καὶ τῆς δευτέρας· λέγει γὰρ εὐθέως ὅτι Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν (335) ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Εἰ οὖν κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, πῶς μετὰ ταῦτα λέγει ὅτι Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ ἐφύτευσε παράδεισον, @1 (340) καὶ ἔπλασεν ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ; Οὐκοῦν νοητέον πάλιν εἰς Χριστόν, καὶ γὰρ ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησεν ἐπὶ τῆς γῆς, ἀποθανὼν ὑπὲρ ἡμῶν σαρκί. Αὕτη πρώτη κατάπαυσις. Πορευθέντος δὲ αὐτοῦ καὶ ἐν τοῖς ἐν φυλακῇ τοῦ ᾅδου πνεύμασιν ἐκεῖ πάντα τὰ (345) ἔργα εἰπεῖν τῆς ἐπιδημίας αὐτοῦ, ἃ ἤρξατο ποιῆσαι, τοῦτο δευτέρα κατάπαυσις, ἥντινα ἑβδόμην ἡμέραν ὡς σωτήριον τῇ κτίσει καὶ ἁγίαν οὖσαν εὐλόγησεν αὐτήν, ὅτι καὶ ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.
VI 1. Λοιπὸν μὴ μεγαλοφρονείτωσαν οἱ σαββατολάτραι καὶ σαββατοφάγοι Ἰουδαίων παῖδες. Οὐ γὰρ ἐκεῖνο τὸ σάββατον εὐλόγησεν ὁ Θεὸς τὸ ἐν ἀρχῇ τῆς κτίσεως, οὐ γὰρ ἐν αὐτῷ κατέπαυσεν ἀπὸ (365) πάντων τῶν ἔργων αὐτοῦ. Εἰ δὲ οὐκ ἐν αὐτῷ κατέπαυσεν, εὔδηλον ὅτι οὐκ αὐτὸ εὐλόγησε, κἂν ἀγανακτεῖ ἐπὶ τοῖς λεγομένοις ὁ Ἰουδαῖος λέγων ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. Ἐλέγχει δὲ καὶ ἐπιστομίζει αὐτὸν ἡ θεία γραφὴ μαρτυροῦσα ὅτι μετὰ τὴν ἑβδόμην ἡμέραν Ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς (370) γῆς πᾶν ξύλον ὡραῖον, καὶ ἐφύτευσε παράδεισον, καὶ ἔπλασεν ἐκ τῆς γῆς ἔτι θηρία καὶ κτήνη καὶ πετεινά, καὶ ἔδωκε τῷ Ἀδὰμ ἐντολήν, καὶ ἐποίησε χιτῶνας δερματίνους, καὶ ἔταξε τὰ Χερουβὶμ φυλάττειν τὸν παράδεισον, καὶ ἐποίησε τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ. Καὶ ἕτερα δὲ πλεῖστα φαίνεται ποιήσας ἔργα ὁ Θεὸς μετὰ τὴν ἑβδόμην, καθὰ καὶ πρὸ βραχέως εἶπον. (375)
Καὶ ἐπειδὴ μέγα τὸ φρόνημα καὶ ἡ ἀλαζονεία τῶν Ἰουδαίων ἡ καθ’ ἡμῶν περὶ τοῦ πολυθρυλλήτου αὐτῶν καὶ γαστριμάργου σαββάτου, μανθανέτωσαν οἱ ἀπαίδευται ὅτιπερ οὐχ εὑρίσκομεν τὸν Θεὸν @1 εὐλογήσαντα οἱονδήποτε πρᾶγμα καὶ πάλιν μετὰ τοῦτο στραφέντα καὶ μισήσαντα καὶ καταρασάμενον αὐτό, ὡς καὶ ἄλλοτε εἶπον καὶ ὡς (380) μέλλομεν καὶ ἐν τῷ ἐπιτιμίῳ τοῦ Ἀδὰμ παραστῆσαι. Εἰ δὲ τὴν αἰσθητήν τοι ταύτην ἡμέραν ὑμῶν τοῦ σαββάτου εὐλόγησε καὶ ἡγίασεν ὁ Θεός, πῶς τὴν λατρείαν τὴν σαββατικὴν ὑμῶν κατέλυσε καὶ ἐξωλόθρευσε; Πῶς τὰ σάββατα ὑμῶν κατηράσατο καὶ ἐμίσησε λέγων διὰ τοῦ προφήτου πρὸς ὑμᾶς ὅτι Τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου; (385) Πρᾶγμα θεομίσητον, πῶς δύναται εἶναι ἅγιον; Ἡμέρα θεομίσητος, ποίαν εὐλογίαν Θεοῦ ἔχει; Καλῶς δὲ καὶ θεοπρεπῶς εἶπεν ὅτι τὰ σάββατα ὑμῶν ἐμίσησεν ὁ Θεὸς ὡς βέβηλα καὶ παράνομα.
Οὐ μὴν τὰ σάββατα ἡμῶν τὰ πνευματικὰ ἀπώσατο ἢ κατηράσατο ὁ Θεός. Σοὶ μὲν γὰρ τῷ Ἰουδαίῳ ἐνομοθέτησε τὴν τοῦ σαββάτου ἀργίαν (390) πρὸς ἔλεγχον τῆς σῆς ἀπ’ αὐτοῦ ἀποστασίας καὶ παρανομίας ὡς προγινώσκων ὅτι μέλλεις ἀθετῆσαι τὰ αὐτοῦ προστάγματα καὶ τοῖς εἰδώλοις λατρεῦσαι, ἵν’ ὁπότε θεάσηταί σε ὁ υἱὸς προσκυνοῦντα τοῖς εἰδώλοις, εἶτα ἀργοῦντα τῷ σαββάτῳ καὶ μηδὲν ἐργαζόμενον, διερωτήσῃ σε τὴν αἰτίαν, δι’ ἣν ἀναπαύει τῷ σαββάτῳ καὶ μηδὲν ἐργαζόμενος. Πρὸς ὃν (395) ἀναγκασθήσῃ λοιπὸν εἰπεῖν ὅτι ἐν ἓξ ἡμέραις ὁ Θεὸς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ τοῦ σαββάτου κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. Πρὸς ἃ πάντως ἀποκριθήσεταί σοι ὁ υἱός σου λέγων· Καὶ εἰ ἄρα ἐστὶν ὁ Θεὸς κτίστης οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς, ἐχρῆν σε μᾶλλον αὐτῷ (400) προσκυνεῖν καὶ λατρεύειν ὡς κτίστῃ, καὶ μὴ τοῖς κτίσμασιν. Αὕτη ἡ αἰτία καὶ ἡ ὑπόθεσις, ὥς φασιν οἱ ἐξηγηταί, δι’ ἣν ὁ Θεὸς ἐνομοθέτησεν Ἰουδαίοις μετὰ πολλῆς τινος τῆς ἐπιτάσεως καὶ ἀπειλῆς τὴν ἀργίαν τοῦ σαββάτου, ὅπως διηγούμενοι αὐτὴν καὶ ἑρμηνεύοντες τοῖς ἐρωτῶσιν αὐτοὺς ἐκ τῶν ἰδίων στομάτων εὑρεθῶσι κατήγοροι τῆς ἀσεβείας (405) αὐτῶν.
Ἐπεί, εἰ σωματικῶς νοήσωμεν τὰ προστάγματα τοῦ Θεοῦ, ἃ ἐνετείλατο μὴ ποιεῖν ἐν τῷ σαββάτῳ, τί συντείνει εἰς εὐαρέστησιν Θεῷ τὸ μὴ πῦρ καίειν σε ὅλως ἐν σαββάτῳ, ἀλλ’ ἐσκοτισμένον διάγειν; Τί δὲ ὄφελος τὸ ἀργεῖν τὴν κάμηλον καὶ τὴν ὄνον ὑμῶν καὶ τὸν βοῦν ἐν τῷ (410) σαββάτῳ; Τί δὲ ὠφελεῖται ὁ Θεὸς ἐκ τοῦ μὴ βαδίζειν τὸν Ἰουδαῖον ἐν ὁδῷ ἐν σαββάτῳ; Ἀλλὰ ταῦτα πάντα πνευματικῶς νοοῦνται καὶ πληροῦνται. Εἰ γὰρ τιμιωτέρα ἦν ἡ ἑβδόμη πασῶν τῶν ἡμερῶν, διὰ τί τῇ ὀγδόῃ ἡμέρᾳ ὁ Θεὸς προσέταξε περιτέμνεσθαι καὶ οὐ τῇ ἑβδόμῃ; Οὐ γὰρ ἔχει ὁ Ἰουδαϊκὸς νόμος ἀναγκαιότερόν τι τῆς περιτομῆς. Εἰ περὶ σωματι (415) κοῦ βαστάγματος ἐπέτρεψεν ὁ Θεὸς μὴ αἴρειν ἐν τῷ σαββάτῳ, πῶς ἐν @1 Ἰεριχὼ ἑπτὰ ἡμέρας ἐφεξῆς ὅλος ὁ Ἰσραὴλ βαστάζων τὰ ἅρματα αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ ἐκύκλωσε τὴν πόλιν; Εἰ περὶ σωματικοῦ καὶ αἰσθητοῦ πυρὸς ἐκέλευσεν ὁ Θεὸς μὴ ἅπτειν ἐν σαββάτῳ, πῶς μετὰ τὸν νόμον ἐλθὼν ὁ Μωϋσῆς ποιῆσαι τὴν σκηνοπηγίαν ἐπὶ δώδεκα ἡμέρας καθεξῆς (420) δεχόμενος τὰς προσφορὰς καὶ θυσίας τῶν δώδεκα φυλάρχων καθ’ ἑκάστην ἡμέραν πῦρ ἀνῆψε καὶ θυσίας προσήγαγεν;
Οὐκοῦν, ὦ Ἰουδαῖε, οὐ καθὼς σὺ νομίζεις τὸ σωματικὸν σάββατον τὸ παρερχόμενον καὶ ἀπολλύμενον καὶ μηκέτι φαινόμενον εὐλόγησεν ὁ Θεός, οὐδὲ τὰς καμήλους καὶ ὄνους καὶ ἡμιόνους προσέταξε σαββατίζειν, (425) ἐπεὶ ἄρα καὶ περιτέμνειν τὰ ζῷα εἶχε διακελεύεσθαι, οὔτε περὶ ὑλικοῦ βαστάγματος σοὶ νομοθετεῖ, καὶ γὰρ κατὰ σάββατον ἡ λεχὼ αἴρει τὸ βρέφος λοῦσαι καὶ σὺ βαστάζεις τὸν υἱόν σου καὶ τὴν θυγατέρα σου ἐπὶ τῶν ὤμων σου, ὅπερ σαρκικὸν βάσταγμά ἐστι καὶ οὐ πνευματικόν. Προσετάγης δὲ μὴ ποιεῖν πᾶν ἔργον λατρευτόν, εἰ μὴ ὅσα ψυχῆς καὶ εἰς (430) ψυχήν. Οὐκοῦν δεῦρο, παρ’ ἐμοῦ διδάχθητι πῶς καλῶς καὶ θεοπρεπῶς δεῖ σε σαββατίσαι καὶ τὴν ἑβδόμην σου ἡμέραν, τουτέστι τὴν κατάπαυσιν πάντων τῶν ἔργων σου καὶ τοῦ βίου τὴν ἀνάπαυσιν, ποιῆσαι <καὶ> ἓξ ἡμέρας διὰ τῶν πέντε σου αἰσθήσεων καὶ τῆς ἀθανάτου ψυχῆς καλῶς ἔργασαι, πιστεύων Χριστῷ τῷ τῇ ἕκτῃ ἡμέρᾳ τοῦ αἰῶνος ἐνανθρωπή (435) σαντι, τὴν δὲ ἑβδόμην τοῦ σαββάτου νομικὴν λατρείαν παύσαντι καὶ ἀργήσαντι καὶ ἄπρακτον καὶ ἀνέργαστον καταστήσαντι καὶ τὸ πῦρ τῆς θυσίας αὐτῆς σβέσαντι καὶ κελεύσαντι μηκέτι ἅπτειν πῦρ τοιοῦτον τῇ ἡμέρᾳ τοῦ σαββάτου, ἀλλ’ ἀργεῖν λοιπὸν τὸν βοῦν σου καὶ τὰ κτήνη σου, τουτέστι μηκέτι θύειν Θεῷ τὴν κτηνώδη θυσίαν, ἀλλὰ λογικὴν θύειν (440) Θεῷ θυσίαν αἰνέσεως καὶ ἀντὶ πυρὸς αἰσθητοῦ φωτισμὸν ὑφάπτειν θεϊκὸν ἐν τῷ ναῷ, μήτε βαστάζειν βάσταγμα τὸ τοῦ σαρκίου καὶ τὴν ψυχὴν κατωθεῖν ταῖς αὐτοῦ ἐπιθέσεσι, μηδὲ βαδίζειν ἐν τῇ τραχείᾳ ὁδῷ, ἣν καλῶς ἐκώλυσεν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. Λοιπὸν ἀπόστηθι τῆς ἑβδόμης ἡμέρας σου καὶ φθάσον εἰς τὴν ὀγδόην καὶ πρώτην Χριστοῦ, ἵνα λάβῃς (445) τὴν πνευματικὴν περιτομὴν ἐπὶ ταῖς αἰσθήσεσί σου τὴν Τριάδα τὴν ἁγίαν δεχόμενος καὶ γινόμενος καλὴ ὀγδοάς.
VII 1. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν Ἰουδαῖον διὰ τὴν αὐτοῦ μεγαλαυχίαν, ἣν ἐπὶ τῷ σωματικῷ σαββάτῳ κέκτηται μέχρι τῆς δεῦρο καλῆς σαββατίσεως μὴ ἐπιστάμενον. Σάββατον γὰρ καὶ σαββατισμὸς καὶ (450) ἀνάπαυσίς ἐστιν ἀληθινὴ <ἡ> τῆς ἁμαρτίας ἀπόθεσις, ἣν ἐγὼ ὁ πιστὸς σαββατίσαι διακελεύομαι καὶ ἑορτάσαι ἐν τῇ καταπαύσει καὶ πληρώσει τοῦ βίου μου, ἐν ᾧ σαββάτῳ κελεύει μοι ὁ Θεὸς μὴ αἴρειν μετ’ ἐμοῦ @1 βάσταγμα ἁμαρτίας, φορτίον ἐκ τοῦ βίου, περὶ ὧν ἔλεγέ τις· Ὅτι αἱ ἁμαρτίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύν (455) θησαν ἐπ’ ἐμέ. Διὸ μήτε ἐξάπτειν πῦρ ἐν τῷ τοιούτῳ σαββάτῳ τῆς τελευτῆς διακελεύομαι, τουτέστιν ἀποσβέσαι πᾶσαν πύρωσιν ἐπιθυμίας καὶ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα τὰ πρὸς τὴν αἰώνιον φλόγα συνωθοῦντα. Κωλύει δὲ ἡμᾶς ὁ Θεὸς καὶ βαδίζειν ἐν ὁδῷ ἐν σαββάτῳ κατ’ ἐκεῖνον τὸν λέγοντα· Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας (460) μου. Ἐπιτρέπει δὲ σαββατίζειν καὶ δεσμεῖν καὶ ἀργεῖν τὴν ὄνον καὶ τὸν βοῦν, τουτέστι τὴν ἡδονὴν καὶ τὸν θυμὸν καὶ τὰ λοιπὰ ἄλογα πάθη.
VIII 1. Σοὶ μὲν οὖν τῷ σαρκικῷ Ἰουδαίῳ, ὡς δοκεῖς, ἀναγκαία ἡ τοῦ (495) σαββάτου συντήρησις εἰς ἔλεγχον κειμένη τῆς σῆς παρανομίας, ὡς προβραχέως εἶπον. Ἐμοὶ δὲ τῷ πιστῷ τῷ τελείως ἀποστάντι τῆς πρὸς τὰ εἴδωλα λατρείας οὐδὲ μία χρεία τοῦ πολυμαγείρου σου σαββατισμοῦ, ἐν ᾧ ἡ ὄνος σου καὶ ὁ κάμηλος καὶ ὁ κύων συσαββατίζουσί σοι ὡς ἀλόγῳ ὄντι. Δοκεῖς γὰρ ὅτι ὡς κεκοπιακὼς ὁ Θεὸς ἐν τοῖς ἔργοις τῶν ἓξ ἡμερῶν (500) τῆς ὑπ’ αὐτοῦ γενομένης κτίσεως καὶ οἱονεὶ ἄτονος γεγονὼς τούτου χάριν εὐλόγησε τὴν ἡμέραν τὴν ἑβδόμην ὡς ἀνάπαυσίν τινα καὶ ἄνεσιν ἐκ τοῦ κόπου λαβὼν ἐν αὐτῇ; Ἀλλ’ οὐχ οὕτως. Ἄκουσον γὰρ τοῦ προφήτου λέγοντος ὅτι Ὁ Θεὸς μέγας καὶ ἰσχυρός, οὐ πεινάσει οὐδὲ κοπιάσει. Οὐκοῦν τῇ ἑβδόμῃ ἡμέρᾳ καταπαύει καὶ πληροῖ τὴν κτίσιν ὁ δημιουργός, (505) ἵνα δείξῃ τὴν Τριάδα ἄκτιστον. Ἑπτὰ γὰρ καὶ τρεῖς δέκα γίνονται, ὁ δὲ δέκατος ἀριθμός ἐστιν ὁ περιεκτικὸς καὶ πληρωτικὸς πάντων τῶν ἀριθμῶν, ὡς οἱ ταῖς ἀριθμητικαῖς μεθόδοις ἐγκαλλωπιζόμενοι εἰρήκασι.
Πλήρωμα, λόγος ἕβδομος, καὶ τέλος τῆς σωματικῆς ἑξαημέρου κτίσεως, μεθ’ ἣν λοιπὸν ἡ ἀρχὴ τῆς καινῆς ἐν Χριστῷ κτίσεως κρείττονα παρὰ τὰ ἤδη εἰρημένα ἔχουσα τὰ νοήματα. @1 (7b) Τοῦ αὐτοῦ ἀκολούθως ἐκ δευτέρου λόγος ἕβδομος
I 1. Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο ἡμέρα ἐν ᾗ (1) ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ἀνοιγέτω τὰ ὦτα νουνεχῶς ἡ ἐκκλησία· πλατυνέτω τὴν καρδίαν· ἀτενιζέτω τρανῶς τοῖς νοεροῖς ὄμμασι· καὶ θυροκρουστείτω πολλὰ πρὸς τοὺς τὰς κλεῖς τῆς γνώσεως κατέχοντας λέγουσα· Ἀνοίξατέ μοι πύλας (5) δικαιοσύνης τῶν θείων καὶ ἀποκρύφων μυστηρίων, καὶ εἰσελθὼν ἐν αὐταῖς ὁ λαὸς τοῦ Θεοῦ κατανοῆσαι δυνηθῇ πως τίνος χάριν πρὸ μὲν τῆς θεοπλάστου ἐκ γῆς τοῦ ἀνθρώπου κατασκευῆς ἁπλῷ τινι ὀνόματι ἡ θεία γραφὴ καλεῖ καὶ προσαγορεύει τὸν δημιουργόν, τουτέστι Θεόν, μηδεμίαν τινὰ σύνθεσιν ἢ προσθήκην συνάπτουσα τῷ τοιούτῳ ὀνόματι, (10) ὡς ὅταν λέγῃ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάλιν καθεξῆς· Καὶ εἶπεν ὁ Θεός, Καὶ εἶδεν ὁ Θεός, Καὶ ἐκάλεσεν ὁ Θεός, Καὶ διεχώρισεν ὁ Θεός, γενομένου δὲ τοῦ ἀνθρώπου διπλοῦ, λέγω δὲ τοῦ συντεθέντος ἀπὸ γῆς καὶ τοῦ θείου ἐμφυσήματος, εὐθέως ἡ θεία γραφὴ σύνθετον καὶ διπλοῦν καὶ τὸ ὄνομα τοῦ δημιουργοῦ ἐποίησε Κύριον καὶ (15) Θεὸν αὐτὸν προσαγορεύουσα καὶ τοῦτο οὐχ ἅπαξ, οὔτε δίς, οὔτε ἑπτάκις, οὔτε δεκάκις, ἀλλ’ ἑπτὰ καὶ δέκα κεφαλαίοις ὀρδίνου καὶ καθεξῆς Κύριον καὶ Θεὸν αὐτὸν ὠνόμασεν, ἡνίκα δὴ ἐπλάσθη ὁ ἄνθρωπος, ὡσανεὶ τῇ συνεχείᾳ τοῦ διπλασιασμοῦ καὶ τοῦ συνθέτου ὀνόματος διδάσκουσα ἡμᾶς τῷ Πνεύματι τῷ ἁγίῳ καὶ λέγουσα· Γνῶτε, ὦ οὗτοι, (20) ὅτι ὁ πάλαι πρὸ τῶν αἰώνων ἁπλοῦς καὶ ἀσύνθετος οἰκητήριον ἑαυτοῦ τὸ ἀνθρώπινον κατασκευάσας ἑνωθήσεται αὐτῷ ἐν ὑστέροις καιροῖς καθ’ ὑπόστασιν καὶ σύνθετος γενήσεται, ὁ πρώην ἁπλοῦς καὶ ἀσύνθετος σύνθετον προσηγορίαν διὰ σαρκώσεως κομιζόμενος καὶ Κύριος καὶ Θεὸς ὁ Χριστὸς ὀνομαζόμενος, τουτέστι Θεὸς καὶ ἄνθρωπος, ὃν καλῶς ψηλα (25) φήσας καὶ μαθὼν ὁ Θωμᾶς καὶ ἑωρακὼς ἐν αὐτῷ τὴν συζυγίαν τῶν δύο φύσεων ἀνέκραγε λέγων· Ὁ Κύριός μου καὶ ὁ Θεός μου.
Εἰ δὲ ἀντιλέγει τοῖς εἰρημένοις ὁ Ἰουδαῖος, δέχομαι τὴν ἀντίῤῥησιν, ἀλλ’ ἀνταπορῶ πρὸς αὐτὸν ἵνα εἴπῃ μοι αὐτὸς δι’ ἣν αἰτίαν οὐκ ἐδιπλασίασε τὸ ὄνομα τοῦ δημιουργοῦ ἡ θεία γραφή, ἕως οὗ ἐκτίσθη ὁ (30) ἄνθρωπος διπλοῦς ὑπὸ Θεοῦ γενόμενος, ὑλικός τε καὶ ἄϋλος, θνητὸς καὶ ἀθάνατος, ἐπίγειος καὶ οὐράνιος. Ὥς φησιν ὁ ἐν θεολογίᾳ θεῖος Γρηγόριος, ὅπως καὶ διὰ πραγμάτων καὶ διὰ ῥημάτων τὴν σύνθεσιν καὶ σάρκωσιν τοῦ ποτε ἁπλοῦ Θεοῦ Λόγου ἐν τῷ ἀνθρώπῳ προδιαγράφῃ ἡ γραφή, διὸ καὶ αὐτὸν μᾶλλον καὶ οὐ τοὺς ἀγγέλους κατ’ εἰκόνα καὶ (35) ὁμοίωσιν αὐτοῦ πεποίηκεν ὁ Θεὸς Λόγος. Πάντα γὰρ δι’ αὐτοῦ καὶ εἰς @1 αὐτὸν ἐγένοντο τὴν σάρκωσιν καὶ σύνθεσιν καὶ τὸν συνδυασμὸν αὐτοῦ προδιαγράφοντα, τὰς δύο ἀδιαιρέτους φημὶ Χριστοῦ οὐσίας, τὴν ἀόρατον αὐτοῦ τῆς θεότητος καὶ τὴν ὁρατὴν τῆς ἐξ αὐτοῦ ἀδιαιρέτου αὐτοῦ ἀνθρωπότητος, σαφῶς πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως ἐξ (40) εικονιζούσης αὐτόν. Οὐκοῦν διὰ τοῦτο δύο οὐρανοὺς ἐποίησε, τὸν μὲν ἀνώτερον ἀόρατον καὶ ἀδιήγητον καὶ ἀνερμήνευτον τὴν οὐσίαν ἔχοντα παρὰ ἀνθρώποις εἰς τύπον καὶ εἰκόνα τῆς ἀοράτου καὶ ἀνερμηνεύτου οὐσίας τῆς αὐτοῦ θεότητος, τὸν δὲ δεύτερον οὐρανὸν ἀπὸ γῆς ἀνήγαγε καὶ ὁρατὸν αὐτὸν τέθηκε καὶ στερέωμα αὐτὸν προσηγόρευσεν εἰς τύπον (45) τῆς ἀχράντου αὐτοῦ σαρκός, ἥντινα ἀπὸ γῆς λαβὼν ἀνήγαγεν ἄνω.
Ἔστι δὲ καὶ μέσον τῶν δύο τούτων οὐρανῶν ὕδωρ ζῶν εἰς εἰκόνα καὶ τύπον τῆς ἁγίας καὶ ζωοποιοῦ ψυχῆς τοῦ Χριστοῦ μεσιτευούσης, ὥς φησι πάλιν ὁ θεολόγος Γρηγόριος, θεότητι καὶ σαρκὸς παχύτητι. Διὸ τοῦ μὲν ἀνωτέρου οὐρανοῦ κατώτερόν ἐστι τὸ ὕδωρ τοῦτο, τουτέστιν (50) ἐλάττω τοῦ Θεοῦ Λόγου οὐσίαν ἡ νοερὰ καὶ λογικὴ ψυχὴ φέρει. Τοῦ δὲ παχέος καὶ ὁρωμένου στερεώματος, φημὶ τοῦ σώματος, ἀνωτέρα καὶ τιμιωτέρα ὑπάρχουσά ἐστι, καθὰ καὶ ἄλλοτε ταῦτα εἶπον. Ἰστέον γὰρ ὅτι ὁ ὁρώμενος οὐρανὸς καὶ ὁ ὑπεράνω τοῦ ὕδατος ὁ μὴ ὁρώμενος οὐρανὸς ἀχώριστον καὶ ἀδιαίρετον τὴν ὕπαρξιν ἔχουσιν, ὥσπερ τις μία (55) Χριστοῦ σύνθετος ὑπάρχουσα ὑπόστασις ἐκ δύο ἀοράτων καὶ ἑνὸς ὁρατοῦ σώματος ὑπάρχουσα. Ἀόρατος γὰρ ὁ Θεὸς Λόγος καὶ ἡ ψυχή, τὸ σῶμα δ’ ὁρατόν, ὅπως ἀληθεύσῃ ὁ Παῦλος λέγων ὅτι Πάντα εἰς Χριστὸν ἔκτισται, τά τε ἐπὶ γῆς καὶ τὰ ἐν οὐρανοῖς, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ὥστε καὶ διὰ τοῦτο καὶ δύο γαῖαι ὑπάρχουσιν ὁρατὴ καὶ (60) ἀόρατος, ἡ καθ’ ἡμᾶς δηλαδὴ καὶ ἡ ἀοίκητος ἢ ὁ παράδεισος, καὶ δύο ζῷα ἄγγελος καὶ ἄνθρωπος, ὁρατὸν καὶ ἀόρατον, καὶ δύο ὕδατα φανερὸν καὶ ἀφανές, δύο πνεύματα τὸ πνευματικὸν καὶ θεῖον καὶ ὁ ἄνεμος. Διττὸν τὸ πῦρ, ὑλικὸν καὶ ἄϋλον τὸ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Διττὸν φῶς, ὁρατὸν καὶ ἀόρατον. Δύο γένη ψυχώσεων καὶ κινητῶν (65) δυνάμεων, θνητὸν (λεγέσθω γὰρ καὶ τὸ ἐν ἀλόγοις ζῴοις πνεῦμα ψυχὴ καταχρηστικῶς) καὶ τὸ ἐν ἡμῖν ἀθάνατον. Διπλᾶ ζῷα, ἐπίγεια καὶ θαλάσσια. Διττὴ ζωή, πρόσκαιρος καὶ αἰώνιος. Διττὴ γένεσις, ἐκ γυναικὸς καὶ ἐκ νεκρῶν. Διττὸν βάπτισμα, δι’ ὕδατος καὶ Πνεύματος. Διττὴ γνῶσις, ἡ παροῦσα καὶ ἡ μέλλουσα. Διττὰ ἀγαθά, πρόσκαιρα καὶ αἰώνια. (70) Δύο νόμοι, γραπτὸς καὶ πνευματικός. Δύο διαθῆκαι· δύο λαοί. Δύο διηγήσεις περὶ τῆς κατασκευῆς τοῦ Ἀδάμ, μία ἁπλῆ, ἡ δὲ δευτέρα παχεία καὶ χοϊκὴ καὶ οἷον διπλῆ, μεθ’ ἣν εὐθέως διπλασιάζει τὰ πράγματα ὁ @1 προφήτης Μωϋσῆς, μᾶλλον δὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ, ὡς σύμβολα ὑπάρχοντα τῶν δύο ἰδιοτήτων Χριστοῦ. (75)
Ὅθεν καὶ διττόν τινα φυτουργὸν δείκνυσιν αὐτόν, διττὸν ξύλον αἰσθητὸν καὶ νοητόν, δύο διηγούμενος ὑδάτων ποταμούς, δύο τινὰς φυτείας, δύο βρώσεις καρπῶν, δύο πλάσεις ζῴων, δύο γενέσεις πετεινῶν, διττὴν θέσιν ἀνθρώπου ἐν παραδείσῳ, δύο ἐντεύξεις πρὸς τὸν Ἀδάμ, μίαν τῶν ζῴων καὶ μίαν τῆς ζωῆς, τουτέστι τῆς Εὕας, καὶ δύο δὲ ἐρ (80) γασίας αὐτῷ προστάττει ὁ Θεός, δύο περιβολὰς ἐν αὐτῷ διηγούμενος, μίαν ἐκ φύλλων σημαίνουσαν τὴν τοῦ Λόγου θεότητα τὴν λεπτὴν τὴν ἐκ πατρικῆς ῥίζης προϊοῦσαν, ἑτέραν δὲ ἐκ δερματίνου χιτῶνος, τῆς τεκούσης δύο διηγήσεις γυναικός, δύο προσηγορίας ἀνδρός, πρότερον γὰρ ὁ πλασθεὶς ὀνομασθεὶς ἄνθρωπος, ὕστερον ὠνομάσθη Ἀδάμ, (85) τουτέστιν αἱματώδης γῆ, ὁμοίως καὶ δύο προσηγορίας γυναικός, ἐκλήθη γὰρ ἐν πρώτοις γυνή, εἶτα μετὰ ταῦτα Εὕα, τουτέστι ζωή.
Οὐ μόνον δὲ εἰς Χριστὸν ἀλλὰ καὶ εἰς τὰς δύο ἐκκλησίας ἁρμόζουσι τὰ διπλὰ τῆς γραφῆς πράγματα, ἃ νῦν παρήγαγον διὰ τὸν διπλασιασμὸν τοῦ ὀνόματος τοῦ Δεσπότου. Ὃ πρότερον Θεὸς ὀνομαζόμενος, (90) ἡνίκα ἄνθρωπος γέγονεν, εὐθέως προσηγορεύθη Κύριος καὶ Θεός, τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου τηλαυγῶς ἡμῖν τῆς γραφῆς προσημαινούσης. Ὅτι γὰρ ἐπὶ τῆς ἀνθρωπήσεως αὐτοῦ λαμβάνεται τὸ Κύριος ὄνομα, ἄκουσον τοῦ Δαυὶδ λέγοντος· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Καὶ πάλιν· Εἶπεν ὁ (95) Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, τουτέστι μετὰ τὴν σάρκωσιν, τὸ γὰρ καθέζεσθαι σωμάτων ἴδιον. Ὅθεν καὶ ὁ Γαβριὴλ ταύτην ἤγαγεν ἐξ οὐρανοῦ τὴν προσηγορίαν λέγων τῇ πανενδόξῳ Θεοτόκῳ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὡσαύτως καὶ οἱ συνάγγελοι τοῦ Γαβριὴλ πρὸς τοὺς ἐν Βηθλεὲμ ποιμένας φασὶν Ὅτι ἐτέχθη ἡμῖν Χριστὸς (100) Κύριος ἐν πόλει Δαυίδ, μεθ’ ὧν καὶ ἡ Ἐλισάβετ, ὡς καλὴ ἰσάγγελος ἀγγέλου μήτηρ, πρὸς τὴν ἰσάγγελον αὐτῆς ἢ ἄγγελον καὶ ἀρχάγγελον καὶ ὑπεράγγελον θεομήτορα ἔλεγεν ὅτι Καὶ πόθεν μοι τοῦτο, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; Καὶ Παῦλος δὲ τὸ σωματικὸν τοῦ Χριστοῦ Κύριον ὀνομάζει. Οὐκ ἄν, γάρ φησι, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. (105) Καὶ ἐν τῇ πρὸς τὸν ᾅδην καταβάσει καὶ ἐν τῇ εἰς οὐρανοὺς ἀναλήψει Κύριον κραταιὸν καὶ δυνατὸν καὶ Κύριον τῶν δυνάμεων τὸν Χριστὸν οἱ ἄγγελοι προσηγόρευσαν.
Εἰ δὲ βούλει, καὶ τὴν αἰτίαν, δι’ ἣν Κύριος ὠνομάσθη ὁ Θεὸς Λόγος μετὰ τὴν σάρκωσιν, ἑρμηνεύσω θαρρῶν, τὰς θείας γραφὰς καὶ τοὺς (110) ἱεροὺς αὐτῶν θεοφάντορας συνηγόρους ἔχων. Ὁ πολὺς τοίνυν καὶ τῶν θείων μύστης ἀποστολικὸς Διονύσιός φησιν ἐν ταῖς πανσόφοις αὐτοῦ @1 θεολογίαις ὅτι Θεὸς ἐκ τοῦ θεωρεῖν τὰ πάντα εἴρηται, Κύριος δὲ ἐκ τοῦ κυριεύειν καὶ κρατεῖν καὶ δεσπόζειν λέγεται. Κῦρος γὰρ τὸ κράτος λέγεται, ὡς ἄκυρον τὸ ἀργοῦν καὶ μὴ κρατοῦν, ἀλλὰ καταργούμενον. (115) Οὐκοῦν καλῶς καὶ ἁρμοζόντως καὶ πρεπόντως οὕτως ἐν τῇ πρὸς ἀνθρώπους ἐπιδημίᾳ, ὅτε ἐσαρκώθη καὶ ἐπὶ γῆς ὤφθη ὁ Θεὸς Λόγος, τότε καὶ Κύριος προσηγορεύθη. Πρώην μὲν γὰρ Θεὸς ὠνομάζετο ὡς θεωρητὴς καὶ ἐπίσκοπος τοῦ κόσμου. Ἡνίκα δὲ ἐπιδημήσας διὰ σαρκὸς τὸν τύραννον ἡμῶν ἐχθρὸν ἐπάταξεν, ὅτε τὸν θάνατον ἐνέκρωσεν, ὅτε (120) ἡμᾶς τῆς χειρὸς τῶν δαιμόνων ἀπέσπασεν, ὅτε θεογνωσίαν τοὺς ἀσεβεῖς ἐδίδαξεν, ὅτε τὰ ἔθνη εἰς κληρονομίαν ἐκ τοῦ Πατρὸς ἔλαβεν, ὅτε κατέσχε τῶν περάτων τῆς γῆς, ὅτε κατεκυρίευσεν ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης, τότε Κύριος ὡς κυριεύων ἡμῶν ἐκλήθη τῶν πρὶν κυριευομένων ὑπὸ τοῦ διαβόλου. Καὶ τοῦτο (125) σαφῶς ὁ Δαυὶδ προφητεύων ἔλεγεν αὐτῷ· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα σου Κυρίου καὶ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος Ἰησοῦς. Καὶ Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν σαρκὸς ἐνεδύσατο, ἐνεδύσατο Κύριος τὸν ἄνθρωπον, δύναμιν τοῦ σταυροῦ δι’ αὐτὸν (130) ἀσθενοῦντα, καὶ περιεζώσατο. Καὶ τούτου χάριν Κύριον τὸν Θεὸν προσηγόρευσεν ἡ γραφή, ἡνίκα ὁ διττὸς ἐκεῖνος ἐκ πηλοῦ καὶ θείου ἐμφυσήματος συνετέθη ἄνθρωπος. Ἔπλασε, γάρ φησιν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. (135)
II 1. Ἠβουλόμην νῦν σαρκὶ παρεῖναί μοι αὐτὸν τὸν Μωσέα τὸν ταύτης τῆς βίβλου συγγραφέα καὶ αὐτὸν διερωτῆσαι τὴν αἰτίαν τοῦ τοιούτου διπλασιασμοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ, εἰ μὴ ἐνέπτυσεν εὐθέως εἰς τὸ πρόσωπον τῆς ἀναισχύντου συναγωγῆς τῶν Ἰουδαίων. Τίς γὰρ οὐκ ἐξέστη, εἰπέ μοι, ὅτι μετὰ τὸ πλήρωμα τῆς ἑξαημέρου πάσης κτίσεως (140) ἐλθὼν ποιῆσαι τὴν ἀνακεφαλαίωσιν τοῦ ἀνθρώπου Μωϋσῆς εὐθέως τὸν διπλασιασμὸν καὶ τὴν σύνθεσιν τοῦ ὀνόματος τοῦ Θεοῦ εἰσήγαγε σημαίνων τὴν ἔνσαρκον τοῦ Χριστοῦ οἰκονομίαν, ὅτι ἐλεύσεται ἀνακεφαλαιώσασθαι τὰ πάντα καὶ ἀνακαινίσαι, καὶ καινὴν κτίσιν ποιῆσαι καὶ καινὸν ἄνθρωπον καὶ καινὸν οὐρανὸν καὶ καινὴν γῆν καὶ καινὰ ζῷα καὶ (145) καινὰ πετεινὰ καὶ καινοὺς καρποὺς καὶ νέους παραδείσους καὶ νεαροὺς ποταμοὺς καὶ καινὴν οἰκουμένην καὶ νέον ἄνθρωπον, ὅπερ ὁ Παῦλος σαφῶς ἐπιστάμενος ἔλεγεν· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά.
Τὸ δὲ πάσης ἐκπλήξεως ἄξιον ἐκεῖνό ἐστιν, ὅτιπερ διὰ πάσης τῆς @1 (150) ἑξαημέρου ἁπλῷ τινι καὶ ἀσυνθέτῳ ὀνόματι ὀνομάζουσα ἡ θεία γραφὴ τὸν κτίστην ἁπλῆν τινα καὶ ἀσύνθετον καὶ τὴν τῶν κτισμάτων ἐποιεῖτο διήγησιν, διπλασιάσασα δὲ τὸ ὄνομα τοῦ δημιουργοῦ συνεδιπλασίασεν εὐθέως ἐν τῇ ἀνακεφαλαιώσει καὶ τὰ δημιουργήματα προσθήκας ἐν αὐτοῖς οὐκ ὀλίγας ποιησαμένη, σαφῶς τὸ τῆς καινῆς ἐν Χριστῷ κτίσεως (155) καὶ τῆς ἐκκλησίας μυστήριον ἡμᾶς ἐκδιδάσκουσα. Οὐ γὰρ μόνον πολυπλασιάζει ὑπὲρ τὰ πρότερα τὰ δεύτερα πράγματα, ἀλλὰ καὶ πολλήν τινα καὶ ἀσύγκριτον ἐν τῇ δευτέρᾳ κτίσει ἡμῖν τὴν διαφορὰν δείκνυσιν. Ἐν μὲν γὰρ τῇ προτέρᾳ τῆς κτίσεως διηγήσει χόρτον καὶ ξύλον κάρπιμον ἐκ γῆς λέγει βλαστήσαντα, ἐν δὲ τῇ δευτέρᾳ ἀνακεφαλαιώσει (160) παράδεισον τρυφῆς καὶ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν ξύλον τε ζωῆς καὶ ἀθανασίας φυτόν. Πάλιν τε ὁ πρῶτος τῆς γῆς ποτισμὸς ἐκ μονοειδοῦς πηγῆς ὅλον τὸ πρόσωπον τῆς γῆς κατέκλυζεν, ὁ δὲ δεύτερος ποτισμὸς ἐκ τεσσάρων ποταμῶν τὴν οἰκουμένην πρὸς καρποὺς ἤρδευσεν. Ἐν τοῖς προτέροις ζῴοις ἡ γῆ πετεινὰ οὐκ ἐξήγαγεν, (165) ἐν τοῖς δευτέροις ζῴοις ζῷα καὶ πετεινὰ ἀνεδείχθησαν ἀπὸ γῆς. Ἐν τῇ προτέρᾳ διηγήσει τῆς τοῦ ἀνθρώπου ποιήσεως οὐ μνημονεύει τοῦ θείου ἐκείνου σωτηρίου καὶ ζωοποιοῦ ἐμφυσήματος, ἀλλ’ ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ποιήσει λέγει ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ἐν δὲ τῇ δευτέρᾳ τοῦ ἀνθρώπου διαπλάσει τῇ εἰς Χριστὸν συντεινούσῃ οὐ λέγει (170) Ἄρσεν καὶ θῆλυ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Εἷς γάρ ἐστιν ὁ Χριστός, καὶ ἓν αὐτοῦ ὑπάρχει τὸ μοναδικὸν καὶ ἀδιαίρετον πρόσωπον. Τὴν πρώτην βρῶσιν κτηνώδη καὶ συγκοινωνὸν τῶν ἀλόγων καὶ τῶν θηρίων ὁ Θεὸς τῷ Ἀδὰμ δέδωκε, τὴν δὲ δευτέραν λογικὴν καὶ πάσης ἀλόγου φύσεως ξένην. Τὰ πρῶτα ζῷα καὶ κτήνη ὁ Θεὸς οὐκ (175) ἐκάλεσεν, ἀλλὰ τὰ δεύτερα πρὸς τὸν ἄνθρωπον ἤγαγε καὶ ὀνόματα τούτοις τέθηκε.
Σκόπει καὶ τὰ ἀκόλουθα ἑξῆς, παρακαλῶ. Πρὸ τῆς ἐν παραδείσῳ θέσεως οὐ προσετάγη ὁ ἄνθρωπος ἐργάζεσθαι καὶ φυλάσσειν τὰ ξύλα τὰ πρότερα τῆς ἀπολλυμένης βρώσεως, ἀλλὰ τὰ δεύτερα τοῦ παραδείσου (180) τῆς βρώσεως τῆς μενούσης εἰς ζωὴν αἰώνιον. Πρώην ὁ ἄνθρωπος μόνος καὶ ἀβοήθητος ἦν, ἐν δὲ τῇ δευτέρᾳ κτίσει βοηθὸν αὐτῷ ὁ Θεὸς ἐποίησε καὶ αὐτὴ δὲ ἡ βοηθὸς τοῦ ἀνθρώπου ἡ γυνή. Ἐν τῇ πρώτῃ κτίσει καὶ διηγήσει ἦν ἁπλῆ τις καὶ ἀσύνθετος, ἐν δὲ τῇ ἀνακεφαλαιώσει πάσης τῆς κτίσεως τότε γέγονε καὶ ἤκουσεν Ὀστοῦν ἐκ τῶν ὀστέων τοῦ πνευμα (185) τικοῦ Ἀδὰμ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ. Τότε καὶ ᾠκοδομήθη ἡ πρὶν @1 καταλελυμένη. Τότε καὶ ᾠκοδομήθη ἡ γυνὴ καὶ σύζυγος τοῦ ἀνδρὸς αὐτῆς τοῦ πρὶν κεχωρισμένου. Τότε καὶ ἐκλήθη Ζωὴ ἡ πρὶν νενεκρωμένη. Τότε καὶ ἤγαγεν αὐτὴν ὁ Θεὸς πρὸς τὸν ἄνδρα τήν ποτε μακρὰν οὖσαν. Τότε καὶ ἐγένοντο οἱ δύο εἰς σάρκα μίαν οἱ πρότερον ὄντες σάρκες δύο, (190) <γυμνοὶ> ἕως οὗ ἐν τῇ δευτέρᾳ κτίσει ὑπὸ Θεοῦ ἐσκεπάσθησαν οἱ ἐν ἀρχῇ τυφλοὶ τυγχάνοντες, ὕστερον δὲ ἀναβλέψαντες.
Εἰ δὲ τὴν παρακοὴν καὶ τὸν ὄφιν καὶ τὴν βρῶσιν καὶ τὸν θάνατον καὶ τὴν ἔξοδον τὴν ἐκ τοῦ παραδείσου προσφέρεις μοι ὁ ἀκροατής, ἐπίσχες καὶ μὴ κατασπεύδῃς, καὶ ὄψῃ τὰ ἐν τούτοις ῥηθησόμενα πολλῆς (195) ἐχόμενα χάριτος καὶ ὡραιότητος, ἔτι γὰρ ἐν τῷ μέσῳ τοῦ ἀγῶνος ἱστάμεθα. Οἱ δὲ τὴν ἀνακεφαλαίωσιν τῆς γραφῆς τὴν μετὰ τὴν ἑξαήμερον μὴ λαμβάνοντες εἰς τύπον τῆς ἐκκλησίας ἐλέγχονται ὑπὸ τῶν ἐν αὐτῇ προσθηκῶν μηδὲν ὅλως ἐπιστάμενοι, ὡς ὕστερον πλατύτερον ἀποδείξομεν. (200)
III 1. Ταῦτα δὲ νῦν διὰ βραχέων εἶπον περὶ τοῦ δεσποτικοῦ ὀνόματος τοῦ Θεοῦ, τοῦ διπλασιασθέντος ἐν τῇ ἀνακεφαλαιώσει τοῦ ἀνθρώπου ὑπὸ Μωσέως καὶ προσαγορευθέντος Κυρίου τοῦ Θεοῦ, ἡνίκα ὁ ἄνθρωπος καὶ ὁ παράδεισος, ὁ τῆς ἐκκλησίας τύπος, ἐγένετο. Καὶ μὴ τολμησάτω τις τῶν ἀφρόνων εἰπεῖν ὅτι κατά τινα ἀφελότητα ἢ ἀκαίρως ἢ ἐξ ἰδιωτείας (205) τινὸς ἡ τοιαύτη προσθήκη ἐπὶ τοῦ θείου ὀνόματος γέγονεν ἢ ἄλλη οἱαδήποτε λέξις ἢ λόγος ἢ νόημα ἢ ἰῶτα ἓν ἢ μία κεραία τῆς ἁγίας γραφῆς. Νόμον γὰρ νῦν καὶ γραφὴν ἑρμηνεύομεν δακτύλῳ Θεοῦ γραφεῖσαν ἐν Πνεύματι καὶ στόματι ἁγίῳ ἐν πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ καὶ σεισμῷ καὶ σάλπιγγος ἤχῳ μυριάδων ἀγγέλων. Ὁ γὰρ (210) νόμος Κυρίου ἁγνὸς καὶ τὰ λόγια Κυρίου πεπυρωμένα σφόδρα ἤγουν πυρὶ τῷ ἐν Σινᾶ ἐξημμένα καὶ οὕτω παραδεδομένα. Συσσεισμὸς γάρ, καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· γνόφος, καὶ οὐκ ἐν τῷ γνόφῳ Κύριος· πῦρ, καὶ ἐκεῖ Κύριος ὁ λαλῶν πεπυρωμένα λόγια τῷ Μωϋσεῖ ψυχὰς ἀνθρακίζοντα καὶ τὰς τούτων ὕλας συμφλέγοντα. (215)
Ἐντεῦθεν δὲ καὶ τὸ ἐνυπόστατον καὶ ἐνύπαρκτον τῆς τοῦ Θεοῦ σοφίας ἀναφαίνεται. Ὡς γὰρ ἄλλο ἐστὶ τὸ πυρ[ρ]ίζον καὶ ἄλλο ἐστὶ τὸ πυρούμενον σῶμά τι ὄν, οὕτως ἐξ ἀναλογίας ἐνύπαρκτα νόει τὰ λόγια τοῦ Θεοῦ καὶ μὴ εἰς ἀέρα χεόμενα. Οὐ γὰρ εἶπε πυρ[ρ]ίζοντα, ἀλλὰ πεπυρωμένα ἤγουν ἐφεστῶτα καὶ ὄντα, πυρὶ δ’ ἐξημμένα ἤγουν ἀληθείᾳ (220) προλάμποντα. Καὶ Δαυὶδ δὲ διὰ τοῦτο εἰρήκει· Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. Τηλαυγὴς δὲ ἀμφοτέρωθεν, ὅτι καὶ ἀπὸ πυρὸς ἐξῄει, τῆς θείας φημὶ φύσεως, πῦρ γὰρ ὁ Θεὸς καταναλίσκον, καὶ διὰ Σιναΐου πάλιν πυρὸς ἐξανθρακουμένη καὶ πυρίνῳ δακτύλῳ @1 γραφομένη καὶ πυρίνοις γράμμασι τυπουμένη. Ἀλλὰ καὶ πυροειδὲς καὶ (225) τηλαυγὲς τὸ Μωσέως δεικνύουσα πρόσωπον ἐδίδοτο, ἐν ᾗ οὐδὲν ἄκαιρον οὐδὲ ἄσκοπον οὐδὲ ἀμύστηρον οὐδὲ ἀθαύμαστόν ἐστι. Πῶς γὰρ οὐ παντὸς θαύματος ἄξιον ὅτιπερ, ἡνίκα διπλοῦς γέγονεν ὁ Ἀδάμ, εὐθέως ὁ Θεὸς Κύριος καὶ Θεὸς ὠνομάσθη, δι’ ὅλης τῆς τοῦ παραδείσου ἱστορίας διπλῷ ὀνόματι προσαγορευσάσης τῆς γραφῆς τὸν δημιουργόν. (230)
Καὶ εἰ προθύμως ἡμῖν τὰ τοιαῦτα ἐμφιλοσοφεῖς ὁ φιλόπονος, οὐκ ὀκνήσω σοι καὶ τὰς τῶν κεφαλαίων ἀρχὰς ἀκολούθως παραθεῖναι. Φησὶ γάρ· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε· Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· (235) Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· Καὶ ἔπλασε Κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ζῷα· Καὶ ἤγαγε Κύριος ὁ Θεὸς αὐτὰ πρὸς τὸν Ἀδάμ· Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν εἰς γυναῖκα· Καὶ ἤκουσε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος· Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν (240) Ἀδάμ· Καὶ εἶπε Κύριος ὁ Θεός· Τίς ἀνήγγειλέ σοι· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο· Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ· Καὶ εἶπε Κύριος ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν· Καὶ ἐξέβαλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι (245) τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἀκούεις ὅτι, ἀφ’ οὗ εἰσῆλθεν ὥσπερ τις θεία φύσις τὸ θεῖον ἐμφύσημα εἰς τὸ γηγενὲς σῶμα τοῦ Ἀδάμ, εὐθέως ἡ γραφὴ οὐχ ἁπλῷ ὀνόματι προσηγόρευσεν, ἀλλ’ ὡσανεὶ συνθέτῳ Χριστῷ ὄντι Θεὸν καὶ Κύριον αὐτὸν συνθέτως ὠνόμασε, καθὰ εἰς τὰ ἀκριβῆ καὶ ἀνόθευτα καὶ ἀρχαία τῶν ἀντιγράφων ἐρευνήσαντες μετὰ πολλῆς τῆς ἀκριβείας (250) εὑρήκαμεν εἰς τὰ ὑπὸ Κλήμεντος καὶ Εἰρηναίου καὶ Φίλωνος τοῦ φιλοσόφου καὶ τοῦ τὰ Ἑξαπλᾶ συστησαμένου στιχθέντα. Διὸ τὴν μὲν ἑξαήμερον κτίσιν ἁπλοῦς Θεὸς ὢν δημιουργεῖ, τὴν δὲ μετὰ ταῦτα καινὴν κτίσιν σύνθετος γεγονὼς Κύριος καὶ Θεός, τουτέστι Θεὸς καὶ ἄνθρωπος, Χριστὸς Ἰησοῦς. (255)
Ἄκουσον νουνεχῶς μυστήρια Θεοῦ ζῶντος καὶ θαύμασον. Ἡνίκα γὰρ ἐξῆλθεν Ἀδὰμ ἐκ τοῦ παραδείσου, εὐθέως ἡ θεία γραφὴ οὐ συνθέτῳ ὀνόματι προσηγόρευσε τὸν Δεσπότην, ἀλλ’ ἁπλῷ. Διηγουμένη γὰρ ἡμῖν ἡ θεόπνευστος ἱστορία τὸν τῆς Εὕας τόκον φησὶν εὐθέως μετὰ τὴν ἐκ παραδείσου ἔξοδον· Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλα (260) βοῦσα ἔτεκε τὸν Κάιν καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ τί δήποτε, ὦ Ἰουδαῖε, ἐν ἑπτὰ καὶ δέκα κεφαλαίοις ἀκολούθως ἐν τῷ παραδείσῳ ὀνομάσασα ἡ θεία γραφὴ διπλῷ ὀνόματι τὸν Θεὸν καὶ προσαγορεύσασα αὐτὸν Κύριον καὶ Θεὸν εὐθέως μετὰ τὴν ἐκ παραδείσου @1 ἔξοδον τοῦ ἀνθρώπου Θεὸν προσηγόρευσεν αὐτόν, ἀλλ’ οὐ Κύριον καὶ (265) Θεόν; Ὅπως σὺ μάθῃς ὅτι τῆς ἐκκλησίας ἐστὶν ἴδιος Κύριος καὶ Θεός, καὶ οὐ τῶν ὁμοίως ἔξω τῆς ἐκκλησίας. Τῶν μὲν γὰρ ἐκτὸς ἀνθρώπων Θεός ἐστι, τουτέστι θεατής, τῆς δὲ ἐκκλησίας καὶ θεατὴς Θεὸς καὶ Κύριος κυριεύων αὐτῆς καὶ φροντίζων καὶ ἀντιλαμβανόμενος καὶ κρατῶν αὐτήν. Εἰ δὲ καὶ μετὰ τὴν ἐκ τοῦ παραδείσου ἐξώθησιν ἐν τῇ θείᾳ γραφῇ (270) ὀνομάζεται Κύριος Θεὸς ὁ Δεσπότης, μὴ θαυμάσῃς. Ἔσται γὰρ καιρὸς ὅτε καὶ τῶν ἐκτὸς τῆς ἐκκλησίας κυριεύσει διὰ τοῦ εὐαγγελίου καὶ Γενήσεται, ὡς αὐτὸς εἶπε, μία ποίμνη, εἷς ποιμήν. Πλὴν οὐκ ἀφίσταμαι τῆς τοιαύτης μου γνώμης, ἧς προεῖπον εἰσπράττων τὸν Ἰουδαῖον ὁμοῦ καὶ τὸν φθονερὸν πιστὸν ταύτῃ μου τῇ ἐννοίᾳ ἀντιλέγοντα, ὅπως ἐν (275) κημῷ καὶ χαλινῷ εἴπῃ ἡμῖν τί δήποτε πρὸ τῆς ἐλεύσεως τοῦ θείου ἐμφυσήματος εἰς τὸν Ἀδὰμ οὐκ ὠνομάσθη ὁ Θεός, Κύριος καὶ Θεός, ἀλλὰ μόνον Θεός.
IV 1. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ (280) τὴν γῆν. Ἔκδεξαι μικρὸν καὶ ἀκούσεις τοῦ αὐτοῦ συγγραφέως Μωϋσέως λέγοντος, μᾶλλον δὲ τοῦ πρὸς αὐτὸν λαλοῦντος ἁγίου Πνεύματος φάσκοντος· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπου, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς. Τίς δὲ ἡ διαφορὰ τῶν δύο προσηγοριῶν, τῆς (285) βίβλου οὐρανοῦ καὶ γῆς πρὸς τὴν ἑτέραν, ἐν τοῖς ἑξῆς ἐροῦμεν τὴν διαστολήν. Πλὴν ὅτι ἀνάγκη πᾶσα ἡμᾶς ἅπαντα τὰ ἐν ταύτῃ τῇ βίβλῳ περὶ τῶν δύο νοεῖν τούτων, τὸν μὲν οὐρανὸν τύπον Χριστοῦ, τὴν δὲ γῆν τύπον τῆς ἐκκλησίας, καὶ οὕτως καθεξῆς ἅπασαν τὴν ἑξαήμερον κτίσιν εἰς αὐτοὺς ἀναφέρειν, τά τε ὕδατα τήν τε ἄβυσσον καὶ τὸ φῶς καὶ τὴν (290) χλόην καὶ τὰ δένδρα καὶ τὸ στερέωμα καὶ τοὺς φωστῆρας καὶ τὰ ζῷα καὶ τὰ πετεινὰ καὶ τοὺς ποτισμοὺς καὶ τὰ φυτὰ καὶ τοὺς ποταμοὺς καὶ τὰ λοιπὰ ἅπαντα, καὶ οὕτως πληροῦται τὸ λόγιον τὸ φάσκον ὅτι Πάντα διὰ Χριστοῦ καὶ εἰς Χριστὸν γεγόνασιν.
Ἐπισημήνασθαι δὲ νουνεχῶς χρεὼν ὅτιπερ, ἀφ’ ἧς ὁ κατ’ εἰκόνα (295) γέγονεν ἄνθρωπος, τουτέστιν ὁ Χριστοῦ πρωτότυπος τύπος Ἀδάμ, οὐκ ἔτι κατὰ πρόσταξιν ὁ Θεός τι ἐδημιούργησεν οὔτε εἶπε τοῦ λοιποῦ· Γενηθήτω τόδε καὶ τόδε, ἀλλ’ αὐτουργικῶς καὶ θεουργικῶς δι’ ἑαυτοῦ τὴν δευτέραν κτίσιν ἐποίησε, κυρίως καὶ ἀληθῶς καὶ ἀναμφιβόλως τῆς θείας γραφῆς τὴν ἐπιδημίαν καὶ παρουσίαν τοῦ Θεοῦ Λόγου τὴν ἐξ (300) οὐρανοῦ ἐπὶ τὴν γῆν ἡμῖν προφητευούσης ἐν τῇ κατὰ δευτέραν τάξιν ἀνακεφαλαιώσει τῶν κτισμάτων, διδασκούσης ἡμᾶς ὅτι Ὀφθήσεται ὁ @1 Θεὸς τῶν θεῶν ἐφ’ ἡμᾶς ἐπὶ γῆς καὶ δι’ ἑαυτοῦ αὐτουργικῶς καὶ αὐτοχείρως δημιουργήσει καινὴν κτίσιν, καινὸν οὐρανὸν καὶ καινὴν γῆν καὶ καινὸν ἐκ γῆς ἀσπόρου ἄσπορον ἄνθρωπον, διπλασιαζόμενον καὶ (305) συντιθέμενον καὶ διπλοῦν γενόμενον, τουτέστι Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον, ὃν προσημαίνουσα ἡμῖν ἡ θεία γραφὴ διπλασιάζει τὴν περὶ τῆς κτίσεως καὶ τοῦ ἀνθρώπου κατασκευὴν καὶ διήγησιν ἐντεῦθεν τὴν ἀρχὴν καὶ τοὺς θεμελίους τῆς Χριστοῦ ἐκκλησίας ποιουμένη καὶ προφητικῶς λέγουσα· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ (310) ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι, οὐ γὰρ ἔβρεξε Κύριος ὁ Θεὸς ἐπὶ τὴν γῆν καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν, πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Καὶ ἔπλασε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν (315) ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Πολλὴ ἐν τοῖς προκειμένοις ῥητοῖς ἡ ἀσάφεια καὶ σκοτεινὸν λίαν ὅλον τὸ παρὸν χωρίον. Οὐ μόνον κατὰ τὴν πνευματικὴν αὐτοῦ ἀναγωγήν, ἀλλὰ καὶ ταύτην τὴν σωματικὴν ἱστορίαν δυσδιάγνωστόν ἐστιν. Οὐκοῦν, εἰ δοκεῖ, πρῶτον διευθύνωμεν αὐτὸ ἐπὶ τὸ σαφέστερον κατὰ τὸ γράμμα, εἶθ’ οὕτως τὴν (320) ἐγκεκρυμμένην καὶ ἐν αὐτῷ πνευματικὴν ἐρευνήσωμεν διάνοιαν.
Ὃ οὖν διδάσκει ἡμᾶς ἐνταῦθα κατὰ τὸ γράμμα ὁ προφήτης Μωσῆς τοιοῦτόν ἐστιν· Αὕτη, φησίν, ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τουτέστι τῇ πρώτῃ ἡμέρᾳ πρὸ τοῦ παντοῖον χλωρὸν γενέσθαι ἐπὶ τῆς γῆς καὶ πρὸ (325) τοῦ ἀνατεῖλαι παντοῖον χόρτον ἀγροῦ, οὐ γὰρ ἦν βρέξας οὔπω Κύριος ὁ Θεὸς ἐπὶ τὴν γῆν, ὅτι ἄνθρωπος οὐκ ἦν γενόμενος οὐδὲ ἐργαζόμενος τὴν γῆν, πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Οἱ τῷ γράμματι καὶ μόνῳ ἀκολουθοῦντες ψευδῆ ἐνταῦθα παριστῶσι τὴν θείαν γραφήν, οὔτε γὰρ εὑρίσκομεν ὅλως ἐν τῇ πρώτῃ ἡμέρᾳ πρὸ (330) τῶν χλωρῶν καὶ τῶν βοτανῶν ἐν τῇ ἑξαημέρῳ ὀνομαζομένην πηγὴν οὔτε ποτισμόν, ἀλλ’ οὔτε ὕδωρ ὑποκάτω τῆς γῆς, ἀλλὰ πᾶσαν τὴν τῶν ὑδάτων φύσιν ἐπάνω τῆς γῆς. Ἐν ᾧ δὲ τὸ ὕδωρ ἦν, οὐκ ἦν ποτισμὸς καὶ καταντλησμός. Ἐκ ποίας δὲ γῆς ἀνήρχετο καὶ ἐπότιζε τὴν ἀνωτέραν γῆν; Δύο γὰρ γαίας σημαίνει λέγων ὅτι Πηγὴ ἀνήρχετο κάτωθεν ἐκ τῆς (335) γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Καρπῶν δὲ οὔπω ὄντων οὔτε φυτῶν οὔτε ζῴων οὔτε πετεινῶν οὔτε γεωργῶν οὔτε ὅλως ἀνθρώπου τί ἐπότιζεν ἐκείνη ἡ κάτωθεν ἐκ τῶν καταχθονίων ἀνερχομένη πηγή; Εἰ γὰρ ὅλον τὸ πρόσωπον τῆς γῆς ἐπότιζε, τίς ἦν τοῦ ποταμοῦ ἐκείνου χρεία τοῦ ἐξ Ἐδὲμ ἐκπορευομένου ποτίζειν τὸν παράδεισον, εἴ γε ἐπὶ γῆς @1 (340) ἐστι καὶ ὁ παράδεισος; Ἄκουσον γὰρ τῆς γραφικῆς ἀκολουθίας Ἐν ἀρχῇ ποιήσαντος τοῦ Θεοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν· Ἡ γὴ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Εἰ δὲ σκότος ἐπάνω τῆς ἀβύσσου, εἰ δὲ σκότος ἦν ἐπάνω πάσης τῆς κτίσεως, ἵνα τί ἐν σκοτίᾳ ἐπότιζε; Καὶ εἰ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος, τουτέστιν (345) ἄνεμος σφοδρὸς διέτρεχε καὶ ἐκύμαινε, τὸ γὰρ φέρεσθαι τὸ κινεῖσθαι σφοδρῶς ἐστι, πῶς, εἰπέ μοι, ἐν ἀορασίᾳ καὶ σκοτίᾳ καὶ χειμῶνι κυμάτων καλυπτομένη ὑποβρύχιος κάτω οὖσα ἡ γῆ πᾶσα ὑπό τινος πηγῆς ἀνερχομένης ἐκ γῆς ἐποτίζετο;
Καὶ μήπως ἄρα τὴν κατὰ τὸ γράμμα ἱστορίαν μηδόλως κατα (350) κλείοντες τῆς θείας γραφῆς δυνάμεθα καὶ κατὰ ἀναγωγὴν νοῆσαι ταύτην τὴν κάτωθεν ἀπὸ γῆς ἀνερχομένην πηγὴν καὶ ἐν σκοτίᾳ καὶ ἀορασίᾳ καὶ χειμῶνι ποτίζουσαν ὅλον τὸ πρόσωπον τῆς γῆς, τὸ ἀνθρώπινον ὕδωρ, φημί, τὸ ἐναντίον τοῦ ἄνωθεν κατερχομένου ὑετοῦ ἐπὶ πόκον. Διόπερ ὡς ἀγόνου καὶ ἀτόκου ὑπάρχοντος ἐκείνου τοῦ καταχθονίου ὕδατος καὶ τοῦ (355) πονηροῦ ποτισμοῦ καὶ σκοτεινοῦ οὐκ ἴσχυσε παντοῖον χλωρὸν ἢ καρπὸν ἢ βοτάνην ἐξανατεῖλαι ἡ λογικὴ γῆ. Οὐ γὰρ ἦν ὁ Θεὸς βρέξας ἄνωθεν βροχὴν ἑκούσιον ἐκ τῆς ἀεννάου πηγῆς τῆς ζωῆς. Οὐκ ἦν ἡ δρόσος Ἀερμών, Χριστὸς κατελθὼν ἐκ Πατρός, οὐδ’ ὁ σπείρων τοῦ σπεῖραι τὸ εὐαγγέλιον, καὶ ἄνθρωπος οὐκ ἦν ἀποστολικὸς ὡς ἐργάζεσθαι τὴν ἐν (360) ψυχῇ γῆν. Σύνες ἔτι ἤδη, παρακαλῶ. Οὐκ εἶπεν ἡ θεία γραφὴ ὅτι Καὶ ἄνθρωπος οὐκ ἦν, ἦν γὰρ ἐν τῇ ἕκτῃ ἡμέρᾳ γενόμενος ὁ ἄνθρωπος, ἀλλ’ Οὐκ ἦν τοιοῦτος ἄνθρωπος δυνάμενος ἐργάζεσθαι καὶ καλλιεργεῖν τὴν τῆς ψυχῆς γῆν. Οὔπω γὰρ ἐξεληλύθει ὁ ἐξ οὐρανοῦ ἄνθρωπος εἰς τὸ ἐργάζεσθαι καὶ καλλιεργεῖν τὴν τῆς ψυχῆς γῆν καὶ ἐκτίλαι τὰς ἀκάνθας καὶ τὰς τριβόλους εἰς τὸ ποιῆσαι αὐτὴν καρπὸν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἑκατόν. Ἐπεὶ οὖν οὐκ ἦν φανεὶς οὔπω τοιοῦτος Θεὸς ἄνθρωπος εἰς τὸ ἐργάσασθαι τὴν γῆν, ἡ δὲ πηγὴ ἐκείνη ἡ καταχθόνιος ἡ πονηρὰ δύναμις κατέκλυζε καὶ ἐπότιζεν ὅλον τὸ πρόσωπον τῆς γῆς, διὰ τοῦτο εὐθέως εἰσάγει τὸν ἄνθρωπον τὸν τύπον τοῦ οὐρανίου ἀνθρώπου (370) ἡ θεία γραφὴ λέγουσα· Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὡσανεὶ τοῦτο ἡμᾶς διδάσκουσα ὅτι χάριν τοῦ παῦσαι τὸ ὕδωρ τῆς ἀντικειμένης δυνάμεως ὁ Θεὸς Λόγος ἄνθρωπος γηγενὴς γενήσεται Χριστός, θεόπλαστον ὁμοῦ καὶ θεόφυτον (375) βλάστημα, ὅπως ὁ συγγενὴς τὰ γηγενῆ καλῶς ἀρδεύσῃ, καὶ πρεπόντως λογικὰ βλαστήματα τῷ ὁμοίῳ τὰ ὅμοια ἀνακαθαίρων καὶ καρπουργῶν.
V 1. Εἰ δὲ ὡς ἀπιθάνοις τοῖς ῥήμασι μὴ πειθόμενος ᾖς, τί λέξεις ἀκούων εὐθέως τοῦ Θεοῦ σὺν τῷ ἔργῳ [καὶ] φυτουργῷ φυτεύοντος καὶ τὰ φυτά, @1 δι’ ἃ καὶ μόνα πρὸς τὴν αὐτῶν ἐργασίαν τὸν γεωργὸν εὐθὺς προ (380) διέπλασεν ἐκ γῆς; Ἐπήγαγε γὰρ εὐθέως μετὰ τὸ εἰπεῖν ἡ γραφὴ ὅτι Καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν τὸ Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ὡσανεὶ ἐν τοῖς γεωργεῖσθαι ὀφειλομένοις τὸν γεωργὸν εἰσοικίζων. Διὸ καὶ παραυτά, ὥσπερ εἰς ἔργον προελθούσης τῆς τοιαύτης (385) τοῦ ἀγαθοῦ γεωργοῦ γεωργίας καὶ καρποφόρων γεγενημένων τῶν ὑπ’ αὐτοῦ ἀρδευθέντων φυτῶν, ἐπιφέρει εὐθέως ἡ γραφὴ λέγουσα ἀκολούθως· Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Οἱ μὲν (390) οὖν εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν τόν τε Ἀδὰμ καὶ πάντα τὰ προειρημένα φυτὰ καὶ δένδρα καὶ καρποὺς καὶ τὸν παράδεισον καλῶς νοήσαντες καὶ ἑρμηνεύσαντες ἐξηγηταὶ προφητικῶς γεγράφθαι ταῦτα ὑπὸ Μωσέως περὶ ἡμῶν τε καὶ Χριστοῦ εἰρήκασι, λέγω δὴ τὰ περὶ τοῦ παραδείσου καὶ τὰ φυτά, τὰ ζῷα, τὰ πετεινά, τὰ θηρία, καὶ τὰ ἑξῆς· οἱ δὲ (395) φιλονεικοῦντες ταῦτα εἶναι τὰ δένδρα καὶ φυτὰ καὶ καρποὺς τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἐκ γῆς ἀνατείλαντα καὶ βλαστήσαντα σπέρματα ἐξ ἀνάγκης πάσης ἐροῦσιν ὅτι κοινὴ βρῶσις ἦν τοῦ ἀνθρώπου καὶ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ πετεινῶν καὶ ἑρπετῶν ὁ καρπὸς τοῦ ξύλου τῆς ζωῆς καὶ ὁ καρπὸς τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. (400) Οὕτω γὰρ εἴρηκεν ὁ Θεὸς τῇ ἕκτῃ ἡμέρᾳ τῷ ἀνθρώπῳ· Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου. Ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Εἰ οὖν τὸ ῥῆμα καὶ ὁ λόγος Κυρίου εἰς τὸν αἰῶνα μένει, πάντως εἰ καὶ ὁ ἄνθρωπος διὰ τῆς παρακοῆς ἐστερήθη τοῦ καρποῦ τοῦ ξύλου τῆς (405) ζωῆς, ἀλλά γε τὰ θηρία καὶ τὰ ἑρπετὰ ἔφαγον ἂν ἐξ αὐτοῦ. Εἰ δὲ ἔφαγον, πῶς οὐ ζῶσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ὑπὲρ τὸν ἄνθρωπον ὁλοτελῆ ὑπομένουσι φθορὰν καὶ θάνατον ἀνεξέγερτον; Πλὴν εἰ καὶ θῶμεν ἀμέτοχα γεγονέναι τοῦ τῆς ζωῆς ξύλου, ὅμως ὡς κοινωνικὰ καὶ κοινοφαγῆ τῷ ἀνθρώπῳ ἐκ Θεοῦ εἶναι προσταχθέντα πάντως μετέλαβον καὶ (410) αὐτὰ ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ πῶς οὐκ ἐπίστανται λοιπὸν ἐπίσης τῷ ἀνθρώπῳ τὸ καλὸν καὶ πονηρὸν τὰ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινά;
Ἐκ ταύτης οὖν τῆς ἐννοίας ἀπέφυγον οἱ πλεῖστοι τῶν ἐξηγητῶν, καὶ μάλιστα οἱ πρεσβύτεροι καὶ ἀρχαῖοι, τοῦ εἰπεῖν αἰσθητὸν τὸν (415) παράδεισον καὶ τὰ ἐν μέσῳ αὐτοῦ δύο ξύλα τῆς ζωῆς καὶ τῆς γνώσεως, ἵνα μὴ ποιήσωσιν ἐξ ἀνάγκης κοινωνικὰ τὰ θηρία εἶναι καὶ τὰ κτήνη τοῦ ξύλου τῆς ζωῆς καὶ τοῦ ξύλου τῆς γνώσεως. Οὐ γὰρ διέστειλεν ὁ Θεὸς @1 ἀνὰ μέσον τῆς βρώσεως τοῦ Ἀδὰμ καὶ ἀνὰ μέσον τῆς βρώσεως τῶν ἀλόγων, ἀλλὰ κοινῶς αὐτοῖς δέδωκε πᾶν ξύλον κάρπιμον καὶ σπόριμον (420) εἰς βρῶσιν. Εἰ οὖν αἰσθητὰ ὑπῆρχον, φασὶν οἱ περὶ Κλήμεντα καὶ τοὺς ἀμφ’ αὐτὸν ἀρχαίους ἐξηγητάς, τὰ τοῦ παραδείσου καὶ τὰ ἐν μέσῳ αὐτῶν δύο ξύλα, εὑρεθήσονται, φασίν, τὰ θηρία καὶ ἑρπετὰ τιμιώτερα τοῦ ἀνθρώπου ὡς μὴ κωλυθέντα τῆς βρώσεως ἢ οἱουδήποτε ξύλου καὶ καρποῦ, ὥστε ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ περὶ τῆς κοινῆς βρώσεως ἐπι (425) τροπῆς, ἧς δέδωκεν ὁμοθυμαδὸν τῷ ἀνθρώπῳ καὶ τοῖς θηρίοις, πᾶσιν ἐστὶν γνῶναι ὅτι οὐ τὰ αὐτὰ ξύλα εἰσὶ τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γενόμενα καὶ τὰ τοῦ παραδείσου. Τὸ γὰρ εἰπεῖν ὅτι Ἐξανέτειλε Κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν διὰ τούτου τοῦ Ἔτι δείκνυσιν ἡμῖν ἡ γραφὴ δευτέραν τινὰ δημιουργίαν κρειττόνων (430) ξύλων ἢ προφητείαν εἶναι τὰ τοιαῦτα ῥήματα περὶ τῶν ἐπ’ ἐσχάτου τῶν χρόνων ἐξανατειλάντων λογικῶν ξύλων ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας.
Καὶ ἐπειδὴ πολὺς ὁ περὶ παραδείσου καὶ δυσερμήνευτός ἐστι λόγος καὶ ἀεὶ ἐπαμφίβολος τοῖς ἑρμηνευταῖς, ἴδωμεν πάλιν πῶς ἡ τοῦ Θεοῦ περὶ (435) βρώσεως τῆς κοινῆς γέγονεν ἐπιτροπή, εἶτα περὶ παραδείσου διαγνωσόμεθα. Φησὶν οὖν πρὸς τὸν Ἀδὰμ ὁ Θεός, ἡνίκα αὐτὸν ἐποίησεν· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου. Ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ (440) πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Εἰ οὖν ἐν τούτοις τοῖς ξύλοις τυγχάνουσι καὶ τὰ ξύλα τοῦ παραδείσου καὶ τὸ ξύλον τῆς ἀθανασίας καὶ ζωῆς τῆς αἰωνίου καὶ τῆς γνώσεως, ἐλεεινὸς καὶ οἴκτιστος μόνος ὁ ἄνθρωπος ὁ κατ’ εἰκόνα καὶ (445) ὁμοίωσιν Θεοῦ καὶ ἄθλιος, ὡς μόνος ἀποστερηθεὶς τοῦ παραδείσου καὶ τῆς γνώσεως καὶ βρώσεως τῆς αἰωνίου ζωῆς. Καὶ γὰρ ὁ ὄφις καὶ ἡ ἀσπὶς καὶ ὁ σκορπίος καὶ ὁ κύων μέχρι τῆς δεῦρο ἀπολαύουσι παντὸς καρποῦ καὶ παντὸς ξύλου ἐπάνω πάσης τῆς γῆς καὶ τοῦ παραδείσου. Οὐ γὰρ ἐξῆλθον, ἀφ’ ἧς εἰσῆλθον τὰ θηρία πρὸς τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, ἀλλ’ (450) ἔσω ἔμειναν ἐξελθόντος αὐτοῦ μὴ συνεξορισθέντα διὰ τὸ ἀπλημμελές.
Οὐκοῦν πνευματικῶς τὸν νόμον τοῦ Θεοῦ νόησον, ὅτι Ὁ νόμος πνευματικός ἐστιν, ὡς ὁ Παῦλος βοᾷ, Τὸ γὰρ γράμμα ἀποκτείνει. Λοιπόν, ἵνα μὴ ἀποθάνωμεν ὑπὸ τοῦ γράμματος, μάθωμεν, ὅπου χρή, @1 καὶ πνευματικοῖς πνευματικὰ συγκρίνειν τὰ ὑπὸ τοῦ Πνεύματος τοῦ (455) ἁγίου πνευματικῶς ἡμῖν λαλούμενα γράμματα, ἐξ ὧν ὑπάρχει μέγα τε καὶ πρόκριτον καὶ ἀπόκρυφον τὸ περὶ τοῦ παραδείσου μάλιστα μυστήριον. Ὁ δὲ σαρκικὸς καὶ κατὰ σάρκα νοῶν τὸ παρὸν περὶ ξύλων καὶ καρπῶν καὶ βρώσεων χωρίον εἰπέ μοι πάλιν τοῦ Θεοῦ μίαν καὶ ἴσην πᾶσι τοῖς ἀνθρώποις καὶ θηρίοις καὶ πετεινοῖς ἐντειλαμένου βρῶσιν, τὴν (460) ἐκ βοτάνων λέγω καὶ χλωρῶν καὶ δένδρων γινομένην, πῶς πλεῖστα τῶν θηρίων οὐ χορτοφαγοῦσι, ἀλλὰ κρεωφαγοῦσι, μᾶλλον σαρκόβρωτα τυγχάνοντα; Πῶς δὲ πάλιν πάσης βοτάνης καὶ δένδρου ὄντος ἐπάνω τῆς γῆς τὸν καρπὸν ἐπιτρέπων ἡμῖν ὁ Θεὸς ἐσθίειν πολλὰ τῶν βοτανῶν καὶ πλεῖστα τῶν δένδρων τοῖς ἀνθρώποις ἄβρωτα καὶ τοῖς ἀλόγοις καὶ (465) δηλητήρια καὶ θανατηφόρα ἐποίησεν, ἅπερ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ αὐτὴ ἡ ἄλογος φύσις φυσικῶς παραιτεῖται, καὶ ἄλλα μυρία τοιαῦτα φύσει καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις ἄβρωτα καὶ θανατηφόρα τυγχάνουσιν;
Οἱ μὲν οὖν ἀρχαιότεροι τῶν ἐκκλησιῶν ἐξηγητῶν, λέγω δὴ Φίλων ὁ φιλόσοφος καὶ τῶν ἀποστόλων ὁμόχρονος, καὶ Παπίας ὁ πολὺς ὁ (470) Ἰωάννου τοῦ εὐαγγελιστοῦ φοιτητὴς ὁ Ἱεραπολίτης, Εἰρηναῖος τε ὁ Λουγδουνεύς, καὶ Ἰουστῖνος ὁ μάρτυς καὶ φιλόσοφος, Πάνταινός τε ὁ Ἀλεξανδρείας, καὶ Κλήμης ὁ Στρωματεύς, καὶ οἱ ἀμφ’ αὐτοὺς πνευματικῶς τὰ περὶ παραδείσου ἐθεωρήθησαν εἰς τὴν Χριστοῦ ἐκκλησίαν ἀναφερόμενα, ἐξ ὧν εἰσὶ καὶ οἱ περὶ πάντα πάνσοφοι δύο Καππαδόκαι (475) Γρηγόριοι, ἅπαντες οὗτοι ἐξ αἰτιῶν τοιῶνδε φάσκοντες εἶναι καὶ πνευματικόν τινα παράδεισον. Πρῶτον ὅτι, εἰ ἄφθαρτος ἦν ὁ Ἀδὰμ ἡνίκα γέγονεν, εὔδηλον ὅτι καὶ ἀμέτοχος φθαρτῆς καὶ γηίνης ὑπῆρχε τροφῆς, εἰ δὲ μεταληπτικὸς ἦν αἰσθητῶν βρώσεων, πρόδηλον ὅτι καὶ φθαρτός, πᾶν γὰρ τὸ εἰς στόμα εἰσπορευόμενον ἐκκρίνεται πάλιν. Εἰ δὲ (480) ῥευστὸς ἦν, πάντως καὶ θνητός. Εἰ δὲ θνητὸς ἐκτίσθη, οὐκ ἔτι γοῦν διὰ παρακοῆς ὁ θάνατος γέγονε. Πρώτη μὲν οὖν αὕτη αἰτία ἡ τῶν ἐξηγητῶν. Δευτέρα δὲ ἡ τῆς γυναικὸς ἐν παραδείσῳ ἀνεξόδευτος διαμονή. Τρίτη ἡ τῶν θηρίων τῶν σὺν αὐτῇ ἐν παραδείσῳ ἀπομεινάντων. Τετάρτη ἡ κοινοφαγὴς βρῶσις τοῦ ἀνθρώπου καὶ τῶν ἀλόγων ἡ (485) προτέρα. Πέμπτη, ὅτι ἀδύνατον ἦν ἕνα ἄνθρωπον ἀμέτρητον τοιοῦτον μέγεθος παραδείσου γεωργεῖν, ὅπου γε ἡ περίσσεια τοῦ ποτισμοῦ αὐτοῦ εἰς τέσσαρας ἀρχὰς μερίζεται. Τί δὲ καὶ ἐδεῖτο ἐργάζεσθαι ἑνὸς πολλάκις δένδρου ἢ δευτέρου ἀρκοῦντος αὐτῷ πρὸς διατροφήν; Τί δὲ καὶ φυλάττειν εἶχον οὐκ ἀνθρώπων ἔτι παρόντων μήτοι γε καὶ κλεπτῶν καὶ (490) πάντων τῶν θηρίων καὶ τῶν πετεινῶν αὐτῷ ὑποτεταγμένων καὶ τῷ λόγῳ αὐτοῦ πειθομένων. @1
Οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ ὑπὸ Θεοῦ ἐν παραδείσῳ λεχθέντα καὶ πραχθέντα εἰ κατὰ τὸ γράμμα νοήσωμεν, φησίν, εἰς μυρίας χαρύβδεις καὶ λαβυρίνθων κρημνοὺς ἐμπεσούμεθα. Τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν (495) ἀπεριγράπτως πληροῦντος τοῦ Θεοῦ καὶ πανταχοῦ παρόντος καὶ ὑπὲρ τὸ πᾶν ὑπάρχοντος καὶ μήτε κινουμένου μήτε χωρουμένου μήτε μεθισταμένου μήτε κατερχομένου μήτε ἀνερχομένου πῶς ἤκουσεν ὁ Ἀδὰμ τῆς φωνῆς αὐτοῦ εἰσελθόντος καὶ περιπατοῦντος ἐν τῷ δειλινῷ εἰς τὸν παράδεισον; Πῶς ἑώρακεν αὐτὸν πρόσωπον πρὸς πρόσωπον; Καὶ (500) ταῦτα, φησίν, τῆς γραφῆς λεγούσης ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε οὔτε φωνὴν Θεοῦ ἤκουσε. Καὶ αὐτὸς δὲ Μωϋσῆς ὁ τὰ περὶ παραδείσου ἡμῖν διηγούμενος μαρτυρεῖ τὸν Θεὸν πρὸς αὐτὸν εἰπόντα ὅτι Οὐκ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. Οὐ μὴν δέ, ἀλλὰ καὶ Παῦλος ὁ θεῖος παραδεισοσκοπὸς καὶ παραδεισόδρομος ὡς καλῶς ἐποπτεύσας τὰ (505) παραδεισιαῖα ἄρρητα ῥήματα καὶ Θεὸν ἰδεῖν ἐκεῖ ἐπιζητήσας καὶ μὴ θεωρήσας ἐπανῆκε λέγων περὶ Θεοῦ· Ὃν εἶδεν ἀνθρώπων οὐδεὶς οὔτε ἰδεῖν δύναται. Καὶ εἰ ταῦτα οὕτως ἔχει, ὥσπερ δὴ καὶ ἔχει, τί πάθῃς ἢ λέξεις ὁ σωματοφρόνως τὰ περὶ παραδείσου λεγόμενα νοῶν ἀκούων ὅτι ὁ ἀσώματος καὶ ἄσαρκος καὶ ἄϋλος καὶ ἀσχημάτιστος Θεὸς καὶ κτύπον (510) ποδῶν ἐν παραδείσῳ πεποίηκε; Πῶς ὁ ἄχειρ ὢν χερσὶν οἰκείαις λέγεται δραξάμενος χοὸς καὶ διαπλάσας τὸν ἄνθρωπον; Πῶς πλευρᾶς Ἀδαμιαίας ἐκτομὴν καὶ γυναικὸς οἰκοδομὴν ὁ ἀσώματος ἐτεκτήνατο, οὐ μόνον δέ, ἀλλὰ καὶ κηπωρὸς φυτῶν ἀρδευομένων γινόμενος καὶ ἱπποκόμος καὶ ὑπουργὸς τοῦ οἰκείου πλάσματος τοὺς θῆράς τε καὶ τοὺς βόας καὶ τὰ (515) κτήνη προσάγων τῷ Ἀδάμ, ἵνα τὸ καθὲν ἴδῃ τί καλέσῃ αὐτὰ ὁ τὰ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν; Ποίῳ δὲ στόματι καὶ χείλεσιν ὁ μὴ ταῦτα φέρων ὡς ἄσαρκος ἐνεφύσησεν εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου πνοὴν ζωῆς; Εἰ γὰρ ἔκτοτε σεσωματωμένος καὶ μεμορφωμένος ἄνθρωπος ἦν ὁ Θεὸς Λόγος, οὐκ ἂν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐκ τῆς ἁγίας (520) Παρθένου ἐσαρκώθη γενόμενος ἄνθρωπος.
Ὅθεν διὰ ταύτας τὰς ἀκαταλήπτους αἰτίας πνευματικῶς νοήσαντες πάντα τὰ περὶ τοῦ παραδείσου οἱ μνημονευθέντες ἐξηγηταὶ ἔφασαν ὅτι διάφοροι αἱρέσεις ἐτέχθησαν ὑπό τινων ἀνθρώπων σαρκικῶς ἀκουσάντων τὰ περὶ Θεοῦ καὶ παραδείσου ἐν τῇ Γενέσει λεγόμενα, οἱ μὲν (525) σωματόμορφον τὸν Θεὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὑλικὴν τοῦ ἀνθρώπου δογματίσαντες, οἱ δὲ μεγίστας εὐχαριστίας τῷ ὄφει προσάξαντες ὡς διὰ τῆς αὐτοῦ συμβουλῆς καὶ τῆς παραβάσεως τῆς γενομένης γεννηθέντος ἐκ γυναικὸς ὅλου τοῦ τῶν ἀνθρώπων γένους, οἵτινες καὶ Ὀφῖται δικαίως προσαγορεύονται. Μανιχαῖοι δὲ ὁμοῦ τε καὶ ἄνδρες καὶ γυναῖκες γυμνοὶ (530) ἐν ταῖς αὐτῶν ἐκκλησίαις συνάγονται κατὰ μίμησιν τοῦ Ἀδὰμ καὶ τῆς @1 Εὕας. Ἄλλοι δὲ ὡς ἄκτιστον τὴν τοῦ πυρὸς φύσιν προσεκύνησαν διὰ τὸ μὴ ἐμφέρεσθαι μνήμην πυρὸς ἐν πάσῃ τῇ ἑξαημέρῳ κτίσει. Ἄλλοι τῷ ὕδατι ἐλάτρευσαν ὡς ἀκτίστῳ, ἐπειδὴ οὐ γέγραπται· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω ὕδωρ. Ἕτεροι, ἐξ ὧν εἰσὶ καὶ Πέρσαι, ἀδελφογαμίας καὶ (535) μητρογαμίας ἤσκησαν διὰ τὸ τοὺς προπάτορας ταῖς οἰκείαις μητράσι καὶ ἀδελφαῖς συνάπτεσθαι. Εἰσὶ δὲ αἱρέσεις τινές, αἳ καταμέμφονται τοῦ Θεοῦ ὡς μὴ κωλύσαντος τὸν πονηρὸν διὰ τοῦ ὄφεως πλανῆσαι τὴν Εὕαν. Ἄλλη δὲ πάλιν αἵρεσις λογικὰς εἶναι καὶ τὰς τῶν θηρίων ψυχὰς ἐδογμάτισε δυναμένας ἀκοῦσαι καὶ γεωργῆσαι λόγον ἀκούσασα τοῦ (540) Θεοῦ εὐλογοῦντος τὰ πετεινὰ καὶ τοὺς ἰχθύας καὶ καταρωμένου τὸν ὄφιν καὶ προσάγοντος τῷ Ἀδὰμ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ κτήνη, ὅπως ἴδῃ τί ὀνομάσῃ αὐτά.
Ταύτας δὴ οὖν καὶ ἑτέρας πλείστας αἱρέσεις ἐκ τῶν περὶ παραδείσου γραφικῶν ῥημάτων τὰς ἀφορμὰς λαβούσας οἱ προειρημένοι (545) ἐξηγηταὶ θαυμάσιοι ἀνατρέψαι βουληθέντες, λοιπὸν δὲ καὶ τῇ ἱερᾷ γραφῇ πνευματικῶς ἀτενίσαντες, καθὼς Παῦλος διακελεύεται, δύο τινὰς παραδείσους εἶναι ὥσπερ καὶ δύο Ἱερουσαλὴμ ἐδογμάτισαν πνευματικόν τε καὶ αἰσθητόν, ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, καθώς ἐστι καὶ ὁ Χριστὸς ὁ οὐράνιος ὁμοῦ καὶ ἐπίγειος, κατὰ τὸν τύπον τῶν (550) δύο ἐκκλησιῶν, τῆς ἐπιγείου λέγω καὶ οὐρανίου πόλεως Κυρίου τῶν δυνάμεων. Ἔνθα ἐστὶ καὶ ἡ δευτέρα καὶ ἀληθεστέρα γῆ τῆς ἐπαγγελίας, ἡ χώρα τῶν ζώντων καὶ μοναὶ καὶ σκηναὶ αἰώνιοι καὶ ἀδιάδοχοι καὶ ἡ γῆ τῶν πραέων ἡ δευτέρα καὶ ἄφθαρτος, ἡ τὰ ἄφθαρτα δένδρα καὶ ὕδατα καὶ φυτὰ ἀμαράντινα καὶ ἀειθαλεῖς τοὺς καρποὺς ἔχουσα τοὺς ἐκ πηγῆς (555) τῆς ἀεννάου ζωῆς ἀεννάως ἀρδευομένους καὶ ποτιζομένους καὶ εἰς αἰῶνας αἰώνων ὁσημέραι διανθοῦντας καὶ ἐπὶ τὸ κρεῖττον αὐξανομένους καὶ οὔπω τε τοῦ προκόπτειν καὶ ἐπαύξειν καὶ μορφοῦσθαι ἐπὶ τὸ ἄμεινον καὶ ὑπέρτερον ἀφισταμένους καὶ πεφυτευμένους καὶ ἱδρυμένους ἐν τῷ οἴκῳ τοῦ Θεοῦ καὶ ἐν ταῖς ἄνω αὐλαῖς αὐτοῦ ἐξανθίζοντας, οἷαί εἰσιν αἱ (560) κέδροι τοῦ οὐρανίου Λιβάνου, ἃς ἐφύτευσε φύσεις νοερὰς ὁ Μονογενής, μεθ’ ὧν ἐκεῖ καὶ στρουθία ἁγίων ψυχῶν ἐννοσσεύσουσι καὶ τοῦ ἐρῳδιοῦ ἡ κατοικία Χριστοῦ ἡγεῖται αὐτῶν, δι’ οὓς δὴ καὶ μόνους τὸν ἀκήρατον ἐκεῖνον καὶ ἀγήρω λειμῶνα τὸν νοερὸν καὶ ἄϋλον κατεφύτευσε καὶ συνεστήσατο, περὶ οὗ εἴρηται· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ (565) κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
VI 1. Ἐδὲμ μὲν οὖν ἑρμηνεύεται πυρίζουσα ἢ αἱματίζουσα τρυφή· ὡς δὲ ὁ ἀρχαῖος Ἰουδαῖος λέγει ὅτι Ἐδὲμ ἑρμηνεύεται ἐκφλογισμὸς ἀνθρακῶν, ὅπερ πάνυ ἐπὶ τοῦ πνευματικοῦ καὶ ἀΰλου καὶ ἀγγελικοῦ νοεροῦ παραδείσου ἁρμόζει λέγεσθαι, Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὐτοῦ @1 (570) πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, διησφαλίσαντο δὲ μάλα ἑαυτοὺς οἱ ἐξηγηταὶ εἰς τὸν τοῦ πνευματικοῦ παραδείσου λόγον τὸν θεῖον Ἰεζεκιὴλ καὶ τὸν ἐν αὐτῷ λαλοῦντα Θεὸν παραγαγόντες μάρτυρας, ἐν οἷς φαίνεται ὁ Θεὸς πρὸς τὸν αὐτοῦ προφήτην αἰνιγματωδῶς τὴν ἐξ οὐρανοῦ ἔκπτωσιν τοῦ διαβόλου ἡμῖν ἐκκαλύπτων καὶ λέγων (575) οὕτως· Καὶ σύ, υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· Τάδε λέγει Κύριος Κύριος· Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγεννήθης. Καὶ ποῖος, εἰπέ μοι, ἄνθρωπος ἀσεβὴς ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγεννήθη; Ἀσεβὴς γὰρ ἦν ὁ ἄρχων Τύρου καὶ εἰδωλολάτρης ἐπὶ τῶν (580) ἡμερῶν Ἰεζεκιὴλ τοῦ προφήτου.
Ἄκουσον γοῦν καὶ τῶν ἑξῆς ῥημάτων τοῦ προφήτου. Λέγει γὰρ αὐτὸν τοῦτον τὸν ἄρχοντα ἐνδεδυμένον τοὺς δώδεκα περιφήμους λίθους τοὺς πολυτίμους, ἴσως τὴν ἐξουσίαν τῶν ἀνωτάτων δυνάμεων. Καὶ εὐθέως μετὰ τὴν τῶν λίθων ἔκδυσιν ἐπιφέρει λέγων· Ἀφ’ ἧς ἡμέρας (585) ἐκτίσθης μετὰ τῶν Χερουβίμ, ἔδωκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, τουτέστιν ἐν τῷ οὐρανῷ. Λέγει γὰρ ἀκολούθως οὕτως· Ἐγεννήθης ἐν μέσῳ λίθων πυρίνων, τῶν ἐμφλόγων αὐτοῦ πάντως νοερῶν δυνάμεων κατὰ τὸν λέγοντα· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. (590)
Ἀκούσωμεν καὶ τῶν ἑξῆς. Λέγει γάρ· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας ἐκτίσθης, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Ταῦτα κυρίως εἰς τὸν διάβολον εἴρηται ὑπὸ τοῦ Θεοῦ. Οὐδέποτε γὰρ ἀμώμως ἔζησεν ὁ ἄρχων Τύρου, ἐκεῖνος γὰρ ἀσεβὴς ἦν καὶ υἱὸς ἀσεβῶν τελευτήσας, οὔτε μὴν ἐν μέσῳ ἀνθράκων καὶ λίθων πυρίνων ἐγεννήθη, (595) καθὰ περὶ τούτου τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ἀκούομεν.
Καὶ ἐπάγει λέγων ὁ Θεὸς περὶ αὐτοῦ· Ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἐμπλήσας τὰ ταμίειά σου ἀνομίας. Πλῆθος ἐμπορίας τὸ πλῆθος νόησον τῆς γνώσεως καὶ σοφίας, ἧς τὸ πρὶν ὡς ἀρχιστράτηγος ἐκτήσατο ὁ διάβολος, δι’ ἧς γνώσεως εἰς ὑπερηφανίαν ἐξολισθήσας (600) ἐλογίσατο εἰπὼν ὅτι Θήσω τὸν θρόνον μου ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Διὸ πάλιν καταβοᾶται αὐτοῦ διὰ τῶν ἑξῆς ῥημάτων Ἰεζεκιὴλ ὁ Θεὸς λέγων· Καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ τοῦ ὄρους τοῦ Θεοῦ, τουτέστιν ἐπτωματίσθης ἀπὸ τοῦ ὕψους τοῦ οὐρανοῦ. Τοῦτο γὰρ αἰνίττεται εὐθέως ἐπιφέρων· Καὶ ἤγαγέ σε τῷ (605) Χερουβὶμ ἐκ λίθων πυρίνων. Ἐμοὶ δοκεῖ ὥσπερ τινὶ ἐξοχωτάτῳ καὶ μεγαλοπρεπεῖ ἄρχοντι τῷ Χερουβὶμ ἐκέλευσεν ὁ Θεὸς δίκην τινὸς καταδίκου @1 παραλαβόντι τὸν διάβολον ἐξαγάγαι αὐτὸν τοῦ χοροῦ ἐκ μέσου τῶν νοερῶν στρατιῶν καὶ ἀπορρίψαι τοῦ οὐρανοῦ. Διὸ καὶ ὁ Χριστὸς ἔφασκεν ὅτι Εἶδον τὸν Σατανᾶν πεσόντα ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ. (610)
Ἀκούσωμεν καὶ τῶν ἑξῆς. Λέγει γὰρ πάλιν ἀκολούθως· Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου. Κάλλος μὲν γὰρ λέγει τὸ ἐξαίρετον τῆς μορφῆς, ἧς τὸ πρὶν ὡς πύρινος καὶ φωτοφόρος καταπήλαυεν ὁ διάβολος, ἐπιστήμην δὲ τὴν πολλὴν γνῶσιν τῶν μυστηρίων καὶ τῆς σοφίας, ὥστε καὶ ἐντεῦθεν (615) μανθάνομεν ὡς οὔτε τὸ λαμπρὸν τῆς φαιδρότητος καὶ τῆς εὐπρεπείας, ἣν τὸ πρὶν ἐκέκτηντο οἱ δαίμονες καὶ ὁ ἄρχων αὐτῶν, κέκτηνται σήμερον οὔτε μὴν τὴν σοφίαν καὶ τὴν γνῶσιν τὴν προτέραν ἔχουσιν.
Ἄκουσον λοιπὸν τὴν φαιδρὰν αὐτοῦ ἄνωθεν ἐξ ἐκείνου τοῦ παραδείσου τοῦ Θεοῦ καὶ τῆς τρυφῆς καὶ τοῦ οὐρανίου ὄρους κατάπτωσιν. (620) Λέγει γὰρ οὕτως ἐν τοῖς ἑξῆς· Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου εἰς τὴν γῆν ἔρριψά σε. Ἰδοὺ σαφῶς ἠκούσαμεν ὅτι ἐξ ὑψηλοῦ τινος παραδείσου καὶ τρυφῆς καὶ πυρίνων ἀνθράκων Χερουβικῶν εἰς γῆν ἀπερρίφη ὁ λεγόμενος οὗτος ἄρχων Τύρου. Τύρος δὲ κράτος καὶ ὄρος ἑλληνίζεται, ὡς ἐντεῦθεν ἐκ τῶν εἰρημένων τῷ Ἰεζεκιὴλ σαφῶς ἐστὶ γνῶναι ὅτι (625) πάντες οἱ πατέρες οἱ εἰπόντες ὡς ἐστὶ μετὰ τοῦ αἰσθητοῦ καὶ πνευματικός τις παράδεισος καὶ πνευματικὰ ξύλα τοῖς τούτου τοῦ προφήτου θείοις ῥήμασιν ἀκολουθήσαντες εἰρήκασιν, ἐξ ὧν εἰσι καὶ οἱ πάνσοφοι Γρηγόριοί τινας θεωρίας λέγοντες εἶναι τὰ φυτά, ὡς ἡ αὐτῶν θεωρία ὑποτίθησι.
Τίς δὲ ἦν ἡ Γρηγορίου θεωρία πνευματικὴ ἀλλ’ ἢ ἐκείνη ἡ τοῦ (630) Πνεύματος τοῦ ἁγίου ἔλλαμψις; Περὶ ἧς θεωρίας φησὶν ὁ Κύριος ὅτι Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅρα γὰρ ὅτι οὐχ ἁπλῶς παράδεισος λέγεται οὗτος ὁ παρὰ τῷ προφήτῃ, ἀλλὰ παράδεισος Θεοῦ. Ὁ δὲ Μωσαϊκὸς παράδεισος οὐ θεώνυμος γέγραπται, ἀλλ’ ἁπλῶς παράδεισος. Ὅθεν καὶ ὁ κατὰ πάντα θεῖος Ἀμβρόσιος καὶ (635) Ἰουστίνος ὁ θεόληπτος μάρτυς ἐν τοῖς εἰς τὴν ἑξαήμερον αὐτῶν ὑπομνήμασι τὰ περὶ παραδείσου διεξιόντες μετὰ τὸ εἰπεῖν περὶ αἰσθητῶν δένδρων καὶ ὑδάτων καὶ καρπῶν καὶ γηγενοῦς παραδείσου παρήγαγον ἐν μέσῳ τὰ προκείμενα τοῦ θείου Ἰεζεκιὴλ περὶ παραδείσου οὐρανίου ῥήματα, καὶ πολλὴν ἐξέτασιν καὶ θεωρίαν λεπτὴν ἐν αὐτοῖς διεξελθόντες (640) ἐπήγαγον λέγοντες ὡς αἴσχιστόν τε καὶ θεοστυγὲς τὸ φάσκειν ἢ τὸ ὅλως εἰς ἔννοιαν λαβεῖν τὴν μακαρίαν τε καὶ προσκυνητὴν τοῦ Θεοῦ Λόγου θεότητα σὺν τῷ δικαίῳ λῃστῇ εἰς ῥευστόν τε καὶ ὑλικὸν παράδεισον @1 εἰσελθεῖν. Καὶ τίς ἄξιος μισθὸς τῆς σεπτῆς ἐκείνης καὶ θεοπρεποῦς ὁμολογίας ῥοϊκῶν καὶ ὀπωρικῶν καὶ στεμφυλῶν καὶ σύκων ἐφθαρμένων βρῶσιν (645) ὡς μισθὸν ἀνταποδοῦναι τῷ λῃστῇ; Τίς δὲ πάλιν, φασίν, νοῦν ἔχων θεόφρονα λέξει ἐν σικυηλάτοις σκαπάνῃ καὶ πελέκει λαχανιζομένοις εἰς πτῆσιν τὸν οὐρανοδρόμον Παῦλον μετενεχθῆναι καί, ἅπερ οὔτε ἐν <τῷ> δευτέρῳ οὔτε ἐν τῷ τρίτῳ οὐρανῷ ἄρρητα ῥήματα εὗρε, ταῦτα ἐν ὑδροχόῳ ἀρούρῃ γεηρᾷ μυσταγωγηθῆναι ἐξ ἀχράντου καὶ θείου στόματος (650) Χριστοῦ καὶ ὅτι κηποφυλακοῦσι νῦν ἐπὶ γῆς τὰ ὑψηλότερα πασῶν τῶν ἄνω δυνάμεων καὶ πλησιώτερα Θεοῦ καὶ τιμιώτερα Χερουβίμ;
VII 1. Ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὴν Μωσαϊκὴν ἱστορίαν ἐπανιτέον καὶ σκοπητέον περὶ τῶν προκειμένων. Οἶμαι γὰρ κἀκεῖ τοῖς φῶς ἔχουσι θείας γνώσεως ἔστι κατιδεῖν τὰ περὶ ἀμφοτέρων τῶν (655) παραδείσων τούτων λεγόμενα, τοῦ τ’ αἰσθητοῦ φημὶ καὶ τοῦ νοητοῦ. Ὅθεν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενος πρῶτον ἡμῖν ὡς πρῶτον διηγεῖται τὸν πνευματικόν, καθὼς καὶ ἤδη προεῖπον, ὡς ὅταν λέγῃ· Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. Οὐχ εὑρίσκομεν δὲ ἐπὶ γῆς τόπον ὀνομαζόμενον Ἐδέμ. Καὶ τὸ μὴ σημάναι δὲ (660) κατὰ ἀνατολὰς εἴτε τῆς γῆς εἴτε τοῦ οὐρανοῦ ἔμφασίν τινα ἡμῖν δίδωσι περὶ τῶν ἄνω ἀνατολῶν, ἔνθα ὁ Πατὴρ τῶν φώτων καὶ τὸ φῶς τῶν ζώντων, καὶ ἐκεῖ εἶναι καὶ τὸν τοιοῦτον παράδεισον. Ἀμέλει ὡς περὶ πνευματικοῦ τινος διηγούμενος παραδείσου οὔτε ξύλων οὔτε ὑδάτων οὔτε λίθων οὔτε γῆς οὔτε χρυσίου οὔτε βρώσεως οὔτε χωρῶν οὔτε (665) ἐνοριῶν οὐδέ τινος ἄλλου μιμνήσκεται ἐν αὐτῷ. Τὸ δέ· Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν, τουτέστιν ἐν τῷ οὐρανίῳ παραδείσῳ, προφητείαν εἶπον περὶ τῆς ἐπ’ ἐσχάτων τῶν χρόνων γενομένης ἐν Χριστῷ ἀναλήψεως ἐν οὐρανοῖς τῆς τοῦ ἀνθρώπου φύσεως.
Εἰ δὲ καὶ ὡς ἤδη παρῳχηκὸς τὸ μέλλον ὁ προφήτης λέγει, ἔχεις περὶ (670) τούτου πλεῖστας ἐν τῇ γραφῇ, φησὶν ὁ μέγας Ἀμβρόσιος, ἀποδείξεις, ὡς ὅταν λέγῃ· Παιδίον ἐγεννήθη ἡμῖν, καί· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καί· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, καὶ τό· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ ὅσα τοιουτότροπα. Καλῶς δὲ εἴρηται τό· Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ὃν ἔθετο (675) κληρονόμον πάντων Χριστόν. Ὅθεν Ἑβραίων παῖδες ἐκ τῆς ἀκανονίστου βίβλου τῆς παλαιᾶς, τῆς λεγομένης Διαθήκης τῶν Πρωτοπλάστων, φασὶ τῇ τεσσαρακοστῇ ἡμέρᾳ εἰσεληλυθέναι τὸν Ἀδὰμ ἐν παραδείσῳ. Καθὼς καί τινι ἱστορικῷ χρονογράφῳ Πύρρωνι τοῦτο καί τισιν ἐξηγηταῖς δοκεῖ, ὃ πάνυ προσφυῶς ἁρμόζει ἐπὶ τῆς ἐν οὐρανῷ @1 (680) ἀναλήψεως τοῦ Χριστοῦ, καὶ γὰρ καὶ ἐν τῇ ἐπιγείῳ Ἰερουσαλὴμ μετὰ τὴν ἐν Βηθλεὲμ γέννησιν τῇ τεσσαρακοστῇ ἡμέρᾳ εἰσελήλυθε.
Λεγόντων δὲ ἡμῶν τὰ περὶ τοῦ πνευματικοῦ παραδείσου μὴ καυχάσθω Ὠριγένης ὁ κυρτὸς ὡς ὀρθόφρων. Αὐτὸς γὰρ ἀπλήστως χρησάμενος ταῖς ἀναγωγαῖς καὶ πνευματικαῖς θεωρίαις πάντα τὰ ἐν τῇ (685) ἑξαημέρῳ κτίσματα εἰς μυθικὰς τραγῳδίας ἀλληγόρησε μήτε οὐρανὸν αἰσθητὸν μήτε γῆν μήτε τὰ ὕδατα ὕδατα μήτε τὰ φυτὰ ἀληθῶς φυτὰ μήτε τοὺς ἀστέρας ἀληθῶς ἀστέρας οὐδέ τι ἕτερον κατὰ τὸ γράμμα νοήσας, οὐ σκότος, οὐ φῶς, οὐκ ἄβυσσον, οὐ πνεῦμα, οὐ στερέωμα, ὡς κινδυνεύειν λοιπὸν τὴν ἐκκλησίαν ὅσον κατὰ τὴν Ὠριγένους ληρωδίαν (690) καὶ διδασκαλίαν πιστεῦσαι κτήματα Θεοῦ εἶναι τὸν ὁρώμενον κόσμον. Διὸ καὶ δικαίως Ὠριγένην συνοδικῇ ψήφῳ καθελοῦσα ἀπεβάλλετο, ἐχρὴν γὰρ αὐτὸν πρῶτον τὴν κατὰ τὸ γράμμα ἱστορίαν παραδέξασθαι, εἶθ’ οὕτως πρὸς ἀναγωγάς, ἐν οἷς χρή, χωρῆσαι.
Ταύτης γοῦν τῆς αἰτίας χάριν, λέγω δὴ τῆς Ὠριγένους ματαιο (695) πονίας εἰς ἀλληγορίαν τὴν ἑξαήμερον πᾶσαν κτίσιν μυθολογήσαντος καὶ τὸ σῶμα τῆς ἱερᾶς γραφῆς ἀλλοιώσαντος, οἱ νεώτεροι τῶν πατέρων, λέγω δὴ οἱ περὶ τὸν θεῖον Βασίλειον, καὶ τὸν Χριστοῦ ποταμὸν Ἰωάννην τὸν Χρυσόστομον, Θεόδωρόν τε τὸν ἐλεεινὸν ὄντως Ἀντιοχέα, καὶ Σευηρ<ιαν>ὸν τὸν Γαβαλεώτην, Εὐσέβιόν τε τὸν Ἐμεσηνόν, καὶ τὸν λόγῳ (700) καὶ ἔργῳ τρισμακάριστον Ἐπιφάνιον, Κύριλλόν τε τὸν θεοφάντορα καὶ θεόφιλον μᾶλλον, οὗτοι πάντες κατὰ τὸ γράμμα τὰ συγγράμματα ἑαυτῶν περὶ τῆς ἑξαημέρου ἐξέθεντο τὰς ἀλληγορίας καὶ ἀναγωγὰς ἀφιέμενοι διὰ τὴν Ὠριγένους, ὡς προεῖπον, ματαιοπονίαν, φέροντες καὶ αὐτοὶ πιστοτάτας ἀποδείξεις τε καὶ παραστάσεις περὶ τοῦ αἰσθητοῦ (705) παραδείσου τοῦ μετὰ τὸν προειρημένον πνευματικὸν ἀκολούθως κειμένου. Ἐπήγαγε γὰρ ὁ νομογράφος Μωϋσῆς εὐθέως λέγων· Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ (710) ποτίζειν τὸν παράδεισον. Ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. Ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὑιλάτ, ἐκεῖ οὖν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. Καὶ ὄνομα τῷ <ποταμῷ τῷ> δευτέρῳ Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Καὶ ὁ ποταμὸς ὁ τρίτος (715) Τίγρης· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. Ὁ δὲ ποταμὸς ὁ τέταρτος, οὗτος Εὐφράτης. @1
Ἐκ τούτων δὴ τῶν γηγενῶν τόπων τε καὶ ἐθνῶν καὶ προσηγοριῶν καὶ ἐνοριῶν, ἔτι δὲ καὶ τοῦ χρυσίου καὶ τοῦ λίθου τοῦ πρασίνου καὶ τῆς Αἰθιοπίας καὶ τῶν Ἀσσυρίων καὶ τοῦ Εὐφράτου διϊσχυρίσαντο οἱ (720) πλείονες τῶν πατέρων νοῆσθαι ταῦτα εἰς τὸν γηγενῆ παράδεισον μάλιστα, καὶ ἐκ τῶν φύλλων τῆς συκῆς, ὧν ἔρραψαν ἑαυτοῖς οἱ πρωτόπλαστοι εἰς περιζώματα. Ὅθεν κατὰ τὸ γράμμα νοοῦντες τὰ ὕδατα ὕδατα εἶπον αἰσθητὰ καὶ τὰ ξύλα ξύλα ἀληθῶς βρώσιμα καὶ τοὺς καρποὺς κηπωρικοὺς καὶ φθαρτοὺς καὶ τὸ χρυσίον χρυσίον εἶναι ὑλικόν. Ὁμοίως καὶ τὸν (725) ἄνθρακα καὶ τὸν πράσινον σμαράγδινον λίθον καὶ τὴν συκὴν συκὴν ἔφασαν εἶναι ἀληθῆ, καὶ μάλιστα ὁ θεοφόρος Ἐπιφάνιος ἐκ τοῦ ἀκοῦσαι τῆς γραφῆς λεγούσης εἶναι τὴν γῆν τοῦ Ἰορδάνου ποτιζομένην τὸ πρὶν ὡς τὸν παράδεισον καὶ ὡς τὴν γῆν Αἰγύπτου, ἥντινα γνώμην καὶ πατρικὴν περὶ αἰσθητοῦ παραδείσου παράδοσιν καὶ δεχόμεθα καὶ ἀποδεχόμεθα (730) καὶ κατασπαζόμεθα. Προησφαλισάμεθα γὰρ πολλάκις ἐν τῇ παρούσῃ πραγματείᾳ ἑαυτοὺς ὅτι οὐ καταλύομεν τὴν κατὰ τὸ γράμμα ἱστορίαν τῆς θείας γραφῆς οὔτε μὴν τὰς τῶν ὁσίων ἡμῶν πατέρων ἀνατρέπομεν γνώμας τε καὶ ἐκδοχάς. Ὅμως, ἐπειδὴ ἀκούομεν τοῦ θεσπεσίου Παύλου πάντα τὰ ἐν τῷ νόμῳ εἰς Χριστὸν μυστικῶς ἀναφέροντος, τουτέστι τὴν (735) σκηνήν, τὴν κιβωτόν, τὴν στάμνον, τὸν ναόν, τὸν ἀμνόν, τὰ βρώματα, τὰ πόματα, τὰ ξύλα, τὰ ζῷα, τὰ πετεινά, τὸ χρυσίον, τοὺς σμαράγδους, τοὺς ἄνθρακας, τὰ ὕδατα, καὶ τὰ λοιπὰ ἅπαντα τὰ τότε μὲν μυστικῶς κατὰ τὸ γράμμα γενόμενα, νῦν δὲ ἐν τῇ ἐκκλησίᾳ ἀληθῶς πνευματικῶς ὁρώμενα, ἐπισκεπτέον μήπως καὶ ταῦτα τὰ νῦν περὶ τοῦ αἰσθητοῦ (740) παραδείσου ὑπὸ Μωσέως σωματικῶς γραφέντα εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν τυπικῶς προδιεγράφησαν, εἴ γε πάντα διὰ Χριστοῦ καὶ εἰς Χριστὸν ἐγένοντο τὴν αὐτοῦ προμηνύοντα σάρκωσιν. Οὐκοῦν ἑπόμενοι τῷ τῆς θεολογίας ῥήτορι Γρηγορίῳ τῷ φήσαντι τὸν Ἀδὰμ φυτῶν ἀθανάτων γεωργὸν εἶναι ἐν τῷ παραδείσῳ καὶ θείων ἐννοιῶν ἀνέλθωμεν (745) ἀπὸ τοῦ γράμματος τοῦ ἀποκτείνοντος ἐπὶ τὸ Πνεῦμα τὸ ζωοποιοῦν, ἀεὶ γὰρ τὸ γράμμα τὸ ἱερὸν συναναβαίνει τοῖς ἀναβαίνουσι.
VIII 1. Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν.
Ζητῆσαι προσήκει ἐνταῦθα ἐπιμελῶς τί μέν ἐστιν ἀνατολὴ καὶ τί (750) ἐξανατολή. Ἐπὶ τῶν ἐκ γῆς λεγομένων τε καὶ φυομένων ἀνατέλλον μὲν γὰρ λέγεται τὸ εὐθέως ἐν πρώτοις ἀναφαινόμενον, ἐξανατέλλον δὲ τὸ μαρανθὲν ἢ ξηρανθέν, καὶ πάλιν ἐξανατεῖλαν κατὰ δευτέραν τάξιν δι’ ὕδατος καὶ γεωργικῆς ἐπιμελείας, ὥστε μάλα σαφῶς καὶ προσφόρως περὶ τῆς ἐκκλησίας προφητικῶς εἴρηται τό· Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς @1 (755) ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. Ἀνέτειλε μὲν γὰρ ἐν ἀρχαῖς, ἡνίκα γέγονεν ἡ ἐκκλησία χλοερά τε καὶ εὐθαλῆ καὶ πυκάζοντα τὰ οἰκεῖα δένδρα ἔχουσα, ἐξηράνθη δὲ ὑπὸ τοῦ καύσωνος τοῦ πονηροῦ ἡλίου τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτός, συρίσαντος αὐτῇ διὰ τοῦ στόματος τοῦ ὄφεως, καὶ ταύτην διὰ (760) τῆς εἰδωλολατρίας ξηράναντος.
Ἐλθὼν οὖν ὁ οὐράνιος ποταμὸς τοῦ Θεοῦ Θεὸς Λόγος καὶ δι’ ὕδατος καὶ Πνεύματος ποτίσας καὶ ἀρδεύσας αὐτὴν ἐξανέτειλε καὶ ἀνέθαλε καὶ ἀνεζωοποίησε τὰ λογικὰ αὐτῆς ξύλα, περὶ ὧν εἴρηται ὅτι Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς, τουτέστι μετὰ τὸ ἀποθανεῖν (765) καὶ ξηρανθῆναι ἔτι κατὰ δευτέραν τάξιν ἐξανεβλάστησεν ἡ λογικὴ Χριστοῦ γῆ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, ἐν οἷς ξύλοις οὐ λέγει ἡ γραφὴ χόρτον, οὐκ ἄχυρα, οὐ χλόην, οὐ βοτάνην, οὐ ξύλον μὴ ποιοῦν καρπὸν ὡραῖον καὶ καλὸν εἰς ὅρασιν καὶ εἰς βρῶσιν καὶ ξύλον ἄκαρπον καὶ γὰρ χόρτος καὶ καλάμη καὶ τὸ ἄχυρον ἐκκόπτεται (770) καὶ εἰς πῦρ βάλλεται. Ἀλλ’ οὐδὲν τοιοῦτον ἐν τούτοις τοῖς ξύλοις, ἀλλὰ πάντα ὡραῖα εἰς ὅρασιν, πάντα καλὰ λέγει εἶναι εἰς βρῶσιν, πάντα εὐθαλῆ, πάντα θεόβλαστα. Οὐ γὰρ κατὰ πρόσταξιν ἐξανέτειλαν ἐκ γῆς, ἀλλ’ αὐτουργὸς αὐτὸς ὁ Θεὸς σύμφυτος καὶ σύσσωμος καὶ συγγενὴς αὐτῶν γενόμενος γηγενὴς ὡς ἴδια μέλη ἐβλάστησεν αὐτὰ ἐκ γῆς σῶμα (775) Χριστοῦ ὄντα καὶ μέλη ἐκ μέρους, ὅλα ὡραῖα, ἐπειδὴ καὶ αὐτὸς Ὡραῖος κάλλει λέγεται παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Ὅθεν καὶ μετὰ τὴν διάβασιν τῆς ἕκτης ἡμέρας ἡ θεία γραφὴ ἱστορεῖ τὴν τῶν ξύλων τούτων ἐξαναβλάστησιν, τουτέστι μετὰ τὴν τοῦ σαββάτου καὶ τῆς νομικῆς λατρείας κατάπαυσιν περὶ τούτων τῶν ἐκκλησιαστι (780) κῶν ὡραίων ξύλων εἴρηται· Αἰνεῖτε τὸν Κύριον ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Καὶ πάλιν φησίν· Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, τοῦ Κυρίου λέγοντος· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Ἐν τούτῳ γὰρ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί. Περὶ τούτων τῶν ξύλων ἐβόα (785) Ἰουδαίοις ὁ Σωτὴρ λέγων ὅτι Ἀρθήσεται ἀφ’ ὑμῶν ὁ ἀμπελὼν καὶ δοθήσεται ἔθνει ἑτέρῳ ποιοῦντι τὸν καρπὸν αὐτοῦ. Ἐκ τούτων τῶν ὡραίων ξύλων, ὡς χρησίμων ὄντων πρὸς οἰκοδομὴν τοῦ σκάφους τῆς ἐκκλησίας, λαβών τις ἔλεγε· Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα. (790)
Πρόκριτοι καὶ πρόφυτοι τῶν ὡραίων τούτων ξύλων εἰσὶν ἐκεῖ οἱ ὡραῖοι πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. Ἐν τούτοις τοῖς ὡραίοις ξύλοις εἰσὶ τὰ ξύλα τῶν δικαίων τῶν πεφυτευμένων παρὰ τὰς διεξόδους @1 τῶν ὑδάτων, ἃ τὸν καρπὸν αὐτῶν διδόασιν ἐν καιρῷ αὐτῶν, ὁ μὲν λέγων· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ἄλλος (795) ψάλλων· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, ὅπως Δίκαιος ὡς φοῖνιξ ἀνθήσῃ, καὶ ἕτερος ὡς ἄρκευθος πυκάζουσα, καὶ ἄλλος ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ καὶ ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ καὶ ὡς κυπάρισσος καὶ πεύκη καὶ κέδρος τὸν λειμῶνα τῆς ἐκκλησίας εὐωδιάζοντα (800) καὶ κατακοσμοῦντα, ἐν ᾧ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι καὶ ἔτι καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν.
Ὡραῖα ξύλα εἰσὶν ἐκεῖνα περὶ ὧν εἶπεν ὁ Θεός· Οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι θεῖα ἐνύπνια ἐνυπνιασθήσονται. Ὡραῖον ξύλον ἦν εἰς ὅρασιν ἐκεῖνο τὸ λέγον· Οἱ ὀφθαλμοί μου διὰ (805) παντὸς πρὸς τὸν Κύριον. Ὡραῖα ξύλα εἰς ὅρασίν εἰσιν οἱ ὅρασιν ἔχοντες, οἷαν εἶχεν ἐκεῖνος ὁ βλέπων Θεοῦ ὀπτασίαν Δανιὴλ λέγων· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἕως οὗ θρόνοι ἐτέθησαν. Τοιαύτην ὅρασιν εἶχε καὶ Ἠσαΐας ὁ λέγων· Ὅρασις Ἠσαΐου τοῦ προφήτου, ἣν ἐθεάσατο λέγων· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Τοιαύτην (810) ὡραίαν ὅρασιν δηλοῖ ὁ λέγων· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Τοιοῦτος ἦν ὁ Παῦλος ὁ βλέπων τῇ πνευματικῇ ὁράσει τὸν Κύριον. Καὶ συντόμως εἰπεῖν, πᾶς νοῦς διορατικὸς καὶ πρὸς θείας ὁράσεις ἐπιτήδειος ὡραῖον εἰς ὅρασιν λέγεται εἶναι δένδρον.
Καλὸν δὲ πάλιν ξύλον εἰς βρῶσιν ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας (815) ἐστὶ πᾶς διδάσκαλος ὀρθοδοξίας δόγμασι τρέφων τὰ τῆς ποίμνης τοῦ Χριστοῦ πρόβατα καὶ οὐδὲν θανατηφόρον ἢ βλαβερὸν αὐτοῖς παρατιθέμενος μάθημα, ἀλλ’ ἔχον ἐν ἑαυτῷ τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, οὓς ὁ Ἀπόστολος καὶ ἐβλάστησε καὶ ἀπηρίθμησεν· Ἀγάπην, χαράν, εἰρήνην, χρηστότητα, μακροθυμίαν, ἀγαθωσύνην, πίστιν, πραότητα, (820) ἐγκράτειαν, καὶ τὰ τούτοις ὅμοια. Οὕτως ἐμοί γε δοκεῖ νοεῖν ἐν τῇ ἐκκλησίᾳ τὰ ξύλα τὰ ὡραῖα εἰς ὅρασιν καὶ καλὰ εἰς βρῶσιν, τὰ ἐκείνην τὴν βρῶσιν καὶ ποιοῦντα καὶ προτιθέμενα, οἵαν εἶπε τὸ τῆς ζωῆς δένδρον τὸ φάσκον ὅτι Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1
(825) (8) Τοῦ αὐτοῦ ἀκολούθως λόγος ὄγδοος
I 1. Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς (1) ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.
Πολλῆς τινος ἡμῖν δεῖ τῆς ἄνωθεν ἐπιπνοίας καὶ ἐλλάμψεως εἰς τὸ σαφῶς διαναβλέψαι καὶ εἰπεῖν τίς ἡ ἀληθὴς τούτων δὴ τῶν δύο ξύλων (5) οὐσία τε καὶ ὑπόστασις. Καὶ ὅτι μὲν οὐ δεῖ τὰ σεσιωπημένα τῇ θείᾳ γραφῇ διερευνᾶν, δῆλον, πάντα γὰρ πρὸς τὸ συμφέρον ᾠκονόμησε τὸ Πνεῦμα τὸ ἅγιον.
Ὅθεν καὶ τοῖς σοφοῖς τῶν ὑπομνηματιστῶν οὐ μία οὐδὲ ὁμοία ἡ περὶ τούτων τῶν ξύλων γνώμη γέγονε καὶ ὑπόνοια. Οἱ μὲν γὰρ ἀνέκα (10) θεν προφάντορες κατ’ ἐκδοχὴν θεωρίας τὰ δύο ταῦτα φυτὰ ὕμνησαν, οἱ δὲ ὅτι μὴ αἰσθητὰ καὶ βρωτά. Θεοδώρητος δὲ ὁ τῶν Κυρ<ρ>ηστικῶν συκὴν εἶπεν εἶναι τὸ ξύλον τοῦ καρποῦ, οὗ ἔφαγεν ὁ Ἀδάμ· ὡσαύτως καὶ Θεόδωρος ὁ Ἀντιοχεύς· ὡσαύτως καὶ Ὠριγένης ὁ ἄθλιος. Ἄθλιον δ’ αὐτὸν ἀποκαλῶ, ὅτι πολλοὺς καὶ χρησίμους ἱδρῶτας καταβαλὼν ἐν τῇ (15) ἐκκλησίᾳ καὶ πᾶσαν παλαιὰν καὶ καινὴν γραφὴν κατὰ λέξιν προσφόρως ἑρμηνεύσας ὕστερον, καθὰ καὶ Εὐσέβιος ὁ Παλαιστιναῖος, τῆς ἀληθείας διωλίσθησε.
Τοῦ Πνεύματος τοίνυν τοῦ ἁγίου σιωπήσαντος καὶ ἀποκρύψαντος ἡμῖν τὴν τούτων τῶν δύο ξύλων προσηγορίαν καὶ φύσιν εὔδηλον ὅτιπερ (20) οὐκ ἀναγκαῖα τῇ ἐκκλησίᾳ οὔτε ὠφέλιμος ἡ τῶν ὑπὸ Θεοῦ ἀποκρυβέντων ἔρευνα καὶ φανέρωσις, ἐντεῦθεν γὰρ καὶ τοῖς πατράσιν ἀσύμφωνος γέγονεν ἡ περὶ τούτων κατάληψις. Οὐκοῦν ἡ ἐκκλησία μὴ τὴν φύσιν τῶν δύο τούτων ξύλων ἐπιζητείτω, ἀλλὰ μᾶλλον τὸ τίνος εἰσὶ τύποι τὰ δύο ταῦτα ξύλα καὶ τίς ὁ ζωοποιὸς καρπὸς καὶ ἡ βρῶσις, ἐξ ἧς φαγών τις ἐν (25) τῇ ἐκκλησίᾳ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, τίς δὲ πάλιν ὁ ἕτερος καρπός, ἐξ οὗ γευσάμενός τις τὴν ἰδίαν γύμνωσιν καὶ αἰσχύνην ὄψεται καὶ θανάτῳ αἰωνίῳ ἀποθανεῖται. Ἐπισημήνασθαι γὰρ ἐχρῆν ὅτι τὸ μὲν τῶν ξύλων τούτων ζωῆς ἡμῖν παρεκτικόν ἐστι, τὸ δὲ ἕτερον θανάτου ποιητικόν, αἵτινες δύο βρώσεις σύμβολα ἴσως ὑπῆρχον ἀρετῆς (30) καὶ κακίας, καὶ τῆς μὲν ἀρετῆς καρποφόρος καὶ δοτὴρ ὁ Χριστός, ὃν προδιέγραφεν ἐκεῖνο τὸ ξύλον τῆς ζωῆς· διὸ ὡς ζωὴ καὶ ζωοποιὸς ἐβόα· Ἐγώ εἰμι ἡ ζωή, ἐν αὐτῷ γὰρ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, ἡ ζωὴ γὰρ ἡμῶν κέκρυπται ἐν τῷ Χριστῷ, καὶ ὅταν φανερωθῇ ὁ Χριστός, ἡ ζωὴ ἡμῶν, ζωοποιήσει τὰ νεκρὰ ἡμῶν σώματα, (35) ὁ λέγων· Ἵνα ὥσπερ Ζῶ ἐγὼ καὶ ὑμεῖς ζήσεσθε, ζῶν γὰρ ὁ Λόγος τοῦ @1 Θεοῦ ἐστι καὶ ζωὴ καὶ ἀνάστασις. Ὥσπερ δὴ πάλιν θάνατος ὑπάρχει ὁ πονηρὸς διάβολος, ὃν ἐσήμανε τὸ ἕτερον ξύλον τὸ λεγόμενον γνωστὸν καλοῦ καὶ πονηροῦ. Πρότερον μὲν γὰρ καλὸς ἦν, ἡνίκα γέγονεν, ὕστερον δὲ ἐγένετο πονηρός, καὶ διὰ τοῦτο προσηγορεύθη πρῶτον μὲν ξύλον (40) γνωστὸν καλοῦ, εἶτα καὶ πονηροῦ τὸ θανατηφόρον ξύλον ὁ διάβολος, περὶ οὗ φησι πρὸς Ἰουδαίους ὁ Χριστὸς ἡ ζωή· Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. Ἐκεῖνος ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐστί, καὶ ὁ ἐσθίων ἐκ τοῦ καρποῦ αὐτοῦ θανάτῳ ἀποθανεῖται.
Εἰ δὲ ζητεῖς καὶ τίνος χάριν ἀπέκρυψεν ἡ θεία γραφὴ τὰς (45) προσηγορίας τούτων τῶν δύο ξύλων, λέγω δὴ τοῦ ζῶντος Υἱοῦ τοῦ Θεοῦ καὶ τοῦ ἀντικειμένου ἐχθροῦ, μάνθανε ὅτι μιαρῷ καὶ ἀκαθάρτῳ καὶ φιληδόνῳ ἔθνει ταῦτα ἀπαγγέλλουσα οὐκ ἠβουλήθη ὅλως ἀποκαλύψαι Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ, ἵνα μὴ τεκνοθεΐαν καὶ θεογαμίαν καὶ πολυθεΐαν νοήσωσιν οἱ τὸν βοῦν καὶ τὴν μυῖαν θεοποιήσαντες. Κατὰ (50) τοῦτον γοῦν τὸν τρόπον οὐδὲ τὸν διάβολον αὐτοῖς σαφῶς ἀπεκάλυψεν, ἀλλὰ ποτὲ μὲν αὐτὸν ὄφιν, ποτὲ δὲ δένδρον θανατηφόρου καρποῦ προσηγόρευσεν ἀποκρύψασα παντελῶς καὶ πᾶσαν τὴν περὶ τοῦ ἀοράτου κόσμου τῶν νοερῶν δυνάμεων δημιουργίαν διὰ τὴν ἄπληστον αὐτῶν εἰδωλομανίαν, ἵνα μὴ μαθόντες εἶναί τινας φύσεις ἀΰλους καὶ (55) νοερὰς θεοποιήσωσι ταύτας. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ αὐτὸς ὁ Θεὸς διὰ τοῦ Ὠσῆε τοῦ προφήτου ὧδέ πη πρὸς τὸν Ἰσραὴλ λέγων· Ἐγὼ Κύριος ὁ Θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐκ ἀπεκάλυψά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν. Ἐντεῦθεν προφανῶς μανθάνομεν τὸ τίνος (60) χάριν ἀπεσιωπήθη ἐν τῇ Μωσαϊκῇ γραφῇ ὁ περὶ ἀγγέλων λόγος ὥσπερ καὶ ὁ περὶ τούτων τῶν δύο ξύλων, περὶ ὧν φησιν ὅτι Καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ τε καὶ πονηροῦ.
Ἐνταῦθα ἠκριβώσαντο τὴν περὶ τούτων τῶν δύο ξύλων λέξιν τινὲς (65) τῶν τὰ θεῖα καλῶς ἐρευνᾶν ἐπισταμένων φάσκοντες· Τί δήποτε οὐ λέγει ταῦτα ἡ γραφὴ κατὰ γενικὴν κλῆσιν ἤγουν ὄντων ἐν μέσῳ τοῦ παραδείσου, ἀλλὰ δοτικῶς ποιεῖται τὴν λέξιν λέγουσα ταῦτα εἶναι ἐν μέσῳ τοῦ παραδείσου; Ὡς ἐκ τῆς λέξεως μανθάνειν ἡμᾶς ὅτι οὐ σύμφυτα οὔτε συγγενῆ τῶν ἄλλων ξύλων ὑπῆρχον ταῦτα, ἀλλὰ γυμνάσια ἀρετῆς καὶ (70) κακίας ἐγενήθησαν πρὸς δοκιμὴν τῆς αὐτεξουσίου ἡμῶν προαιρέσεως. Ἀμέλει γοῦν εὕρομεν ἐν τοῖς ἀνοθεύτοις τῶν Ἑξαπλῶν ἀντιγράφων ὅτι μετὰ τὸ εἰπεῖν· Καὶ ἐξανέτειλε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν στίξας ὁ συγγραφεὺς τελείαν στιγμήν, ὡς οἷα πληρωθέντος τοῦ περὶ τῶν ξύλων κεφαλαίου, τότε @1 (75) ἀρχὴν στίχου ἐποιήσατο λέγων· Καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, ὡς ἵνα εἴπῃ μεταβατικῶς καὶ εἰσαγωγικῶς τούτων ἐλθόντων ἐν τῷ παραδείσῳ.
Καὶ ὅτι μείζων καὶ ζωοποιὸς ὁ Χριστὸς εἴρηται ἡμῖν πρὸ βραχέος. Ὅτι δὲ καὶ ξύλον ἑαυτὸν ὀνομάζει ἄκουσον αὐτοῦ πρὸς τοὺς μιαροὺς (80) Ἰουδαίους λέγοντος· Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν, ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Ταῦτα δὲ εἶπεν αὐτοῖς, ἐπειδὴ ἔλεγον ὅτι Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ὁμοίως καὶ ἐπὶ τὸ πάθος ἐπὶ τὸν κῆπον τοῦ (85) Γολγοθᾶ πρὸς τὸν Ἀδὰμ ἐξερχόμενος καὶ τὸ ξύλον τοῦ σταυροῦ βαστάζων ξύλον ζωῆς ἑαυτὸν ἐκάλεσε λέγων ταῖς θρηνούσαις γυναιξὶ καὶ κοπτομέναις· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, ἀλλ’ ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, εἰ γὰρ ἐν τῷ ὑγρῷ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γενήσεται; Ὑγρόν, τουτέστι ζωῆς ξύλον ἑαυτὸν λέγων ὁ (90) Κύριος, ξηρὰ δὲ ξύλα καὶ ἄκαρπα καὶ πυρὸς ὕλην τοὺς Ἰουδαίους.
Εἰ δὲ καὶ μέσον αὐτὸν ὄντα τοῦ παραδείσου τῆς ἐκκλησίας θέλεις μαθεῖν, ἄκουσον αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγοντος· Ἐγώ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. Ὅθεν καὶ Ἰωάννης τοῖς ὄχλοις ἔλεγεν ὅτι Μέσον ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὁ ἐν μέσῳ τῶν μαθητῶν στὰς καὶ ἐμ (95) φυσήσας καὶ εἰπών· Λάβετε Πνεῦμα ἅγιον κατὰ τὸ εἰρημένον· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ, ὃς μεσίτης ὑπάρχων Θεοῦ καὶ ἀνθρώπων καὶ ἐργασάμενος σωτηρίαν ἐν μέσῳ τῆς γῆς, ὅστις ἐστὶ τὸ ξύλον τῆς ζωῆς. Ὅθεν ὡς ἀκτίστου οὔσης τῆς θεότητος αὐτοῦ τούτου χάριν οὐ λέγει αὐτὸν σύμφυτον τῶν ξύλων, ἀλλ’ ἐν μέσῳ ὄντα (100) τοῦ παραδείσου. Ὁμοίως καὶ πονηρόν, λέγω δὴ τοῦ καλοῦ μέσον ξύλον θανατοποιόν, τοῦ γινώσκειν γνωστὸν καλοῦ καὶ πονηροῦ, διὰ τὸ ἑτεροούσιον αὐτὸν εἶναι τῆς ἀνθρωπίνης φύσεως ἐκείνων τῶν λεγομένων ὡραίων ξύλων τούτου χάριν καὶ αὐτὸν δοτικῇ πτώσει λέγει ἡ γραφὴ ὄντα ἐν μέσῳ τοῦ παραδείσου. Ὅθεν καὶ ἡ γυνὴ πρὸς τὸν ὄφιν διαλεγο (105) μένη ἐν μέσῳ τοῦ παραδείσου εἶπε τὸ αὐτὸ ξύλον. Μέσα δὲ λέγονται τὰ δύο ξύλα, τὸ τῆς θείας λέγω καὶ τὸ τῆς ἀντικειμένης δυνάμεως, ἐπειδὴ ἐπιθυμητὴ ἐπίσης παντὶ τῷ βουλομένῳ εὑρίσκεται καὶ ἡ ἀρετὴ καὶ ἡ κακία διὰ τὸ αὐτεξούσιον ἡμῶν τῆς προαιρέσεως. Καὶ οἶμαι διὰ τοῦτο νομοθετῶν τῷ Ἰσραὴλ ὁ Θεὸς περί τινων δύο ξύλων λέγει αὐτῷ· Ἰδοὺ (110) τίθημι ἐνώπιόν σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, ζωῆς γὰρ καὶ θανάτου ὑπῆρχον τὰ δύο ξύλα σημαντικὰ καὶ ποιητικά.
II 1. Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. @1
Ἕτερος καὶ δεύτερος καὶ ἀνόμοιος τοῦ προτέρου ποτισμοῦ οὗτος ὁ ποταμός. Ἐκεῖνος μὲν γὰρ ἐκ γῆς ἀνερχόμενος ὅλον τὸ πρόσωπον τῆς (115) γῆς κατέκλυζε νεκρὸν αὐτὸ καὶ ἄκαρπον ἐργασάμενος. Διὸ καὶ ηὔχετο πρὸς Θεόν τις τῶν προφητῶν λέγων· Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, τουτέστιν ἀναστείλῃ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. Οὗτος δὲ ὁ ποταμὸς τοῦ Θεοῦ ἐξ Ἐδὲμ ἐκπορεύεται τὸν παράδεισον ὡς ἰδικὸν χωρίον καὶ κτῆμα Θεοῦ ἰδιαιρέτως ποτίζων. Ἐπισημήνασθαι γὰρ ἐχρῆν (120) ὅτιπερ ὡς ἤδη καταπαυθέντος ἐκείνου τοῦ προτέρου ποτισμοῦ παρῳχηκότα αὐτὸν ὠνόμασεν ἡ γραφὴ λέγουσα· Πηγὴ δὲ ἀνέβαινε καὶ ἐπότιζε, τοῦτον δὲ ὡς ἀεννάως εἰς αἰῶνα τὴν ἐκκλησίαν ἀρδεύοντα ἐνεστῶτα λέγει, Ποταμὸς γάρ φησιν ἐκπορεύεται ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τρυφῆς, ποτίζειν τὸν παράδεισον. (125)
Προασφαλισαμένων τοίνυν ἡμῶν ἑαυτοὺς μὴ καταλύειν τὴν κατὰ τὸ γράμμα σωματικὴν τῶν πραγμάτων ἱστορίαν τὴν περὶ τούτων μάλιστα τῶν προκειμένων ποταμῶν καὶ χωρίων εὐψύχως θεωρήσωμεν, πῶς καὶ ταῦτα εἰς Χριστὸν προδιετυπώθησαν καὶ τὴν ἐκκλησίαν. Ἀκούομεν γάρ τινος περὶ τούτου τοῦ ἐκπορευομένου ποταμοῦ καὶ τῆς (130) ἐκκλησίας λέγοντος ὅτι Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, διότι ὁ ποταμὸς τοῦ Θεοῦ ὁ ἐκ τῆς πατρικῆς πηγῆς προελθὼν ἐπληρώθη ὑδάτων ἐθνῶν, ἅτινα ἔθνη εὐηγγελίζετο ὁ προφήτης λέγων· Καὶ εἰσελεύσεται Κύριος ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης ὁ λέγων ὅτι Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον καὶ ἦλθον εἰς τὸν κόσμον. (135) Ἐξῆλθον εἰς σωτηρίαν λαοῦ μου τοῦ σῶσαι τοὺς χριστούς μου. Οὐκοῦν τούτου τοῦ θείου ποταμοῦ τὴν θείαν ἐξ οὐρανοῦ ἔξοδον προδιαγράφει Μωσῆς λέγων ὅτι Ποταμὸς ἐκπορεύεται ἐξ Ἐδέμ, τουτέστιν ἐκ τῆς ἐμπόρου τρυφῆς, ποτίζειν τὸν παράδεισον δι’ ἐκείνου τοῦ ἐκπορευτοῦ ὕδατος, τοῦ Πνεύματος τοῦ ἐκ Πατρὸς ἐκπορευομένου. Ὁ τοῦτον γὰρ (140) τὸν ποταμὸν δεχόμενος ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος διάφοροι. Τοῦτο γὰρ σαφῶς ἡμᾶς διδάσκει ἡ ἱστορία λέγουσα τὸν ποταμὸν τὸν ἐξ Ἐδὲμ ἐκπορευόμενον εἰς τέσσαρας ποταμοὺς πληθυνόμενον καὶ σχιζόμενον καὶ τὴν τρυφὴν τὴν πνευματικὴν τῇ ἐκκλησίᾳ ποιούμενον, περὶ ἧς Δαυὶδ ἔφησε λέγων· Μεθυσθήσονται ἀπὸ πιότητος (145) οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.
Τὸν μὲν καταχθόνιον τοῦ πονηροῦ ποτισμὸν πηγὴν ὁ προφήτης (150) Μωϋσῆς προσηγόρευσε δεικνύων αὐταίτιον καὶ γεννήτορα τῆς κακίας ὄντα τὸν διάβολον καὶ οὐκ ἔκ τινος ἑτέρου παραλαβόντα τὸ κακόν, ἀλλ’ @1 αὐτὸν εἶναι πηγὴν καὶ ἀρχὴν τῆς ἁμαρτίας, τὴν δὲ τοῦ ἁγίου Πνεύματος χάριν ὡς ἐκ Πατρὸς πηγιμαίου ἐκπορευομένην ποταμὸν ὠνόμασεν ἀφοριζόμενον ἐκ τῶν ἀπίστων, ποτίζοντα δὲ ἐκ τεσσάρων ἀρχῶν (τῶν (155) περάτων φημὶ τῆς οἰκουμένης) τὸν παράδεισον τῆς ἐκκλησίας τῶν πιστευόντων εἰς Χριστόν.
III 1. Ὄνομα δὲ τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὑιλάτ.
Οὐκ ἔστιν ἐν πάσαις ταῖς καταδήλοις τῶν ἐπιγείων χωρῶν τόπος (160) καλούμενος Εὑιλάτ, ὥστε κἀντεῦθεν ἐλέγχομεν τοὺς ἀπίστους ὅτι μυστήρια ἡμῖν πνευματικὰ διηγεῖται ἡ γραφή. Φεισὼν μὲν γὰρ ἑρμηνεύεται στόματος ἀλλοίωσις, αὕτη δὲ ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου γέγονε τοῦ θείου Λόγου ἀλλοιώσαντος τὸ στόμα καὶ τὸ πνεῦμα τῆς ἐκκλησίας ἐκ βλασφημίας εἰς πίστιν καὶ ἐκ δυσφημίας εἰς θεολογίαν. Καὶ (165) Εὑιλὰτ δὲ πάλιν ὠδίνουσα ἑρμηνεύεται καὶ τίκτουσα, σημαίνει γὰρ κυρίως τήν ποτε στεῖραν τῶν ἐθνῶν ἐκκλησίαν, πρὸς ἣν ὁ Θεὸς διὰ φωνῆς τοῦ προφήτου βοᾷ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, διότι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἐκκλησίας ἢ τῆς ἐχούσης τὸν ἄνδρα Ἰουδαίοις, ὅτι στεῖρα ἔτεκεν ἑπτὰ ἡ (170) ἐξ ἐθνῶν ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή, καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ Υἱῷ τοῦ Θεοῦ, τῷ λεγομένῳ Φεισών, τῷ στόμα ὄντι τοῦ Πατρὸς καὶ ἀλλοιώσαντι τὸ γένος ἡμῶν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν καὶ κυκλοῦντι καὶ φρουροῦντι πᾶσαν τὴν γῆν Εὑιλὰτ τὴν (175) ὠδίνουσαν καὶ τίκτουσαν αὐτὸν Χριστόν.
Διὸ ἐπήγαγε λέγων περὶ ταύτης τῆς πνευματικῆς Εὑιλὰτ ὅτι Ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν, τουτέστιν ἡ θεότης ἡ ἐν τῇ γῇ τῆς ἐκκλησίας λάμπουσα καὶ προσκυνουμένη, τὰ γὰρ χρυσία τῶν λοιπῶν γαιῶν τῶν ἐθνῶν, ἤγουν οἱ θεοὶ καὶ τὰ εἴδωλα, (180) πονηρὰ καὶ ζοφερὰ καὶ κίβδηλά εἰσιν. Ἐν πολλοῖς δὲ τόποις τῆς θείας γραφῆς καὶ αὐτὸς διερευνήσας εὑρήσεις εἰς τύπον τῆς θεότητος τοῦ Λόγου τὸ χρυσίον λαμβανόμενον, καὶ γὰρ ἡ ξυλίνη κιβωτὸς ἡ γεηρὰ χρυσίῳ καθαρῷ περιείληπτο ἔνδοθεν καὶ ἔξωθεν εἰς τύπον τῆς θεότητος. Ὁμοίως καὶ ὁ ναὸς Σολομῶντος τῷ καθαρωτάτῳ χρυσίῳ κατακεκόσμη (185) το, καὶ ἡ στάμνος δὲ ἡ χρυσῆ τὸν Χριστὸν ἡμῖν Λόγον προδιέγραφε. Καὶ τάχα τούτου χάριν καὶ οἱ Μάγοι τῷ Χριστῷ ἐκ προσώπου τῶν ἐθνῶν πάντων τὸ χρυσίον προσήγαγον τὴν εἰκόνα τῆς ἐν Βαβυλῶνι εἰδωλολατρίας συντρίψαντες καὶ ταύτην αὐτῷ προσαγαγόντες, ἵνα τὴν ἀμαυρωθεῖσαν εἰκόνα τοῦ Ἀδὰμ τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ @1 (190) γενομένην τὴν κακῶς παραχαραχθεῖσαν καὶ τοῖς πάθεσι χειροτριβηθεῖσαν καὶ λειψὴν τῶν θείων ἐντολῶν ἐκ τοῦ ἰοῦ τοῦ ὄφεως γεγενημένην ὡς θεῖος χαρακτὴρ Χριστός, ὁ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως, ἀναμορφώσῃ ἑαυτὸν ἐν αὐτῇ τῇ τοῦ δούλου μορφῇ μορφώσας καὶ τῇ σφραγίδι τοῦ βαπτίσματος δι’ ὕδατος καὶ πυρὸς ἀνακαθάρῃ τὸν οἰκεῖον (195) λόγον ἐν αὐτῇ τῆς πίστεως ἀνατυπώσας, ὅπως πάλιν γένηται τὸ χρυσίον τῆς γῆς ἐκείνης καλὸν κατὰ τὸ γεγραμμένον περὶ τῆς πνευματικῆς Εὑιλὰτ ἐκκλησίας, ἐν αὐτῇ γὰρ καὶ μόνῃ ἐστὶ τὸ δόκιμον καὶ ἀνόθευτον τῶν δογμάτων χρυσίον.
Τὴν δὲ κιβωτὸν τὴν προσημαίνουσαν τὴν τῶν ἐθνῶν ἐκκλησίαν (200) ἔνδοθεν καὶ ἔξωθεν περιειλῆφθαί φησι χρυσίῳ καθαρῷ τῷ τῆς θεότητος, ὅτι καὶ τὰ ἔξω αὐτῆς, ἃ ὁρᾷ μόνον ὁ Ἰουδαῖος, ὁ Θεὸς καταστράπτει καὶ τὰ ἔσω, ἃ σὺν τοῖς ἔξω ὁ ἐθνικὸς λαὸς κατοπτεύει, ὁ αὐτὸς καταυγάζει πανταχόθεν αὐτὴν καταφωτίζων, κἂν ὁ Ἰουδαῖος καὶ τὴν τοῦ ἔξω δοκιμότητα οὐκ οἶδε διὰ τὴν τοῦ ἔσω ἄγνοιαν. Ὁ δὲ τοῦ Σολομῶντος (205) ναὸς τὸν ἀνθρώπινον ἐτύπου ναόν, εἰς ὃν οἰκεῖ ἡ Τριάς, ὃς ἔσωθεν μόνον χρυσῷ καταστράπτεται διὰ τὸ τὸν ἐν ἀνθρώπῳ ναὸν τοῦ Θεοῦ ἔσωθεν μόνον ὀφείλει ἔχειν τὴν τῶν ἔργων λαμπρότητα, μὴ καὶ ἔξωθεν κατ’ ἐπίδειξιν, ὅτι καὶ ἡ ἀστραπὴ τῆς θεότητος τὴν ψυχὴν αὐγάζει καὶ χρυσοειδῆ καθιστᾷ, τὸ σῶμα δ’ ἀτημέλητον μένει, οὐ γὰρ τούτου λόγος, (210) ᾧ συνέβη πρὸς τὰ ἔσω τὸ σπούδασμα. Καὶ ἡ στάμνος δέ, εἰ μὲν εἰς ψυχὴν ληφθῇ, τὸ μάννα φέρει Χριστόν, εἰ δ’ εἰς τὴν ἐκκλησίαν, τὸν ἄρτον φέρει τὸν μυστικόν, αἵτινες οὐκ ἐπόζουσι εἰς τὴν σήμερον καὶ αὔριον καὶ ἑξῆς συντηροῦσαι τὸ μάννα. Γίνεται γὰρ ἡ μὲν ὅλη Θεὸς χάριτι τὴν χρυσοειδῆ τῆς θεότητος αὐγὴν κατὰ ἀνάκρασιν δεξαμένη, ἡ δὲ τὰ καθαρὰ τῆς θεο (215) λογίας καὶ ἀνόθευτα δόγματα δεξαμένη καὶ τούτοις καταλαμπρυνομένη.
Καὶ ἐκεῖ ἔνθα ἐστὶν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.
Ἄνθραξ οὐράνιος ἥλιος Θεὸς Λόγος, ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Διὸ καὶ ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, τούτου τοῦ λεγομένου ἄνθρακος, πάντες οἱ σύμμορφοι τῆς εἰκόνος αὐτοῦ γενόμενοι φωστῆρες, (220) πρὸς οὓς ἔλεγεν ὅτι Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Τοῦτον τὸν ἄνθρακα προδιέγραφε τοῦ Θεοῦ Λόγου κἀκεῖνος ὁ ἄνθραξ, ὃν Ἠσαΐας ἐθεάσατο ἐν μέσῳ τῆς λαβίδος ὑπάρχοντα καὶ τὰς ἁμαρτίας αὐτοῦ καθαίροντα. Λαβὶς δὲ Χριστοῦ διὰ δύο πτυχίδων τοῦτον κατέχουσα ἡ ἄχραντος Μήτηρ αὐτοῦ καὶ τὸ πανάγιον αὐτοῦ σῶμα. Ἐκεῖ ἐστιν, ἐν μέσῳ αὐτῶν (225) δηλαδή, ὁ ἄνθραξ κατεχόμενος.
Εἶτ’ ἐπάγει· Καὶ ὁ λίθος ἐστὶν ὁ πράσινος ἐν τῷ αὐτῷ ποταμῷ. Τὸ μὲν πρῶτον τοῦ ἄνθρακος χρῶμα οὐράνιον, τὸ δὲ δεύτερον ἐπίγειον. Διὰ @1 τοῦτο γὰρ οὐδὲ προσαγορεύει λίθον τὸν ἄνθρακα ὡς τύπον ὄντα τῆς ἐν οὐρανῷ θεότητος, ἐπεὶ καὶ ὁ αἰθὴρ ὁ πυροειδὴς ἐν οὐρανῷ, ἀλλὰ τὸν (230) πράσινον προσαγορεύει λίθον ἐκ γῆς τικτόμενον καὶ τύπον ὄντα τῆς γεηρᾶς σαρκὸς τοῦ Λόγου. Διότι δὲ πᾶσα σὰρξ χόρτος, πᾶς δὲ χόρτος χλοάζων ἐν χλωριζούσῃ ὁρᾶται χροιᾷ ἤγουν πρασίνῳ, διὰ τοῦτο καὶ τὸ σαρκικὸν τοῦ Χριστοῦ ὡς ἐκ γῆς ἀναβλαστῆσαν τῷ τοιῷδε χρώματι παρεικάσθη. Ὅθεν καὶ ὁ θεόφρων Δανιὴλ τὴν ἔνσαρκον οἰκονομίαν λίθον (235) ἐκήρυξε λέγων ὅτι Λίθος ἐτμήθη ἐξ ὄρους παρθενικοῦ ἄνευ χειρῶν σπορᾶς καὶ φθορᾶς, λίθον ὃν ἀπεδοκίμασαν τῇ σαρκὶ οἱ προσκόψαντες τοῦ Χριστοῦ μιαροὶ οἰκοδόμοι, οἱ νομίζοντες τὸν λαὸν οἰκοδομεῖν γραμματεῖς τε καὶ Φαρισαῖοι, περὶ οὗ λίθου φησὶν ὁ Θεὸς καὶ διὰ φωνῆς ἑτέρου προφήτου· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ (240) καταισχυνθῇ.
Ταῦτα ἡμᾶς, καθάπερ ἔγω γε οἶμαι, ἡ θεία γραφὴ διὰ τούτων τῶν ποταμῶν καὶ τοῦ χρυσίου καὶ τοῦ ἄνθρακος καὶ τοῦ σμαράγδου αἰνιγματωδῶς παιδεύει τὰ δόγματα. Οὐ γὰρ δὴ χρυσοχόους ἡμᾶς καὶ λιθουργοὺς καὶ χειμευτὰς χρυσοκολλήτων λίθων ἀπεργάσασθαι ἡ γραφὴ (245) βουλομένη καὶ παιδεύουσα ταῦτά φησιν.
IV 1. Ἴδωμεν δὲ καὶ τὰ ἑπόμενα τῆς γραφῆς. Εἰποῦσα γὰρ τὸν πρότερον ποταμὸν Φεισὼν ἐπήγαγε λέγουσα· Καὶ ὄνομα τῷ δευτέρῳ ποταμῷ Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Εἵλκυσεν ἡμᾶς προϊὼν ὁ λόγος ἐπὶ τὰ πλάτη τῶν Νειλῴων ἐν Αἰγύπτῳ ναμάτων πρὸς (250) τὸν Γεὼν χειραγωγήσας, πρὸς ὃν μάλιστα καὶ τὸν τοῦδε τοῦ λόγου ποταμὸν ὀχετεύομεν. Καὶ δεῖ πάντως εἰς τὴν Αἴγυπτον ἀστειότερον περιστρέψαι τῷ λόγῳ, καὶ γὰρ ὑπὲρ ἅπαντας τοὺς ἐπὶ τῆς γῆς ῥυσιδρομοῦντας ποταμοὺς πολλήν τινα τὴν οἰκειότητα καὶ ἰδιότητα πρὸς Χριστὸν ὁρῶμεν ἔχοντα τὸν λεγόμενον τοῦτον Γεὼν ποταμόν. Ὡς γὰρ (255) οἱ καλῶς καὶ διηκριβωμένως τὴν Ἑβραίαν εἰς τὴν Ἑλλάδα μεταφράσαντες γλῶσσάν φασι, Γεὼν ἑρμηνεύεται ἐκχύτης ἢ κενώτης, ὅ ἐστι κατὰ ἀλήθειαν ὁ Χριστὸς ὡς μὲν ἐκχύτης λέγων· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, ὡς δὲ κενώτης Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἀνακαινίσας τὸν παλαιὸν ἄνθρωπον καὶ ἀνακαινίσας τὸ (260) πρόσωπον τῆς γῆς καὶ πνεῦμα εὐθὲς ἐγκαινίσας ἐν τοῖς ἐγκάτοις ἡμῶν.
Ὅθεν καὶ δευτερογενὴς τοῦ παραδείσου εὐθέως μετὰ τὸν Φεισὼν ὁ Γεὼν τάττεται σημαίνων τὸν δευτερογενῶς Χριστὸν ἐπὶ γῆς γεννηθέντα τὴν δευτέραν διὰ σαρκὸς γέννησιν μετὰ τὴν προαιώνιον αὐτοῦ ἐκ Πατρὸς ὁμοούσιον γέννησιν. Καὶ τάχα τούτου χάριν ὁ τοῦ Θεοῦ (265) ποταμὸς Ἰησοῦς εὐθέως γεννηθεὶς ἐπὶ γῆς γηγενὴς ἐκ Παρθένου καὶ Βηθλεεμίτιδος τοῦ σπηλαίου πηγῆς πρὸς τὸν Γεὼν ποταμὸν ἐν @1 Αἰγύπτῳ πορεύεται, ὅτι δεύτερος ἐκ παραδείσου ὁ Γεὼν καὶ δεύτερος τῇ ὑποστάσει ἐκ Πατρὸς ὁ Υἱός.
Ὅθεν καὶ ἐξ ὕψους τῶν καταρρακτῶν ὁ Γεὼν ἐκπορεύεται καὶ (270) κατέρχεται, ὅτι καὶ ἐξ ὕψους τῶν οὐρανίων καταρρακτῶν ἐπὶ γῆς κατελήλυθε. Τὴν ἄνω τῆς Αἰθιοπίας καὶ τὴν κάτω τῆς Αἰγύπτου χώραν ποτίζει ὁ Γεὼν καὶ πλουτίζει, καθὰ καὶ ὁ Χριστὸς τὰ οὐράνια καὶ τὰ ἐπίγεια πλουτίζων καὶ φωτίζων ἐστίν. Ἐξ ἀγνώστων ὁμοῦ καὶ ἀοράτων καὶ ἀνεπιβάτων καὶ ἐξ ἀνεξερευνήτων τόπων ἀμφότεροι προερχό (275) μενοι εἰς κατοικουμένους τόπους κατίασι.
Καὶ ἐν πᾶσι δὲ πράγμασι καὶ σχήμασι καὶ ὑποδείγμασιν ὁ Γεὼν κηρύσσει καὶ σαφεστάτως βοᾷ τοῦ Χριστοῦ τὰ μυστήρια. Διὸ ἀπ’ ἀρχῆς ποτε τό τε αἷμα καὶ ὕδωρ ὁ Νεῖλος ἀναβλύσας διὰ τοῦ πράγματος ἡμῖν προεκήρυξε τὸ αἷμα καὶ ὕδωρ τὸ ἐκ πλευρᾶς τοῦ ποταμοῦ τοῦ Θεοῦ (280) Ἰησοῦ ἐν Γολγοθᾶ ἀναβλύσαν. Γαίαν τε πᾶσαν ποτίζων, οὗτος ὁ Γεὼν ὁμοῦ καὶ αὖθις εἰς τὸν ἴδιον τόπον τὸν πρὶν ἀποκαθιστάμενος ὁρᾶται προτυπῶν Χριστὸν κόσμον ποτίσαντα καὶ φωτίσαντα ὁμοῦ καὶ λέγοντα ὅτι Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον καὶ πάλιν πρὸς τὸν Πατέρα μου ὑπάγω ἐν τοῖς προτέροις μου ἀποκαθιστάμενος ἀπεριγράπτοις τόποις. (285) Οὗτος ὁ περιχαρέστατος καὶ καρποδότης Νεῖλος ἔκτεινε πάλαι γόνους μιαρᾶς Φαραωνίτιδας πρωτοτοκίας κελεύσει νομοθέτου θανάτῳ παραπεμφθέντας προμηνύων τὸν Χριστὸν τὸν κτείναντα τὰ πρωτοτόκια Φαραὼ τοῦ διαβόλου, λέγω δὴ ἀσέβειαν καὶ εἰδωλολατρίαν ἐν βυθῷ ὕδατος τοῦ βαπτίσματος θανατωθέντα. (290)
Οὗτος ὁ Γεὼν ἡμῖν διεζωγράφησε πρῶτος Αἰγυπτίων τὰς ἀνηκέστους τιμωρίας, ἃς ἐπήγαγε Κύριος ὁ Ἰησοῦς ὑπὲρ ἡμῶν τοῖς λαοῖς τῶν δαιμόνων. Μόνος ὁ Γεὼν ἡμῖν ἔστεψεν Ἰωσὴφ βασιλέα πάντα τὰ κατὰ Χριστὸν ἡμῖν προτυποῦντα καὶ λαλοῦντα. Πρώτη πασῶν τῶν ἐθνικῶν χωρῶν ἡ Νειλῴα γαῖα τεθέαται Θεὸν ἐν σαρκὶ πρὸς αὐτὴν (295) ἐνδημοῦντα, καὶ οὐδεμία χώρα βαρβάρων ἀλλοφύλων ἐν σαρκὶ Χριστοῦ πρόσωπον ἐν κόσμῳ ἑώρακεν, εἰ μὴ Αἴγυπτος μόνη. Ἐν ταύτῃ τὸ πάσχα τοῦ Χριστοῦ πάθους τύπος ὁ ἀμνὸς ἐσφάγη πρῶτος. Ἐν ταύτῃ ἡ λύτρωσις τῶν ἐθνῶν ἡ ἐκ χειρὸς τοῦ τυράννου προδιεγράφη κόσμου. Αἴγυπτος εἶδε πρώτη ἀμνοῦ αἷμα πρὸς ἑσπέραν ἐν οἰκίαις πρὸς σωτηρίαν (300) σημειωθὲν καὶ δείκνυσι τὸ τοῦ ἀμνοῦ Χριστοῦ αἷμα πρὸς ἑσπέραν τῶν χρόνων ῥυέν, ἕως οὗ τὸν οἶκον τῆς ἐκκλησίας ἐχρωματούργησε.
Μετὰ τὸν νομικὸν χειμῶνα τὴν ἑαυτοῦ ἀνάβασιν εἰς τὸ ἔαρ ἐν σταυρῷ ποιήσας ὁ Κύριος ἐκεῖθεν ἐκ πλευρᾶς ζωῆς ἡμῖν ὕδωρ ἐπήγασεν ἐν τῷ κήπῳ τοῦ Γολγοθᾶ. Διὰ τοῦτο καὶ ὁ Γεὼν μετὰ τὸν χειμῶνα τὴν @1 (305) σωτήριον τοῦ λαοῦ ποιούμενος ἀνάβασιν πρὸ πάντων ποτίζει Αἰθίοπας κηρύττων ἡμῖν ὅτι πρώτους τοὺς ἐσκοτισμένους λαοὺς τῶν ἐθνῶν σώζει καὶ φωτίζει καὶ ποτίζει Χριστός, περὶ ὧν φησιν ὁ Δαυὶδ τῇ ἐκκλησίᾳ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἰδοὺ γὰρ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Αἰθιοπία γὰρ (310) προέφθασε χεῖρα αὐτῆς τῷ Θεῷ διδοῦσα καὶ ποιοῦσα συνθήκας πρὸ πάντων Χριστῷ δι’ ἐκείνου τοῦ εὐνούχου, ὃς ἦν ὁ Κανδάκης τῆς βασιλίσσης τῶν Αἰθιόπων ἐκκλησίας, ἥτις Χριστῷ ἑνωθεῖσα βοᾷ· Μέλαινα εἰμὶ καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, μέλαινα τὸ πρὶν τῇ ἀπιστίᾳ, ἣ τῇ νῦν σκοτεινὴ ταπεινοφροσύνῃ, καλὴ δὲ νῦν τῇ θεογνωσίᾳ. Ἐγὼ γάρ εἰμι ἡ (315) βασίλισσα τοῦ νότου ἡ ἀναστᾶσα ἐκ τῶν περάτων τῆς γῆς ἐθνῶν, καὶ ἐλθοῦσα εἶδον τὴν σοφίαν τοῦ ἀληθῶς Σολομῶντος τοῦ πρὸς ἐμὲ βοήσαντος· Ἀνάστα ἐλθέ, ἡ καλή, ἡ πλησίον μου, πρός με, ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις κἀγώ εἰμι ὁ ποταμὸς τοῦ Θεοῦ ὁ διὰ σὲ γενόμενος γηγενὴς Γεὼν καὶ κυκλῶν καὶ περιλαμβάνων πᾶσαν τὴν γῆν τῆς τῶν ἐθνῶν (320) Αἰθιοπίας καὶ Αἰγύπτου, τῆς πρὶν ἀπίστου, νῦν δὲ πισταρχούσης, ἐπειδὴ οἱ Αἰγύπτιοι πρῶτοι τὸν Κύριον εἶδον, καὶ γνωστὸς γέγονε Κύριος τοῖς Αἰγυπτίοις, καὶ ἔστι θυσιαστήριον τῷ Κυρίῳ ἐν Αἰγύπτῳ παγὲν ἐν πέτρᾳ Πέτρου καὶ στήλη τῷ Κυρίῳ πρὸς τὸ ὅριον Αἰγύπτου.
Ἐκάθισε γὰρ Κύριος ἐν βηθλεὲμ ἐπὶ νεφέλης κούφης, ὡς οὐράνιος (325) ὑετὸς ἐν κόλποις νεφέλης Μαρίας τῆς οἰκείας μητρός, καὶ δρομαῖος ἦλθεν εἰς Αἴγυπτον ἐκφεύγων χεῖρας μιαρῶν παρανόμων ἑκουσίως, καὶ ἔσεισε τὰ χειροποίητα Αἰγύπτου, καὶ κατέθραυσε τὰ γλυπτὰ Αἰγύπτου, καὶ ἤγειρε κειμένην ταύτην, ὅτι δέδεκται Αἴγυπτος χερσὶν οἰκείαις Θεὸν φυγάδα πρὸς αὐτὴν ἐλθόντα τρέχοντα, καὶ ἔκρυψεν ἐκ θηρίων ἀγρίων (330) Ἰουδαίων τὸν ταύτην ἁρπάσαντα ἐκ χειρῶν δαιμόνων, καὶ σέσωκεν ἀγκάλαις περιλαβοῦσα τὸν ταύτην ἐκ πλάνης καὶ κόσμον σώσαντα, καὶ ἐσκέπακε τὸν ταύτην καὶ πάντας τῇ χειρὶ σκέποντα. Καὶ ἐξεναγώγησεν Αἴγυπτος Θεὸν σαρκὶ ἑκουσίως ἐν αὐτῇ ξενιτεύσαντα καὶ ἡμᾶς τοὺς ξένους ἐν αὐτῇ εἰς οὐρανοὺς ἀναγαγόντα. Καὶ ἐξέθρεψεν Αἴγυπτος τὸν (335) οὐράνιον ἄρτον τὸν πάντας θρέψαντα. Καὶ πεπότικε Γεὼν Αἰγύπτου ὕδωρ τὴν πηγὴν τῆς ζωῆς. Καὶ ἤνοιξε θύραν πρώτη Αἴγυπτος τῷ λέγοντι· Ἐγώ εἰμι ἡ θύρα, καὶ δέδωκεν εἰσόδου ἀρχὴν τῷ ἐξ ἀνάρχου ἀρχῆς συνανάρχῳ ἐν ἀρχῇ Θεῷ Λόγῳ. Καὶ εὗρε Χριστὸς ἐν Αἰγύπτῳ ποῦ τὴν κεφαλὴν κλίνει τῇ πίστει, ἐπειδὴ ἐν τῇ ἰδίᾳ οὐκ ἦν αὐτῷ τόπος (340) πίστεως ἐν τῷ καταλύμ[μ]ατι τῆς καταλειφθείσης συναγωγῆς Ἰουδαίων. Καὶ Θεὸς θεῶν Κύριος ἐλάλησεν <καὶ ἐκάλεσεν> ἐξ Αἰγύπτου τὸν Υἱὸν @1 αὐτοῦ πρὸ ἀποστόλων ἀπόστολον Θεὸν ἡμῖν ἀποστείλας. Καὶ γέγονεν ὁ Γεὼν ἅγιος διὰ τοῦ Ἁγίου τῶν Ἁγίων ἁγιασθείς· πρὸς φωτισμόν τε καὶ ἁγιασμὸν προφθάνει τὸν Ἰορδάνην ὁ χρυσορρόας Χριστὸν σαρκὶ ἐν (345) ῥείθροις οἰκείοις δεξάμενος. Καὶ δέδεκται πάλιν Μαρίαν δεύτερον καὶ ἁγιωτέραν ἁγίων ἡ Αἴγυπτος, ἀντὶ Μαρίας Μωσαϊκῆς Μαρίαν δέσποιναν. Καὶ πλουτεῖ δεύτερον Ἰωσὴφ ὁ Γεὼν ἄνδρα μὲν λεγόμενον, ἀλλ’ οὐ γενόμενον παναφθόρου μητρός, ἐπεὶ οὗτος ἐγένετο εὐδοκία ἐνώπιον τοῦ ἑαυτὸν κενώσαντος Χριστοῦ. (350)
V 1. Ἀλλὰ ταῦτα μὲν τὰ Αἰγύπτου ἐγκώμια ἐν ἑτέρῳ λόγῳ πλατύτερον ἐξυμνήσαντες ἰδικῷ λόγῳ εἰς ταύτην συνετάξαμεν. Νῦν δὲ λοιπὸν ἡμᾶς καιρὸς καλεῖ καὶ τοὺς ἑτέρους τῶν ποταμῶν διὰ βραχέων διαπλεῦσαι σκοποῦντας πῶς καὶ οὗτοι εἰς Χριστὸν τὴν ἀναφορὰν καὶ τὸν παράδεισον τῆς ἐκκλησίας τῶν ἐθνῶν ἔχουσι. Λέγει γὰρ οὕτως ἡ τῆς (355) γραφῆς ἀκολουθία· Καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.
Τί δήποτε τοὺς μὲν δύο ποταμούς, τὸν Φεισὼν λέγω καὶ τὸν Γεών, κυκλοῦντας ὀνομάζει καὶ ὡσανεὶ φρουροῦντας καὶ περιτειχίζοντας τὸν παράδεισον Χριστοῦ, τὸν δὲ τρίτον ποταμὸν οὐ κυκλοῦντα, ἀλλ’ ὡσανεὶ (360) μετὰ μάχης καὶ πολέμου ὑπαντῶντα κατέναντι Ἀσσυρίων; Ἀσσύριοι μὲν οὖν ἑρμηνεύονται οὐ κατευθύνοντες, Τίγρις δὲ τῇ Ἑλλάδι φωνῇ λέγεται ὁ πλατὺς καὶ αὐστηρός. Οὐκοῦν τοῖς Ἀσσυρίοις μὴ κατευθύνουσι τὸν ἑαυτῶν βίον εἰς ὁδὸν εἰρήνης κατεναντίον ἵσταται πολεμοῦν αὐτοὺς τὸ εὐαγγελικὸν κήρυγμα. Οἴδαμεν γὰρ τοὺς Ἀσσυρίους ἐχθροὺς καὶ (365) πολεμίους ὄντας τῆς τοῦ Θεοῦ πόλεως Ἰερουσαλὴμ καὶ ταύτην καὶ τὸν οἶκον τοῦ Θεοῦ διαφόρως πορθήσαντας καὶ ἐμπρήσαντας, οἷς ὁ τρίτος ποταμὸς τοῦ πληρώματος τῆς Τριάδος, λέγω δὴ τὸ Πνεῦμα τὸ ἅγιον, κατέναντι πολέμιος αὐτῶν καὶ αὐστηρὸς πορεύεται.
Ὁ δὲ ποταμὸς ὁ τέταρτος, οὗτος Εὐφράτης. (370)
Ἐν πολλοῖς καὶ διαφόροις τόποις οἱ ἱεροὶ θεολόγοι τῶν Μωσαϊκῶν διδαγμάτων μέγαν εἰώθασι προσαγορεύειν, ἐκ τούτων δὴ τῶν τεσσάρων ποταμῶν, μόνον τὸν Εὐφράτην, ὡς ὅταν λέγῃ ὁ Θεὸς πρὸς τὸν Ἰσραὴλ ὅτι Καὶ θήσω τὰ ὅριά σου ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. Εὐφράτης μὲν οὖν τῇ Ἑλλάδι φωνῇ (375) μεθερμηνεύεται καρποφορία αὐτῶν, Εὐφραθαῖοι δὲ πάλιν οἱ καρποφοροῦντες λέγονται. Τινὲς δὲ τῶν ἑρμηνευτῶν διασκεδασμὸν κακίας τὸν Εὐφράτην ἑρμηνεύουσι, τὴν δὲ Εὐφραθὰ καρποφορουμένην γῆν. Οὐκοῦν διὰ τοῦτο ὁ ποταμὸς τοῦ Θεοῦ ὁ μέγας Εὐφράτης Χριστός, ἡ καρποφορία τῶν Εὐφραθαίων καρποφορούντων ἐθνῶν, ἐν τῇ Εὐφραθᾷ @1 (380) Βηθλεὲμ ἐτέχθη, ὅπως διασκεδάσῃ τὴν κακίαν τῶν ἐθνῶν καὶ καρποφορουμένην γῆν ἀναδείξῃ τὴν πρὶν ἄκαρπον ἐκκλησίαν, ὅπως ἡ γῆ ἡμῶν δώσῃ τὸν καρπὸν αὐτῆς ἀχωρίστου ἐν αὐτῇ ὑπάρχοντος τοῦ καρποδότου Εὐφράτου. Ἐπιστῆσαι γὰρ μᾶλλον προσήκει νουνεχῶς πῶς ὁ μὲν Φεισὼν κυκλοῦν λέγεται αὐτὴν τὴν ὅλην γῆν Εὑιλὰτ ἤγουν (385) ὠδίνουσαν, ὁ δὲ Γεὼν ὁμοίως περιέχει φρουρῶν τοὺς ἐν αὐτῇ λαοὺς τῶν πρὶν Αἰθιόπων, ὁ δὲ Τίγρις ὑπερασπίζειν καὶ προίστασθαι ταύτης κατέναντι τῶν πονηρῶν Ἀσσυρίων, ὁ δὲ μέγας Εὐφράτης οὐδὲ μεθίστασθαι γέγραπται οὐδὲ πορεύεσθαι οὐδὲ κυκλοῦν, ἀλλ’ ἑδραῖος καὶ ἀμετάθετος εἶναι ὡς ἀεὶ λέγων ὅτι Ἰδοὺ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας (390) ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Διὰ τοῦτο γὰρ οὔτε χώραν ὑπὸ τῆς γραφῆς τινα μίαν λέγεται οὗτος ὁ μέγας ποταμὸς ποτίζειν οὔτε τόπον, οὐ γὰρ τόπον, ἀλλὰ κόσμον ὅλον ὁ τέταρτος οὗτος ποτίζει ποταμός. Τέταρτον δὲ ποταμὸν νόησον τὸ εὐαγγελικὸν καὶ οἰκουμενικὸν κήρυγμα μετὰ τὸν φυσικὸν καὶ Μωσαϊκὸν καὶ (395) προφητικὸν τυπικὸν νόμον.
VI 1. Ἐπειδὴ δὲ σκληρὰ καὶ βεβιασμένα τὰ νῦν περὶ τούτων τῶν ποταμῶν λεγόμενα οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πολλοῖς τῆς ἐκκλησίας τοῖς σαρκικοῖς οὖσι καὶ μὴ χωροῦσι μετὰ Παύλου νοεῖν καὶ λέγειν ὅτι Τὸ γράμμα ἀποκτένει, ὁ γὰρ νόμος πνευματικός ἐστι, φέρε ἐξ αὐτῆς τῆς (400) θείας γραφῆς ἀμφοτέροις δείξωμεν πνευματικὸν Εὐφράτην προονομαζόμενον τὸν Χριστόν. Φαίνεται τοίνυν ἐν τῷ νόμῳ κελεύων ὁ Θεὸς τῷ Ἰσραὴλ τρεῖς τινας καιροὺς καθ’ ἕκαστον ἐνιαυτὸν ἔρχεσθαι καὶ προσκυνεῖν ἐν Ἰερουσαλὴμ πάντα ἀρσενικὸν ἄνδρα ἐκ πάσης γῆς, οὗ ἐὰν κατοικεῖ, ἐπιθεὶς καὶ δεσμὸν φρικτὸν καὶ ὅρον ἀποφηνάμενος ὅτι (405) Ἐπικατάρατος πᾶς ἄνθρωπος ἐν Ἰερουσαλήμ, ὃς οὐ ποιεῖ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ τοῦ βιβλίου τούτου. Εἰ τοίνυν τὰ ὅριά σου τέθηκεν ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ, οὗ σὺ νομίζεις μεγάλου βαβυλωνίου Εὐφράτου, πῶς δυνατόν σοι τρίτον τοῦ ἐνιαυτοῦ ἐλθεῖν ἐκ Μεσοποταμίας ἐν Ἰερουσαλὴμ καὶ προσκυνεῖν Κυρίῳ τῷ Θεῷ; (410) Ἠνάγκασται τοίνυν ὁ Ἰουδαῖος ἓν ἐκ τῶν δύο εἰπεῖν, ἢ ὅτι ὅλος ὁ σκοπὸς τοῦ Θεοῦ ἐν τῷ νόμῳ οὗτος ἦν τοῦ δεσμῆσαι καὶ δεῖξαι ἐπικατάρατον εἶναι ἀεὶ τὸν Ἰσραὴλ μὴ ἰσχύοντα μηδὲ δυνάμενον ποιῆσαι τὰ προστάγματα, ἃ προσέταξεν ὁ Θεός, ἢ ὅτι Εὐφράτην τὸν Χριστὸν ὀνομάζει πνευματικῶς ἡ γραφὴ λέγουσα τῷ Ἰσραὴλ ὅτι Καὶ θήσω τὰ ὅριά σου, (415) τουτέστι τὸν ὅρον τοῦ χρόνου τῆς νομικῆς λατρείας, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἤτοι ἀπὸ τῆς ἐξόδου Ἰσραὴλ τῆς Αἰγύπτου ἕως τῆς παρουσίας Χριστοῦ τοῦ μεγάλου καρποφόρου Εὐφράτου, καὶ εὐθέως ἀρθήσεται @1 θυσία καὶ σπονδή, ὥς φησιν ὁ Δανιήλ. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ (420) ἡγουμένου, καὶ ἐξαλειφθήσεται χρίσμα καὶ κρίμα, τέλος γὰρ νόμου Χριστός, ὁ γὰρ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ βαπτιστοῦ.
Δριμύττεται, οἶδα, καὶ ἀγανακτεῖ τούτων ἀκούων ὁ Ἰουδαῖος ψευδεῖς ληρωδίας καλῶν τὰ εἰρημένα. Οὐκοῦν ὑπαντήσωμεν αὐτῷ διὰ τῆς ἄλλης ἀρχῆς, τουτέστι τοῦ Γεών. Θήσω, φησί, τὰ ὅριά σου ἀπὸ τοῦ (425) ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου. Οὗτος πρὸς τὸν Ἰσραὴλ λόγος καὶ ὅρος τοῦ Θεοῦ, οὐκ ἔνι δὲ Θεὸς ἀληθὴς ψευδόμενος. Τὸ γὰρ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα, καθὰ καὶ ὁ Δαυίδ φησιν ὅτι Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Τοῦ Θεοῦ τοίνυν ὑποσχομένου καὶ μὴ (430) ψευδομένου καὶ εἰπόντος τιθέναι τὰ ὅρια Ἰσραὴλ ἀπὸ Γεὼν Αἰγύπτου ἕως τοῦ Εὐφράτου πῶς οὐδὲ τοῦ Γεὼν οὔτε μὴν τῶν πλησίον τοῦ Γεὼν χωρῶν οὔτε πάλιν τοῦ Εὐφράτου οὐδέ τινος ἐνορίας τῶν πλησίον τοῦ Εὐφράτου ἐδέσποσεν ὁ Ἰσραήλ; Ἐπανελθὼν ἐν τῇ τῶν Χαναναίων Παλαιστίνῃ ὅτου γοῦν χάριν οὐ κατέσχεν ἕως τοῦ Εὐφράτου; Κἀγὼ δὲ (435) πρὸς αὐτὸν καὶ ἔτι ἐρῶ ὅτι Καὶ πῶς ἐν τῇ ἐρήμῳ διὰ παντὸς παροργίσας τὸν Θεὸν κατέσχες καὶ ἐκράτησας ἀπὸ Δὰν ἕως βηρσαβεὲ Ἀμοραίους καὶ Χετταίους καὶ τὰ λοιπὰ ἔθνη τῆς γῆς Χαναάν;
Οὐκοῦν μανθανέτω καὶ ἡ ἐκκλησία καὶ ὁ Ἰουδαῖος ὅτι ἀπὸ τῆς ἐξόδου Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου Χριστοῦ (440) ὥρισεν ὁ Θεὸς τὰ ὅρια τῆς νομικῆς λατρείας κρατεῖν. Οὗτος γάρ ἐστιν ὁ πνευματικὸς Εὐφράτης ὁ διαφθείρας τὴν δι’ αἵματος λατρείαν καὶ σπονδήν. Καὶ τοῦτον προσημαίνων ὁ Θεὸς τὸν Εὐφράτην λέγει τῷ Ἱερεμίᾳ πρὸ τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ὄντι· Ὕπαγε, βάλε τὸ περίζωμα εἰς τὸν Εὐφράτην. Εὐφράτην δὲ λέγει αὐτῷ ὁ Θεὸς (445) τόπον κατάρρυτον ὕδασι, πλησίον Ἰερουσαλὴμ ὄντα, καλούμενον Φαρὰ ἤτοι καρποφόρον. Καὶ θέντος ἐκεῖσε τοῦ προφήτου τὸ λέντιον τῆς ὀσφύος αὐτοῦ ἀπέστειλεν αὐτὸν μεθ’ ἡμέραν ἐπισκέψασθαι καὶ ἄγειν αὐτό, καὶ πορευθεὶς εὗρεν αὐτὸ διεφθαρμένον. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν λέγων· Οὕτω διαφθαρήσεται ὁ λαὸς οὗτος, καθ’ ὃν τρόπον τὸ (450) περίζωμα τοῦ λεντίου, περίζωμα τοῦ λεντίου ὀνομάσας τὸν Ἰσραὴλ ὁ Θεός, ὃν διέφθειρεν ὁ μέγας ποταμὸς Εὐφράτης Χριστὸς ἐν Ἰερουσαλήμ. Ἐξηδάφισε δὲ αὐτὸν ὅλον ὑπὸ Ῥωμαίων Τίτου καὶ Οὐεσπασιανοῦ, καὶ γὰρ τὸ περίζωμα οὐ μόνον τῆς φύσεως, ἐν τῇ ὀσφύι τῆς γαστρὸς καὶ τῶν παιδουργῶν μορίων ἐπικείμενον. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἐλθὼν @1 (455) ἐπὶ τὸν δεῖπνον τῆς καινῆς διαθήκης συγγενειάσαι ἑαυτῷ τὰ ἔθνη λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
Λείπεται τοίνυν ἡμῖν καί τινα πνευματικὸν Γεὼν ἐν Σιὼν ὄντα ὑποδεῖξαι τῷ Ἰουδαίῳ καὶ τῇ ἐκκλησίᾳ εἰς τὸ πεῖσαι τοὺς ἀμφοτέρους μὴ μόνον κατὰ τὸ γράμμα νοεῖν τὰς γραφάς, τὸ γὰρ γράμμα ἀποκτένει. (460) Ὅρα γὰρ ὅτι, ἐὰν σωματικῶς νοήσωμεν τὸ παρὸν γραφικὸν θεώρημα τὸ φάσκον ὅτι Καὶ θήσω τὰ ὅρια Ἰσραὴλ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, ψευσάμενον εὑρίσκομεν τὸν Θεόν, καθὰ Μανιχαίοις μιαροῖς ἔδοξε ψεύστην εἶναι τὸν Θεὸν τὸν λαλήσαντα τὴν παλαιὰν διαθήκην. Οὐκοῦν, ἵνα μὴ καὶ ἡμεῖς τοῖς αὐτοῖς (465) περιπέσωμεν βρόχοις, πεισθῶμεν Χριστῷ τῷ εἰπόντι ὅτι Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα γένηται εἰς αὐτόν, περὶ αὐτοῦ γὰρ πάντα τὰ ἐν τῇ παλαιᾷ ἐγράφη.
Εὑρίσκομεν τοίνυν ἐν τῇ ἀρχῇ τῆς Τρίτης τῶν βασιλειῶν τὸν Δαυὶδ μέλλοντα τελευτᾶν μετὰ τὸ βασιλεῦσαι αὐτὸν τριάκοντα καὶ τρεῖς (470) χρόνους τοὺς ἐν τῇ Σιὼν εἰς τύπον τῆς κατὰ σάρκα ἡλικίας τοῦ Χριστοῦ λέγοντα· Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Νάθαν τὸν προφήτην καὶ βανέαν υἱὸν Ἰωδάε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετε τοὺς δούλους τοῦ Κυρίου ἡμῶν μεθ’ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλομὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε (475) αὐτὸν εἰς τὸν Γεών, καὶ χρίσατε αὐτὸν εἰς βασιλέα ἐπὶ Ἰερουσαλήμ. Καὶ ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς ὁ βασιλεύς, καὶ ὑπέστρεψε Σολομὼν ἐκ τοῦ Γεὼν πρὸς τὸν πατέρα αὐτοῦ Δαυὶδ βασιλεύσας, ὥστε οὐδὲν ἔλειπε τότε τὸν Δαυὶδ εἰπεῖν, ἡνίκα ἀνῆλθεν ὁ υἱὸς αὐτοῦ ἐκ τοῦ Γεὼν πρὸς αὐτόν, ὅτι Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Γεὼν γὰρ τὴν (480) Αἴγυπτον σημαίνει, καὶ γὰρ ποταμός ἐστι καὶ οὗτος ἐν τῇ Ἰερουσαλὴμ ὁ λεγόμενος Σιλωάμ.
Ἀνανεύσας γοῦν πρὸς τὰ λεγόμενα ὁ Ἑβραῖος ἐλέγχεται ὑπὸ τῆς τῶν πραγμάτων ἀκολουθίας. Οὐχ εὑρίσκομεν γὰρ ἕτερον βασιλέα χρισθέντα ἐν τῷ Γεὼν εἰ μὴ μόνον τὸν Σολομῶντα, υἱὸν Δαυίδ, εἰς τύπον (485) Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυίδ. Διὰ τοῦτο καὶ τὸν ναὸν τοῦ Θεοῦ οὐχ ὁ Δαυὶδ οἰκοδομεῖ, ὅπερ καὶ ἔπρεπε, δικαιότατος γάρ, ἀλλ’ ὁ υἱὸς Δαυὶδ δηλαδὴ οἰκονομήσας τὸν λογικὸν ναὸν τοῦ ἀνθρώπου καταλυθέντα καὶ οἰκοδομήσας τὴν ἑαυτοῦ ἐκκλησίαν. Διὰ τοῦτο καὶ εἰρήνευσαν τῷ Σολομῶντι πάντα τὰ κύκλῳ αὐτοῦ ἔθνη. Διὰ τοῦτο καὶ ἡ βασίλισσα (490) νότου, τουτέστι τῶν ὄπισθεν τοῦ αἰῶνος χρόνων, ἡ ἐκκλησία τῶν πρὶν Αἰθιόπων ἀνέστη ἐκ τῶν περάτων, ἀλλ’ οὐκ ἐξ ἑνὸς τόπου τινός, καὶ ἦλθεν ἵνα ἴδῃ τὴν σοφίαν τοῦ υἱοῦ Δαυίδ, Ἰησοῦ τοῦ πνευματικοῦ Σολομῶντος. @1
Ἐπειδὴ ἀπὸ τοῦ ναοῦ Σολομῶντος τοῦ χρισθέντος ἐν τῷ Γεὼν ἕως (495) τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου τῆς ἐκκλησίας ἐκράτησαν τὰ ὅρια τῆς νομικῆς λατρείας τοῦ ναοῦ Θεοῦ τὸν ναὸν τοῦ Ἰσραὴλ λύσαντος καὶ θυσίας λογικῆς τὴν ἀλόγων θυσίαν συσβεσάσης διὰ τοῦ Χριστοῦ τοῦ ἀκοιμήτου καὶ ἀσβέστου ἄνθρακος. Ἐπεὶ καὶ τὸν Ἠσαΐαν ἐνέπρησε καὶ πρὸς ἑαυτὸν ἐξεπύρωσε τῇ νομικῇ θυσίᾳ προκείμενον συμβολικῶς καὶ (500) τότε τούτῳ φανείς. Οὕτως φάγετε τὰς σάρκας τοῦ σώματος τῆς γραφῆς, ἀδελφοί, πεινῶντες αὐτάς, καὶ τὸ κεκρυμμένον ἐν τῇ σαρκὶ τοῦ γράμματος πνευματικὸν μυστηρίων αἷμα οὕτως πίετε. Ὁ γὰρ οὕτως μεταλαμβάνων αὐτῆς ἔχει ζωὴν αἰώνιον.
VII 1. Ἐπειδὴ δὲ τὴν ἐκπορευτικὴν ἰδιότητα ἐπὶ τοῦ ἁγίου Πνεύματος (505) ἐξ εὐαγγελικῆς ἐμάθομεν παραδόσεως εἶναι τοῦ Κυρίου λέγοντος· Τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, τάχα τὸ Πνεῦμα δηλοῖ ὁ συγγραφεὺς λέγων ὅτι Ποταμὸς ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον τῆς ἐκκλησίας. Τὸ γὰρ ἐκπορεύεται τὸ διηνεκὲς καὶ ἄπαυστον σημαίνει, ὥσπερ καὶ τὸ ποτίζειν τὸ ἀένναον καὶ ἄπαυστον, ὅπερ πάλιν (510) ἡμῖν ὁ αὐτὸς Δεσπότης Χριστὸς ὑπέσχετο λέγων ὅτι Ἐὰν ἀπέλθω πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ἵνα μείνῃ μεθ’ ἡμῶν εἰς τὸν αἰῶνα.
Εἰ δὲ καὶ τὰς τέσσαρας ἀρχὰς τῆς ἐλλάμψεως τοῦ ἁγίου Πνεύματος ζητεῖς, γνῶθι τοῦτο εἶναι τὸ λαλῆσαν ἐν τοῖς πρὸ νόμου δικαίοις, ἐξ ὧν (515) ἦν κἀκεῖνος ὁ λέγων· Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισί, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με, ὡσαύτως καὶ δεύτερον ἐν τῷ νόμῳ, τρίτον δ’ ἐν τοῖς προφήταις, εἶτα κατὰ τετάρτην τάξιν ἐν τοῖς τέσσαρσι ποταμοῖς τῶν εὐαγγελιστῶν. Ματθαῖος μὲν γὰρ ἑρμηνεύεται ἐντολὴ ὑψίστου, ὅπερ ἁρμόζει λέγεσθαι ἐπὶ τοῦ εὐαγγελικοῦ κηρύγματος, Μᾶρκος δ’ (520) εἴρηται δόμα ζωῆς, Λουκᾶς δὲ πάλιν αὐτὸς ἀνιστῶν, Ἰωάννης Κυρίῳ ὑπήκοος.
Καὶ αὐτὴ δὲ ἡ τῶν τεσσάρων ποταμῶν ἀκόλουθος θέσις τὴν τῶν ἁγίων εὐαγγελιστῶν ἀπαράλλακτον προσημαίνει θέσιν καὶ τάξιν. Πρῶτος ὁ Ματθαῖος ὁ λεγόμενος Φεισών, ὅπερ ἑρμηνεύεται στόματος (525) ἀλλοίωσις, Ἑβραΐδι γὰρ διαλέκτῳ τοῦ Ματθαίου τὸ εὐαγγέλιον ἐκθεμένου ἠλλοιώθη καὶ μεθερμηνεύθη ὁ λόγος τοῦ στόματος αὐτοῦ ὑπὸ Λουκᾷ καὶ τοῦ Παύλου εἰς τὴν Ἑλλάδα φωνήν. Δεύτερος προσφόρως ὁ Μᾶρκος ποταμὸς ὁ λεγόμενος Γεών, ἐπειδὴ καὶ τῇ Αἰγύπτῳ ὁ Μᾶρκος εὐαγγελισάμενος ἐκεῖ διὰ τοῦ Πνεύματος τὸν ποταμὸν ἐκ τῆς κοιλίας (530) αὐτοῦ ἐξέβλυσεν ὕδατος ζῶντος τοῦ κηρύγματος. Τρίτος ὁ Λουκᾶς ὁ καλούμενος Τίγρις, ὃς πλατὺς ἑρμηνεύεται. Τί γὰρ ἐν εὐαγγελίοις πλατύτερον ἢ πλουσιώτερον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου; Παύλῳ γὰρ τῇ @1 πηγῇ τῶν δογμάτων μαθητεύσας ὑπὲρ τὰ ποτάμια ῥεῖθρα ἐκ τῶν τοῦ Παύλου κρουνῶν ἀνέβλυσε. Τέταρτος Ἰωάννης ἀγαπητὸς ἐπιστήθιος ὁ (535) μέγας τοῦ ἡλίου τῆς δικαιοσύνης Εὐφράτης. Καὶ διὰ τοῦτο, ὡς ἐπὶ τὸ στῆθος τοῦ φωτὸς ἀνακληθείς, τὴν ἄνωθεν ἐκ τοῦ Πατρὸς τῶν φώτων αὐτοῦ ἡμῖν ἀνήγγειλε γέννησιν, φῶς αὐτὸν ἀληθινὸν φωτίζοντα πάντα ἄνθρωπον καὶ φῶς ἐν τῇ σκοτίᾳ φαίνοντα καὶ Φῶς τοῦ κόσμου, καθὼς εἶπεν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1
(540) (9) Τοῦ αὐτοῦ ἀκολούθως λόγος ἔννατος
I 1. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο (1) αὐτὸν ἐν τῷ παραδείσῳ.
Σκοπῆσαι δεῖ πρὸ πάσης ἐξετάσεως ἐν τῷ προκειμένῳ χωρίῳ διὰ τί μὴ αὐτόχθονα παραδεισογενῆ καὶ παραδεισόπλαστον ἔνδον ἐν τῷ παραδείσῳ ὁ Θεὸς τὸν ἄνθρωπον ἐποίησεν, ἀλλ’ ἔξωθεν αὐτὸν γυμνὸν (5) καὶ ἀσύνθετον εἰσάγει ποθὲν ἄλλοθεν εἰς τὸν παράδεισον, τὴν δὲ γυναῖκα ἐντὸς ἐν τῷ παραδείσῳ ἐκ τοῦ ἀνθρώπου δημιουργεῖ, τὰ δὲ θηρία πάλιν ἔξω κατασκευάσας μετὰ ταῦτα πρὸς τὸν ἄνθρωπον ἐν παραδείσῳ εἰσάγει. Ἐχρῆν γὰρ ἢ καὶ τὴν γυναῖκα σὺν τῷ ἀνθρώπῳ ἔξω διαπλάσαι ἢ καὶ τὸν ἄνδρα ἔσω, ἔνθα ἡ γυνὴ κατεσκεύασται. Πῶς δὲ καὶ φέρων ὁ (10) Θεὸς τὰ θηρία καὶ τὰ ζῷα οὐ πρὸς ἀμφοτέρους αὐτὰ ἤγαγεν ὁμοῦ ἀχωρίστους τυγχάνοντας, ἀλλὰ πρὸς μόνον τὸν ἄνθρωπον;
Ταῦτα ὁ Ἰουδαῖος καθ’ ἑκάστην ἡμέραν ἀναγινώσκων οὐ γινώσκει, ὅτι τὸ κάλυμμα τῆς ψυχικῆς ἀγνωσίας ἐπικείμενον ἔχει. Κατὰ γὰρ τὸ γράμμα ταῦτα νοούμενα πάσης ἀτοπίας καὶ βλασφημίας γίνονται (15) πρόξενα. Εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γὴν πληροῖ ὡς ἀπερίγραπτος καὶ ἀχώρητος καὶ ἀμετάστατος καὶ ἀκίνητος καὶ ἀμετάθετος ὁ Θεός, πῶς οὐκ ἀπολλύμεθα ἀκούοντες ὅτι ἔλαβε τὸν ἄνθρωπον καὶ ἐκ τόπου εἰς τόπον ὁ Θεὸς μετήγαγε καὶ ἔθετο αὐτόν; Εἰ δὲ λέγεις ὅτι ἐκτὸς τοῦ παραδείσου γέγονε καὶ ἡ γυνὴ ἐκ τῆς πλευρᾶς, πῶς συνεισφέρει αὐτὴν (20) σὺν τῷ ἀνθρώπῳ ἐν τῷ παραδείσῳ; Ἀλλ’ ἵνα μὴ ἀπορίᾳ τὴν ἀπορίαν συγκαλύψωμεν, ὅσοι σαφῶς τε καὶ ἀπλανῶς βουλόμεθα μαθεῖν πῶς ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ἀκούσωμεν Παύλου περὶ Χριστοῦ λέγοντος ὅτι Ἐν μορφῇ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβε τοῦ ἀνθρώπου, ὃν ἔπλασεν, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς (25) ἐκκλησίας ἐργάζεσθαι αὐτόν, τουτέστι τὸν ἄνθρωπον, καὶ φυλάσσειν.
Ὁ δὲ θορυβούμενος ἐπὶ τῷ ῥήματι εἰπάτω μοι μεγέθους τοιούτου ἀκαταλήπτου ὄντος τοῦ πλάτους τοῦ παραδείσου, ὥστε τὸ περισσεῦον τοῦ ποτισμοῦ αὐτοῦ τέσσαρας τοιούτους ἀποτελεῖν ποτισμοὺς σχεδὸν πᾶσαν τὴν οἰκουμένην ἀρδεύοντας, πῶς μόνος ὢν ἐργάζεσθαι καὶ (30) φυλάσσειν τοῦτον δύναται; Ποῦ δὲ καὶ τὰ πρὸς ἐργασίαν γῆς δίκελλα καὶ σκαπάνη καὶ ἄροτρα ἐπιτήδεια; Τίνος δὲ χάριν καὶ ἐφύλαττεν οὔτε κλεπτῶν οὔτε ἀνδρῶν ὑπαρχόντων, καὶ πάντων δὲ τῶν θηρίων καὶ πετεινῶν ἐσθίειν σὺν αὐτῷ ἀπὸ πάντων τῶν ἐπὶ γῆς φυομένων καρπῶν προστεταγμένων ὡσανεὶ συμμεριστῶν τοῦ ἀνθρώπου καὶ συγκληρο (35) νόμων εἰς τοὺς καρποὺς ὑπὸ Θεοῦ γεγενημένων, καθὼς ἤδη ὑμῖν καὶ ἐν @1 τοῖς ἔμπροσθεν διὰ βραχέων εἴρηται; Ἀλλὰ μὴν καὶ ὑπετάσσοντο τῷ Ἀδὰμ πάντα τὰ θηρία καὶ τὰ πετεινά.
Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι ἐξ ἀγνώστου τινὸς καὶ ἀνερμηνεύτου καὶ ἀκαταλήπτου τόπου εἰσφέρει ὁ Θεὸς τὸν Ἀδὰμ μόνον γυμνὸν καὶ (40) ἀσύνθετον ἐν τῷ παραδείσῳ καὶ ἐνδύει αὐτὸν ἔσω δερμάτινον χιτῶνα σαρκικὸν καὶ τὰ θηρία προσάγει αὐτῷ ἔσω τὰ πρὸ τῆς εἰσόδου αὐτοῦ ἔξω τυγχάνοντα, μηδὲν ἕτερον διὰ πάντων τούτων νοήσεις προφητευόμενον ἀλλ’ ἢ ὅτι ὁ Θεὸς Λόγος ὁ πρὶν γυμνὸς καὶ ἀσύνθετος βουλήσει καὶ συνεργίᾳ τοῦ Πατρὸς ἐξ ἀγνώστου καὶ ἀνερμηνεύτου τόπου τοῦ (45) Χερουβικοῦ θρόνου εἰσῆλθε πρὸς τὸν παράδεισον τῆς ἐκκλησίας ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν αὐτόν, καὶ σαρκωθεὶς τὸν τῆς ἡμετέρας οὐσίας χιτῶνα ἔλαβε τὸν ἄνθρωπον, ὃν ἔπλασεν, ἑνωθεὶς αὐτῷ καθ’ ὑπόστασιν. Οὐ γὰρ δήπου ἀγγέλων ἐπελάβετο, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ἡνίκα τὸ λεντίον τῆς σαρκὸς λαβὼν διέζωσεν ἑαυτὸν οὐχ (50) ὑφ’ ἑτέρου τοῦτο περιτεθέν, ἑαυτὸν γὰρ ἐσάρκωσε χωρὶς ἀνθρωπίνης σπορᾶς.
Περὶ ἧς εἰσόδου τῆς ἐν τῷ βίῳ ὁ παραδεισοδρόμος Παῦλος μαρτυρεῖ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦ Υἱοῦ τοῦ διὰ Πατρὸς εἰσενεχθέντος λέγων· Ὅταν δὲ τὸν πρωτότοκον εἰσαγάγῃ εἰς τὴν οἰκου (55) μένην καὶ θήσει αὐτὸν ἐν τῇ ἐκκλησίᾳ, ὃν ἔθηκε κληρονόμον πάντων, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ προσκυνήσουσιν αὐτῷ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τῶν θηρίων, καὶ πάντες οἱ λέοντες βασιλεῖς τῆς γῆς μακαριοῦσιν αὐτὸν ὡς λαβόντα ἐκ τοῦ Πατρὸς τὰ θηρία τῶν λαῶν κληρονομίαν καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ (60) πέρατα τῆς γῆς. Οὕτω νοείτω ἡ ἐκκλησία τό· Ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ὡς ἴδιον σῶμα εἰς μίαν ὑπόστασιν ἁγίαν, ὥστε τὸ πλήρωμα τοῦ πιστοῦ λαοῦ ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον τῶν λογικῶν ἐθνῶν δένδρων.
Ὅθεν ὡς εἰς τοῦτο αὐτὸ ὑπὸ τοῦ Πατρὸς τεθεὶς ἔλεγεν ὅτι Ὁ (65) Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Καὶ φυλάττοντι τὴν πατρικὴν ἐντολὴν ἔδωκέ μοι ἀγρὸν καὶ κῆπον, εἰς ὃν ἐξελθὼν ἐκ τοῦ Πατρὸς εἰσῆλθον εὐθὺς ὁ σπείρων τοῦ σπεῖραι. Καὶ εὐθέως ἅμα πρωῒ ἐμισθωσάμην δώδεκα ἐργάτας ἀροτῆρας μαθητὰς ἐντειλάμενος αὐτοῖς ὅτι Οὐδεὶς ἐξ ὑμῶν βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ (70) ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Λοιπὸν προθύμως ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, ὁ γὰρ ζυγός μου χρηστός, ἐπείτοι σταυρός. Καὶ ὁ σπείρων μισθὸν λαμβάνει καὶ συνάγει καρπόν, ἵνα χαίρῃ ὁ σπείρων ὁμοῦ καὶ ὁ θερίζων. Τούτους τοὺς δώδεκα ἐμισθωσάμην ἅμα πρωΐ. Ἀλλ’ ὡς εἶδον τὸν παράδεισον μέγαν καὶ τὰς χώρας πολλὰς καὶ @1 (75) λευκὰς καὶ καθαρὰς τῇ καρδίᾳ καὶ ἑτοίμους τῇ προθέσει πρὸς θερισμὸν πίστεως καὶ μετεγκεντρισμὸν ἐξ ἀπιστίας εἰς θεογνωσίαν, οὐ μόνον δὲ ἀλλὰ καὶ τὰ δένδρα ὡραίους εἰς ὅρασιν καὶ καλοὺς εἰς βρῶσιν καὶ πεπείρους τοὺς καρποὺς ἔχοντα, εἶπον· Ὁ μὲν θερισμὸς πολὺς καὶ ὁ τρυγητὸς ἔφθασεν, οἱ δὲ ἐργάται ὀλίγοι. Διὸ καὶ ἀναδείξας καὶ λαὸν (80) ἐμισθωσάμην ἄλλους ἑβδομήκοντα ἐργάτας εἰς τὸ ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον τοῦτον, εἰς τὸ καλλιεργεῖν καὶ σπείρειν καὶ φυτεύειν καὶ καθαίρειν καὶ ποτίζειν, ἐντειλάμενος αὐτοῖς ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζώσατε αὐτήν, καὶ τὸν ἡμέτερον λόγον καὶ δόγμα καταφυτεύσατε. (85)
Οὐ μόνον δὲ ἀλλὰ καὶ δι’ ἑαυτοῦ ἔστιν ἰδέσθαι τοῦτον τὸν δεύτερον Ἀδὰμ Χριστὸν τὰ λογικὰ δένδρα σαφῶς ἐργαζόμενον καὶ τὰ μὲν ἀκάθαρτα καθαίροντα, πρὸς ἃ καὶ ἔλεγε· Θέλω, καθαρίσθητι, τὰ δὲ ξηρὰ ἀνανεοῦντα, ἐξ ὧν ἦν κἀκεῖνο τὸ δένδρον τὸ ξηρὰν ἔχον ὥσπερ κλάδον τὴν ἑαυτοῦ χεῖρα, πρὸς ὃ ὁ καλὸς κηπωρὸς ἔκραξε· Ἔκτεινον τὴν χεῖρα (90) σου πρὸς ἐργασίαν Θεοῦ. Οὕτω καὶ νεκρωθέντας ὡς ζωὴ ἐζωοποίησεν ἄνδρας, ἐξ ὧν ἦν ξηρὸν καὶ νεκρὸν ξύλον Λάζαρος ὕδατι δακρύου ποτισθὲν καὶ εὐθέως ἐκ γῆς ἀναβλαστῆσαν. Ὑπερφυῶς δὲ οὗτος ὁ γεωργὸς Ἰησοῦς καὶ τὸ ὀφθαλμίζειν ἐπίσταται. Πηλῷ γὰρ καὶ ὕδατι τὸν ἐκ γενετῆς τυφλὸν κατὰ τὴν τάξιν τῶν κηπωρῶν ὀφθαλμίσας, ὡς φῶς ἐκ (95) φωτὸς ὤν, τὸν τυφλὸν ὠμμάτωσεν. Εἰ δὲ καὶ ποτιστὴν αὐτὸν ἰδέσθαι θέλεις, ἄκουσον αὐτοῦ λέγοντος· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Οὕτω γὰρ πρὸς τὸ φρέαρ καθήμενος τὴν καλὴν ἐκείνην ἄμπελον Σαμαρεῖτιν ποτίσας καρποφόρον ἀνέδειξεν. Ὅθεν ὡς φιλόκαρπος γεωργὸς καὶ Θεὸς ἐγκαλεῖ τῷ τὴν συκῆν ἐκείνην τριετῶς ἀρδεύσαντι (100) ἐκκόπτειν ταύτην λοιπὸν ἐπιτρέπων, καθὰ καὶ δι’ ἑαυτοῦ τὴν φυλλοφόρον ἄσυκον συκῆν ἐπιτιμήσας ἐξήρανεν.
Ἀλλὰ τοσαῦτα μὲν εἰς τὸ ἐργάζεσθαι τὸν παράδεισον Χριστὸν εἰρήσθω, περὶ δὲ τοῦ φυλάττειν αὐτὸν τοῦτον τὸν λογικὸν κῆπον ἄκουσον αὐτοῦ λέγοντος· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, καὶ πύλαι ᾅδου οὐ (105) κατισχύσουσι τούτου τοῦ παραδείσου. Ἐγώ εἰμι ἡ θύρα τῆς αὐλῆς τῶν προβάτων, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ αὐτῶν, καὶ οὐδεὶς δύναται λαβεῖν αὐτὰ ἐκ τῆς χειρός μου, ὅτι οὓς δέδωκέ μοι ὁ Πατὴρ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρὸς τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ (110) ἀπολέσω ἐξ αὐτοῦ. Εἰς τοῦτο γὰρ ἔταξέ με εἰς τὸ ἐργάζεσθαι καὶ φυλάσσειν τὸν θεοφύτευτον αὐτοῦ παράδεισον. @1
II 1. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ (115) αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.
Οὐχ ἡ τυχοῦσα οὔτε μὴν εὐσύνοπτος, ἀλλὰ γὰρ οὔτε εὐεξάνυστος γέγονεν ἡ ἔννοια τοῖς εἰς ταύτην ἑαυτοὺς κεκαθικόσι τὴν πραγματείαν ὑποφήταις, διὸ καὶ πάντῃ ἀσύμφωνος καὶ ἐν τοῖς προκειμένοις ῥητοῖς κατέστη. Οἱ μὲν γὰρ ἐδώδιμον τότε τὸ φυτὸν ἐφαντάσθησαν, οὖ, φασί, (120) τὸ ὁμόφυλον τὴν συκῆν ἐξήρανεν ὁ Χριστός. Ἄλλοι δὲ νοητὸν εἶναι, φυτὸν δ’ οὖν ὅμως ἀπεφήναντο γνώσεως. Καὶ ἕτεροι θεωρίαν τοῦτο ἀνείδεον ἔφασαν εἶναι, καὶ ἄλλοι πάλιν ἀνυπόστατον τυπικὴν διήγησιν. Ὁ δὲ ἀρρητοποιὸς ὡς αἰσχρουργὸς Ὠριγένης τὴν γυναῖκα τοῦτο ἐνόμισεν. Ἀλλὰ περὶ δὲ τοῦ ξύλου ἐσύστερον λέξωμεν. (125)
Τὰς δὲ κἀν τοῖς προκειμένοις ἡμῖν ἀνακυπτούσας διασκεπτέον ζητήσεις, ὧν ἓν καὶ πρῶτον· πῶς οὐ τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ δίδωσι τὴν τοιαύτην ἐντολὴν ὁ Θεός, ἀλλὰ μόνῳ τῷ Ἀδάμ, εἶτα ὁ Ἀδὰμ μεταδίδωσι τῇ γυναικί; Δεύτερον· διὰ τί μὴ μᾶλλον ἐκ τοῦ ξύλου τῆς ζωῆς ὡς τιμιωτέρου ἐπιτρέψαι μὴ φαγεῖν, ἀλλ’ ἐκ τοῦ ἐλάττονος; Τοῦ γὰρ γινώσ (130) κειν καλὸν καὶ πονηρὸν κρεῖττόν τι ἐστὶ καθ’ ὑπερβολὴν ἡ βρῶσις ἐκείνη ὡς ἀθανατίζουσα τὸν ἄνθρωπον καὶ αἰώνιον αὐτὸν καὶ ἄφθαρτον καὶ ἀνώλεθρον καὶ ἰσάγγελον ποιοῦσα. Καὶ δείκνυσι τὴν ἄφατον διαφορὰν ὁ Θεὸς τοῦ ξύλου τῆς γνώσεως κωλύσας ἐν ὑστέρῳ τὸν Ἀδὰμ τῆς τούτου μεταλήψεως διὰ τῆς ξυλακῆς τῶν Χερουβίμ. Τρίτον· διὰ τί τοῦ Θεοῦ (135) μηδὲν ἐντειλαμένου τῷ Ἀδὰμ περὶ τοῦ ξύλου τῆς ζωῆς μὴ μᾶλλον ἐξ αὐτοῦ συνεβούλευσεν ὁ ὄφις μεταλαβεῖν; Τέταρτον· πῶς οὐχὶ τῷ ἀνθρώπῳ, ἀλλὰ τῇ γυναικὶ προσέβαλε; Ποῦ δὲ αὐτὴν καὶ ἰδιάζουσαν εὗρε; Πέμπτον· πόθεν ἔγνω ἀγνοῶν τὴν ἐντολὴν τὴν δοθεῖσαν αὐτοῖς; Ἕκτον· πάλιν τί δήποτε τὴν μετάληψιν ὅλων τῶν ξύλων μόνῳ τῷ ἀνθρώπῳ (140) ἐκέλευσε φαγεῖν, τὴν δὲ ἀποχὴν τοῦ γνωστικοῦ ξύλου καὶ τὸν θάνατον ἀμφοτέροις λέγει; Ἕβδομον· Εἰ ὅλος ἄφθαρτος ἐπλάσθη, πῶς ἤσθιε ξυλόκαρπον βρῶσιν εἰς φθίσιν προσχωροῦσαν; Ὄγδοον· διὰ τί μὴ κοινῇ τοῖς ἀνθρώποις ἔθετο καὶ τοῖς θηρίοις καὶ ταύτην τὴν τῶν ὡραίων ξύλων βρῶσιν καθὰ καὶ τὴν προτέραν ἔσω ἐν παραδείσῳ εἰσενέγκας αὐτὰ πρὸς (145) τὸν Ἀδάμ; Ἔννατον· πῶς οὐκ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεν, ἡνίκα ἔφαγε, κατὰ τὴν ἀπόφασιν, ἣν εἶπεν αὐτῷ ὁ Θεός; Δέκατον· τίνος χάριν νῦν αὐτὸν ὠνόμασεν Ἀδάμ;
Ταῦτα μὲν οὖν ἅπαντα οἱ βουλόμενοι, ὡς βούλονται καὶ δύνανται, ἐρευνάτωσαν καὶ καλλιεπείαις καὶ γλυκυμυθίαις ῥητορικαῖς καὶ στροφαῖς @1 (150) λυέτωσαν καὶ νοείτωσαν. Ἐγὼ δέ, ἡνίκα ἴδω καὶ ἀκούσω τὸν Θεὸν μυστικῶς καὶ ἰδίως τῷ Ἀδὰμ μόνῳ τὴν ἐντολὴν καὶ τὰ προστάγματα διδόντα μηδενὸς παρόντος ἢ μεσιτεύοντος, εἶτα μετὰ ταῦτα τὸν Ἀδὰμ τῇ γυναικὶ μεταδιδόντα, ἐκείνου εὐθέως τοῦ Ἀδὰμ τὴν ἐντολὴν ἐννοῶ τοῦ πρὸς τὴν ἄφθορον αὐτοῦ γυναῖκα ἐκκλησίαν λαλοῦντος καὶ λέγον (155) τος· Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, οὐκ ἀπ’ ἐμαυτοῦ λαλῶ, ἀλλ’ ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου, τί εἴπω καὶ τί λαλήσω. Κατὰ τοῦτο γὰρ καὶ λέγεται μεγάλης βουλῆς ἄγγελος ὁ Χριστός, ὅτι βουλὴν ἀρχαίαν ἀληθινὴν σὺν τῷ Πατρὶ προεβουλεύσατο, τὸ μυστήριον, ὃ προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἐλθεῖν καὶ ἀπαγγεῖλαι τῇ ἰδίᾳ (160) ποίμνῃ ὡς γυναικὶ καὶ τὸν σπόρον τοῦ λόγου παρ’ αὐτοῦ δεχομένῃ καὶ τεκνογονούσῃ. Ὅθεν οὐδ’ ἐπιτρέπει ταύτῃ μὴ μεταλαβεῖν τοῦ ξύλου τῆς ζωῆς, αὐτὸς γάρ ἐστι. Καὶ διὰ τοῦτο ὁ ὄφις οὐδαμῶς συμβουλεύει τῇ ἐκκλησίᾳ τὴν τούτου ποιήσασθαι μετάληψιν, ἤκουσε γὰρ αὐτοῦ λέγοντος ὅτι Ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. (165)
Ἀλλὰ τὰ μὲν τοῦ ὄφεως <καὶ τὰ> εἰς τὸν ὄφιν ἐν τοῖς ἑξῆς λεκτέον, ἐπὶ δὲ τὴν θείαν ἐντολὴν ἐπανέλθωμεν, ἵνα καὶ τὴν ἐντολὴν πληροῦντες τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς ἑξαημέρου κτίσεως κατασκέψασθαι πέρας δῶμεν τῷ πόνῳ. Πάνυ γὰρ εὐαρμόστως, ἡνίκα τὸν πρωτότοκον ἄνθρωπον εἰσήγαγεν ἐν τῷ λογικῷ παραδείσῳ καὶ βασιλέα τοῦτον (170) πεποίηκεν καὶ πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, δίδωσιν αὐτῷ νόμον ἐντολῆς ὁ Θεὸς ὡσανεὶ τοιαῦτα πρὸς τὸν Ἀδὰμ διεξερχόμενος καὶ λέγων· Ἄκουσον δή, ὦ πρωτουργὸν καὶ πρωτόπλαστον δημιούργημα τῶν ἐμῶν ἀχράντων χειρῶν καὶ τῆς ἐμῆς ἀκηράτου εἰκόνος ὁμοίωμα, τὸ μονογενές τε καὶ κάλλιστον, καὶ ἔσο γινῶσκον ὅτι κατ’ (175) εἰκόνα τὴν ἐμὴν σὲ μόνον ἀπὸ πάσης τῆς ὁρατῆς καὶ ἀοράτου διεμόρφωσα φύσεως. Δεσπόζω τῶν οὐρανίων, ἀλλὰ καὶ σὲ δεσπότην κατέστησα τῶν ἐπιγείων. Ἐδημιούργησά σε ἀπὸ γῆς ἄνθρωπον, ἀλλὰ καὶ σὺ δημιούργησόν με ἀπὸ μήτρας ἄνθρωπον. Ἔχω θρόνον τὸν οὐρανὸν τὸν ἐπάνω τῶν ὑδάτων, ἀλλὰ δέδωκα σοὶ θρόνον τὴν γῆν τὴν ἐπάνω τῶν (180) ὑδάτων. Κελεύω ἀγγέλοις, ἀλλὰ κελεύσεις ἀνθρώποις. Παρίστανταί μοι πάντα τὰ Χερουβὶμ καὶ ζῷα· παρίστανταί σοι πάντα τὰ τοῦ ἀγροῦ ζῷα. Ὑποτάττω τὰ ἑξαπτέρυγα· ὑποτάξεις πετεινὰ πολυπτέρυγα. Ἄρχω τῶν πολυομμάτων· ἄρξεις τῶν πολλὰ ὁρώντων δαιμόνων, εἰ βούλει. Κυριεύω τῶν καταχθονίων· κυρίευσον καὶ σὺ τῶν ἐν τοῖς καταχθονίοις (185) τῆς θαλάσσης ἰχθύων. Καὶ ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ἔστω ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ἐπὶ πάντα τὰ κτήνη καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς. Πάντα σοι ὡς ἐμῷ @1 εἰκονίσματι ὑπέταξα. Πάντα σοι ὑπὸ χεῖρας δέδωκα· τὰ ἔμψυχα, τὰ ἄψυχα, τὰ δένδρα, τὰ βλαστά, τὰ νηκτά, τὰ πτηνά, τὰ τικτικά, τὰ σπαρτά. (190) Πάντων δέσποσον· πάντων ἀπόλαυσον· καὶ μάλιστα ἐμοῦ τοῦ ξύλου τῆς ζωῆς τοῦ Θεοῦ σου ὁλοψύχως καὶ προθύμως κατατρύφησον. Καὶ οὐ μόνον τούτου, ἀλλὰ μὴν καὶ ἀπὸ παντὸς ξύλου καὶ καρποῦ τοῦ ἐν τῷ παραδείσῳ, δηλονότι παντὸς ἐντρυφήματος ἐξ ἀγγελικῆς δυνάμεως ὑμῖν προτιθεμένου διὰ τὸ συγγενὲς τῆς καθάρσεως, βρώσει φάγῃ. Μόνον δὲ (195) ἀπὸ τοῦ ξύλου ἐκείνου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν καὶ ἐγγὺς παραπεφυτευμένου (παραπεπήγασι γὰρ ταῖς ἀρεταῖς αἱ κακίαι), τούτου μὴ ἅψῃ, μὴ θίξῃς, μὴ προσπελάσῃς, μὴ ἐπιχειρήσῃς, μὴ γεύσῃ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Εἰ δοκιμάσετε γενέσθαι ὅμοιοί μου γινώσκοντες τὸ καλὸν καὶ τὸ πονηρόν, καὶ τὰ κρυπτὰ καὶ τὰ φανε (200) ρά, εὐθέως θανάτῳ αἰωνίῳ ἀποθανεῖσθε.
Τοῦτό ἐστιν, ὃ παρήγγειλεν ὁ Θεὸς τῷ ἀνθρώπῳ μὴ φαγεῖν ἤγουν μηδὲ εἰς νοῦν ὅλως λαβεῖν. Τοῦτό ἐστι τὸ λεγόμενον ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ. Οὗτός ἐστιν ὁ θανατηφόρος καρπὸς τὸ ὑπερηφανευθῆναι καὶ νομίσαι ἑαυτὸν θεὸν γινώσκοντα τὸ ἀγαθὸν καὶ πονηρόν, ἐπεὶ (205) ποῖον δένδρον ἐπίσταται τὸ ἀγαθὸν καὶ τὸ πονηρόν; Ὅπου γε οὐδὲ ἄγγελος οὐδὲ δαίμων, εἰ μὴ μόνος ὁ Θεὸς ἐπίσταται μονώτατος τὸν νοῦν τῶν ἀνθρώπων, ὥς φησιν Ἰώβ. Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας ὁ ἐτάζων καρδίας καὶ νεφροὺς ὡς Θεός.
Οὐκοῦν τοῦτο προασφαλίζεται τὸν ἄνθρωπον ὡσανεὶ λέγων (210) αὐτῷ· Πρόσεχε σεαυτῷ, μὴ ἡ ἐξουσία καὶ ἡ πολλὴ αὐθεντία, ἣν δέδωκά σοι καταστήσας σε βασιλέα καὶ κύριον παντὸς τοῦ ὁρωμένου κόσμου, εἰς ὑπερηφανίαν σε ἐπάρῃ καὶ δοκιμάσῃς ἁρπαγμὸν ἡγήσασθαι τὸ εἶναι ἶσος ἐμοὶ τῷ Θεῷ γινώσκων καλὸν καὶ πονηρόν. Πρόσεχε σεαυτῷ, ὅτι καὶ ἕτερόν τινα πρὸ σοῦ ἐποίησα καὶ κατέστησα ἄρχοντα φυτῶν λογικῶν (215) καὶ παραδείσου νοεροῦ ἀγγελικοῦ, ὃς μὴ βαστάσας τὸν τοιοῦτον ὄγκον τῆς ἐξουσίας ἐπεχείρησε φαγεῖν κἀκεῖνος. Καὶ ἔφαγε τὸ ξύλον τοῦ θανατηφόρου θελήματος θελήσας γενέσθαι θεὸς καλοῦ καὶ πονηροῦ γινώσκων γνωστὸν καὶ λέγων· Ἐπάνω τῶν νεφελῶν θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ γινώσκων τὸ καλὸν καὶ τὸ πονηρόν, (220) ὡς αὐτός, ἤγουν προειδὼς τίς ὁ τοῦτο ποιήσων ἢ τοῦτο καὶ τὰ κρυπτὰ καὶ τὰ φανερὰ τῶν ἀνθρώπων ἐπιστάμενος. Καὶ ἀπέθανε τὸν αἰώνιον καὶ ἀνεξέγερτον θάνατον, καὶ ἀπερρίφη τῆς οἰκείας ἐξουσίας ἔξω, καὶ οὐδὲ κατὰ χοίρων ἐπαυθεντεῖ. Καὶ ἔστι νῦν πονηρὸς ὁμοῦ καὶ φθονερός, καὶ μέλλει φθονῆσαί σου τῇ δόξῃ, ὦ Ἀδάμ, καὶ τῇ ἐξουσίᾳ σου καὶ τῷ @1 (225) κατ’ εἰκόνα Θεοῦ κάλλει σου. Μέλλει ἐλθεῖν πρὸς ὑμᾶς. Μέλλει προσβαλεῖν ὑμῖν, εἶτα ἀπατῆσαι, ἵνα διὰ τῆς ὁδοῦ, ἧς ἐκεῖνος ἔπεσε, πλανήσῃ καὶ ἀποστερήσῃ τῆς δόξης καὶ τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ἧς ἐχαρισάμην ὑμῖν, ὅπως μὴ ἔλθητε εἰς τὸν τόπον, ἐξ οὗ ἐκεῖνος ἐξέπεσε. Καὶ συντόμως εἴπω, πᾶσα ἐντολὴ καὶ νόμος, ὃν δέδωκεν ὁ Θεὸς τοῖς πρωτοπλάστοις, (230) οὐδὲν ἕτερον ἦν, εἰ μὴ προδιαμαρτυρία τοῦ φυλάξαι τὴν πρὸς αὐτὸν εὐσέβειαν καὶ μὴ θεοποιῆσαι ἑαυτοὺς μήτε νομίσαι ἑαυτοὺς δυναμένους γενέσθαι ὁμοίους τῷ Θεῷ γινώσκοντας τὸ καλὸν καὶ τὸ πονηρόν, καὶ τὸ κρυπτὸν καὶ τὸ φανερόν. Καὶ τοῦτο ἐν τοῖς ἑξῆς σαφέστερον παραστήσωμεν καὶ ἐκ τῶν τοῦ Θεοῦ πάλιν πρὸς τὸν Ἀδὰμ ῥημάτων. (235)
Καὶ μὴ φανήτω σοι ἀπίθανον ἢ βεβιασμένον τὸ εἰπεῖν τὴν γραφὴν ξύλον τῆς ἁμαρτίας τὴν εἰδωλολατρίαν καὶ ἀποστασίαν, ἐξ ἧς εὐθέως ἐξ ἀρχῆς ἐγεύσατο καὶ ἔφαγε καὶ ἐγυμνώθη καὶ ἐξωρίσθη Θεοῦ ἡ γυνή, λέγω δὴ ἡ ἐκκλησία, διότι τὴν πρώτην καὶ μεγίστην ἁμαρτίαν εἰς Θεὸν ταύτην ἡμάρτηκε τὸ διαγλύψαι ἀνθρωπόμορφα ξύλα εἰς εἴδωλα καὶ (240) προσκυνῆσαι αὐτοῖς. Ἐν πολλοῖς δὲ καὶ διαφόροις τόποις τῆς γραφῆς εὑρήσεις τὴν ἐκ Θεοῦ ἀποστασίαν καρπὸν ξύλου προσαγορευομένην. Διὸ καὶ ἐν τῇ παραβολῇ τοῦ ἀσώτου, ὅστις ἐστὶν ὁ ἐξ ἐθνῶν λαὸς ὁ μακρύνας ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, ξυλοκέρατα προσωνόμασε τὴν ἁμαρτίαν ὁ Κύριος, ἥτις βρῶσις χοίρων τῶν ἀκαθάρτων δαιμόνων ἐστίν, ἥντινα (245) τροφὴν ἐσθίων ποτὲ ὁ ἄσωτος λαὸς ἐπεθύμει χορτασθῆναι, τουτέστι παύσασθαι. Ὁ γὰρ κορεννύμενος ἀφίσταται λοιπὸν τοῦ ἐσθίειν. Καὶ οὐδεὶς ἐδίδου μοι, ἕως ἦλθεν ὁ οὐράνιος ἄρτος καὶ ἀπέστησέ με τοῦ ξύλου τῶν κερατίων. Καὶ Μωσῆς δὲ ἐν τῇ δευτέρᾳ ᾠδῇ τὴν εἰδωλολατρίαν Ἰουδαίων στηλιτεύων φυτὸν αὐτὴν προσαγορεύει λέγων· Ἐκ γὰρ ἀμπέ (250) λου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· καὶ ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Ὁμοίως καὶ ὁ Θεὸς περὶ αὐτῶν φησι διὰ Ἠσαΐου ὅτι Ἔμεινα τὸν ἀμπελῶνά μου ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Ὅθεν καὶ ἐν ταῖς Βασιλείαις, φησί, τὸν Ἰσραὴλ ὁ Θεὸς ξύλα τοῦ δρυμοῦ ὀνομάζει καταστήσαντα ἐφ’ (255) ἑαυτὰ βασιλέα τὴν ἀκανθηφόρον ῥάμνον, τουτέστι τὸν διάβολον τὸν νομίσαντα γενέσθαι Θεὸν γινώσκοντα τὸ καλὸν καὶ τὸ πονηρόν. Καὶ τὴν συκῆν δέ, ἣν ὁ Χριστὸς ἐξήρανεν, ἵνα μηκέτι καρποφορῇ, τὴν εἰδωλολατρίαν λέγων τις εἶναι οὐκ ἂν ἁμάρτῃ, ἧς ὑπῆρχε τύπος καὶ ἡ ῥύσις τῶν αἱμάτων τῆς αἱμορροούσης γυναικὸς Εὕας, ἣν ὁ Κύριος ἔστησε ξηράνας (260) τὸ αἷμα τῶν θυσιῶν.
Εἰ τοίνυν διὰ πλάτους ἐμάθομεν ξύλον προσαγορευόμενον τὴν ἀσέβειαν, τί θαυμάζεις λοιπόν, εἰ περὶ ταύτης λέγει ὁ Θεὸς τῷ ἀνθρώπῳ ὅτι Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, τουτέστι @1 πάσης θεωρίας, πάσης γνώσεως, πάσης τοῦ ἁγίου Πνεύματος ἐλ (265) λάμψεως, πάσης σοφίας τῶν θείων γραφῶν, παντὸς ξύλου ὡραίου εἰς ὅρασιν καὶ καλοῦ εἰς βρῶσιν, ἀγγελικοῦ τε καὶ γραφικοῦ, προφητικοῦ, εὐαγγελικοῦ καὶ διδασκαλικοῦ λόγου. Ἀπόλαυσον καὶ ἐμπλήσθητι ἀπὸ παντὸς ξύλου καρποφόρου ἁγίου. Τρύγησον καὶ μετάλαβε ἀγάπης, χαρᾶς, εἰρήνης, ἁγνείας, πραότητος, πίστεως, ἐλπίδος, καρτερίας, ὅτι (270) μακάριοι οἱ ταύτας τὰς βρώσεις πεινῶντες καὶ διψῶντες κατὰ τὸν λέγοντα ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. Ὅθεν πάλιν ἔλεγεν ὅτι Βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἀλλὰ δὴ γεύσασθε καὶ ἴδετε καὶ ὑμεῖς ὅτι χρηστὸς ὁ Κύριος ὁ δοὺς ἡμῖν τῶν ἀγαθῶν αὐτοῦ καρπῶν τὴν ἀπόλαυσιν καὶ λέγων ὅτι Ἀπὸ πάντων τῶν (275) θείων νοημάτων καὶ χαρισμάτων φάγετε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ πονηροῦ τῆς ἁμαρτίας τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φάγητε ἀπ’ αὐτοῦ, ἵνα μὴ θανάτῳ ψυχῆς ἀποθάνητε. Οὕτως ἀναγνωστέον καὶ νοητέον τὰ περὶ τούτων τῶν δύο ξύλων.
Οἱ δὲ ἐκ παντὸς τρόπου ἐναντιούμενοι ταῖς θεολογικαῖς τῶν (280) Γρηγορίων φωναῖς καὶ αἰσθητὰ καὶ βρωτὰ ταῦτα λέγοντες ἐξ ἀνάγκης πάσης, πάλιν λέγω, κοινωνικὰ ποιοῦσι τοῦ ξύλου τῆς ζωῆς καὶ τῆς γνώσεως πάντα τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τοὺς μύας καὶ τοὺς κύνας καὶ πάντα τὰ πετεινά, ὡς κοινωβρωτεῖν ἐν τῇ προτέρᾳ βρώσει σὺν τῷ ἀνθρώπῳ κελευσθέντα ἀπὸ παντὸς ξύλου καὶ καρποῦ ὑπάρχοντος (285) ἐπάνω τῆς γῆς. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Ὅρα γὰρ ὅτιπερ καὶ ἐν τούτοις τοῖς δυσί, λέγω τῷ Ἀδὰμ καὶ τῇ Εὕᾳ, διαφοράν τινα αἰνιγματωδῶς τέθεικε βρώσεως τὴν μὲν μετάληψιν πάντων, τουτέστι τὴν γνῶσιν τῶν οὐρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μόνῳ τῷ ἀνθρώπῳ δούς, ὅς ἐστιν ὁ Χριστός, αὐτὸς γάρ ἐστιν ὁ γινώσκων τὰ πάντα καὶ (290) τὰ βάθη τοῦ Θεοῦ, τὴν δὲ ἀποχὴν τῆς ἁμαρτίας τοῦ ξύλου τοῦ πονηροῦ τῷ ἀνθρώπῳ μόνῳ καὶ τῇ Εὔᾳ τῇ ἐκκλησίᾳ ἐπέτρεψεν.
Ἀλλ’ ὁ μὲν Ἀδὰμ ὁ ἀληθὴς οὐκ ἠπατήθη, ὡς μαρτυρεῖ Παῦλος, ἡ δὲ γυνὴ αὐτοῦ ἡ ἐκκλησία ἠπατήθη. Κἀντεῦθεν δὲ δῆλον ὅτι οὐ περὶ βρωσίμου ξύλου φησὶν ἡ γραφὴ ἐμποιοῦντος τῷ ἀνθρώπῳ τὴν γνῶσιν (295) τοῦ καλοῦ καὶ πονηροῦ, καὶ γὰρ πρὸ τῆς βρώσεως ἐγίνωσκεν ἡ γυνὴ τὸ καλὸν καὶ τὸ πονηρόν. Καὶ γὰρ ἄκουσον αὐτῆς ἐν τῇ πρὸς τὸν ὄφιν διαλέξει ἀντιδογματιζούσης καὶ λεγούσης πρὸς αὐτὸν καὶ προβαλλομένης τὴν θείαν ἐντολὴν καὶ τὸν ἐπειλημ<μ>ένον ἐπὶ τῇ μεταλήψει τοῦ ξύλου θάνατον. Ἀλλ’ οὐδὲ τυφλοὶ πρὸ τῆς γνώσεως ἐτύγχανον, φησὶ (300) γὰρ ὅτι Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς ὅρασιν καὶ ὡραῖον τοῦ κατανοῆσαι. Ταῦτα δὲ πρὸ τῆς βρώσεως. Εἰ δὲ αἰσθητὴ ἦν καὶ σαρκικὴ βρῶσις, ἄρα ἂν πάντως σαρκικῶς καὶ ἀπέθνησκον, ἡνίκα ἔφαγον. Ἀλλὰ @1 νοερῶς ἡμαρτηκότες τὸν τῆς ψυχῆς νοερὸν ὑπέμειναν θάνατον. Ἐνταῦθα δὲ ὀνομάζει τὸν ἄνθρωπον Ἀδάμ, ὥσπερ καὶ τὸν Θεὸν Λόγον ἐν τῇ σαρ (305) κώσει γηγενῆ. Ἀδὰμ γὰρ γῆ καὶ πῦρ ἑρμηνεύεται, ὥσπερ καὶ ἀλλαχοῦ εἶπον.
III 1. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ἐπὶ τῆς γῆς· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.
Ἐνταῦθα παραγενόμενος Μάνης ὁ μιαρὸς Μανιχαίων καθηγητὴς (310) σωματικῶς τὸ ῥητὸν νοήσας ὑπὸ τοῦ γράμματος ἀπεκτάνθη κατὰ τὴν τοῦ Παύλου φωνὴν ψεύστην προσαγορεύσας τὸν Θεόν. Ὁμοίως καὶ Ἀκύλας ὁ δυσσεβὴς Ἑλληνόφρων καθάψασθαι τοῦ Θεοῦ βουλόμενος ἀντὶ τοῦ εἰπεῖν· Ποιήσωμεν τῷ ἀνθρώπῳ βοηθὸν κατ’ αὐτόν, ποιήσωμεν αὐτῷ βοηθὸν κατέναντι αὐτοῦ εἶπε, τουτέστιν ἀντίδικον καὶ πολέμιον. Τί (315) οὖν, εἰπέ μοι ὦ Ἰουδαῖε, ἔστι Θεὸς ἀληθὴς ψευδόμενος; Θεῖον στόμα Κυρίου παντοκράτορος Σαβαὼθ ἐν μέσῳ γνόφου καὶ ζόφου καὶ πυρὸς καὶ θυέλ<λ>ης καὶ σαλπίγγων καὶ ἀγγέλων ταῦτα τὰ ῥήματα πρὸς Μωσέα ἐφθέγξατο, καὶ θεῖος δάκτυλος ἐν πλαξὶ ταῦτα ἔγραψε λέγων· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ (320) αὐτόν. Καὶ ἔστι πάλιν γλῶσσα Θεοῦ καὶ στόμα καὶ χεῖρ ψευδῆ λαλοῦσα καὶ γράφουσα; Ἄπαγε τῆς ἀτοπίας. Ὁ γὰρ λόγος Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἀληθὴς διαμένει.
Καὶ πῶς οὐ γέγονεν ἐκείνη ἡ γυνὴ ἡ βοηθὸς τῷ Ἀδὰμ βοηθός, ἀλλὰ μᾶλλον ἐχθρά, ἀλλὰ καὶ βόθρος, ἀλλὰ καὶ ἐπίβουλος, ἀλλὰ καὶ (325) φονεύτρια καὶ ἐξορίζουσα καὶ μυρίων κακῶν καὶ αὐτῷ καὶ ὅλῳ τῷ κόσμῳ πρόξενος; Ἡ δὲ γυνὴ εἰς αὐτὸ τοῦτο γέγονεν ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναι τῷ ἀνθρώπῳ βοηθός. Καὶ οὐκ ἄν ποτε ἠδύνατο γυνὴ γίνεσθαι τῷ ἰδίῳ ἀνδρὶ ἐχθρά, ἀλλὰ πᾶσα γυνὴ κατὰ τὸν θεῖον ὅρον βοηθὸς καὶ ἀντιλήπτωρ τῷ ἰδίῳ ἀνδρὶ εὑρίσκεται, ἐπειδὴ ἓν ἕκαστον, εἰς ὃ γέγονεν (330) ὑπὸ Θεοῦ, εἰς αὐτὸ ἕστηκε. Τὸ φῶς φωτίζει καὶ οὐ παύεται· ὁ ἄρτος τρέφει· ὁ ἥλιος τρέχει καὶ ἡ γῆ σὺν αὐτῷ ἀναβλαστάνει· τὰ ζῷα τίκτει· οἱ ἰχθύες νήχονται· τὰ πτηνὰ ἵπτανται· καὶ συντόμως εἰπεῖν μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κτίσμα, εἰς ὃ ὑπὸ Θεοῦ γέγονεν, εἰς αὐτὸ ἕστηκεν, ἐν τῇ ἀψύχῳ λέγω καὶ ἐμψύχῳ φύσει. Πῶς οὖν ἡ γυνὴ εἰς (335) βοήθειαν τοῦ ἀνθρώπου γενομένη οὐ γέγονε βοηθός; Πῶς δὲ καὶ ἀσθενεστέρα οὖσα τοῦ ἀνδρὸς δύναται τούτου εἶναι βοηθός;
Εἰς βοήθειαν, λέγω πάλιν, τοῦ σαρκικοῦ ἀνδρὸς ὥρισεν ὁ Θεὸς ἀπ’ ἀρχῆς εἶναι τὴν κατὰ σάρκα γυναῖκα, καὶ οὐκ ἂν πώποτε μελετήσῃ γυνὴ ἢ μισῆσαι ἢ παροργίσαι ἢ καταλεῖψαι τὸν ἴδιον ἄνδρα. Οὐκ ἂν ὅλως (340) γυνὴ μοιχαλὶς ἐγένετο. Οὐκ ἄν ποτε γυνὴ ἐπιβαρὴς καὶ πονηρὰ ὤφθη. Οὐκ ἂν γυνὴ ἐπίβουλος καὶ φονεύτρια τοῦ οἰκείου ἀνδρὸς ἐφαίνετο. Καὶ @1 πῶς ἐκ τοῦ ἐναντίου ὁρῶμεν τὴν γυναῖκα τῷ ἀνδρὶ γινομένην οὐ βοηθόν, ἀλλὰ μᾶλλον πειρασμόν; Τίς γάρ, εἰπέ μοι, ἀνάπτει καὶ ἐμπίπλησι τὴν φλόγα τῆς γενέσεως, εἰ μὴ αἱ τῶν σωμάτων πορνεῖαι καὶ μοιχεῖαι; Τίς (345) δὲ τὸν παγκόσμιον ὄλεθρον τοῦ κατακλυσμοῦ ἐποίησεν, εἰ μὴ τὸ κάλλος τῶν γυναικῶν, ἐκείνων τῶν θυγατέρων τῶν ἀνθρώπων, ἃς ἔλαβον οἱ υἱοὶ τοῦ Σὴθ εἰς γυναῖκας; Εἰ δὲ βοηθὸς ἐγεγόνει ἡ γυνὴ τῷ Ἀδάμ, πῶς πάντες ἀεὶ καταστενάζομεν αὐτῆς ὡς προξένου γενομένης θανάτου καὶ φθορᾶς καὶ πανωλεθρίας κοινῆς; (350)
Καὶ ταῦτα μᾶλλον σὺ ὁ Ἰουδαῖος, ὁ κατέχων τὰς γραφάς, διδάσκεις ἡμᾶς. Μία γὰρ γυνή, λέγω ἡ ἀδελφή σου, ἡ θυγάτηρ τοῦ Ἰακὼβ τοῦ πατρός σου, ἡ λεγομένη Δίνα, ἐπόρνευσεν εἰς Συχέμ. Εἶτα διὰ τῆς πορνείας ἀπέκτειναν πόλιν πᾶσαν ἀδίκως οἱ ἀδελφοὶ αὐτῆς τὸν δίκαιον καὶ τὸν ἄδικον ὁμοῦ ἀποκτείναντες, δι’ ἧς πορνείας καὶ κόρης καὶ φόνου (355) ἐπὶ τετρακοσίους χρόνους ὥρισεν ὁ Θεὸς δουλωθῆναι καὶ κακωθῆναι τὰς τοσαύτας μυριάδας ἐν Αἰγύπτῳ. Καὶ ποία αὕτη γυνὴ βοηθός; Ἐμοίχευσεν ἡ Βηρσαβεέ, εἰς ὃν νομίζεις εἶναι χριστόν σου, τὸν Δαυὶδ λέγω, καὶ φόνον κατήρτησε τῷ συζύγῳ Οὐρίᾳ. Καὶ κἂν εἶτα μάλιστα συνεχωρήθη Δαυίδ, ἀλλ’ ὅμως ἀντεμοιχεύθησαν αὐτοῦ αἱ δέκα γυναῖκες ὑπὸ (360) Ἀβεσαλὼμ τοῦ ἰδίου υἱοῦ. Καὶ ὥρισεν ὁ Θεὸς διὰ Νάθαν τοῦ προφήτου ὅτι οὐ μὴ ἐκλείψει μάχαιρα ἐκ τοῦ οἴκου Δαυὶδ εἰς τὸν αἰῶνα. Τοῦτο δὲ ἔργον τῶν καλῶν γυναικῶν. Τίς δὲ πάλιν κατὰ τὸν Σολομῶντα ἐσοφίσθη ὑπὸ Θεοῦ ἐν ἀνθρώποις; Καὶ ὑπὸ γυναικῶν πᾶσα ἡ σοφία αὐτοῦ κατεπόθη. Τίς ὁμοίως Ἰουδὰ τῷ υἱῷ Ἰακὼβ ἐδοξάσθη, ὥστε καὶ βασιλεύ (365) ειν ἐτάγη ὑπὸ Θεοῦ Ἰουδαίων; Καὶ γυνὴ Θαμὰρ ἀπατήσασα αὐτὸν μοιχογενῆ τὴν αὐτοῦ πεποίηκε φυλήν.
Καὶ ποῖαι αὗται βοηθοί; Μακρὸς ἂν εἴη ὁ λόγος, καὶ ἐπιλείψει ἡμῖν καὶ ὁ χρόνος καὶ χάρτης καὶ τρόπος τοῦ διηγήσασθαι ὅσα καὶ οἷά τινα διὰ τοῦ γυναικείου ἔθνους ἐν κόσμῳ ἀπ’ ἀρχῆς καὶ ἕως τῆς συντελείας (370) τοῦ αἰῶνος γίνονται ἔν τε πατριάρχαις ἔν τε προφήταις ἔν τε Ἰουδαίοις ἔν τε βασιλεῦσιν ἔν τε πιστοῖς ὁμοίως τε καὶ Ἑλληνικοῖς καὶ Χαλδαϊκοῖς καὶ Αἰγυπτιακοῖς καὶ Τρωϊκοῖς καὶ ἡρωϊκοῖς καὶ Ῥωμαϊκοῖς ἔθνεσι καὶ πολεμίοις. Εἰ δὲ βοηθὸς γέγονεν ἡ γυνή, πῶς φησιν ἡ γραφὴ ὅτι Οἶνος καὶ γυναῖκες χωρίζουσιν ἀπὸ τοῦ Θεοῦ; Πόσοι γάρ, εἰπέ μοι, διὰ γυναῖκα τὸν (375) Θεὸν ἠρνήσαντο; Ὅθεν καὶ ὁ Σολομὼν ὡς ἐν πείρᾳ γεγονὼς τῶν γυναικείων κακῶν εἶπεν ὅτι ἀπὸ μυρίων ἀνδρῶν εὑρήσεις ἕνα πιστόν, ἀπὸ δὲ γυναικῶν οὐχ εὑρήσεις.
Ταῦτα δὲ λέγομεν οὐ τῆς φύσεως οὐδὲ τοῦ κτίσματος τοῦ Θεοῦ κατηγοροῦντες, πάντα γὰρ τὰ ὑπὸ Θεοῦ γενόμενα καλά, ἀλλὰ τὴν @1 (380) βοήθειαν ἐκείνην ἐπιζητοῦντες, περὶ ἧς εἶπεν ὁ Θεός· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν. Εἰ οὖν οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον, πῶς Θεὸς ὢν ἐποίησέ τι ἔργον οὐ καλόν; Πῶς δὲ καὶ πρὸ βραχέος λέλεκται ὅτι Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Πῶς οὖν μόνος ἄνθρωπος οὐ καλός; (385)
Πῶς δὲ νῦν λέγει μονώτατον εἶναι τὸν ἄνθρωπον; Ἡνίκα γὰρ ἐδημιουργήθη, ἠκούσαμεν τοῦ συγγραφέως λέγοντος ὅτι Καὶ ἐποίησε ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. Εἰ τοίνυν ἤδη ἐν τῷ ἅμα ἄρσεν καὶ θῆλυ (390) ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν ἀμφοτέρους, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας πάντων τῶν ἐπὶ τῆς γῆς, καὶ πάλιν μετὰ ταῦτα ἔδωκεν αὐτοῖς ἐντολὴν ἐν τῷ παραδείσῳ τὸ ἀπὸ παντὸς ξύλου ἐσθίειν, Ἀπὸ δὲ τοῦ ξύλου, φησί, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγησθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε, πῶς μετὰ ταῦτα πάντα λέγει· Οὐ καλὸν εἶναι τὸν ἄν (395) θρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν; Λέγεις μοι πάντως ὅτι ἐπανάληψίς ἐστιν ἤτοι τῶν προτέρων ἀνακεφαλαίωσις καὶ τῶν ἤδη γενομένων κατ’ εἰκόνα Θεοῦ Ἀδὰμ καὶ Εὕας λεπτοτέρα διήγησις. Φοβερὸς μὲν ὁ λόγος, ὑπὲρ γὰρ Χριστοῦ καὶ τῆς ἐκκλησίας πρεσβεύω καὶ ἐνίσταμαι. Ἐπισημήνασθαι γὰρ ἐχρῆν μετὰ πολλῆς τινος καὶ βαθείας τῆς (400) ἐπιστασίας ὅτι οὐ περὶ ἑνός τινος προσώπου λέγει ὁ Θεός· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ἀλλ’ ἑνωτικῶς καὶ περιεκτικῶς περὶ πάσης τῆς τῶν ἀνθρώπων φύσεως. Οὐ γὰρ εἶπεν ὑποστατικὸν ἢ προσωπικὸν ἑνικὸν ὄνομα, ἀλλ’ ὅλον τὸ ἀνθρώπινον γένος σημαίνει λέγων· Οὐ καλὸν τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν, τουτέστιν (405) ὅλῳ τῷ ἀνθρώπῳ, ὅλῳ τῷ γένει, ὅλῃ τῇ ἀνθρωπίνῃ φύσει. Καὶ τοῦτο δῆλον ἐκεῖθεν, ἡνίκα γὰρ τὸν κατακλυσμὸν ἠβούλετο ποιῆσαι, ἀκούομεν τῆς γραφῆς λεγούσης ὅτι Καὶ μετεμελήθη ὁ Θεὸς ποιήσας τὸν ἄνθρωπον, τουτέστιν ὅλον τὸ γένος, καὶ πάλιν· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, καὶ πάλιν ὅτι Ἔγκειται ἡ διανοία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ (410) τὰ πονηρά. Ὥσπερ οὖν αὗται αἱ φωναὶ περὶ ὅλου τοῦ ἀνθρωπίνου γένους εἰσίν, οὕτω κἀκείνη ἡ λέγουσα· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον περὶ παντὸς τοῦ ἀνθρώπου εἴρηται.
Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.
Λοιπὸν παρακαλῶ τὸν Ἰουδαῖον καὶ Ἕλληνα ζητῆσαι καὶ κτήσασθαι (415) τὴν βοηθὸν ἐκείνην, ἣν ἐποίησεν ὁ Θεὸς εἰς τὸ βοηθῆσαι ὅλῳ τῷ γένει τῶν ἀνθρώπων, βοηθὸν οὐ σαρκὸς καὶ ἡδονῆς, οὐ σπορᾶς καὶ αἵματος, βοηθὸν καὶ σύζυγον καὶ οὐδαμῶς γενομένην ἐπίβουλον, ἀλλὰ σωτήριον, ἀλλὰ φυλακτήριον, ἀλλὰ φωτίζουσαν, ἀλλὰ εὐνοοῦσαν, ἁμαρτίας καθαίρουσαν, οὐ ποιοῦσαν, καὶ εἰς βασιλείαν Θεοῦ εἰσάγουσαν, οὐ μᾶλλον @1 (420) ἐξωθοῦσαν, βοηθὸν τέκνα ζωῆς καὶ κληρονόμους αἰωνίου ζωῆς ἀνατίκτουσαν, βοηθὸν μάγους ἀποστόλους ἐργαζομένην, τελῶνας εὐαγγελιστὰς γεννῶσαν, βοηθὸν τοὺς κοπιῶντας ἀναπαύουσαν, λῃστὰς θεολόγους ποιοῦσαν, πόρνας παρθένων σεμνοτέρας καθιστῶσαν, βοηθὸν νεκροὺς ζωοποιοῦσαν, τὴν οἰκουμένην ἐκ νεκρώσεως τῆς εἰδωλολατρίας (425) ἐγείρουσαν, βοηθὸν ἀήττητον, βοηθὸν ἀνίκητον, βοηθὸν ἀκαταγώνιστον, ἄθραυστον. Πᾶσαι αἱ βασιλεῖαι, πᾶσαι αἱ πατριαί, πᾶσαι αἱ φυλαί, καὶ πᾶσαι αἱ γλῶσσαι τῶν ἐθνῶν ὑπ’ αὐτῆς ἐσώθησαν. Ὅλῳ τῷ γένει τοῦ ἀνθρώπου αὕτη ἐβοήθησεν. Αὕτη τοὺς κειμένους ἀνέστησεν. Αὕτη τοὺς ἀσθενεῖς ἰάτρευσεν. Αὕτη τὴν κτίσιν ἀνέκτισε. Διὸ καὶ περὶ αὐτῆς (430) εἶπε Κύριος ὁ Θεός, λέγω δὴ τῆς ἐκκλησίας, τό· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον. Καὶ διὰ τοῦτο ἡνώθη αὐτῇ ὁ Θεὸς Λόγος, ἵνα μηκέτι εἴη ὁ ἄνθρωπος μόνος, ἀλλὰ σὺν Θεῷ ὅλος ἐν μιᾷ μὲν καὶ ὑποστάσει, ἀλλὰ καὶ ὅταν αὐτῷ δι’ ἀρετῆς προσενοῦται.
IV 1. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν. Πῶς δὲ αὐτῷ ἡ βοηθὸς (435) γίνεται, ἄκουσον. Εὐθέως γὰρ ἐπήγαγε λέγων ὅτι Καὶ ἔπλασεν ἔτι ἐκ τῆς γῆς Κύριος ὁ Θεὸς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά, καὶ πᾶν, ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο τὸ ὄνομα αὐτῷ. Καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ (440) οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.
Οὐ ψιλή τις οὐδὲ ἡ τυχοῦσα καὶ ἐν τοῖς προκειμένοις γέγονεν ἀντίρρησις τοῖς ἐξηγηταῖς. Οἱ μὲν γὰρ αὐτὰ λέγουσιν εἶναι ταῦτα τὰ πρῶτα ζῷα καὶ θηρία καὶ πετεινά, οἱ δὲ πάλιν, κατὰ τὸν λέγοντα· Εἴ τις ἐν Χριστῷ, καινή, δεύτερα καὶ ἕτερα διὰ τοῦτο λέγουσι (445) προφητεύεσθαι, τουτέστι τὰ διάφορα ἔθνη τὰ ἐν τῇ ἐκκλησίᾳ πρὸς Θεὸν συναχθέντα.
Ταύτης δὲ τῆς δόξης ἐστὶ καὶ ὁ πολὺς ἐν θεολογίᾳ Εὐστάθιος ὁ θεῖος καὶ προσομιλητὴς καὶ μάρτυς καὶ κορυφαῖος τῆς ἐν Νικαίᾳ συνόδου διδάσκαλος, ᾧ καὶ πειθαρχοῦμαι ὡς θεολήπτῃ κηδεμόνι. Καὶ γὰρ ἐκ πολλῶν (450) τρόπων ἔστι διαγνῶναι, φησὶν ὁ πατήρ, τούτων τῶν ζῴων καὶ πετεινῶν τὸ διάφορόν τε καὶ ἀνόμοιον. Πρῶτον διὰ τοῦ εἰπεῖν· Καὶ ἔπλασε Κύριος ὁ Θεὸς ἐκ τῆς γῆς ἔτι, οὐ γὰρ εὑρίσκομεν πλάσμα Θεοῦ εἶναι, εἰ μὴ τὸν ἄνθρωπον. Πάλιν καὶ διὰ τοῦ λέγειν τὸ Ἔτι δείκνυσιν ἡ γραφὴ ἕτερά τινα ἐνταῦθα ζῷα προφητεύεσθαι καὶ πετεινὰ παρὰ τὰ πρότερα, οὔτε (455) γὰρ γέγραπται τὰ πρῶτα πετεινὰ ἐκ γῆς γενόμενα, ἀλλ’ ἐξ ὑδάτων, ταῦτα δὲ ἐκ γῆς ἐγένοντο, μᾶλλον δ’ ἐπλάσθησαν ἰδιοχείρως παρὰ Θεοῦ, καὶ οὐ κατὰ πρόσταξιν. Ὡσαύτως καὶ διὰ τοῦ λέγειν πάντα τὰ πετεινὰ καὶ πάντα τὰ θηρία νῦν ὑπὸ Θεοῦ πλασθῆναι οὐ δίδωσιν ἡμῖν χώραν τοῦ @1 ὅλως εἰπεῖν ὅτι μέρος μὲν ἐγένοντο πρότερον, μέρος δὲ νῦν. Ὅθεν οὔτε (460) περὶ σπερμοφάγου βρώσεως ἐν τούτοις τι διακελεύεται ὁ Θεός, τὰ γὰρ εἰς παράδεισον εἰσερχόμενα οὐ χόρτον ἐσθίει, ἀλλὰ πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ πρό γε πάντων ἐκ τοῦ ξύλου τῆς ζωῆς Χριστοῦ τοῦ ζωοποιοῦντος καὶ ταῦτα τὰ ζῷα. Ἔστι δ’ εἰπεῖν ὅτι ἔθνη εἰσὶ ταῦτα τὰ θηρία τὰ ἐν τῇ ἐκκλησίᾳ ὑπὸ Θεοῦ εἰσενεχθέντα ἢ ὅτι (465) ἱππὼν καὶ συβότιον καὶ καμηλοστάσιον καὶ οἰνοτροφεῖον σήμερον ὁ παράδεισος ὑπάρχει.
Καὶ μὴ φιλονεικήσῃς. Οὐ γὰρ δείξεις, κἂν φιλονεικήσειας, ὅτι τὰ θηρία ταῦτα ἐξελήλυθεν ἐκ τοῦ παραδείσου, ἀφ’ ἧς ἡμέρας εἰσήγαγεν αὐτὰ καὶ συνήθροισεν ὁ Θεός. Καὶ εἰ εἶχες ὀφθαλμοὺς καὶ μὴ περιέκειτο τὸ (470) κάλυμμα τῆς ἀγνοίας ἐπὶ τοῦ προσώπου σου, διέβλεψας ἂν (καὶ γὰρ ἠθέλησας) συνηθροισμένα ταῦτα τὰ θηρία τοῦ ἀγροῦ ὁμοθυμαδὸν πρὸς τὸν πνευματικὸν Ἀδὰμ ὑπὸ Θεοῦ εἰσενεχθέντα, τὴν πάλαι λέαιναν τὴν Χαλδαίαν διενάγοντος, τὴν ἄρκτον τῆς Περσίδος, τὴν πάρδαλιν τῶν Μακεδόνων (τοιαῦτα γάρ σοι θηρία τούτους ὁ Δανιὴλ προσηγόρευσε), (475) καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τοὺς ἐλέφαντας Αἰθίοπας καὶ τοὺς δράκοντας Θηβαΐδος καὶ τὰς ἀσπίδας τῆς Αἰγυπτίας καὶ τοὺς λέοντας τῆς Βαβυλῶνος καὶ τοὺς λύκους τῆς Ἀρραβίας καὶ τοὺς στρουθοὺς καὶ ὀνάγρους τοὺς Κυρηναίους. Μία ταῦτα πάντα ἀγέλη θηρίων ἐν αὐτῇ τῇ ἐκκλησίᾳ τῇ βοηθῷ τρεφόμενα. (480)
Λοιπὸν διάβλεψον, ὦ Ἰουδαῖε, καὶ ἴδε καὶ μὴ εἰς τέλος τύφλωττε. Εἰσελθόντα τὰ θηρία ὑπὸ σκέπην, ὥς φησιν Ἰώβ, εἰσῆλθον καὶ οὐκ ἐξῆλθον, θῆρες γὰρ ἄγριοι εἰρήνευσαν Θεῷ τῷ λέγοντι· Εὐλογήσει με πάντα τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθίων, ὅτι ἐμά ἐστι τὰ θηρία τοῦ ἀγροῦ πάντα, καὶ ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ (485) οὐρανοῦ. Διάνοιξόν σου τὰ ὦτα καὶ μὴ κωφεύῃς ὡς ἡ ἀσπίς, ἥτις οὐκ εἰσακούσει φωνῆς μου ἐπᾴδοντός σοι. Θηρίον, σοὶ ταῦτα λαλῶ. Θηρίον, σοὶ ἐπᾴδω. Θηρίον, σὲ τὸ πρόβατον βούλομαι πραΰναι καὶ Θεῷ καθημερῶσαι. Ἆρ’ οὐκ αἰσχύνῃ, εἰπέ μοι, ὅτι τὸν λέοντα καὶ λέαιναν καὶ τὴν ἄρκτον καὶ τὴν πάρδαλιν καὶ τὸν δράκοντα καὶ τὴν ἀσπίδα καὶ τὸν (490) λύκον καὶ τὸν ὄναγρον εἰσήγαγεν ὁ Θεὸς ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας τρέφεσθαι καὶ ἀπολαύειν καὶ κατατρυφᾶν ἀπὸ παντὸς ὡραίου καρποῦ καὶ εὐφραίνεσθαι καὶ ἐμπιπλᾶσθαι ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ σὺ ἕστηκας ἔξω πρόβατον τοῦ Θεοῦ ὑπάρχων καὶ υἱὸς ὅ ποτε γνήσιος πρωτότοκος; Τὰ θηρία ὑπετάγησαν καὶ εἰσῆλθον εἰς τὴν αὐλήν, καὶ σὺ ὁ @1 (495) ὀφείλων ποιμὴν εἶναι τῶν θηρίων ἀγριώτερος θηρίου γέγονας. Ὅρα γὰρ ὅτι σημαίνων ὁ Θεὸς τὰ ἔθνη εἶναι ταῦτα τὰ κατὰ δευτέραν τάξιν ὑπ’ αὐτοῦ γενόμενα καὶ εἰς τὸν παράδεισον πρὸς τὸν Ἀδὰμ εἰσαχθέντα θηρία αὐτὰ ὀνομάζει λέγων διὰ τοῦ συγγραφέως ὅτι Καὶ ἔπλασε Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ (500) τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ. Ἆρ’ οὐ φρικτὸν καὶ τὸ ὅλως ἐννοεῖν, εἴ γε ὁ Θεὸς ὁ τοῖς Χερουβὶν καὶ τοῖς Σεραφὶμ ἀθεώρητος καὶ ἀκατάληπτος καὶ ἀπροσπέλαστος, ᾧ μετὰ φόβου καὶ τρόμου πᾶσαι αἱ νοεραὶ δυνάμεις τὴν λατρείαν προσάγουσιν, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται τὸ πρόσωπον αὐτοῦ καὶ ζῆσαι, οὗτος δὴ ὁ ἐπάνω τῶν (505) οὐρανῶν καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας πῦρ καταναλίσκον ὤν, δουλικὴν ἱπποκόμου τάξιν ἀναλαβών, τοὺς ἵππους, ἀλλὰ δὴ καὶ τὰς ἄρκτους καὶ τοὺς λύκους καὶ τὰς καμήλους ἐπὶ χειρῶν ἕλκων τῷ Ἀδὰμ ὑπουργικῶς προσέφερεν, ὅπως ἴδῃ, τί καλέσει αὐτά, ὁ πάντα γινώσκων ὡς Θεὸς πρὶν γενέσεως αὐτῶν καὶ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα (510) καλῶν καὶ πᾶσι τοῖς κτίσμασι τὰ οἰκεῖα ὀνόματα δοὺς κατὰ τὸ βούλημα αὐτοῦ;
Ἀλλὰ ταῦτα οἱ Ἰουδαῖοι νοσοῦσιν οἱ τῷ γράμματι μόνῳ τῆς γραφῆς προσέχοντες καὶ ὑπ’ αὐτοῦ ἀποκτένονται. Σὺ δέ, ὦ θειότατε τοῦ Θεοῦ καὶ θεοφύτευτε τῆς ἐκκλησίας παράδεισε, τὴν καλὴν καὶ ἀπλανῆ (515) ὁδὸν μετὰ Παύλου τοῦ παραδεισοσκόπου καὶ παραδεισοπολίτου ὅδευε ἀκούων αὐτοῦ λέγοντος ὅτι Πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσματα τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν διαγράφουσιν. Οὐκοῦν διὰ τοῦτο οὐ τὰ πρῶτα κτήνη ζῷα τὰ κατὰ πρόσταξιν γενόμενα εἰσήγαγε πρὸς τὸν πνευματικὸν Ἀδὰμ τὸν Χριστὸν ὁ Θεὸς εἰς τὸν παράδεισον (τύπος γὰρ (520) ὑπῆρχον τοῦ λαοῦ τῶν Ἰουδαίων), ἀλλ’ ἡμᾶς τὸν δεύτερον λαὸν οὐ μεμονωμένον, ἀλλὰ ἑνωθέντα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τουτέστι τοῖς ἐξ ὕδατος καὶ Πνεύματος γεννηθεῖσι πιστοῖς.
Ἔστι δὲ ὡς ἀληθῶς ἀκοῦσαι καὶ θαυμάσαι τὴν τοῦ ἁγίου Πνεύματος σοφίαν, ὥσπερ γὰρ ἐπὶ τοῦ Ἀδὰμ οὕτω καὶ τούτων τῶν θηρίων τὴν (525) δημιουργίαν λέγει. Ἐκεῖ μὲν γὰρ γέγραπται· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, τουτέστιν ἐκ κοινῆς συμφωνίας τὸ τῆς Τριάδος πλήρωμα λέγει τὸ Ποιήσωμεν, ὡσαύτως ἐνταῦθα φησίν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν, τουτέστι θεόπλαστον. Τίς δὲ οὗτος ὁ θεόπλαστος βοηθός, ἄκουσον· Καὶ ἔπλασε (530) Κύριος ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. Οὗτός ἐστιν ὁ βοηθός. Αὕτη ἐστὶν ἡ ποίμνη· αὕτη ἡ ἀγέλη. Αὕτη ἐστὶν ἡ ἡμῶν τῶν θηρίων καὶ ζῴων ἐκκλησία ἡ βοηθός, @1 ὥσπερ γὰρ εἶπεν ὁ Θεός· Ποιήσωμεν τῷ ἀνθρώπῳ βοηθόν, παραυτὰ καὶ τὸν τοιοῦτον βοηθὸν θεόπλαστον ὑπέστησε. Καὶ ὅτε μὲν γηγενῆ τὸν (535) Ἀδὰμ ποιεῖ γηγενής, καὶ ὁμοούσιον αὐτοῦ τὴν ἐκκλησίαν παράδεισον καὶ ξύλων λέγει φύτευσιν· ὅτε δὲ πάλιν τὴν λεγομένην ζωὴν δημιουργεῖ, συνώνυμα καὶ σύζωσα αὐτῆς ζῷα τὴν ἐκκλησίαν πλάττει, ὁ γὰρ γηγενὴς ὁμογενὴς τοῖς ἐκ γῆς καὶ ἡ ζωὴ οἰκεία καὶ ἰδία τῶν ζώων. Ἀλλ’ ὁ μὲν ἄνθρωπος Ἀδὰμ πρὸ τῆς γυναικὸς γέγονε, προαιώνιος γὰρ καὶ ἄναρχος (540) καὶ ἄκτιστος καὶ ἄχρονος πρὸ τῆς ἐκκλησίας προϋπάρχει ὁ Θεὸς Λόγος, ἐνταῦθα δὲ τὰ ζῷα πλάττει πρὸ τῆς Εὕας τῆς λεγομένης ζωῆς, προϋπῆρξε γὰρ τὰ θηριώδη ἔθνη, καὶ οὕτως ἐπ’ ἐσχάτου τῶν χρόνων συνέστη ἡ ἐκκλησία αὐτῶν, ἐν ᾗ ἤγαγεν αὐτὰ ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν δεύτερον Ἀδὰμ Χριστὸν ἰδεῖν, τί καλέσει αὐτά. (545)
Καὶ ἄκουσον τούτου σαφῶς λέγοντος τοῦ Υἱοῦ ὅτι Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν. Ἰδοὺ ἤκουσας δεσποτικῆς φωνῆς διδασκούσης σε, πῶς ἤγαγε τὰ θηρία τῶν ἐθνῶν πρὸς τὸν ὁμοούσιον Υἱὸν ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας. Διὸ καὶ πάλιν λέγει· Οὓς δέδωκάς μοι, Πάτερ, σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Πᾶς (550) γὰρ ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς ἔρχεται πρός με, καὶ πᾶν, ὃ δέδωκέ μοι ὁ Πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. Οὐκοῦν θαρρείτωσαν τὰ θηρία τῶν ἐθνῶν τὰ διὰ τοῦ Πατρὸς εἰσελθόντα πρὸς τὸν Υἱὸν ἀκούοντα αὐτοῦ λέγοντος ὅτι Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, καὶ ὅτι Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, (555) ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ δέδωκεν αὐτῷ ἐξουσίαν πάσης σαρκὸς λέγων· Αἴτησαι παρ’ ἐμοῦ ὡς Υἱός, καὶ δώσω σοι κλῆρον πατρῷον ἔθνη θηρία τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Θαρρείτωσαν, πάλιν λέγω, ταῦτα τὰ παρόντα ἔσω καὶ ἀκούοντα τοῦ λόγου τοῦ ἁγίου θηρία τῶν ἐθνῶν, οὐ μὴ γὰρ ἐκβληθῶσιν ἔξω. Εἰ δὲ θέλει (560) ἀκοῦσαι ὁ Ἰουδαῖος, τίνες ἐξεβλήθησαν, ἵνα τὰ θηρία εἰσέλθωσιν, ἀκούσῃ τοῦ κηπουροῦ τοῦ παραδείσου τούτου λέγοντος ὅτι δεῖ τοὺς Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν θῆρας εἰσελθεῖν καὶ ἀνακλιθῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, τοὺς δὲ υἱοὺς τοῦ νυμφῶνος Ἰουδαίους ἐκβληθῆναι ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον, καλέσω (565) γὰρ τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν ἠλεημένην συναγωγὴν οὐκ ἠλεημένην.
Καὶ ἐπειδὴ περὶ ξένων καὶ παραδόξων πραγμάτων διεξιὼν ὁ λόγος οὐ μόνον τῷ Ἰουδαίῳ, ἀλλ’ ἴσως καί τισι τῶν πιστῶν δύσπιστος ὑπάρχει, ἀνάγκη ἡμᾶς ἐξ ἑτέρων θηρίων βεβαιῶσαι τὸν λόγον. @1 (570) Ἄκουσον γοῦν τοῦ ἐν τῇ κιβωτῷ Νῶε, ὅτε περὶ σωματικῶν θηρίων καὶ ὑλικῶν λαλεῖ ἡ γραφή, πῶς ἐπιτρέπει ἐκεῖ ὁ Θεὸς αὐτῷ καὶ τὴν εἴσοδον τῶν θηρίων καὶ κτηνῶν καὶ πετεινῶν ἐν τῇ κιβωτῷ. Ὁμοίως πάλιν μετὰ τὸν κατακλυσμὸν λέγει καὶ τὴν ἔξοδον αὐτῶν ἐκ τῆς κιβωτοῦ μετὰ τοῦ Νῶε γεγενημένην. Καὶ πῶς λοιπὸν καὶ ἐνταῦθα ἐν τῷ παραδείσῳ (575) ποιήσας ὁ Θεὸς δι’ ἑαυτοῦ τὴν εἴσοδον τούτων τῶν θηρίων καὶ οἱονεὶ βουκόλος αὐτῶν καὶ ὁδηγὸς γενόμενος οὐκ ἔτι ἐξήγαγεν αὐτά, ἀλλ’ ἔνδον κατέλιπεν; Εἰ δὲ θρυλλεῖ τε καὶ ἀγανακτεῖ ὁ Ἰουδαῖος τούτων ἀκούων, βαστάσει μικρὸν καὶ ἀκούσει τοῦ λόγου παριστῶντος ὅτι οὔτε ἡ γυνὴ οὔτε ἡ λεγομένη ζωὴ ἐξῆλθεν ἐκ τοῦ παραδείσου, ἀλλὰ μονώτατος (580) ὁ ἄνθρωπος ὁ ἔξωθεν εἰσελθών. Ἡ δὲ ζωὴ ὡς παραδεισόπλαστος αὐτόχθων οὖσα καὶ οὐκ ἔξωθεν εἰσελθοῦσα ἔσω εἰς τὸ οἰκεῖον χωρίον. ἔμεινεν ὡς ζωὴ ζωοποιοῦσα τὰ πρὸς αὐτὴν εἰσενεχθέντα ζῷα. Τί οὖν; φησίν, Οὐ γέγραπται μετὰ τὴν ἔξοδον τοῦ Ἀδὰμ ἐκ τοῦ παραδείσου ὅτι Ἔγνω Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ; Ἐπίσχες, ἄνθρωπε, καὶ μὴ (585) σπουδάσῃς, ἀλλ’ ἔπεχε, καὶ ὅτε κατὰ τοὺς τόπους γενώμεθα τῆς ἐξαποστολῆς τοῦ Ἀδὰμ τῆς ἐκ τοῦ παραδείσου, ἐάν μοι δείξῃς ὁ Ἰουδαῖος ὅτι ὀνομάζει ἡ γραφὴ ἔξοδον θηρίων ἢ ἔξοδον γυναικὸς (οὔπω ἦλθεν ἡ παρουσία τοῦ Χριστοῦ). Ἀλλ’ οὐ δείξεις, κἂν μυρία φιλονεικήσῃς, ἀλλ’ ὁ μὲν ἔξωθεν εἰσελθὼν καὶ γενόμενος ἄνθρωπος ἀπῆλθεν ἐκεῖ, ὅθεν ἦλθεν, ἡ (590) δὲ γυνὴ αὐτοῦ ἡ ζωὴ ἔμεινεν ἔσω μετὰ τῶν ζῴων ζωοποιεῖν αὐτὰ ἐν τῷ ξύλῳ τῆς ζωῆς τά ποτε λεγόμενα θηρία καὶ πετεινά.
Οὐκοῦν μανθανέτω ὁ πιστὸς ὅτι κατὰ δευτέραν τάξιν ἐξανατείλαντα ὑπὸ Θεοῦ ὡραῖα καὶ καλὰ καὶ καρποφόρα ξύλα καὶ τὰ δεύτερα θηρία καὶ πετεινά, ἅπερ ὁ Θεὸς αὐτὸς ἔπλασε, κἀκείνη πάλιν ἡ σινδών, ἣν (595) ὁ Πέτρος ἐν τῇ ὀπτασίᾳ ἐθεάσατο, ἔχουσα πάντα τὰ θηρία καὶ τὰ τετράποδα καὶ πετεινὰ τοῦ οὐρανοῦ, καὶ αὕτη ἡ γυνή, ἣν ζωὴν καλοῦμεν, ἡ τοῦ ἀνθρώπου βοηθὸς οὐδὲν ἕτερον σημαίνουσιν, εἰ μὴ τὸν παράδεισον τῆς ἐκκλησίας, εἰς ὃν εἰσήγαγεν ὁ Θεὸς τὰ θηριώδη ἔθνη καὶ ἤγαγεν αὐτὰ πρὸς Χριστὸν τὸν δεύτερον Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά, (600) ἕκαστον κατὰ τὴν οἰκείαν ἀξίαν καὶ πολιτείαν. Διὸ καὶ ἐκάλεσε τὰ μὲν πρόβατα ὡς ἐκ δεξιῶν στησόμενα, τοὺς δὲ ἐρίφια ὡς ἐξ ἀριστερῶν, τοὺς δὲ ἄρνας ὡς ἑπομένους Χριστῷ, τοὺς δὲ βόας ὡς ἕλκοντας τὸ σταυρικὸν ἄροτρον, τοὺς δὲ ἵππους ὡς ταράσσοντας ὕδωρ ἁλμυρὸν ἀπιστίας, καὶ ἄλλους ἀετοὺς ὡς εἰς θεολογίαν ὑψουμένους, καὶ ἑτέρους περιστερὰς διὰ (605) τὸ σημαντικὸν τῆς ἐν αὐτοῖς τοῦ Πνεύματος χάριτος. Εἰ δὲ καὶ θήρας ἀγρίους ἐν τούτῳ τῷ παραδείσῳ βούλει ἰδεῖν, ἄκουσον αὐτοῦ λέγοντος· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. @1 Ὅθεν καὶ Λύκους ὀνομάζει τοὺς ἐπιβούλους τῆς ποίμνης Ἰουδαίους καὶ γεννήματα ἐχιδνῶν καὶ ἄλλους ἀλώπεκας. (610)
Καὶ πᾶν, ὃ ἐκάλεσεν Ἀδάμ, φησί, τοῦτο τὸ ὄνομα αὐτῷ, τουτέστιν οὐκ εἰκῇ οὐδὲ μάτην, ἀλλὰ κατὰ τὴν ἑκάστου πολιτείαν καὶ ἀξίαν ἁρμόζοντα ὀνόματα τίθησιν ὁ Χριστός. Πάσῃ τοίνυν τῇ κτίσει καὶ τοῖς κτίσμασι τέθεικεν ὁ Θεὸς τὰ ὀνόματα, τοῖς δὲ θηρίοις τούτοις μόνοις καὶ τῇ γυναικὶ ὁ Ἀδὰμ ἐκάλεσε τὰ ὀνόματα, τουτέστιν ὁ Χριστὸς τῷ λαῷ (615) αὐτοῦ καὶ τῇ ἐκκλησίᾳ. Εἰ δὲ πάλιν μαίνεται ὁ Ἰουδαῖος εἰπεῖν ἡμῖν, διὰ τί ὁ Θεὸς πᾶσι δοὺς τὰ οἰκεῖα ὀνόματα οὐ τέθεικεν οὔτε τῇ γυναικὶ οὔτε μὴν τοῖς ζῴοις ὀνόματα (ἐχρῆν γὰρ αὐτὸν δοῦναι πᾶσι τὰ ὀνόματα τὰ οἰκεῖα, οὐ μὴν τὸν Ἀδάμ), ἐγὼ ἐρῶ· ὅθεν καὶ ἅπαξ καὶ δὶς μνημονεύσας ὁ Θεὸς ποιῆσαι τὴν γυναῖκα οὐ γυναῖκα αὐτὴν ὠνόμασεν, ἀλλὰ βοηθόν; (620) Πῶς οὖν τὸν ἄνθρωπον ὀνομάσας Ἀδὰμ τῇ γυναικὶ οὐ δίδωσιν ὄνομα αὐτός; Ἀλλὰ δικαίως καὶ ἀξίως ὁ ἀνὴρ αὐτῆς Ἰησοῦς αὐτὸς ὀνομάζει καὶ τὴν ἰδίαν γυναῖκα καὶ τὰ ἴδια τέκνα ὡς πατὴρ καὶ οἰκοδεσπότης κατὰ τὴν τάξιν πάντων τῶν οἰκοδεσποτούντων καὶ δεσποζόντων τῆς ἰδίας γυναικὸς καὶ τέκνων. Διὸ καὶ ἔλεγεν ὁ ἀψευδὴς ὀνοματοθέτης ὅτι αὐτός (625) ἐστιν Ὁ καλὸς ποιμὴν καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ φωνεῖ αὐτὰ κατ’ ὄνομα, τουτέστιν ὀνομάζει, ἡνίκα ἤγαγε τότε ὁ Θεὸς αὐτὰ πρὸς αὐτὸν ἰδεῖν, τί καλέσει αὐτά. Ἀλλ’ ὅτε μὲν οὖν ἠθροίζοντο, θηρία ἐλέγοντο, ὅτε δὲ εἰς τὸν παράδεισον καὶ εἰς τὴν αὐλὴν τοῦ καλοῦ ποιμένος εἰσηνέχθησαν σύμμορφα γενόμενα τοῦ ἀμνοῦ τοῦ Χριστοῦ, πρό (630) βατα εὐθέως ὠνομάσθησαν ἅπαντα.
Ὁ δὲ μὴ οὕτω νοῶν τὰ περὶ παραδείσου καὶ τῶν ἐκεῖσε εἰσενεχθέντων θηρίων ἐξ ἀνάγκης πάσης ἐννοηθήσεται τὸν μὲν Ἀδὰμ δίκην δεσπότου καὶ βασιλέως ἔνδον καθήμενον, τὸν δὲ παντοκράτορα Θεὸν δουλικῶς αὐτῷ ὑπουργοῦντα καὶ τὰ θηρία ὡς δεσπότῃ προσάγοντα, (635) ὅπερ δυσσεβὲς καὶ πάσης ἀτοπίας καθέστηκεν ἔμπλεων.
V 1. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ, ὡς οἷα τοῦ ἀνθρώπου ἐν κινδύνοις ὄντος καὶ περιστάσεσι καὶ ἀνάγκαις περιπεσόντος καὶ βοηθὸν ἐπιζητοῦντος καὶ πρὸς Θεὸν βοῶντος· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ (640) ἡμῶν. Εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον καὶ ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου τῶν ἐναντίων δυνάμεων τῶν εἰς εἰδωλολατρίαν καὶ ἀσέβειαν καταποντισάντων με. Ταῦτα καὶ τὰ τοιαῦτα ἐπὶ πλείονας χρόνους τοῦ ἀνθρώπου πρὸς Θεὸν βοῶντος καὶ βοηθὸν ἐπιζητοῦντος καὶ πολλῶν αὐτὸν βοηθεῖν νομιζόντων, εἰς μέσον παρελ (645) θόντων, λέγω δὴ πατριαρχῶν, παιδευτῶν, σοφιστῶν, νόμων, Μωσέως, προφητῶν, τούτων καὶ ἄλλων πλειόνων ἐπιδημησάντων τῷ ἀνθρώπῳ @1 οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ, τουτέστι Θεὸς ἄνθρωπος, ὃς ὅμοιος αὐτῷ ἐν ὁμοιώματι ἀνθρώπου γέγονεν ἄνθρωπος μόνος φιλάνθρωπος βοηθὸς Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης. Δεῖ γὰρ τὸν βοηθὸν (650) ἰσχυρότερον τοῦ βοηθουμένου εἶναι, παντοδύναμον καὶ βοηθείας ἀνενδεῆ. Ὁ γὰρ βοηθὸς ἐν κινδύνοις καὶ περιστάσεσίν ἐστι βοηθὸς ὡς τὴν βίαν ὠθῶν. Διὸ καὶ βοηθὸς εἴρηται, ὅπερ ἐπὶ μόνης τῆς ἐκκλησίας λέγεται.
Εἰ δὲ πᾶσαν σαρκικὴν γυναῖκα νομίζεις ὀνομάζεσθαι βοηθὸν τοῦ ἀνθρώπου, πῶς οὐχ εὑρίσκομεν μετὰ τὴν βοηθὸν ταύτην τὴν ἐν τῷ (655) παραδείσῳ γεγενημένην ἑτέραν οἱανδήποτε γυναῖκα ἁγίου ἢ ἁγίαν ἢ προφήτιδα ἢ πατριάρχου κοινωνὸν προσαγορευθεῖσαν βοηθὸν τοῦ ἀνδρὸς ἐν πάσῃ τῇ θείᾳ γραφῇ; Ἐπιμελῶς γὰρ τοῦτ’ ἠρευνήκαμεν, καὶ οὐχ εὕρομεν. Εἰ γὰρ κοινὸν ὄνομα καὶ καθολικὸν ἐπὶ τοῦ γυναικείου γένους ἦν τὸ Βοηθός, ἀνένδεκτον ἦν μὴ κεῖσθαι ἐν τῇ θείᾳ γραφῇ ὅτι Καὶ ἔλαβε Κάϊν (660) ἑαυτῷ βοηθὸν ἢ Σὴθ ἢ Λάμεχ ἢ Νῶε ἢ Ἀβραὰμ ἤ τις ἕτερος. Ἀλλ’ ἐπὶ πάντων τῶν συζυγούντων γυναιξὶν οὕτω κείμενον εὑρήσεις ὅτι Καὶ ἔλαβεν ὁ δεῖνα ἑαυτῷ γυναῖκα τὴν δεῖνα εἰς γυναῖκα, οὐκ εἰς βοηθόν.
Χωρὶς πάσης ἀντιλογίας μᾶλλον πάσης γυναικὸς ὁ ἀνήρ ἐστι βοηθὸς ὡς κεφαλὴ ταύτης καὶ φροντιστὴς καὶ προστάτης. Εἰ δὲ τὸ θῆλύ ἐστι (665) τοῦ ἄρρενος βοηθός, πῶς οὐχ αἱ γυναῖκες μᾶλλον ἐν τοῖς πολέμοις παρατάττονται; Ἀλλ’ οἱ ἄνδρες τῶν γυναικῶν ὑπερμαχοῦσι καὶ θαλαττοποροῦσι. Καὶ οἱ ἄνδρες γηπονοῦσι· μεριμνοῦσι παντοίως· τὸ θῆλυ περιέπουσι πᾶσαν μηχανὴν καὶ τέχνην μετερχόμενοι πρὸς τὸ ταῖς ἑαυτῶν γαμεταῖς βοηθεῖν. Εἰ δὲ ὡς παχὺς καὶ φιλόσαρκος τὴν συνουσίαν λέγεις (670) βοήθειαν τοῦ ἄρρενος, ἄρα οὖν λοιπὸν οὕτως ἔμελλε προβαίνειν, καὶ μὴ μᾶλλον ἐν ταῖς ὁμοκοιτίαις ἀνήρουν μαχαίραις τοὺς συνεύνους αἱ σύζυγαι, ἵνα τὴν κοίτην ἄλλοις κατευτρεπίσωσιν;
Ἀλλὰ καὶ ἡ κύων καὶ ἄρκτος καὶ ἡ λέαινα καὶ ἡ χελιδὼν καὶ τὰ θήλεα πάντα τῶν ζῴων βοηθοὶ τῶν οἰκείων ἀρρένων ὤφειλον ὀνομά (675) ζεσθαι. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἐπεὶ ἄρα ἂν ἑκάστου γένους τὸ θῆλυ εἴτε πετεινοῦ εἴτε θηρίου εἴτε ἑρπετοῦ βοηθὸν ἂν προσηγόρευσεν ἡ γραφὴ τοῦ ἄρρενος, ἀλλ’ οὐδαμοῦ τοῦτο λεγόμενον ἠκηκόαμεν ἐπὶ τῶν κτηνῶν ἢ θηρίων ἢ νηκτῶν ἢ πτηνῶν, ἀλλ’ ἐπὶ μόνου τοῦ Ἀδάμ. Εἰ γὰρ βοηθεῖσθαι δέει μᾶλλον τὰ ὑποχείρια καὶ βασιλευόμενα ζῷα, ὑπὸ τοῦ (680) ἀνθρώπου ἔχρῃζε βοηθείας. Ἐνταῦθα δὲ τοὐναντίον ἀκούομεν, ὅτι τῷ ἄρχοντι καὶ κυριεύοντι καὶ ἐξουσιάζοντι καὶ καταδυναστεύοντι καὶ πάντα τὰ ἐπὶ γῆς ὑποτεταγμένα ὑποκάτω τῶν ποδῶν αὐτοῦ ἀνθρώπῳ τοιούτῳ οὐχ εὑρέθη βοηθός, πνευματικὸς βοηθὸς πρὸς Θεόν, βοηθὸς ψυχικὸς καλῶς ἐπιστρέφων τὸν ἄνθρωπον, ἐκεῖνον λέγω τὸν τότε περιπεσόντα @1 (685) τοῖς λῃσταῖς καὶ ἀποφυγόντα ἀπὸ Θεοῦ καὶ τραυματισθέντα καὶ ἄσωτον γενόμενον.
Ὁ δὲ ὡς αἱρετικὸς καὶ φθονερὸς ἀντιλέγων τοῖς εἰρημένοις οὐχ ἡμῖν, ἀλλὰ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιλέγει καὶ τῷ Χριστῷ Ἰησοῦ τῷ διὰ στόματος Παύλου Πάντα τὰ κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὕαν εἰς Χριστὸν (690) καὶ εἰς τὴν ἐκκλησίαν ἀναφέροντι. Εἰ δὲ λέγει ὁ Ἰουδαῖος καὶ τὴν νομικὴν λατρείαν βοηθὸν εἶναι τοῦ ἀνθρώπου, ποῖος βοηθὸς αὕτη, εἰπέ μοι, ὁ πάντα ἁμαρτάνοντα ἄνθρωπον εὐθέως καὶ ἀσυγχωρήτως κολάζουσα ἀμετανόητον αὐτὸν τῷ πυρὶ τῷ αἰωνίῳ παρέπεμψεν; Ἡ δὲ ἀγαθὴ καὶ φιλάνθρωπος βοηθὸς ἐκκλησία, αὕτη τοῦ Χριστοῦ χώραν καὶ καιρὸν (695) μετανοίας παρέχουσα τοῖς ἁμαρτάνουσιν, ἰσχύει καὶ λῃστὰς καὶ μάγους καὶ ἀρνησιθέους καὶ εἰδωλολάτρας οὐρανοπολίτας καὶ κλειδούχους παραδείσου καὶ βασιλείας οὐρανῶν ἀπεργάσασθαι.
VI 1. Πῶς δὲ αὕτη βοηθὸς καὶ σωτὴρ τοῦ κόσμου γέγονεν ὑπὸ Θεοῦ καὶ κατεσκευάσθη καὶ ᾠκοδομήθη, ἀκουσάτω ἡ κωφὴ συναγωγὴ τοῦ (700) οἰκείου προφήτου Μωϋσέως λέγοντος· Καὶ ἐπέβαλλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. (705)
Βαθείαν ἡμῖν καὶ πάντῃ δυσκάτοπτον τὴν παροῦσαν ῥῆσιν ὁρῶ. Πολλῶν γοῦν κἀν τοῖς προκειμένοις ὑπαρχόντων τῶν ἀπόρων ἐκεῖνο πρὸ τῶν ἄλλων εἰσπραττέτω ἡ ἐκκλησία τὸν ἄπιστον καὶ σαρκικὸν Ἰουδαῖον εἰπεῖν, πῶς τοῦ Θεοῦ πλησίον τοῦ Ἀδὰμ ἱσταμένου καὶ οἷον ἰατρικῇ τέχνῃ, ὡς σὺ νομίζεις, τέμνοντος αὐτοῦ τὴν πλευρὰν λέγει ἡ (710) γραφή· Ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδὰμ μηδαμοῦ ὑποχωρήσαντος τοῦ Θεοῦ μήτε μὴν τῆς γυναικὸς τῆς γενομένης ἐκ τοῦ Ἀδάμ, ἀλλ’ ἀμφοτέρων ὁμοῦ τυγχανόντων, πόθεν ἤγαγεν αὐτὴν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ; Ἐχρῆν γὰρ εἰπεῖν ὅτι Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν εἰς γυναῖκα καὶ ὑπέδειξεν αὐτὴν τῷ Ἀδάμ. Τὸ γὰρ (715) Ἤγαγεν αὐτὴν σημαίνει ὅτι μετὰ τὸ γενέσθαι αὐτὴν ἀπέδρασέ που καὶ διεχωρίσθη τοῦ οἰκείου ἀνδρὸς μακράν, εἶθ’ οὕτως αὐτὴν ὁ Θεὸς ἐπιστρέψας ἤγαγε πρὸς τὸν Ἀδὰμ τὸν πνευματικὸν καὶ σωτῆρα τὴν σύσσωμον αὐτοῦ καὶ σύζυγον ἐκκλησίαν. Ὥσπερ γὰρ πρὸ βραχέος ἱππαγωγὸν καὶ θηριαγωγὸν καὶ κτηναγωγὸν εἶπεν ἡ γραφὴ τὸν Θεὸν προσάγοντα τὰ (720) θηρία καὶ τὰ πετεινὰ πρὸς τὸν Ἀδάμ, οὕτω καὶ νῦν πάλιν νυμφαγωγὸν αὐτὸν ἱστορεῖ ἄγοντα τὴν νύμφην πρὸς τὸν νυμφίον Χριστόν.
Ἀλλὰ γὰρ ἐπὶ τὴν ἀρχὴν τοῦ λόγου ἐπανέλθωμεν ἐπιζητοῦντες μαθεῖν παρ’ αὐτοῦ κελεύοντος καὶ λέγοντος· Ζητεῖτε, καὶ εὑρήσετε, πῶς @1 κοινὴν καὶ ἀδιαίρετον καὶ ἄφθορον ἡμῖν διηγησαμένη ἡ γραφὴ τὴν (725) ποίησιν τοῦ ἀνθρώπου καὶ τῆς γυναικός, ἡνίκα εἶπεν ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, μετὰ ταῦτα δύο ἰδικὰς γενέσεις ἰδίᾳ καὶ ἀνὰ μέρος ἐπ’ αὐτῶν ἐξηγεῖται πάντῃ ἀνομοίους καὶ παρηλλαγμένας καὶ μηδεμίαν ὁμοιότητα πρὸς ἀλλήλας ἐχούσας οὐδὲ τροπικῶς οὐδὲ τοπικῶς. Τὸν μὲν (730) γὰρ Ἀδὰμ ἐκτὸς τοῦ παραδείσου ἐποίησεν ἐν ἀδιηγήτῳ τινὶ καὶ ἀνερμηνεύτῳ καὶ ἀκαταλήπτῳ τόπῳ, ὡς καὶ ἄλλοτε εἶπον, εἶθ’ οὕτως αὐτὸν ἐν τῷ παραδείσῳ εἰσήγαγεν ἀπὸ τῶν ἔξωθεν, τὴν δὲ γυναῖκα ἔσω ἐν τῷ παραδείσῳ ποιεῖ, ἐπειδὴ καὶ ὁ Χριστὸς ἔξωθεν ἀπὸ τοῦ Πατρὸς ἐξ ἀγνώστου καὶ ἀνερμηνεύτου τόπου Θεὸς Λόγος ὢν ὡς εἰς παράδεισον (735) εἰσελήλυθε πρὸς ἡμᾶς, εἶθ’ οὕτως τὴν ἐκκλησίαν τὴν λεγομένην βοηθὸν ἐποίησεν ἐκ τῆς οἰκείας πλευρᾶς ἐν αὐτῷ. Καὶ τούτου χάριν διῃρημένας καὶ ἀνομοίους τὰς γενέσεις τοῦ Ἀδὰμ καὶ τῆς Εὕας ἱστορεῖ ἡμῖν τὸ γράμμα τὸ ἱερόν, τὸν μὲν ἐξ ἀψύχου γῆς πρότερον ἄψυχον διαπλάσας, εἶθ’ οὕτως καὶ τὸν ἑαυτοῦ Λόγον καὶ Θεὸν ἄψυχον ὄντα (οὐδὲ γάρ ἐστι (740) ζῷον ἔμψυχον ἐξ ἑαυτοῦ μὴ ζῴου ὄντος ἐμψύχου) προαγαγών, εἶθ’ οὕτως ψυχώσας καὶ διαπλάσας τε καὶ ζωώσας, τὴν δὲ ἐξ ἐμψύχου ἔμψυχον καὶ ἐκ τελείου τελείαν καὶ ζῶντος ζῶσαν ζωὴν δημιουργήσας καὶ προσαγορεύσας, τουτέστιν ἄνθρωπον ἔννουν καὶ ἔμψυχον εὐδοκήσας γενέσθαι τὸν Λόγον. Ἄνθρωπος γὰρ ἔμψυχον γεγονὼς τὴν ἐκκλησίαν ἐξ (745) ἑαυτοῦ ᾠκοδόμησε Πνεύματι ψυχωθεῖσαν ἁγίῳ.
Εἰ δὲ παίζει τὰ λεγόμενα ὁ σωματόφρων Ἰουδαῖος, λεγέτω ἡμῖν αὐτὸς πῶς ὁ παντοδύναμος Θεὸς πάσας τὰς οὐρανίους δυνάμεις ἐν ἀκαριαίᾳ ῥοπῇ ὑφ’ ἓν αὐθυπάρκτως ποιήσας μόνον τὸν ἄνθρωπον καὶ τὸ ἀνθρώπινον πλῆθος οὐχ ὑφ’ ἓν ἔπλασεν οὐδ’ αὐτοὺς τοὺς δύο, λέγω δὴ (750) τὸν Ἀδὰμ καὶ τὴν Εὕαν. Ὅθεν καὶ ποιήσας πάντα τὰ θηρία καὶ τὰ ζῷα καὶ τὰ πετεινὰ καὶ τοὺς ἰχθύας κατὰ γένος ἐπὶ τὸ γεννᾶν ἄρσεν καὶ θῆλυ διὰ τῆς πρὸς ἄλληλα μίξεως καὶ συνουσίας οὐδαμοῦ ἐν πᾶσιν ἐκείνοις ὠνόμασεν ἡ γραφὴ ἄρσεν καὶ θῆλυ, εἰ μὴ ἐπὶ μόνου τοῦ Ἀδὰμ καὶ τῆς Εὕας εἰποῦσα ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ὅπερ μυστήριον ἡμᾶς (755) διδάσκει παράδοξον, λέγω δὴ τὸ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας. Φησὶ γάρ· Καὶ ἐπέβαλλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ. Οὐκ εἶπεν· Ἔβαλλεν, ἀλλ’ Ἐπέβαλλε, τουτέστιν, ἐφ’ ὃ οὐκ ἐκέκτητο οὐσιωδῶς, τοῦτο ἐπέβαλλεν αὐτῷ ὁ Θεὸς καὶ Πατήρ, ἀλλ’ ὅ τι κατὰ προσθήκην οἰκονομικῶς διὰ σαρκός, ἐξέστη γὰρ γενόμενος ὃ οὐκ ἦν. (760)
Μείνας δὲ καὶ ὅπερ ἦν ὁ Θεὸς Λόγος ἐξέστη, τουτέστι γυμνὸς καὶ ἀσύνθετος γενόμενος σύνθετος Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, περὶ ἧς @1 ἐκστάσεως καὶ σαρκώσεώς φησι πρὸς αὐτὸν ὁ προφήτης Ἁμβακούμ· Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, τουτέστιν ἐναντίων δυνάμεων. Ἀντὶ δὲ τῆς ἐκστάσεως ὁ μὲν τῶν ἑρμηνευτῶν καταφορὰν εἶπεν, ἄλλος (765) κάρον, ἕτερος ὕπνον. Ἡ καταφορὰ δὲ καὶ ὁ ὕπνος καὶ ὁ κάρος ζωῆς καὶ θανάτου μετέχουσιν, ὡς ἵνα εἴπῃ ὅτι ὁ πρὶν ἀθάνατος καὶ ἄϋπνος Θεὸς Λόγος ἐν τῇ ἐκστάσει καὶ ἐξόδῳ τῇ ἐξ οὐρανῶν σαρκωθεὶς τῇ σαρκὶ ὕπνου τοῦ θανάτου ἐγεύσατο γενόμενος ἄνθρωπος. Πανσόφως δὲ εἴρηται ὅτι Κύριος ὁ Θεὸς ἐπέβαλλεν αὐτὸν εἰς ταύτην τὴν ἔκστασιν καὶ (770) ὕπνωσεν. Ὁ γὰρ Θεὸς καὶ Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν εἰς θάνατον, ἐν ᾧ ἐξέστη ἡ ἄχραντος αὐτοῦ ψυχὴ χωρισθεῖσα τοῦ παναγίου σώματος, ἐκστάντος καὶ αὐτοῦ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν καὶ ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν παράδοξον ἀληθῶς καὶ πνευματικὴν ἔκστασιν ἔχοντος, περὶ ἧς φησιν ὅτι Καὶ ἐπέβαλ (775) λε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ.
Καὶ διὰ τί πλευράν; Ὑποκείμενον μέλος ὑπάρχει ἡ μία πλευρὰ τῷ καθεύδοντι παρὰ πάντα τὰ μέλη τοῦ σώματος, ἡ δ’ ἄλλη ἐπικείμενον. Δεικνὺς οὖν ὁ Θεὸς ὅτι ἥ ποτε ἀνυπότακτος πλευρά, τουτέστιν ἡ ἐκκλη (780) σία, ὑποταγήσεται τῷ Χριστῷ τῆς ἑτέρας πλευρᾶς αὐτοῦ, λέγω δὴ τῆς τῶν Ἰουδαίων συναγωγῆς, ἀνυποτάκτου μενούσης. Τούτου χάριν φησὶν ὅτι Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, μία γὰρ παραλαμβάνεται, ἡ δ’ ἄλλη ἀφίεται. Δύο γοῦν πλευρὰς εἰρήκαμεν τὰς δύο ἐκκλησίας, τουτέστι τὴν ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων, ἐπειδὴ διὰ ταύτην τὴν ληφθεῖσαν (785) πλευρὰν καὶ οἰκοδομηθεῖσαν εἰς γυναῖκα περὶ Χριστοῦ εἴρηται ὅτι Καταλείψει τὸν πατέρα αὐτοῦ τὸν κατὰ σάρκα τὸν Ἰουδαϊκὸν λαὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν τεκοῦσαν αὐτὸν συναγωγὴν καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ τὴν ἐξ αὐτοῦ τεχθεῖσαν πλευρὰν ἐκκλησίαν τῶν ἐθνῶν, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Χριστὸς γὰρ καὶ ἡ ἐκκλησία μία (790) ὁμόνοια καὶ συμφωνία. Ἡμεῖς γάρ ἐσμεν σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους καὶ πλευρὰ καὶ σάρκες καὶ ὀστᾶ.
Δυνατὸν δὲ καὶ δύο πλευρὰς τοῦ Χριστοῦ τοῦ δευτέρου Ἀδὰμ εἰπεῖν τὴν θεότητα αὐτοῦ καὶ τὴν ἀνθρωπότητα, τὴν μὲν μίαν, εἴτουν σάρκα, ὑποκειμένην καὶ ἡττωμένην ὕπνῳ τοῦ θανάτου, τὴν δὲ θεότητα οὐχ ὑπο (795) κειμένην καὶ ἡττωμένην ὕπνῳ τοῦ θανάτου, ἀλλ’ ὑψηλοτέραν οὖσαν τῆς ὑποκειμένης ἑτέρας σαρκὸς πλευρᾶς, ἣν καὶ λαβὼν ὁ Θεὸς ᾠκοδόμησεν αὐτὴν εἰς γυναῖκα ἐκκλησίαν, καὶ ἀνεπλήρωσε Χριστὸν σάρκα ἀντ’ αὐτῆς. Μεταδοὺς γὰρ ἡμῖν θεότητος ἀντιμετέλαβεν ἐξ ἡμῶν σαρκός, περὶ ἧς ἀνταλλαγῆς ἔλεγε τῷ Θεῷ ὁ Δαυὶδ καταβοῶν Ἰουδαίων καὶ φάσκων· (800) Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου, τουτέστι τὴν σάρκα ὕβρισαν τοῦ Υἱοῦ σου. @1
Καὶ ἐπέβαλλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ.
Διὰ τοῦτο μανθάνομεν ὅτι ἐν τῷ θανάτῳ Χριστοῦ ἐτέθη καὶ εἰς φῶς (805) προῆλθεν ἡ ἐκκλησία, ἥτις ἐστὶ πλευρά. Διὸ καὶ ὁ Χριστὸς μετὰ τὸν θάνατον νυχθεὶς τὴν μίαν πλευρὰν ὕδωρ καὶ αἵμα ἔβλυσε, τουτέστι τὸ μυστήριον καὶ τὴν ἀναγέννησιν τῆς ἐκκλησίας τὴν διὰ πυρὸς καὶ ὕδατος, καὶ οὐ τὴν ἑτέραν πλευρὰν ἐτρώθη. Τί γὰρ ἦν ἐμποδὼν τῇ Ἰουδαίων μανίᾳ μὴ καὶ ἀμφοτέρας τὸν Κύριον παθεῖν; Ἀλλ’ ἵνα μάθῃς ὡς ἡ τῶν (810) Ἰουδαίων πλευρὰ τὴν τοιαύτην τοῦ μυστηρίου χάριν οὐκ εἶδε βλύζειν, τούτου χάριν τὴν μίαν ὁ Κύριος τιτρώσκεται. Μίαν δὲ πλευρὰν ἔλαβεν ὁ Θεὸς Λόγος, ἐπειδὴ ἐκ μόνης μητρὸς ὑπὲρ φύσιν ἐσαρκώθη χωρὶς ἀνδρός.
Μετὰ τὸ εἰπεῖν· Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν στίξας τελείαν στιγμὴν ὁ μέγας Κλήμης, καὶ τότε ἀρχὴν στίχου ποιήσας, ἐπήγαγε τό· Ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα. Καὶ δοκεῖ μοι πάνυ θεοσεβῶς ἐπιστῆσαι τῇ λέξει, καὶ γὰρ καὶ ὁ Θεοδοτίων οὕτω διέστειλε τὸ (820) αὐτὸ ῥῆμα, ἵνα ᾖ τοιοῦτον τὸ λεγόμενον· Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς καὶ ἐκόσμησε καὶ ἐφαίδρυνε καὶ ἡγίασε τὴν πλευρὰν τῆς σαρκός, ἣν ἔλαβεν ἐκ τοῦ Ἀδὰμ ἑαυτῷ εἰς γυναῖκα, τουτέστι τὴν ἐκκλησίαν, πρὸς ἣν ὁ Παῦλος βοᾷ· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παραστῆσαι παρθένον ἁγνήν. Ὅθεν καὶ ὁ Θεὸς ἑνωθεὶς καὶ νυμφευθεὶς ταύτῃ τῇ πλευρᾷ, φησί, διὰ τοῦ (825) προφήτου πρὸς τὴν μοιχαλίδα συναγωγήν· Οὐκ ἔτι σού εἰμι ἀνήρ, καὶ σὺ οὐκ ἔτι μου ὑπάρχεις γυνή.
Εἰ δὲ καὶ τὴν οἰκοδομὴν ταύτης τῆς θεοζεύκτου πλευρᾶς τῆς ποτε ἠρημωμένης καὶ καταλελυμένης βούλει μαθεῖν, ἄκουσον τοῦ ἑνωθέντος αὐτῇ ἀκρογωνιαίου λίθου, θεμελίου ἀσαλεύτου, Χριστοῦ λέγοντος ὅτι (830) Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπῳκοδομήθη γὰρ ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως προφητῶν καὶ ἀποστόλων, τῶν καλῶν ἐργατῶν τοῦ πανσόφου οἰκοδόμου. Πότε δὲ αὕτη ἡ μία πλευρὰ ἐκκλησία ᾠκοδομήθη; Πρόδηλον ὅτι ὅτε ἡ ἑτέρα πλευρὰ κατελείφθη καὶ κατελύθη ὁ ναὸς ὁ Ἰουδαϊκὸς τὸ (835) δεύτερον, ὅστις ὡς μία πλευρὰ τοῦ Ἀδὰμ Χριστοῦ ὑπάρχων σαφῶς τὸ ὄνομα τοῦ προπάτορος Ἀδὰμ προδιέγραφε. Ψηφιζόμενον γὰρ τὸ τοῦ Ἀδὰμ ὄνομα τὸν τεσσαρακοστὸν καὶ ἓξ ἀριθμὸν συνάγει, ἐν τέτταρσι γὰρ καὶ ἓξ ἔτεσιν ὁ ναὸς ὁ Ἰουδαϊκὸς ὁ ὑπὸ Ῥωμαίων καθαιρεθεὶς ἀνῳκοδομήθη. @1 (840)
Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδὰμ (δῆλον ὅτι μετὰ τὴν τοῦ ὕπνου ἐξέγερσιν), ἣν ἑαυτῷ ἀνέστησεν. Οὐ γὰρ γέγραπται ὅτι Καὶ ἐξήγειρε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ ἤγαγε πρὸς αὐτὸν τὴν γυναῖκα. Ἔχει ὁ πιστὸς καὶ περὶ ταύτης τῆς μετὰ τὴν τοῦ Χριστοῦ (845) ἀνάστασιν τῆς ἐκκλησίας πρὸς αὐτὸν ἐλεύσεως ἐν Εὐαγγελίοις σαφῆ τὴν ἀπόδειξιν. Ὅτε γὰρ ἐκ νεκρῶν ἀνέστη, τότε ἐνετείλατο τοῖς ἀποστόλοις λέγων· Πορευθέντες εἰς τὸν κόσμον μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. (850)
VII 1. Πορευθέντες συνάξατέ μου τὰ διεσκορπισμένα τέκνα, τὰ διεσπαρμένα μέλη. Ἑνώσατέ μου τὰς διῃρημένας σάρκας. Συζεύξατέ μου τὰ διαλυθέντα ὀστᾶ. Ἀγάγετέ μοι τὴν ἐξ ἐμοῦ χωρισθεῖσαν πλευράν. Καλέσατε πρός με τὴν ληφθεῖσαν αἰχμάλωτόν μου γυναῖκα. Οἰκοδομήσατε αὐτὴν εἰς ἐμὴν σύζυγον πάλιν ἐκκλησίαν. Συνάψατέ μοι τῷ ἐξ ὄρους (855) ἁγίου ἄνευ χειρῶν τμηθέντι λίθῳ ἐκείνους τοὺς λίθους, περὶ ὧν φησιν Ἠσαΐας ὅτι Ἅγιοι λίθοι κυλίονται ἐπὶ τῆς γῆς. Δι’ ὧν οἰκοδομηθείσης τῆς πλευρᾶς Χριστοῦ ἐκκλησίας καὶ συναφθέντων τῶν μελῶν τῶν συγγενῶν τῆς σαρκὸς αὐτοῦ καὶ συσφιχθέντων ἡμῶν τῶν ὀστῶν αὐτοῦ τῇ πρὸς αὐτὸν ἑνώσει καὶ συμφυΐᾳ τῆς πίστεως ὁρῶν οὕτω καλῶς ὑπὸ Θεοῦ (860) οἰκοδομηθεῖσαν τὴν σύσσωμον καὶ σύζυγον αὐτοῦ ἐκκλησίαν πλευράν, ὅτε ἤγαγεν αὐτὴν πρὸς ἑαυτὸν ὁ Θεὸς καὶ Πατήρ, εἶπεν ὁ δεύτερος Ἀδὰμ μετὰ τὴν ἔγερσιν αὐτοῦ τὴν ἐκ νεκρῶν· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου.
Τῷ γοῦν κατὰ τὸ γράμμα μόνον ψιλαῖς ταῖς λέξεσι προσέχοντι τοῖς (865) εἰρημένοις πάνυ ἀνοίκεια καὶ ἐναντία τὰ ῥήματα τυγχάνει τοῖς πράγμασιν. Ἕως μὲν γὰρ τὰ μέλη τοῦ σώματος τυγχάνῃ ἡνωμένα ἐν τῷ σώματι, δυνάμεθα λέγειν περὶ ἑκάστου αὐτῶν ὅτι Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐπὰν δὲ ἔκ τινος αἰτίας ἀφαίρεσις καὶ διαίρεσις γένηταί τινος μέλους ἐκ τοῦ σώματος, οὐκ ἔτι (870) χώραν ἔχει τὸ λέγειν· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου, ἀλλά· Τοῦτο ἦν ποτε ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τοῦ σώματός μου. Νῦν δὲ οὐκ ἔτι ὀστοῦν μου, οὐκ ἔτι δὲ σάρξ μου, ἀλλὰ διῃρέθη· ἀφῃρέθη· ἐξεκόπη· ἀπεξενώθη τῶν ὀστῶν μου καὶ τῶν σαρκῶν μου. Ἐνταῦθα δὲ ἐπὶ ταύτης τῆς παραδόξου καὶ θαυ (875) μαστῆς πλευρᾶς τοῦ λεγομένου Ἀδὰμ ἐκ τοῦ ἐναντίου τὰ πράγματα λέγονται. Πρὸ γὰρ τῆς ἀφαιρέσεως καὶ διαιρέσεως τῆς πλευρᾶς τῆς ληφθείσης καὶ ἐξελθούσης ἐκ τοῦ σώματος αὐτοῦ οὐκ εἰρήκαμεν αὐτὴν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ οὔτε σάρκα ἐκ τῆς σαρκὸς αὐτοῦ. Ὅτε δὲ ἐλήφθη καὶ ἐτέχθη ἐξ αὐτοῦ καὶ οἱονεὶ σῶμα αὐτοῦ γέγονε, προσηνέχθη @1 (880) αὐτῷ, καὶ τότε φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου, ἤγουν ὁμογενής.
Ὅθεν διὰ τοῦ λέγειν καὶ προστιθέναι τὸ νῦν δείκνυσιν ἡμῖν ὅτι τὸ πρὶν οὐκ ἦν αὐτὴ ἡ πλευρὰ τῶν Ἰουδαίων οὔτε ὀστοῦν τῶν ὀστῶν αὐτοῦ οὔτε σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ, λέγω δὴ τοῦ ἀληθινοῦ Ἀδάμ. Καὶ (885) εἰ μὲν εἶπε· Τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, εἶχε χώραν ὁ Ἰουδαῖος κατὰ τὸ γράμμα νοῆσαι τὸ λεγόμενον. Προστιθέντος δὲ αὐτοῦ τὸ νῦν δείκνυσιν ἡμῖν σαφῶς ὅτι, ἕως οὗ ἐξέστη ὁ δεύτερος Ἀδὰμ τὴν καλὴν καὶ μακαρίαν ἀναλλοίωτον ἔκστασιν, καὶ ὕπνωσε τὸν ζωοποιὸν πάντων ἡμῶν τριήμερον αὐτοῦ θάνατον, καὶ ἔτεκε τὴν καλὴν αὐτοῦ ἐκκλησίαν (890) τὴν σύσσωμον πλευράν, καὶ ᾠκοδόμησεν αὐτὴν εἰς γυναῖκα ἑαυτοῦ, καὶ ἤγαγεν αὐτὴν ὁ Θεὸς ἀπὸ τῆς πλάνης ἐπιστρέψας αὐτὴν πρὸς τὸν Χριστόν, ἕως οὗ ταῦτα πάντα γέγονεν, οὔπω ἦν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ σὰρξ ἐκ τῆς σαρκὸς αὐτοῦ. Τὸ οὖν νῦν διὰ τὴν ἔλευσιν λέγει, ἡνίκα ἐγγὺς γενομένη τοῦ Ἀδὰμ ᾠκειώθη καὶ ἡνώθη καὶ ἐνυμφεύθη καὶ (895) συνηρμόσθη αὐτῷ. Διὸ καὶ ἀκούει παρ’ αὐτοῦ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου, τουτέστιν ἐμοῦ Χριστοῦ, ἐξ οὗ καὶ ἐτέχθη. Διὸ καὶ ἀκούει ὅτι Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου ὡς Κύριος πάντων κυριεύσει.
Ἀλλ’ ἐπὶ μὲν τῆς ἑξαημέρου κτίσεως ἔσχατον ποιεῖ καὶ πλάττει τὸν (900) ἄνθρωπον, ἐπὶ δὲ τῆς μετὰ ταῦτα πρῶτον αὐτὸν εἰσάγει, εἶθ’ οὕτως τὰ τὴν ἐκκλησίαν ἐξεικονίζοντα πράγματα. Πρῶτον γὰρ ἐσαρκώθη ὁ Χριστός, εἶθ’ οὕτως γέγονεν ἡ ἐκκλησία, ἐν ᾗ τὰ θηρία εἰσῆλθον τὰ ἔσχατα. Ὅ τι αὐτῷ τῷ εἰσαγάγοντι Χριστῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1
(905) (10) Τοῦ αὐτοῦ ἀκολούθως λόγος δέκατος
I 1. Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. (1)
Καὶ διὰ τί εὐθέως γυνή, καὶ μὴ μᾶλλον κατὰ τὴν τάξιν τῶν σωματικῶν αὐξήσεων πρῶτον νήπιον, εἶτα παῖς, εἶτα θυγάτηρ, εἶτα νεᾶνις, καὶ τότε γυνή, ἀλλ’ εὐθέως τελείαν γυναῖκα λέγει, τουτέστι πρᾶγμα τέλειον, οἰκοδέσποιναν, μητέρα, τροφὸν καὶ γεννήτριαν καὶ κτήτορα (5) τέκνων πολλῶν; Διό φησιν· Αὕτη κληθήσεται γυνή; Καὶ μὴν ἤδη εἶπεν αὐτὴν ὑπὸ Θεοῦ οἰκοδομηθεῖσαν εἰς γυναῖκα, καὶ εἶθ’ οὕτως πρὸς τὸν Ἀδὰμ ἐνεχθεῖσαν. Ἀλλ’ ὅπως δείξῃ ὅτι εἰς τὴν ἐκκλησίαν ταῦτα ἀναφέρονται τὴν ἐπ’ ἐσχάτου τῶν αἰώνων νυμφευθεῖσαν τῷ Χριστῷ, τούτου χάριν μέλλον τι ῥῆμα τίθησι λέγων ὅτι Αὕτη κληθήσεταί ποτε γυνή, ὅτι (10) ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Καὶ μὴν τὸ ἐξ ἀνδρὸς λαμβανόμενον ἢ τικτόμενον οὐ γυνὴ τοῦ ἀνδρὸς λέγεται, ἀλλὰ θυγάτηρ ἢ τέκνον ἢ υἱὸς ἢ γέννημα, ὥσπερ καὶ ἐπὶ τῶν ζῴων καὶ πετεινῶν καὶ θηρίων πᾶσα σὰρξ ἐκ σαρκὸς προερχομένη ἤγουν ὑπόστασις ἐκ τῆς ὁμοουσίου αὐτῆς ὑποστάσεως γέννημα λέγεται καὶ οὐ τέκνον. Ἐνταῦθα δὲ οὐχ οὕτως φησὶ (15) περὶ τῆς σαρκὸς τῆς πλευρᾶς τῆς ἐκ τοῦ ἀνδρὸς αὐτῆς ληφθείσης. Ἰδοὺ καὶ ἑτέρα ἀπορία. Οὔπω γὰρ ἦν ἀνὴρ αὐτῆς ὁ Ἀδάμ· οὐ συνδύασις γέγονε. Καὶ πῶς φησιν ὅτι Ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη; Οὐκοῦν ἐκ παντὸς τρόπου δῆλον ὅτι ἐπὶ τὸν Χριστὸν μᾶλλον καὶ τὴν ἐξ αὐτοῦ γεννηθεῖσαν καὶ αὐτῷ ἑνωθεῖσαν ἐκκλησίαν ἀναφέρονται καὶ προφητεύ (20) ονται ταῦτα, καὶ γὰρ μόνος ὁ Χριστός ἐστι καὶ γεννήτωρ καὶ ἀνὴρ τῆς οἰκείας γυναικὸς καὶ νύμφης ἐκκλησίας.
Τινὲς δὲ τῶν ὑπομνηματιστῶν καὶ οὕτως ἔδοξαν ὑπακούειν ταῦτα περὶ τῆς ἐκκλησίας. Ἦν, φησί, τὸ πρὶν ἡνωμένη τῷ Θεῷ, ὅτε γέγονεν ἡ τῶν ἀνθρώπων φύσις, εἶτα ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη εἴτουν (25) ὑπεσύρη καὶ ἀπεσπάσθη, καὶ γὰρ ᾐχμαλώτιστο τῇ εἰδωλολατρίᾳ ὑπὸ τοῦ διαβόλου. Ὅτε οὖν ἐπιστρέψας ἤγαγεν αὐτὴν ὁ ἴδιός ποτε αὐτῆς ἀνὴρ Θεὸς πρὸς ἑαυτόν, τὸν δεύτερόν φημι Ἀδάμ, εἶπε· Τοῦτο νῦν μετὰ τὴν ἐπιστροφὴν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεταί μου γυνὴ τοῦ προπάτορος συζύγου Χριστοῦ, ὅτι ἐξ (30) ἐμοῦ τοῦ ἀνδρὸς αὐτῆς Χριστοῦ ἐλήφθη αὕτη κλαπεῖσα καὶ νῦν ἐπάνεισιν. Ὑφ’ ἑτέρῳ γὰρ ἦν ἀνδρὶ τῷ διαβόλῳ καὶ μοιχαλὶς ἐγένετο.
Εἰ δὲ ἀντιλέγει ὁ Ἰουδαῖος, ὀφείλουσι τοῦτο οἱ περὶ ἡμᾶς ἐπίστασθαι ἀκούοντες διὰ παντὸς τοῦ Θεοῦ ἐν τῷ νόμῳ γυναῖκα ὀνομάζοντός ποτε τὴν συναγωγὴν καὶ νῦν μὲν λέγοντος αὐτῇ ὅτι Ὄψις πόρνης ἐγένετό σοι, (35) ἀπηρυθρίασας πρὸς πάντας, τουτέστιν ἀποστᾶσα ἐξ ἐμοῦ πρὸς πάντας @1 θεοὺς τῶν εἰδώλων ἑνωθεῖσα ἐξεπόρνευσας καὶ προσεκύνησας πάσῃ τῇ κτίσει. Διὸ καὶ πάλιν ἔλεγεν αὐτῇ· Οὐκ ἔτι σού εἰμι ἀνήρ, καὶ σὺ οὐκ ἔτι μου εἶ γυνή, ὅτι ἐμεγαλύνθη ἡ πορνεία σου ὑπὲρ Σόδομα τὴν ἀδελφήν σου. Καὶ ἕτερα μυρία τοιαῦτα ὡς πρὸς μοιχαλίδα φαίνεται ὁ Θεὸς λέγων (40) τῇ συναγωγῇ ἐν τῷ νόμῳ.
Εἰ δὲ μακροθύμως τῶν παρ’ ἐμοῦ ἀκούει καὶ ἀνέχεται ὁ Ἰουδαῖος, δείκνυμι αὐτῷ ὅτι καὶ ἡ γυνὴ αὐτοῦ ἡ συναγωγὴ ἀπὸ σαρκὸς ἐκτίσθη, καθὰ καὶ ἡ ἐκκλησία, τουτέστιν ἐκ τῆς περιτομῆς τῆς ἀκροβυστίας Ἀβραὰμ τοῦ προπάτορος Ἰουδαίων γενομένη, ὥσπερ ἡ τοῦ Χριστοῦ ἐκκλησία (45) ἐκ τῆς σαρκὸς τῆς πλευρᾶς τοῦ Ἀδάμ. Ἀλλ’ ἡ σὰρξ ἐκείνη, λέγω δὴ ἡ ἀκροβυστία τοῦ Ἀβραάμ, ἀπερρίφη εὐθέως, ἡνίκα περιετμήθη καὶ εἰς γῆν κατεπατήθη, τὴν ἀποβολὴν καὶ ἀπορριφὴν τοῦ Ἀβραμιαίου Ἰσραηλιτικοῦ γένους προφητεύουσα. Ἡ δὲ σὰρξ τῆς πλευρᾶς ἡ θεοτίμητος ὡς ζωὴ ἐκ ζωῆς οὐκ ἀπερρίφη, ἀλλ’ εὐθέως χειρὶ Θεοῦ ᾠκοδομήθη εἰς (50) γυναῖκα τελείαν Θεοῦ ἐκκλησίαν.
Διό, ὥσπερ ἐκείνη ἡ σὰρξ καὶ τὸ σπέρμα τῆς περιτομῆς δύο προσηγορίας ἔσχε διὰ γυναικός, λέγω δὴ τῆς Σάρας πρῶτον, εἶτα Σάρρας, οὕτω καὶ ἡ ἐκκλησία Εὕα δύο ὀνόματα ἔλαβε, τὸ δεύτερον κρεῖττον καθ’ ὑπερβολὴν τοῦ πρώτου ὑπάρχον. Ὠνομάσθη γὰρ ἐν (55) πρώτοις γυνή, εἶτα μετὰ ταῦτα ζωή, ἣν ἐκτυποῦσα καὶ ἡ γυνὴ τοῦ Ἀβραὰμ ἐκλήθη ἐν πρώτοις Σάρα, τουτέστιν ἄρχουσα καὶ ἡγουμένη, εἶτα Σάρρα εἴτουν πολύτεκνος. Ἦρξε γὰρ ἁπάντων ἡ ἐκκλησία πολυτοκήσασα τοὺς πιστούς.
II 1. Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἕνεκεν (60) τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.
Ἕνεκεν τούτου. Ποίου; Τουτέστι τοῦ ἐκ τοῦ ἀνδρὸς ληφθέντος διὰ τὸ πλευρὰν αὐτοῦ εἶναι καὶ σάρκα καὶ ὀστοῦν καὶ μέλος καὶ μέρος καὶ οἱονεὶ τόκον καὶ γόνον καὶ γέννημα. Ἕνεκεν τούτου ἀρνεῖται ὁ ἀληθὴς καὶ (65) μόνος θεάνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ (εἶπε γάρ· Μήτηρ μου καὶ ἀδελφοί μού εἰσιν οἱ ποιοῦντες τὸ θέλημά μου) καὶ προσκολλᾶται πρὸς τὴν γυναῖκα αὐτοῦ. Γυναῖκα αὐτοῦ ἐκείνην λέγω τὴν ἐξ αὐτοῦ καὶ τῆς πλευρᾶς αὐτοῦ καὶ τῆς σαρκὸς αὐτοῦ καὶ τῶν ὀστέων τῶν ἰδίων αὐτοῦ προελθοῦσαν, ἥτις ἐστὶ μόνη τοῦ πνευματικοῦ Ἀδὰμ γυνή. (70) Οὐδεμία γὰρ ἄλλη γυνὴ ἐκ τοῦ ἀνδρὸς αὐτῆς προῆλθεν, εἰ μὴ ἐκείνη μόνη, ἐπεὶ πᾶσαι αἱ λοιπαὶ ἐν κόσμῳ γυναῖκες ἐκ γυναικῶν προέρχονται καὶ γεννῶνται, εἶθ’ οὕτως τοῖς ἀλλοτρίοις καὶ ξένοις ἀνδράσιν εἰς γυναῖκας συνάπτονται, οὐ μὴν καὶ συγκολλῶνται. Τὸ γὰρ προσκολλώμενον καὶ συγκολλώμενον οὐδεμίαν διαίρεσιν οὔτε διάστασιν οὐ τόπῳ, οὐ τρόπῳ @1 (75) ἐκ τοῦ ἑτέρου ἔχει, ἀλλ’ ἅπαξ οὕτω συγκεκόλληται ὡς ὁ ἀὴρ τῷ φωτὶ καὶ ὁ σίδηρος τῷ πυρὶ ἑνοῦται καὶ ἡ πορφυρᾶ βαφὴ τῇ χλανίδι καὶ ἡ ψυχὴ κεκολλημένη ἀδιαιρέτως τῷ σώματι.
III 1. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ καὶ Παῦλος λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν προετυπώθη καὶ προεγράφη ταῦτα. Ταῦτα. Ποία; Τουτέστι τὰ κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ἤγουν ἡ τούτου πλάσις, τὸ ἐν αὐτῇ ἐμφύσημα, ἡ θέσις ἡ ἐν παραδείσῳ, τὸ ἐργάζεσθαι, τὸ φυλάττειν, ἡ ἐντολή, ἡ τῶν ζῴων πρὸς τὸν Ἀδὰμ ἐν παραδείσῳ εἴσοδος, (100) ὁ ὕπνος, ἡ ἔκστασις, ἡ πλευρά, ἡ οἰκοδομή, ἡ ἔναξις αὐτῆς, τοσοῦτον μᾶλλον ἡ σάρξ, δι’ ἃ καὶ εἴρηται ὅτι Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Τὸ μυστήριον τοῦτο μέγα ἐστί, κἀγὼ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν (105) ἐκκλησίαν, ἐπεὶ κατὰ τὸ γράμμα οὔκ ἐστιν ὁ ἀνὴρ καὶ ἡ γυνὴ συζυγοῦντες τῇ ὑποστάσει σὰρξ μία. Ἔστι δὲ καὶ ἀσθενεστέρα καθ’ ὑπερβολὴν ἡ σὰρξ τῆς γυναικὸς τῆς σαρκὸς τοῦ ἀνδρός, καὶ πῶς μία; Πλὴν ὅτι οὐδὲ πᾶς ἄνθρωπος ὑπὲρ τὸν ἴδιον πατέρα καὶ τὴν μητέρα ποθεῖ καὶ τιμᾷ τὴν ἰδίαν γυναῖκα. Ὅθεν καὶ ἔστιν ἰδεῖν καθ’ ἡμέραν μυρίους κατα (110) λιμπάνοντας τὰς ἑαυτῶν γυναῖκας καὶ πρὸς ἄλλας μετερχομένους. Πατέρα δὲ καὶ μητέρα οὐκ ἄν τις εὐχερῶς ἀπαρνήσασθαι ἢ καταλεῖψαι δύναται. Καὶ ὁ δεσπότης Χριστός, ἐπεὶ ἡνώθη ἡμῖν, οὕτω @1 γέγονεν εἷς τῇ ὑποστάσει καταλείψας τὴν ἰδίαν καὶ πρὸς τὴν Ἑλληνίδα φυλὴν μετελθών. Εἰ δὲ μία σάρξ ἐστιν ὁ σωματικὸς ἀνὴρ καὶ ἡ γυνή, (115) ἐχρῆν ἐκ παντὸς τρόπου ἀσθενοῦντος τοῦ ἀνδρὸς συνασθενεῖν καὶ τὴν γυναῖκα, καὶ πάλιν τῆς γυναικὸς ταλαιπωρούσης ἢ γηρασκούσης συμφθίνειν καὶ τὴν σάρκα τοῦ ἀνδρός, καὶ τελευτῶντος τοῦ ἀνδρὸς συνθνήσκειν καὶ τὴν γυναῖκα.
Ἐπειδὴ δὲ τὰ ὑπὲρ Χριστοῦ πρεσβεύοντα λαλῶ καὶ ὑπὲρ τῆς συζύ (120) γου αὐτοῦ ἐκκλησίας κατὰ Ἰουδαίων ὁπλίζομαι, καὶ λεγέτω μοι πάλιν ὁ Ἰουδαῖος· εἰ ὁ ἄνθρωπος καὶ ἡ γυνή εἰσιν εἰς σάρκα μίαν, πῶς οὐκ εἶπεν· Καὶ εἰς ψυχὴν μίαν, ὅπερ ἦν τῶν ἄλλων μᾶλλον ἀναγκαιότερον; Πάντως ὅτι ἑτέρα ἐστὶν ἡ τοῦ Δεσπότου ψυχὴ ἤγουν λογική τε καὶ νοερά, καὶ ἑτέρα ἡ τῆς ἐκκλησίας ἤγουν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ (125) διαφόρους σάρκας οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἔχουσιν, ἄκουσον τοῦ Θεοῦ λέγοντος ὅτι Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας πάντως ὡς γυναικομανοῦντας. Καὶ πάλιν λέγει ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν Παύλου ἄκουσον τοῦ (130) παραδεισοπολίτου, οὗ αἰωνία ἡ μνήμη, τοῦ λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐκκλησίαν εἶναι εἰς σάρκα μίαν καὶ τὸ ὑπόδειγμα τοῦ Ἀδὰμ καὶ τῆς Εὕας εἰς αὐτοὺς ἀναφέροντος. Λέγεται δὲ καὶ ἑτέρως, εἰ βούλει, ἡ Εὕα ζωή· εἰς εἰκόνα τῆς ζωοποιοῦ ψυχῆς. Ἑνούμενα οὖν τὰ δύο ταῦτα, λέγω δὲ τὸ σῶμα καὶ ἡ ψυχή, γίνονται ἄνθρωπος εἷς, καὶ οὕτως κυρίως (135) πληροῦται τό· Ἔσονται οἱ δύο εἰς σάρκα μίαν, εἷς γὰρ ἐκ δύο ὑπάρχων ὁ Χριστός, Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος.
Ἐπιστήσεις δὲ καὶ αὐτὸς ὅτιπερ κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑξαημέρου κτίσεως ταῦτα τότε ὑπὸ Θεοῦ ἐλέγοντο καὶ ἐγένοντο, ἐπειδὴ τῇ ἕκτῃ ἡμέρᾳ τοῦ αἰῶνος τὸ πέρας εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν (140) ἔλαβεν. Οὐδὲν δὲ ἧττον ἐν τῇ τετάρτῃ ἡμέρᾳ περὶ ἡλίου καὶ σελήνης διεξερχόμενοι ἀπεδείξαμεν τὸ δὲ Ἔσονται οἱ δύο εἰς σάρκα μίαν τοὺς δύο φωστήρας εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν νοήσαντες. Ὁ μὲν γὰρ ἥλιος τὸ ξηρὸν καὶ γεῶδες τὸ χοὸς στοιχεῖον πεπίστευται, ἡ δὲ σελήνη τὸ πνεῦμα τοῦ ἀνέμου εἰς τύπον τοῦ πνεύματος τῆς ψυχῆς. Ἑνουμένου οὖν τοῦ (145) χοὸς καὶ τοῦ πνεύματος ἀποτελοῦνται καὶ γίνονται οἱ δύο εἰς ἄνθρωπον ἕνα. Τάχα δὲ ἡ μυστικωτέρα τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν τρόπον· ἐπειδὴ ὁ Χριστὸς οἰκεῖ ἐν ἡμῖν κατὰ τὸ Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, τούτου χάριν ἐπὶ τῆς ἐκκλησίας πᾶσα καθαρὰ καρδία ἑνωθεῖσα τῷ Θεῷ Λόγῳ ἄμφω εἰσὶν οἱ δύο εἰς σάρκα μίαν. Ὁ γὰρ (150) κολλώμενος τῷ Κυρίῳ ἒν πνεῦμά ἐστιν.
Οὐ μόνον δὲ πράγμασιν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ῥήμασιν ἔστιν @1 ἀκοῦσαι τῆς θείας γραφῆς συναπτούσης καὶ ἑνοποιούσης τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ὡς ἄνθρωπον ἕνα εἰς τύπον Χριστοῦ καὶ τῆς ἐκκλησίας. Ποιήσωμεν γάρ φησιν ἄνθρωπον κατ’ εἰκόνα ἡμέτεραν καὶ καθ’ ὁμοίωσιν. (155) Ἰδοὺ μονοπροσώπως εἰπὼν τὸν ἄνθρωπον ἐπήγαγε λέγων· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Τὸ δὲ Ἀρχέτωσαν δυϊκῇ φωνῇ καθέστηκε μονάδα ἐν δυάδι καὶ δυάδα ἐν μονάδι συνάπτων αὐτούς. Καὶ αὖθις πάλιν φησί· Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, τουτέστι τὸν ἕνα καὶ μόνον ὡς ἐν δυσί. Καὶ δῆλον (160) ἐξ ὧν ἐπάγει· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ἰδοὺ τοὺς δύο εἰς σάρκα μίαν ὄντας ἕνα ἄνθρωπον λέγει. Καὶ ἐν τῇ προστάξει δὲ τῆς βρώσεως καὶ τῆς ἐντολῆς τὸ αὐτὸ ἔστιν ἀκοῦσαι λέγοντος τοῦ Θεοῦ ἕνα ἄνθρωπον τοὺς δύο ὄντας, Ἀπὸ παντὸς γὰρ ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ πρὸς ἕνα τινὰ διαλεγομένου, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ (165) πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανῆσθε. Ὁρᾷς κἀνταῦθα πάλιν τὰ διάφορα πρόσωπα ἕνα ἄνθρωπον ὀνομαζόμενον, τουτέστι τὴν μονάδα ἐν δυάδι καὶ τὴν δυάδα ἐν μονάδι γνωριζομένην διὰ τὸ ὅμοιον τῆς φύσεως.
Ἐντεῦθεν παιδεύεται καὶ κομίζεται ἡ ἐκκλησία δόγμα καὶ ὅπλον (170) μέγα καὶ ἰσχυρὸν τρόπαιον κατὰ τῶν τριθεΐαν ἐγκαλούντων ἡμῖν Ἰουδαίων καὶ βαρβάρων τῶν πρὸς ἡμᾶς λεγόντων ὅτι Εἰ Θεὸς ἐκ Θεοῦ ἐστιν ὁ Υἱός, πῶς δυνατὸν τοὺς δύο ἕνα εἶναι Θεόν; Πρὸς οὓς ἁρμοζόντως τις ἢ ἐπιτηδείως καὶ εὐθυβόλως ἐρεῖ· Εἰ ἡ Εὕα ἐκ τοῦ Ἀδὰμ ἄνθρωπος ἐξ ἀνθρώπου ἐστί, πῶς τοὺς δύο ἕνα ἄνθρωπον λέγει ὁ Θεός; (175) Εἰ ζητεῖς παρ’ ἐμοῦ πῶς τριὰς ἐν μονάδι, εἰπέ μοι σὺ πῶς δυὰς ἐν μονάδι λέγονται οἱ δύο πρωτόπλαστοι. Φησὶ γὰρ ὅτι Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, τουτέστι τὸν ἕνα ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, ἰδοὺ τὸν ἕνα διάφορα πρόσωπα εἶπεν. Οὐκοῦν ὥσπερ ἡ Εὕα ἐκ τοῦ Ἀδὰμ προελθοῦσα εἷς ἄνθρωπος σὺν (180) αὐτῷ ὑπὸ Θεοῦ προσηγορεύθη, οὕτω καὶ ὁ προελθὼν Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ ὁ Πατὴρ εἷς Θεός, ἀλλ’ οὐ θεοὶ δύο ὑπάρχουσί τε καὶ λέγονται.
Ταῦτα δὲ ἡμῖν πλατύτερον ἐν τοῖς κατ’ εἰκόνα λόγοις λέλεκται, ἐν οἷς παρηγάγομεν πλείστας μαρτυρίας τῆς θείας γραφῆς, τὰ μυρία πρόσωπα τῶν ἀνθρώπων ἕνα ἄνθρωπον ὀνομάζοντος τοῦ Θεοῦ, ὡς (185) ὅταν λέγει· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα. Εἰ δὲ τὰ ἀναρίθμητα πρόσωπα τῆς ἀνθρωπίνης φύσεως δυνατὸν λέγεσθαι ἕνα ἄνθρωπον διὰ τὸ ταὐτὸν τῆς οὐσίας, πολλῷ πλέον τὰ τρία τῆς θεότητος πρόσωπα δυνατὸν νοεῖσθαι καὶ κηρύττεσθαι ἕνα Θεὸν διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς φύσεως. Οὕτω καὶ ὁ Ἰσραὴλ ἑξακοσίαις χιλιάσι προσώπων @1 (190) μονοπροσώπως εἷς Ἰσραὴλ ὀνομάζεται. Οὕτω καὶ ὁ Ἀσσύριος, οὕτω καὶ ὁ Πέρσης, οὕτω καὶ ὁ Ἰσμαὴλ ἐν ἀμετρήτοις μυριάσι προσώπων μονοπροσώπως λέγονται, ὥσπερ εἷς ἄνθρωπος ὀνομαζόμενος πολλαὶ οὖσαι ὑποστάσεις, λέγω δὴ Πέρσης, Σύρος, Ἀσσύριος, Ἰσμαήλ, ὥστε ἀνέγκλητός ἐστιν ἡ Χριστιανῶν πίστις τὰς τρεῖς ὁμοουσίους τῆς θεότη (195) τος ὑποστάσεις ἕνα καὶ μόνον Θεόν, ἀλλ’ οὐ τρεῖς θεοὺς ὀνομάζουσα.
IV 1. Μέχρι τοῦδε τὸν κατὰ τριθεϊτῶν ἐξοπλίσαντες λόγον πρὸς τὸν εἱρμὸν τῆς ἀκολουθίας ἀνίωμεν τῆς ἐντολῆς τὴν δύναμιν, ὁποῖα ἔστι, διασκοποῦντες οὑτωσὶ φασκούσης· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Παράδεισον δ’ οἶμαι αὐτὸν ἐκεῖνον τὸν Ἀδὰμ (200) ὀνομάζει διὰ τὴν ἐν αὐτῷ κατὰ μέθεξιν τοῦ Θεοῦ περιπόλευσιν, ξύλα δὲ παραδεισιαῖα τὰς πεφυτευμένας ἐν αὐτῷ νοητὰς καὶ ζωτικὰς δυνάμεις χρῆσαι ταύταις τοῦ λόγου κελεύοντος, ἀλλ’ ὡς ἐδόθησάν σοι καὶ φύσεως ἔχουσι ξύλα, καθάπερ ἀναίσθητα δηλαδὴ καὶ ἀκίνητα πρὸς πᾶσαν κτηνώδη διάθεσιν. Ἀπὸ δὲ τῶν αἰσθητῶν πραγμάτων τῶν εἰς τόδε καὶ (205) τόδε μεριζομένων ὡς εἰς καλὸν καὶ πονηρόν, ἅπερ τοῖς ζῴοις διενεμήθησαν, οὐ φάγεσθε ἀπ’ αὐτῶν. Μονοειδῆ γὰρ τὴν ἕξιν ὁ λόγος αὐτῷ χαρίζεται πρὸς μόνον τείνουσαν τὸν Κύριον, τὰ δὲ ποικίλα καὶ σκεδαστὰ τοῖς παρὰ τὸν ἄνθρωπον ζῶσιν ἁρμόττουσί φησι.
Εἰ μὲν πρὸ τῆς παραβάσεως ἐλέγετο αὕτη ἡ γύμνωσις ἐπὶ τῶν πρωτοπλάστων, εἶχεν ἄν τις εἰπεῖν ψεκτὴν εἶναι ταύτην καὶ οὐκ ἐπαινουμένην. Ἐπειδὴ δὲ εὐθέως ἐξ αὐτῆς τῆς γενέσεως καὶ πλάσεως συνυπῆρξεν αὐτοῖς ἡ γύμνωσις, πρὸ μὲν πάντων πρὸς τὸν Ἰουδαῖον (215) ἀποστρεφόμενος ζητῶ πάλιν ἀπ’ αὐτοῦ μαθεῖν πῶς οὐδεμία ἑτέρα φύσις γυμνὴ γενομένη ὑπὸ Θεοῦ ἐδεήθη σκέπης, εἰ μὴ μόνος ὁ ἄνθρωπος. Καὶ γὰρ καὶ οἱ ἄγγελοι καὶ οἱ θῆρες καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ καὶ τὰ τετράποδα καὶ μάλιστα τὰ ἑρπετὰ γυμνὰ ὑπὸ Θεοῦ ἐδημιουργήθησαν, καὶ οὐδὲν τούτων ἐνεδύθη ὑπὸ Θεοῦ, εἰ μὴ μόνος ὁ ἄνθρωπος. Οὐκοῦν ἐπ’ (220) αὐτῶν τῶν πρωτοπλάστων τὴν γύμνωσιν νοεῖς καὶ τοῦτο συμβολικῶς ὁμοῦ καὶ προτυπωτικῶς ἐπὶ Χριστοῦ καὶ τῆς ἐκκλησίας ἐν ἀρχαῖς ὑπὸ Θεοῦ γενόμενον. Οὐ γὰρ ἠπόρει ὁ πᾶσαν οὐσίαν λογικήν τε καὶ ἄλογον αὐτένδυτον δημιουργήσας ἀνενδεῆ σκέπης κατασκευάσαι καὶ τὸν ἄνθρωπον. Ἀλλ’ ἐπειδὴ γυμνὸς Θεὸς καὶ ἀσύνθετος ὑπάρχων ὁ Θεὸς Λόγος ἐν (225) ἀρχῇ συντίθεσθαι καὶ ἐνδύεσθαι ὑπὸ Θεοῦ ἤμελλε τὸν δερμάτινον τῆς ἡμετέρας σαρκὸς χιτῶνα σὰρξ γενόμενος καὶ σκηνώσας ἐν ἡμῖν, τούτου χάριν γυμνὸν τὸν πρωτότυπον τοῦ δευτέρου Ἀδὰμ ἄνθρωπον ὁ Θεὸς @1 κατεσκεύασε καὶ τὴν σύζυγον τούτου γυναῖκα τὴν εἰκόνα τῆς ἐκκλησίας αὐτὸν πάλιν ἐνδυθείσης. Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρι (230) στὸν ἐνεδύθητε.
Διὸ καί φησιν ἡ γραφὴ ὅτι Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ἔνθα γὰρ ἁμαρτία οὔπω πέπρακται, ἐκεῖ αἰσχύνη οὐ πολιτεύεται, τῆς γὰρ ἁμαρτίας αὕτη ἀποκύημα. Καὶ ἔνθα ἡ φύσις καθαρὰ ὡς γεγένηται καὶ γυμνὴ παντὸς ἐπεισάκτου ἁμαρτή (235) ματος καὶ ἐνδύματος τοῦ παλαιοῦ ἀνθρώπου, οὐδεμία ἐκεῖ ἐντροπὴ ἐπεισέρχεται. Γυμνοὶ τοιγαροῦν ὑπῆρχον οἱ πρωτόπλαστοι παντὸς σπίλου καὶ μολυσμοῦ καὶ τραύματος, ὅτε γεγόνασι, καὶ τούτου χάριν οὐκ ᾐσχύνοντο. Οὔπω γὰρ ᾔδεισαν τὸ διὸ αὕτη.
Εἰ δὲ καὶ ἐπὶ τοῦ Θεοῦ Λόγου βούλει ἀκοῦσαι τὸ ἀκαταίσχυντον, (240) ἄκουσον αὐτοῦ ἑαυτὸν ὀνομάζοντος κριτὴν τῆς ἀδικίας, ἤγουν κατακρίνοντα τὴν ἄδικον κοσμικὴν ἐπέλευσιν τῆς ἁμαρτίας, μήτε τὸν Θεὸν φοβούμενον, Θεὸς γάρ ἐστι, μήτε ἄνθρωπον ἐντρεπόμενον ὡς ἀπροσωπολήπτως καὶ ὀρθῶς δικάζοντα. Διὸ ἔλεγον οἱ ἐν καθέδρᾳ Σαδδουκαῖοι· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς κρίνεις καὶ πρόσωπον οὐ λαμβάνεις. Εἰπὲ (245) περὶ τοῦ κήνσου. Ὅθεν ἡνίκα μὲν ἦν γυμνὸς Θεὸς οὐκ ᾐσχύνετο, ἡνίκα δὲ σαρκωθεὶς οὐκ ἔτι ἦν γυμνὸς ᾐσχύνετο καὶ σταυρὸν ὑπὲρ ἡμῶν ὑπέμεινεν αἰσχύνης καταφρονήσας. Διὸ καὶ ἔλεγεν ὑπὸ Ἰουδαίων ῥαπιζόμενος καὶ φραγγελούμενος καὶ ἐμπτυόμενος· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρε (250) ψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ πάλιν αὐτὸς ὁ Ἰησοῦς διὰ τοῦ προφήτου φησὶ πρὸς τὸν Πατέρα ὅτι Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου, ὅτι ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με.
Εἰ δὲ ὡς σαρκικὸς περὶ σωματικῆς αἰσχύνης ταῦτα ἐπὶ τῆς (255) γυμνώσεως τοῦ Ἀδὰμ καὶ τῆς Εὕας νοεῖς, εἰπέ μοι· τίνος ἑτέρου σὺν αὐτοῖς μὴ παρόντος τίνα εἶχον αἰσχύνεσθαι; Ἄλλως τε τὸ μυστήριον τῶν παιδουργῶν μορίων καὶ τίς ἡ διαφορὰ τῆς τούτων πλάσεως ἠπίσταντο πρὸ τῆς παραβάσεως, οὐδ’ ὅτι εἰς συνουσίαν αὐτοῖς καὶ γάμον ταῦτα ἐγένοντο, καὶ ὑπὸ Θεοῦ ἄρσεν καὶ θῆλυ διετυπώθησαν. Οἱ (260) οὖν ταῦτα μήπω ἐπιστάμενοι ποίαν καὶ αἰσχύνεσθαι αἰσχύνην ἤμελλον; Ὥστε ἀναμφιβόλως εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ἐνεκτέον τὴν γύμνωσιν. Ἦσαν γὰρ οἱ δύο γυμνοὶ ἐν ἀρχαῖς, ὁ μὲν Θεὸς Λόγος γυμνὸς ἀνθρωπότητος, ἡ δὲ ἐκκλησία γυμνὴ τῆς θεότητος οὔπω ἐνδυσαμένη Χριστόν. Πλὴν οὐκ ᾐσχύνετο πρὸ τοῦ παραβῆναι, τοῦτο μὲν ὡς καθαρὰ (265) καὶ πρὸς ἀφθαρσίαν ἑτοιμαζομένη ἤδη, αἱ γὰρ αἰσχύναι ἐπὶ τῶν πάντῃ @1 φθαρτῶν καὶ ὑλικῶν σχημάτων καὶ σωμάτων συνίστασθαι πεφύκασι, τοῦτο δὲ ὡς γυμνῷ καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένη, περὶ ἧς ἀξιεπαίνου γυμνότητός φησιν ὁ θεῖος Παῦλος· Στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπι (270) ποθοῦντες, τουτέστι τὴν μέλλουσαν τῶν σωμάτων ἀφθαρσίαν, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα, οὐ γυμνοὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, ἣν πέφυκε ποιεῖν ὁ τῶν πονηρῶν πράξεων χιτών, ὃν περιέκειτο ἐκεῖνος ὁ ἐκβληθεὶς ἐκ τοῦ γάμου, ὃν οὐκ ἐφόρουν τὸ πρὶν οἱ γυμνοὶ πρωτόπλαστοι οὔτε πάλιν ἐκεῖνος ὁ δίκαιος καὶ ἄμεμπτος καὶ (275) θεοσεβὴς Ἰώβ, διὸ ἔλεγε· Γυμνὸς πάσης ἁμαρτίας ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς ταύτης καὶ ἀπελεύσομαι. Μήπως δὲ καὶ ὁ Κύριος καὶ ἡμεῖς μετὰ τὴν ἀνάστασιν ἐν τῇ τοιαύτῃ σώματος γυμνότητι ἀνεπαίσχυντοι ἐσόμεθα, καὶ αὐτὸς ἐπιστήσεις.
V 1. Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς (280) γῆς.
Ὅτι μὲν ὅσον κατὰ τὴν ἐν τῇ ἀλόγῳ φωνῇ καὶ φύσει φρόνησιν πολλὰ τῶν ζῴων φρονιμώτερά εἰσι τοῦ ὄφεως, οὐδεὶς τῶν εὖ φρονούντων ἀντιφήσει. Οὔτε γὰρ οἰκοφυλακεῖ οὔτε μὴν ποιμνοφυλακεῖ ὁ ὄφις καὶ διασῴζει τὸν οἰκεῖον ποιμένα καὶ τὸν οἶκον καὶ τὴν ποίμνην, ὡς ὁ κύων (285) ποτέ. Οὐ τοὺς κλέπτας ἀπελαύνει· οὐ τοὺς θήρας ἐκφοβεῖ· οὐ τὰ ἕλκη τοῦ σώματος ὥσπερ τινὶ ἰατρικῇ ἐπιστήμῃ θεραπεύει. Οὔτε μὴν τοῦ οἰκείου δεσπότου στερηθεὶς ὀλολύζει καὶ ἀποδύρεται τοῦτον ἐπιζητῶν. Ἀλλ’ οὐδὲ πάλιν ὡς οἱ σπίγγοι καὶ πίθηκοι δύναταί ποτε ὁ ὄφις μιμεῖσθαι καὶ ποιεῖν τὰ τῶν ἀνθρώπων σχήματά τε καὶ ἐπιτηδεύματα. Οὐδὲν γὰρ (290) σχεδὸν λείπει τοῖς τοιούτοις ζῴοις, εἰ μὴ μόνον ὁ λόγος τῆς ἀνθρωπίνης φύσεως. Φυσικῇ γάρ τινι ἕξει κέκτηνται τὴν τῶν πραγμάτων καὶ σχημάτων, ὧν καθορῶσι, μίμησίν τε καὶ ἐπιτήδευσιν. Διὸ καὶ πίθηκοι λέγονται, ὅτι τὸ πᾶν ἠθικεύονται. Καὶ μὴ βδελύξῃ ὁ ἀκροατὴς τὴν τοῦ τοιούτου ζῴου προσηγορίαν ὡς ἀναξίαν ἐκκλησιαστικῆς ἀκροάσεως. Τὰ γὰρ (295) ἐλάττονα τούτων ἀκούομεν ἐν τῷ νόμῳ ὑπ’ αὐτοῦ τοῦ ἀχράντου στόματος τοῦ Θεοῦ μνημονευόμενα. Καὶ ἐν τῇ τρίτῃ δὲ τῶν Βασιλειῶν εὑρίσκομεν τὴν ναῦν Σολομῶντος καθ’ ἕκαστον ἔτος ἐκ Θαρσεὶς ἐρχομένην, ἥτις ἐστὶν ἡ Ἑσπέριος τῆς Δυτικῆς, καὶ φέρουσαν αὐτῷ χρυσίον καὶ τὰ τοιαῦτα ζῷα. (300)
Οὐ τοίνυν, ὡς ἀποδέδεικται, φρονιμώτερός ἐστιν ὁ ὄφις πάντων τῶν θηρίων τῆς γῆς, ὥστε ἢ τὸν διάβολον λέγει εἰσελθόντα ἢ αὐτὸν γυμνὸν προσαγορεύει ὄφιν ἡ γραφή. Καί μοι δοκεῖ μᾶλλον κρεῖττον τοῦ δευτέρου τὸ πρότερον, καὶ γὰρ ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας ἀντὶ τοῦ @1 φρονιμώτερος, πανουργότερος εἰρήκασιν, ὅπερ κυρίως ἐπὶ τοῦ δολίου καὶ (305) ἀντιδίκου ἡμῶν νοεῖται καὶ λέγεται. Εἰ δὲ ζητεῖς τί δήποτε μὴ γυμνῶς ταῦτα ὁ Θεὸς τότε ἐλάλησεν, ἀλλ’ ἀντὶ διαβόλου ὄφιν ὠνόμασε, μάνθανε σαφῶς ὅτι πονηρῷ καὶ φιληδόλῳ ἔθνει διαλεγόμενος οὐκ ἠβουλήθη γνωρίσαι τῷ Ἰσραὴλ οὔτε τὰ περὶ ἀγγέλων οὔτε μὴν τὰ περὶ τοῦ Σατανᾶ τοῦ ἀπατήσαντος τὴν Εὕαν, ἵνα μὴ ὡς ἰσχυροτέρῳ τοῦ Θεοῦ λατρεύ (310) σωσι τούτῳ καὶ προσκυνήσωσιν, ὡς δυνηθέντος ἀπὸ Θεοῦ πρὸς ἑαυτὸν ἐπισπάσασθαι τοὺς πρωτοπλάστους τῇ φρονήσει.
Σὺ δέ, ὅταν ἀκούσῃς ὅτι Ὁ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, γνῶθι ὅτι ὑπὲρ πᾶσαν ἀνθρωπίνην φρόνησιν ἰσχυροτέρα καθ’ ὑπερβολὴν ὑπῆρχεν ἡ πανουργία τοῦ διαβόλου. Διὸ καὶ (315) ἔλεγε πρὸς ἡμᾶς ὁ Κύριος· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις. Ἐπεὶ γὰρ δυσειδεῖ ἔθνει ἐπὶ τῆς ἄκρας ἐκείνης τῆς Σιναΐτιδος ἐνομοθέτει ὁ Θεὸς διὰ Μωσέως, ἡνίκα ταῦτα ἔγραφε, τούτου χάριν ἐκδειματῶσαι βουλόμενος τὸν ἀπειθῆ Ἰσραὴλ τὴν πρὸς τὸν Ἀδὰμ νομοθεσίαν αὐτοῖς διαγράφεται καὶ τὴν παράβασιν, καὶ τὰ ἐπιτίμια, καὶ τὰς ἀποφάσεις, καὶ τὰς ἀσυγχωρήτους (320) ἐξορίας, καὶ τὰς φρικτὰς ἐκείνας πρὸς τὸν ὄφιν κατάρας, καὶ τὰς λύπας καὶ τοὺς στεναγμοὺς τῆς γυναικός, καὶ τοὺς ἱδρῶτας, καὶ τὴν κατάραν τῆς γῆς, καὶ τὰς ἀκάνθας, καὶ τοὺς τριβόλους αὐτῆς, καὶ τὴν τοῦ θανάτου ἀπόφασιν, καὶ τὴν εἰς γῆν, ἐξ ἧς ἐλήφθη, ἀποστροφήν, καὶ τὴν φθορὰν καὶ διάλυσιν τοῦ ἀνθρώπου, ἅπερ δὴ πάντα οἱ πρωτόπλαστοι (325) πεπόνθασιν, ἐπειδὴ τῷ δεινῷ ὄφει ὑπακούσαντες θεοποιῆσαι ἑαυτοὺς ἐσπούδασαν πρὸς ἀθέτησιν καὶ ἀποστασίαν ἐκ τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἁρπαγμὸν ἡγησάμενοι τὸ εἶναι ἶσα Θεῷ, τουτέστιν ἀνάβασιν καὶ ἀνύψωσιν καὶ ὑπὲρ τῶν ἀγγέλων ἀνάτασιν τὸ Εἰ γένωνται θεοί. Τοῦτο γὰρ ᾐνίττετο ἡ συμβουλὴ λέγουσα ὅτι Ἔσεσθε ὡς θεοὶ γινώσκον (330) τες καλὸν καὶ πονηρὸν καὶ ἐπέκεινα δηλαδὴ τοῦ τῶν ἀγγέλων νοός.
Ταῦτα δὲ πάντα ἐξετίθετο ὁ Θεὸς τῷ λαῷ ἀποκρούων αὐτοὺς καὶ οἱονεὶ προαναστέλλων τῆς ἀποστασίας, ἣν ἐνόσησαν εὐθέως ἐν Χωρὴβ ἔτι τούτων λαλουμένων πρὸς Μωσέα τῶν λόγων ἄνω ἐπὶ τοῦ ὄρους, οὐ μήν τε ἀλλὰ καὶ τῶν μετὰ ταῦτα εἰδωλολατριῶν ἐκεῖθεν τὴν ἀρχὴν τὴς (335) παραβάσεως λαβουσῶν ἀπ’ ἐκείνου τοῦ ἀρχεκάκου ὄφεως καὶ τοῦ προσαγορευομένου παρακοῆς ξύλου. Καὶ ἴσως τούτου χάριν ὁ Θεὸς πρὸς νουθεσίαν καὶ ἀνάμνησιν τῶν ἐν τῷ παραδείσῳ διαφόρως αὐτοῖς ἐτεράτευσεν ὁμοθυμαδὸν διὰ ὄφεως καὶ ξύλου, νῦν μὲν τὴν ῥάβδον Μωϋσέως μεταποιῶν εἰς ὄφιν, εἶτα τὸν ὄφιν νεκροποιῶν εἰς ξύλον, (340) προδιαγράφων ὡς οὐ δεῖ τῷ ὄφει πεισθῆναι καὶ προσκυνῆσαι ξύλῳ, ἢ ὅτι διὰ ξύλου σταυροῦ ἀποξυλώσει καὶ νεκρώσει τὸν παραδεισιαῖον ξυλοσύμβουλον ὄφιν, δι’ ὃν πάλιν καὶ ἡ Ἀαρωνῖτις ῥάβδος ἡ ξυλάψυχος @1 ψυχωθεῖσα ὄφις εἷρπε καὶ μαγικὰς ξυλερψίας ψευδεῖς ὄφεων ἀνήλωσεν ἄφνω, καὶ ξύλῳ πάλιν ὄφις χάλκινος ἄπνους ἤρτητο ἐρήμου μέσος (345) λαλῶν ἀλάλως ὡς Ἔσται ποτὲ καιρὸς καὶ ὑποκειμένου Χριστοῦ τοῦ ἀηττήτου ἄκμονος τυφθεὶς ὁ πονηρὸς ἀρχισύμβουλος ὄφις Πιλάτου ὡς σφυροκόπου σφυροκοποῦντος καὶ πυρωθεὶς καὶ λυθεὶς καὶ νεκρωθεὶς ἐν ξύλῳ νεκρὸς στηλιτευθήσεται κόσμῳ τῷ μέχρι τότε ἐν ἐρημίᾳ ὄντι παντὸς ἀγαθοῦ, καὶ δήγματα ὀφεοδήκτου λαοῦ καταπαυθήσεται. (350)
VI 1. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· Οὐ φάγεσθε ἀπ’ αὐτοῦ οὐδ’ οὐ μὴ ἅψησθε, ἵνα μὴ ἀποθανῆτε. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· (355) Οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεὸς ὅτι ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.
Ὅτι μὲν πέλαγος ἡμῖν ἐνταῦθα καὶ βυθὸς ἀφανὴς ὑπὲρ τοὺς ἤδη διαπεραιωθέντας πρόκειται νοημάτων οὐχ ἡμῶν τὸ λέγειν. Αὐτόθεν γὰρ (360) ἡ λέξις ἡ προκειμένη τοῦτο βοᾷ, ἣν οἱ ἱστορικῶς καὶ μὴ μᾶλλον πνευματικῶς ἐκλαμβάνοντες, ἀλλὰ λεξιθηροῦντες, οὐκ οἶδα ὅπως τὰς ὑπὸ Εἰρηναίου πρὸς αὐτοὺς προτάσεις ἐπιλύσονται. Φάσκει γὰρ κατὰ τῆς τῶν μιαρῶν Ὀφιτῶν αἱρεσιαρχίας ὁπλιζόμενος· Πῶς δυνατὸν τὸν φύσει ἄλογον καὶ ἄνουν ὑπὸ Θεοῦ γενόμενον ὄφιν λογικὸν καὶ λαλητὸν (365) εἰπεῖν; Εἰ μὲν γὰρ αὐτουργικῶς ἑαυτῷ τὸν λόγον καὶ τὴν διάκρισιν καὶ τὴν σύνεσιν καὶ ἀπόκρισιν τῶν ὑπὸ τῆς γυναικὸς λεγομένων ἐχρήσατο, ἄρα οὖν καὶ πᾶς ὄφις τοῦτο ποιεῖν οὐκ ἐκ<εκ>ώλυτο. Εἰ δὲ πάλιν φήσουσι κατὰ θείαν βουλὴν καὶ οἰκονομίαν ἀνθρωπίνῃ φωνῇ τῇ Εὕα τοῦτον προσφθέγγεσθαι, τὸν Θεὸν ἱστῶσι τῆς ἁμαρτίας αἴτιον. Ἀλλ’ οὐδὲ τῷ (370) πονηρῷ δαίμονι ἐξὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἀλόγῳ φύσει λόγον χαρίσασθαι, ἐπεὶ οὐκ ἂν ἐπαύσατό ποτε πρὸς ἀπάτην δι’ ὄφεων καὶ θηρίων καὶ πετεινῶν τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πλανῶν. Πόθεν δὲ καὶ θηρίον ὂν ἤκουσε τῆς ἐντολῆς τῆς ὑπὸ Θεοῦ τῷ ἀνθρώπῳ καὶ μόνῳ μυστικῶς δοθείσης μηδ’ αὐτῆς τῆς γυναικὸς τοῦτο μαθούσης; (375)
Διὰ τί δὲ μὴ μᾶλλον τῷ ἀνθρώπῳ, καὶ οὐ τῇ γυναικὶ προσέβαλλε; Κἄν μοι εἴπῃς ὡς ἀσθενεστέρας ταύτης κατέδραμε, τοὐναντίον ἀνδρειοτέρα ὡς βοηθὸς τοῦ ἀνθρώπου ἐφάνη ἐν τῇ παραβάσει τῆς ἐντολῆς. Αὕτη γὰρ καὶ ἀνταίρει μόνη τῷ ὄφει, καὶ μετά τινος ἐνστάσεως καὶ φιλονικίας καταπανουργευθεῖσα τοῦ ξύλου ἔφαγεν. Ὁ δὲ Ἀδὰμ οὐδὲν @1 (380) ὅλως μαχεσάμενος ἢ ἀντιλέξας τοῦ καρποῦ μετειλήφει δοθέντος παρὰ τῆς γυναικός, ὅπερ ἀσθενείας παντελοῦς καὶ νοὸς ἀνάνδρου ἐστὶν ἀπόδειξις. Ἡ μὲν γὰρ γυνὴ ὑπὸ δαίμονος καταπαλαισθεῖσα συγγνωστὴ ὑπάρχει, ὁ δὲ Ἀδὰμ ὡς ὑπὸ γυναικὸς ἡττηθεὶς ἀσύγγνωστος ἔσται ὡς αὐτοπροσώπως τὴν ἐντολὴν αὐτὸς ὑπὸ Θεοῦ κομισάμενος. Ἡ μὲν γὰρ (385) γυνὴ καὶ παρὰ τοῦ Ἀδὰμ τῆς ἐντολῆς ἀκούσασα εὐκαταφρονήτως διέκειτο ἢ ὡς μὴ ἀξιωθεῖσα τὸν Θεὸν καὶ ταύτῃ λαλῆσαι ἢ καὶ ὡς διστάζουσα, ἴσως καὶ νομίζουσα οἴκοθεν τοῦ Ἀδὰμ τὴν ἐντολὴν αὐτῇ δοθῆναι.
Ποῦ δὲ αὐτὴν ἰδιάζουσαν εὗρεν ὁ ὄφις, ἵνα δυνηθῇ κατ’ ἰδίαν αὐτῇ προσομιλῆσαι; Ἐσθίουσαν δὲ αὐτὴν ἐκ τῶν ξύλων ἰδὼν προσέβαλλε τὴν (390) βρῶσιν τοῦ ξύλου, ἢ μὴ ἐσθίουσαν; Καὶ εἰ μὲν ἐσθίουσαν, πρόδηλον ὅτι καὶ ἐν φθαρτῷ σώματι οὖσαν. Πᾶν γὰρ τὸ εἰς τὸ στόμα εἰσερχόμενον εἰς ἀφεδρῶνα χωρεῖ. Εἰ οὖν φθαρτή, εὔδηλον ὅτι καὶ θνητή. Εἰ δὲ θνητή, οὐκέτι κατάρα οὐδὲ ἀπόφασις ἦν ἐκείνη ἡ φάσκουσα πρὸς τὸν ἄνθρωπον φωνὴ Θεοῦ ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καθὰ καὶ ἔχει ἡ τῶν πραγ (395) μάτων ἀλήθεια. Εἰ δὲ πάλιν οὐκ ἐσθίουσαν ὁ ὄφις τὴν γυναῖκα ἐθεάσατο, πῶς εἰς βρῶσιν μετήγαγε τὴν οὐδέποτε φαγοῦσαν; Τίς δὲ ὁ μηνύσας καὶ τούτῳ τῷ φονευτῇ παλαμναίῳ ὄφει ὡς οὐκ εἰς πέρας ἔλθῃ ἡ πρὸς αὐτοὺς ἐκ Θεοῦ περὶ θανάτου ἀπόφασις εἰπόντος· Ἧι δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε, καὶ οὐ μόνον, ἀλλ’ ὅτι σὺν τῇ ἀθνηξίᾳ καὶ (400) τούτων διανοιχθήσονται οἱ ὀφθαλμοὶ οἱ τὸ πρὶν καλῶς ἀβλεποῦντες, τῇ δὲ λεγομένῃ διανοίξει τὴν εἴσοδον τῷ θανάτῳ ποιήσαντες;
Συνάψω δὲ ταῖς προκειμέναις ἀπορίαις καὶ ταῦτα. Πῶς ὁ ἄλογος καὶ κτηνώδης θὴρ φωνῆς Θεοῦ ἀκήκοεν, ἡνίκα τὴν φρικωδεστάτην αὐτῷ κατάραν ἐφθέγγετο, ἣν δεχόμενος προσωπικῶς φαίνεται τῷ Θεῷ (405) παριστάμενος, εἴ γε καλῶς φησιν ἡ θεολόγος φωνή· Θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὔτε φωνὴν Θεοῦ σωματικὸν οὖς ὑπεδέξατο ἢ ἀκήκοε πώποτε; Τοῦτο γὰρ ἐκ δεσποτικῆς φωνῆς ἐν εὐαγγελίοις ἅπαντες παρειλήφαμεν.
Οὐκοῦν ἧκέ μοι πάλιν χαίρων, ὦ παῖ καλέ, χαίρειν φράσας τῷ γράμματι ὥσπερ κτένοντι. Καὶ τὴν μὲν πραγματικὴν θεουργίαν τὴν περὶ (410) τοῦ λεγομένου ὄφεως καὶ ξύλου καὶ γυναικός, ὅπως τε φύσεως ἔχει καὶ ἀπ’ ἀρχῆς εἰς ὕπαρξιν πέπρακται, καταλειπτέον τῷ μόνῳ καὶ πράξαντι καὶ λαλήσαντι καὶ γινώσκοντι ταῦτα Θεῷ, ἃ δὲ τοῖς θείοις ὑποφήταις καὶ περὶ τούτων πεφιλοσόφηται, καὶ ὅπως αὐτὰ εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ὑπερφυῶς προτυπωθέντα φάσκουσι, θαρρήσας ἐρῶ, καὶ ὁ (415) δυνάμενος χωρεῖν, χωρείτω, καὶ ὁ ἔχων τοῦ ἁγίου Πνεύματος ὦτα ἀκούειν, ἀκουέτω. @1
VII 1. Ἀμήχανόν τι καὶ θεοείκελον μικροῦ καὶ ἀνείδεον καὶ χείλεσιν ὑλικοῖς ἀνέκφραστον κάλλος ἡ κατ’ εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ ἡμῶν, ἡ λογικὴ καὶ ἀθάνατος ἐκ τῆς ὑπερουσίου οὐσίας οὐσιοποιηθεῖσα (420) ἐξ ἀνουσιότητος, εἰλήφει πάλιν, ἵν’ ᾖ ὁμοίωμα καὶ ἴνδαλμα καὶ ἀνταύγασμα καὶ ἀποσκίασμα τοῦ ἀνειδέου ἰδεάρχου καὶ εἰδοποιοῦ Θεοῦ θεοσδότως γεγενημένη. Ταύτῃ τοιγὰρ καὶ εἰκὼν καὶ ὁμοίωσις τοῦ ὑπὲρ εἰκόνα καὶ ὁμοίωσιν ὄντος πέφηνέ τε καὶ προσηγόρευται, ἣν ὁ λεγόμενος ὄφις ὡς νοῦς νοερὸς τὴν νοερὰν γυμνὴν ὥσπερ τινὰ βασιλίδα τότε (425) παρθένον ἰδών, καθαράν, ἄθικτον, ἄφθορον, νεανίδα, θεόνυμφον, ὡς ἔν τινι θαλάμῳ τῷ θείῳ ἔρωτι περιεπομένην τῇ μυστικῇ ἀβλεψίᾳ καὶ τῷ παστῷ τῷ ἀμιγάνδρῳ τοῦ παραδείσου θαλαμευομένην, ἐξόριστος ὢν ὁ δείλαιος καὶ τῶν οὐρανίων ἀψίδων ἐξώβλητος, ὡς εἶδεν οὕτω μορφὴν καὶ φύσιν ἡμῶν ὑπὸ θείων χειρῶν διαμορφωθεῖσαν καὶ θεοστόμῳ πνεύ (430) ματι ψυχωθεῖσαν καὶ βασιλίδα τῆς ὑφ’ ἥλιον πάσης κατασταθεῖσαν, οὐκ ἐνεγκὼν τὸ τῆς τιμῆς ὕψος ἡμῶν ἐζήλωσεν ὁ μιαρός, ἐβάσκηνε, διεπονήθη, ἐθαμβήθη τό τε κάλλος τήν τε δόξαν τήν τε ἐξουσίαν, τὸ κράτος, τὴν μορφήν, τὴν θεοείκελον ὅρασιν, τὴν εὐπρέπειαν, καὶ πάντα διασκοπήσας καὶ περιδραμὼν ὡς πονηρὸς ὁμοῦ καὶ φθονερὸς ἴσχυσε τῇ (435) πλάνῃ ἀποστῆσαι τὴν γυναῖκα τοῦ ἀνδρός, καὶ ἰδιάζουσαν καὶ κεχωρισμένην τούτου λαβὼν ἠπάτησε κενὰς αὐτῇ καὶ ματαίας ὑποθέμενος τὰς ἐλπίδας, ὡς ἤδη καὶ ἄλλοτε φθάσας εἶπον. Θεοποιηθῆναι γὰρ τὴν γυναῖκα διὰ τῆς βρώσεως ὑπετίθετο, ὡς δῆθεν ὁμοίαν Θεοῦ γενομένην καὶ οὐκ ἔτι τὸν αὐχένα εἰς Θεοῦ προσκύνησιν κάμπτειν, ἀλλ’ ἰσόθεον γί (440) νεσθαι γινώσκουσαν τὰ πάντα τά τε πονηρὰ καὶ ἀγαθὰ ὥσπερ ὁ Θεός. Ταύταις δὴ ταῖς κεναῖς ἐλπίσι τὸ φανταστικὸν τῆς ψυχῆς τῆς γυναικὸς μετεωρίσας ἀπεπλάνησε.
Γυναῖκα δὲ νῦν τὴν Εὕαν λέγω, ὄφιν δὲ τὸν λεγόμενον φρονιμώτερον πάντων, ὧν ἐποίησε Κύριος ὁ Θεὸς τῶν ἐπὶ τῆς γῆς, οὐ μὴν καὶ (445) τῶν ἐν οὐρανοῖς. Ταῦτά μοι κατὰ τὴν λέξιν νοείσθω τοῦ ἐξωτέρου καταπετάσματος καὶ τοῦ σώματος τῆς γραφῆς, ἵνα μὴ δῶμεν τοῖς ὑσὶ καὶ κυσὶ φιλοψόγοις ἀνθρώποις μὴ κατὰ τὸ γράμμα λέγουσι ταῦτα γίνεσθαι. Οἱ δέ γε Παύλῳ μαθητευθέντες εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πάντα ἀνάγοντι τὰ ἐν τῷ νόμῳ καὶ μάλιστα τοῦ Ἀδὰμ καὶ τῆς Εὕας (450) πνευματικοῖς πνευματικὰ συγκρινέτωσαν, ὁ γὰρ νόμος πνευματικός ἐστι. Δῆλον δὲ λοιπὸν ὅτι καὶ τὰ ἐν τῷ νόμῳ πάντα εἰς Χριστὸν προεγράφη, οὐκοῦν καὶ ὁ παράδεισος καὶ τὰ ξύλα καὶ οἱ καρποὶ καὶ ὁ Ἀδὰμ καὶ ἡ γυνὴ καὶ ἡ πρὸς αὐτὴν προσβολὴ καὶ ἡ ἧττα καὶ ὁ ὄφις καὶ ἡ βρῶσις μετὰ τὴν τὸ γράμμα ἱστορίαν εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν (455) προδιετυπώθησαν καὶ ἐσκιαγραφήθησαν ἐν τῇ θείᾳ γραφῇ. Ἡ μὲν γάρ @1 ποτε ἀνθρωπίνη φύσις ἀπ’ ἀρχῆς, ὥσπερ τις σύζυγος Θεοῦ ἐπιγινώσκουσα καὶ λατρεύουσα τούτῳ καὶ ἀχώριστος τούτου ὡσανεὶ Εὕα ἡ λεγομένη γυνὴ τοῦ πρωτοπλάστου, ἀδιαιρέτως τὸν Θεὸν ἦν ποθοῦσα.
Καὶ μαρτυρεῖ Ἄβελ δῶρα τῷ Θεῷ προσάγων, Λάμεχ ὥσπερ καὶ (460) Ἀδὰμ περὶ Χριστοῦ προφητεύων, Σὴθ τὴν εἰκόνα τοῦ κατ’ εἰκόνα ἀνανεώσας, Ἐνώς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, Ἐνώχ, ὃς πρῶτος ὡς εὐάρεστος τὴν ἀνάστασιν προδιέγραψεν, ἀθανατισθεὶς καὶ ὑπὸ Θεοῦ μετενεχθείς, Μαθουσάλα ὁ τοῦ Ἐνὼχ υἱός, Λάμεχ ὁ τούτου ἀπόγονος ὃς καὶ αὐτὸς προεφήτευσε γεννήσας τὸν Νῶε τὸν Χριστοῦ (465) τύπον καὶ εἰπών· Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ πάντων τῶν ἔργων καὶ τῶν θλίψεων ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός, Νῶε, ὃν καὶ ἄνδρα τέλειον καὶ δίκαιον εἶναι προσεμαρτύρησεν ὁ Θεός, ὃς καὶ ἐδυσώπησεν αὐτὸν μὴ πᾶν γένος συνδιολοθρεῦσαι τὸ ἀνθρώπινον, ὡς καὶ ὁ Κύριος πεποίηκεν ὡς ἄνθρωπος ὑπὲρ ἀνθρώπων τὸν Πατέρα (470) ἀπαλλάσσων. Ἕως μὲν οὖν τοὺς τοιούτους υἱοὺς καὶ καρποὺς εἶχεν ἡ λεγομένη τοῦ Ἀδὰμ ἀνθρωπίνη ἐκκλησία, πρινὴ καταφθαρῇ ἡ γῆ ὑπὸ εἰδωλολατρίας καὶ ἀσελγείας καὶ θηλυμανίας, γυμνὴ ἦν ὡς ἀληθῶς σὺν τῷ ἀνδρὶ αὐτῆς Θεῷ καὶ οὐκ ᾐσχύνοντο ἄμφω, ἀλλ’ εὐπαρρησιάστως πρὸς Θεὸν ὡς ἀναμάρτητος αὕτη διέκειτο. Ταύτης γοῦν οὕτω διακειμέ (475) νης καὶ σὺν τῷ ἰδίῳ συζύγῳ εὐφραινομένης προσεπέλασε ζηλοτυπήσας αὐτῇ ὁ ὄφις. Ὄφιν δὲ ἀκούων ἐκεῖνον ἐννόησον μετὰ τὸν σωματικὸν ὄφιν, τὸν δράκοντα τὸν ἀποστάτην, ὃν ὁ Θεὸς οὕτως πρὸς τὸν Ἰὼβ χρηματίζων ὠνόμασεν. Οὗτος γάρ ἐστιν ὁ ἀπατήσας τὴν ἐκκλησίαν. Εἶπε γὰρ ὁ ὄφις τῇ γυναικί, πάντως οὐκ ἀγαθὰ τῇ ἐκκλησίᾳ. (480)
Εἰ δὲ κατὰ τὸ γράμμα μόνον τὰ περὶ ὄφεως καὶ τῆς γυναικὸς ἀκούεις, οὐκ ἔδει τοῖς ἀμφοτέροις ἐν τῷ ἅμα προσβαλεῖν καὶ πολλῷ πλέον τῷ ἀνδρί; Πνευματικῶς δὲ νοῶν, οὐκ ἔδει οὐδὲ μόνῳ προσψαῦσαι τῷ ἀνδρί, τουτέστι τῷ Χριστῷ. Ἀδὰμ γὰρ οὐκ ἠπατήθη τύπος ὢν τοῦ Χριστοῦ, ἡ δὲ γυνὴ ἠπατήθη, τουτέστι ἡ τῶν ἀνθρώπων φύσις ἐκκλησία. Ἐπι (485) σημήνασθαι γὰρ ἐχρῆν ὅτι κεχωρισμένῃ οὔσῃ τῇ γυναικὶ καὶ οἱονεὶ μακρυνθείσῃ τοῦ ἰδίου ἀνδρὸς Θεοῦ ἐπέδραμε καὶ ἠπάτησεν αὐτὴν ὁ ὄφις οὐκ ἂν αὐτὴν ἀπατῆσαι ἰσχύσας, ἕως οὗ ἀχώριστον οὖσαν ἐθεώρει τοῦ οἰκείου ἀνδρός. Κἀκεῖθεν δὲ σαφῶς ἐστι μαθεῖν ὅτι εἰς τὴν Χριστοῦ ἐκκλησίαν πάντα τὰ τῆς γυναικὸς ταύτης ἀναφέρονται. (490)
Οὐχ εὑρίσκομεν γὰρ ὅλως τὸν Ἀδὰμ τῷ ὄφει προσομιλήσαντα. Ὅθεν καὶ ἐρωτώμενος ὑπὸ Θεοῦ τὴν αἰτίαν τῆς βρώσεως οὐ λέγει ὅτι Ὁ ὄφις ἠπάτησέ με, ἀλλ’ Ἡ γυνὴ δέδωκέ μοι καὶ ἔφαγον. Ἡ δὲ γυνή φησι @1 πρὸς τὸν Θεὸν ὅτι Ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον. Πάλιν δὲ ἐν τῇ κατάρᾳ τῇ πρὸς τὸν ὄφιν οὐδὲν περὶ τοῦ ἀνθρώπου ἐγκαλεῖ αὐτῷ ὁ (495) Θεός, ἀλλὰ περὶ τῆς γυναικός. Διὸ λέγει αὐτῷ ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Καὶ διὰ τί μὴ καὶ τοῦ ἀνδρός; Ὅσον γὰρ πρὸς τὸ γράμμα φίλους βούλεται εἶναι τὸν ἄνδρα καὶ τὸν ὄφιν λέγων ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς οἱασδήποτε, ἀλλ’ οὐ τῶν ἀνδρῶν, ὡς ὅταν λέγῃ καὶ αὐτὸν τὸν Χριστὸν (500) ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα καὶ ὅτι σπέρματος Ἀβραὰμ ἐπελάβετο, καίπερ μὴ ὄντα ἐκ σπέρματος ἀνδρός, ἀλλ’ ἐκ σαρκὸς γυναικὸς καὶ μόνης ἀρρήτως τε καὶ ἀκαταλήπτως σαρκωθέντα. Καὶ γὰρ ὁ ὕπνος ἐκεῖνος τοῦ Ἀδὰμ καὶ ἡ ἔκστασις τῆς ἀβλεψίας ἐπὶ τῆς ἐξ αὐτοῦ ληφθείσης πλευροπλαστίας ἴσως τὴν ἄγνοιαν παντὸς ἀνθρώπου προδιέγραφε καὶ (505) ἀκαταληψίαν τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως.
VIII 1. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί.
Ζητῆσαι δέον θᾶττον ἐπ’ αὐτῆς ξηρᾶς τῆς λέξεως τίνος χάριν παρὰ πάντα τὰ ζῷα καὶ πετεινὰ ὄφιν προσαγορεύει τὸν ἀντικείμενον καὶ τῆς ἐκκλησίας ἐπίβουλον. Καὶ ἔστιν εἰπεῖν ὅτι πολλὰ τοῦ ὄφεως ἰδιώματα (510) τοῖς τοῦ διαβόλου ἐξομοιοῦται μηχανήμασι, καὶ πρῶτον ἡ εἰς γῆν αὐτοῦ ὅλου τοῦ σώματος κατάρριψις. Πᾶσα γὰρ φύσις ἐμψύχων τε καὶ ἀψύχων ἔχει τι ἀνωφερὲς πρὸς τὰ ἄνω τὴν κίνησιν καὶ τὴν αὔξησιν ἔχον, δίχα μόνου τοῦ ὄφεως. Καὶ αὐτὸ γὰρ τὸ ἐπὶ τῷ στήθει αὐτὸν πορεύεσθαι δείκνυσιν ὅτι τὴν ἰδίαν φρόνησιν καὶ καρδίαν καταπατεῖ ἑκουσίως οὐδὲν (515) ὅλως ὑψηλὸν ἢ οὐράνιον φρονῶν. Διὸ καὶ ἀποδύεται πολλάκις τὴν ἰδίαν μορφήν, ὥσπερ ὁ ὄφις ἀποδύεται, μεταμορφούμενος εἰς ἄγγελον φωτὸς ὡς ἀλλοιωθεὶς τῆς ἀρχαίας φρονήσεως, κἀντεῦθεν θανατηφόρον ἰὸν διὰ τοῦ στόματος καὶ τῶν συμβουλιῶν κενῶν τῇ ψυχῇ καὶ τὴν πτέρναν τῶν ἐσχάτων τοῦ βίου ἀποτηρῶν, καὶ πρὸς ἐπιβουλὴν ἐν ταῖς τρίβοις τοῦ (520) ἀνθρώπου ἀεὶ ἐγκαθήμενος τοῦ ἐμποδίζειν ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα. Διὸ καὶ φαρμακοῦσθαι αὐτὸν καὶ ἀναιρεῖσθαι ταῖς σοφῶν ἐπαοιδίαις καὶ προσευχαῖς πεποίηκεν ὁ Θεός. Καὶ τὸ συρίττειν δὲ καὶ προσκαλεῖσθαι τὰ ἐν τῷ ὕδατι καὶ τῷ πνεύματι γεννώμενα ζῷα τὰ τὴν μορφὴν καὶ τὸ σχῆμα ἔχοντα τοῦ ὄφεως πρὸς συνάφιάν τε καὶ συνουσίαν λίαν προσ (525) φυῶς ἐπὶ τοῦ πονηροῦ λέγεσθαι δύναται δράκοντος. Οὐ γὰρ δύναται τούτοις τοῦ ἰδίου μεταδοῦναι σπόρου, ἕως ἂν αὐτοὺς καὶ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος διαχωρίσας εἰς τὴν ξηρὰν ἐξαγάγῃ, αὐτὸς ἀδυνάτως ἔχων τῷ ὕδατι καὶ τῷ Πνεύματι ἑαυτὸν καταβαπτίζειν, ὡς ἐχθρὸς καὶ ἀλλότριος τούτων ὑπάρχων. (530)
Εἰς ὄργανον δὲ λέγει, καθὰ χωρεῖς ἀκοῦσαι, τὸν ἐχθρὸν εἰσελθεῖν τὸν τὴν λεγομένην γυναῖκα πολεμήσαντα προμηνύουσα ἡ γραφὴ ὅτι εἰς @1 ὄργανον ἀνθρώπου ἐπ’ ἐσχάτου τῶν χρόνων εἰσερχόμενος ὁ αὐτὸς δράκων ὁ ἀποστάτης ὡς ἀντίχριστος καὶ ἀντίτυπος τοῦ Χριστοῦ διὰ βρώσεως πάλιν ἀπατήσει τὴν ἐκκλησίαν εἰς τὸ αὐτῷ καὶ οὐ Θεῷ (535) προσκυνῆσαι ὡς Θεῷ, ὅπερ δὴ καὶ ἐν τῇ Εὕα ἔδρασεν, ὡς οἱ περὶ ταῦτα ἔφασαν δεινοί. Ὅπερ ἔφαγε, φασί, πρὸ πάντων ἡ Εὕα, τοῦτο ἥμαρτε πρὸ πάντων ἡ ἐκκλησία, πρὸς ἣν περὶ τοῦ ὄφεως ἐλέγετο· Αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Ὅτι δὲ ὁ ὄφις πτερνοφύλαξ καὶ πτερνοδήκτης ἐστὶν ὁ ἀντίχριστος (540) ὁ αὐτὸς ἡμᾶς Μωϋσῆς διδάσκει ἐν τῇ παρούσῃ τῆς Γενέσεως βίβλῳ λέοντα προσαγορεύων τὸν Χριστὸν ἐν ταῖς εὐλογίαις τοῦ Ἰακὼβ λέγων· Σκύμνος λέοντος Ἰουδά· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ Δευτερονομίῳ ἐν ταῖς εὐλογίαις ταῖς τοῦ Μωϋσέως, αἷς προεφήτευσε ταῖς δώδεκα φυλαῖς, ὡς ἀντίτυπον καὶ ἀντίδικον Χριστοῦ τὸν ἀντίχρισ (545) τον εἰσάγων προφητικῶς ὁ θεῖος Μωσῆς ὁμοίως καὶ αὐτὸν σκύμνον λέοντος προσαγορεύει διδάσκων ἡμᾶς καὶ τὴν φυλὴν καὶ τὸν τόπον, ὅθεν γενήσεται. Ἐλθὼν γοῦν εἰς τὴν προφητείαν τῆς φυλῆς τοῦ Δάν φησι· Σκύμνος λέοντος Δὰν καὶ ἐκπηδήσει ἐκ Βασάν. Βασὰν δέ τινες τὴν Σκυθόπολιν λέγουσιν εἶναι τὴν γειτνιάζουσαν τῇ Γαλιλαίᾳ, ὅθεν καὶ ὁ (550) Χριστὸς προῆλθε τὸ κατὰ σάρκα. Τὸν δὲ τόπον σοι νῦν τοῦ ἀντιχρίστου ἀναγκαίως παρεστήσατο, πόθεν τὴν ἔξοδον καὶ τὴν κίνησιν ἔχει, ἐπειδὴ πρὸ τῆς παρουσίας αὐτοῦ ἤδη ἡ πλάνη αὐτοῦ προλαβοῦσα τοὺς πολλοὺς τῶν ἀνθρώπων ἠπάτησε φάσκοντας ὡς ὅτι ἐξ Αἰγύπτου ἀπὸ χωρίου τινὸς λεγομένου Χουσῆ γεννηθήσεται ὁ ἀντίχριστος. Αὕτη δὲ (555) πανουργία καὶ μηχανὴ τοῦ διαβόλου καθέστηκεν, ἵνα ἐξ Αἰγύπτου ἐκδεχόμενοι οἱ ἄνθρωποι τοῦτον πιστεύσωσι καὶ δέξονται ἐκεῖνον τὸν Γαλιλαίας γεννώμενον ὡς Χριστῷ τούτῳ προσκυνοῦντες, πλάνῳ δὲ καὶ ἀντιχρίστῳ ἀκριβῶς τυγχάνοντι. Λείπεται τοίνυν ἡμῖν καὶ ἐκ τῶν τοῦ Ἰακὼβ προφητειῶν συμφώνως δεῖξαι ἐκ τῆς φυλῆς τοῦ Δὰν τὸν (560) ἀντίχριστον προερχόμενον καὶ ὄφιν δάκνοντα πτέρναν ἵππου, ὡς ὁ ἐν τῷ παραδείσῳ προκείμενος ἡμῖν νῦν ὄφις, προσαγορευόμενον. Λέγει γὰρ ὁ πατριάρχης διαλεγόμενος τῷ Χριστῷ τοῦ Δὰν οὕτως· Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. Καὶ γενήσεται Δὰν ὄφις ἐφ’ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ (565) ἱππεὺς εἰς τὰ ὀπίσθια τὴν σωτηρίαν ἀναμένων Κυρίου. Ἰδοὺ ἔχεις σαφῶς τὸν ὄφιν καὶ τὴν πτέρναν εἰς τὸν ἀντίχριστον λαμβανόμενα καὶ τὴν πτῶσιν τῶν ὑπ’ αὐτοῦ δακνομένων σοι ἐμφανίζοντα, δι’ ἧς καὶ τοὺς προπάτορας Δὰν πρὸς ἀθεΐαν ἠπάτησεν.
IX 1. Ἐπεί, εἴ γε καὶ κατ’ αὐτὴν τὴν λέξιν, ταῦτα ἐν παραδείσῳ (570) ἐπράχθησαν, ἐν σχήματι ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ ὠπτάνετο καὶ @1 διελέγετο. Ἀλλ’ ὡς αὐτὸν ἰδέσθαι μὴ δυναμένων τὸν δημιουργὸν ἐντεῦθεν τὴν ἀφορμὴν λαβὼν ὁ πονηρὸς δαίμων τὴν γυναῖκα ἠπάτησεν ὑποτιθέμενος αὐτῇ ὁμογενῆ ταύτης καὶ ὁμοούσιον εἶναι τὸν Θεὸν κατὰ τὴν μορφὴν καὶ τὸ σχῆμα, ὃ ἐθεώρει ἐν αὐτῇ. Διό φησι πρὸς αὐτήν· Τί ὅτι (575) εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;
Ἐντεῦθεν δῆλον ὅτι πρὸ πάσης βρώσεως ταῦτα τῇ γυναικὶ ὁ ὄφις ἐφθέγγετο, τουτέστι νήστιδος οὔσης τῆς ἐκκλησίας ἀπὸ πάσης ἁμαρτίας καὶ εἰδωλολατρίας, πρὸς ἣν ὡσανεὶ πρὸς γυναῖκά τινα ἐν ἀρχαῖς ὁ πονηρὸς ὄφις καὶ δράκων ἀποστάτης δολίως διαλεγόμενος καὶ προσομι (580) λῶν καὶ πρὸς ἄθεον πολυθεΐαν ἀποπλανῆσαι θέλων ἔφασκεν οἵτινες οἱ ἐν ἀρχῇ αὐτῷ τῷ πονηρῷ δαίμονι προσκυνήσαντες ἦσαν καὶ τὸν Θεὸν καταλείψαντες. Τί ὅτι εἶπεν ὑμῖν ὁ Θεὸς μὴ φαγεῖν ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ, τουτέστι μὴ προσκυνεῖν πᾶσι τοῖς κτίσμασι καὶ ἐμοί, ἀλλ’ αὐτῷ καὶ μόνῳ προσάγειν τὴν προσκύνησιν καὶ σέβας. Εἶτα εἰ (585) πούσης τῆς γυναικὸς ὅτι Ἀπὸ μὲν παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγώμεθα, ἀπὸ δὲ τοῦ καρποῦ σοῦ τοῦ πονηροῦ ξύλου εἶπεν ὁ Θεός· «Οὐ φάγεσθε ἀπ’ αὐτοῦ οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε,» καθὼς ἐκεῖνος ὁ πονηρὸς ἀπέθανε, πρὸς ταῦτα ἀνταποκρίνεται ὁ δεινὸς ὄφις λέγων ὅτι Οὐ θανάτῳ ἀποθανεῖσθε· ᾔδει γὰρ ὁ Θεὸς ὅτι ᾗ δ’ ἂν (590) ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ καὶ προσκυνήσητέ μοι, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ δι’ ἐμοῦ, καὶ ἔσεσθε ὡς θεοί, καθάπερ εἰμὶ ἐγώ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἀκούεις; Οὐκ εἶπεν ὅτι Ἔσεσθε ὡς Θεός, ἀλλ’ ὡς θεοί, πολυθεΐαν διδάσκων καὶ ὑπεισάγων αὐτοῖς.
Ὅθεν καὶ φθονερὸν διαβάλλει αὐτοῖς τὸν Θεόν. Φθονεῖ ὑμῖν, φησίν, (595) ὅπως μὴ γένησθε καὶ ὑμεῖς ὡς αὐτὸς θεοὶ γινώσκοντες τὰ πάντα. Καὶ τούτου χάριν ἐνετείλατο ὑμῖν μὴ φαγεῖν ἀπ’ αὐτοῦ τοῦ καρποῦ μου μηδὲ ἁψῆσθαι μου μηδὲ προσκυνῆσαί μοι. Τῷ γὰρ ἐμοὶ προσκυνοῦντι δίδωμι γνῶσιν καλῶν καὶ πονηρῶν. Δίδωμι σοφίαν τὴν κάτω· ἀστρολογίαν· μαντείαν· φαρμακείαν· προρρήσεις· προγνώσεις· τερατοποιΐας· ἐπαοι (600) δίας· θηρίων ὑπακοήν· πετεινῶν ὑπουργίαν· κτηνῶν μεταμορφώσεις· τῶν μετεώρων ἐρεύνας· πυρὸς κατένεξιν· ἐπὶ ὑδάτων πεζοπορίαν· ἀβύσσου κατανόησιν· ἑρπετῶν ἀναιρέσεις· θησαυρῶν ἀποκαλύψεις.
Ταύταις δὴ καὶ ἑτέραις τοιαύταις μυρίαις ὑποσχέσεσι διενοχλήσας τῇ λεγομένῃ γυναικὶ φύσει τῇ ἀνθρωπίνῃ ὁ μιαρὸς ὄφις ἐπὶ πλείστους (605) χρόνους ἔπεισε ταύτην καὶ ὑπέκλινεν ἀποστῆναι Θεοῦ καὶ λατρεῦσαι αὐτῷ. Διό φησι· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, ὥστε ἠνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς καὶ ἠράσθη τῆς βρώσεως ἤτοι @1 γεύσεως, ὅτι καλὸν ἦν τὸ ξύλον εἰς βρῶσιν. Πᾶσα γὰρ βρῶσις διὰ τῆς γεύσεως γινώσκεται καὶ δοκιμάζεται, ὥστε κἀντεῦθεν πάλιν ἐλέγχονται (610) οἱ κατὰ τὸ γράμμα μόνον ταῦτα νομίζοντες· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ εὐάρεστον τοῖς ὀφθαλμοῖς τοῦ ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. Ὅσον μὲν γὰρ κατὰ τὸ πρόχειρον τῆς σωματικῆς λέξεως ἔδοξέ τισι λέγειν ὅτι μορφήν τινα ἔκλαμπρον καὶ θάμβους ἔμπλεων ὑπέδειξε τῇ γυναικὶ ὁ πονηρός, ὅτε ταῦτα πρὸς αὐτὴν διελέγετο, (615) μετασχηματίσας ἑαυτὸν εἰς ἄγγελον φωτός, ὥς φησιν ὁ ἀπόστολος, ὡσανεὶ λέγων πρὸς αὐτὴν ὅτιπερ Εἰς τοιαύτην μορφὴν καὶ δόξαν γενήσεσθε ὡς θεοί, ἐὰν τοῦ καρποῦ μου μεταλάβητε. Καὶ τούτου ἕνεκα, φησίν, εἴρηται τό· Καὶ εἶδεν ἡ γυνὴ τὸ ξύλον, ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς τοῦ ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι. Εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἔχω (620) λέγειν.
X 1. Καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε. Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, καὶ ἔφαγε.
Καὶ μὴν οὔπω ἦν ἀνὴρ αὐτῆς οὔτε αὐτὴ γυνὴ αὐτοῦ; Διὰ τί δὲ μὴ ὁμοῦ ἔφαγον οἱ δύο, ἀλλ’ ἡ γυνὴ πρῶτον, εἶθ’ οὕτως ὁ ἀνὴρ παρ’ αὐτῆς (625) δεξάμενος καὶ μηδὲν ἀντιλέξας μηδὲ κατακράξας μήτε ὅλως ἐμβριμησάμενος αὐτῇ ὡς παρακουσαμένῃ τῆς ἐντολῆς τοῦ Θεοῦ; Οὐκοῦν καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον. Προσωμίλησε γὰρ ὁ πονηρὸς δράκων πρώτῃ τῇ ἐκκλησίᾳ· διηνώχλησεν· ἔπεισεν· ἠπάτησεν. Ἔλαβε καὶ συνέλαβε τὸν καρπὸν τῆς πονηρᾶς βρώσεως. Προσεκύνησε τῷ πονηρῷ ὡς Θεῷ, εἶτα (630) φαγοῦσα ὑπέστρεψε πρὸς τὸν ἄνδρα. Ἀφῆκε τὸν ὄφιν. Ὑποστρεψάσης οὖν ἐκείνης καλῶς πρὸς ὃν κατέλειπε κακῶς ἐδέξατο ταύτην ὁ ἀνήρ, ἣν πάνυ ἐζήτει, καὶ ὡς τὸν ἄσωτον ἐδέξατο. Οὐκ ἐμέμψατο· οὐκ ἐπέπληξεν· οὐκ ὠνείδισεν· οὐχ ὕβρισεν· οὐκ ἀπώσατο. Ἀλλὰ καὶ δεξάμενος παρ’ αὐτῆς, μᾶλλον δὲ ὑπὲρ αὐτῆς, τὸν καρπὸν τοῦ ξύλου προθύμως τούτου (635) ἐγεύσατο.
Τὸν ἐπὶ σταυροῦ δὲ θάνατον νόησον ἐπὶ τοῦ Χριστοῦ καρπὸν τοῦ ξύλου, ὃν ὑπὲρ τῆς ἐκκλησίας ὡς ὑπὲρ γυναικὸς ἰδίας παρ’ αὐτῆς ἐδέξατο καὶ τριήμερος ἐγεύσατο, ἵνα ὑπὲρ παντὸς γεύσηται θανάτου κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅντινα θάνατον καὶ βρώσιν ᾐνίττετο τὸ ὄξος ἐκεῖνο (640) καὶ ἡ χολή, ἣν ἐν τῷ κήπῳ καὶ τῷ ξύλῳ ἐγεύσατο τοῦ Γολγοθᾶ ὁ πάντα καθ’ ὁμοιότητα τοῦ Ἀδὰμ γενόμενος δίχα μόνης τῆς ἁμαρτίας. Εἰ δὲ πάντα καθ’ ὁμοιότητα ἑκουσίως ᾠκειώσατο ὁ Ἰησοῦς τὰ ἡμέτερα, πάντως ὅτι καὶ τὸν πειρασμόν, ὃν ὑπὸ τοῦ διαβόλου εὐθέως μετὰ τὸ βάπτισμα ἑκουσίως ἐδέξατο, καθ’ ὁμοιότητα τοῦ Ἀδὰμ ἀπειράστως (645) ἐπειράσθη. Ὅρα γὰρ τῶν πραγμάτων ἐν ἑκατέροις τὰ ἀντιμιμήματά τε @1 καὶ τὰ ἀντίτυπα σαφῶς σε τούτου διδάσκοντα, καὶ ὅτι ὥσπερ τὸν πρότερον Ἀδὰμ διὰ τῆς Εὕας πρὸς εἰδωλολατρίαν προετρέψατο, οὕτω καὶ τῷ δευτέρῳ διὰ τῆς σαρκὸς τὴν αἰτίαν καὶ τὴν προσβολὴν προσήγαγε μέν, ἠστόχησε δέ. (650)
Τὸν δὲ ἀντιλέγοντα ἱκανὴ ἔσται ἐλέγξαι ἡ τῶν πραγμάτων ἀλήθεια τοῦτον ἔχουσα τὸν τρόπον. Εὐθέως γὰρ γεννηθέντος τοῦ πρώτου Ἀδὰμ διὰ τῆς ὁμοζύγου αὐτοῦ πλευρᾶς Εὕας προσέβαλλεν αὐτῷ ὁ Σατάν, καὶ εὐθέως τὴν ἀληθῆ ἀναγέννησιν τοῦ αὐτοῦ βαπτίσματος τοῦ δευτέρου Ἀδὰμ Χριστοῦ ὑποδείξαντος διὰ τῆς συζύ (655) γου σαρκὸς αὐτοῦ πειρᾶσαι αὐτὸν ἐπεχείρησεν ὁ πειράζων. Ὁ πρῶτος Ἀδὰμ εἶχε τοῦ Θεοῦ ἐμφύσημα· ὁ δεύτερος τὸ Πνεῦμα ἐξ οὐρανοῦ. Πάλιν ἐν μέσῳ φυτῶν ὁ πειρασμὸς ἐγένετο τῷ Ἀδὰμ ἐν τῇ πηγῇ τῆς Ἐδέμ· καὶ ὁ δεύτερος πειρασμὸς ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν ἐν μέσῳ δένδρων προσήχθη τῷ Χριστῷ ἐκ τῆς πηγῆς τοῦ Ἰορδάνου ἀνιόντι. Ὁ πρῶτος (660) ἄνθρωπος ἐν μέσῳ τῶν θηρίων ὢν ἐπειράζετο· ὁμοίως καὶ περὶ Χριστοῦ εἶπεν ὁ Μάρκος ὅτι Ἦν μετὰ τῶν θηρίων ἐν τῇ ἐρήμῳ πειραζόμενος. Ἐν τῷ παραδείσῳ νηστεύοντος καὶ μηδὲν οὔπω φαγόντος τοῦ ἀνθρώπου ὁ διάβολος τὸν πειρασμὸν διὰ βρώσεως ἐπετήδευσεν· ὁμοίως καὶ τῷ Χριστῷ νηστεύσαντι ἡμέρας τεσσαράκοντα διὰ βρώσεως προσῆλθεν ὁ (665) πονηρὸς λέγων· Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ἐκεῖ ἔλεγεν ὁ ὄφις ὅτι Ἔσεσθε ὡς θεοί, καὶ τούτῳ λέγει ὅτι Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε καὶ τάδε. Ὁ πρῶτος πειρασμὸς κατὰ πεῦσιν καὶ ἀντιθέσεις ὑπὸ τῆς γυναικὸς καὶ τοῦ ὄφεως γένονεν· ὡσαύτως καὶ ὁ τοῦ Κυρίου πειρασμὸς ἀντιρρητικῶς μεταξὺ αὐτοῦ καὶ τοῦ πονηροῦ παρηκολούθησε δαίμονος. (670) Εἰ οὖν ταῦτα πάντα ὁμοιότροπον ἔχει τὸν τύπον ἐπὶ τοῦ πρώτου Ἀδὰμ καὶ ἐπὶ τοῦ Χριστοῦ, μὴ ἀμφιβάλλῃς λοιπόν, ἀλλὰ γνῶθι ἀκριβῶς ὅ τι παρεφθέγξατο τῷ Χριστῷ λέγων, ἵνα πεσὼν προσκυνήσῃ αὐτῷ τῷ πονηρῷ δράκοντι. Τοῦτο ἦν, ὃ καὶ πρὸς τὴν γυναῖκα ἐκκλησίαν ἐν ἀρχαῖς προσέβαλε, καὶ ἔπεισε καὶ ἠπάτησεν. (675)
Ὅθεν καὶ ὀνειδίζων τὸν ἄνθρωπον ὁ Θεὸς μετὰ τὸ ἐνδύσαι αὐτὸν τὸν δερμάτινον χιτῶνα οὐδὲν περὶ βρώσεως ἐγκαλεῖ, ἀλλὰ περὶ θεοπτίας καὶ ἀποστασίας λέγων· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, Ἀδὰμ τὸν καθόλου ἄνθρωπον τοῦ κόσμου προλέγων. Οὕτω γὰρ ἐνόμιζον ἑαυτοὺς εἶναι θεοὺς οἱ περὶ τὸν Κρόνον (680) καὶ τὸν Ζῆνα καὶ Ἑρμῆν καὶ Ἀπόλλωνα καὶ Ἡρακλέα καὶ Σάραπιν καὶ Ἄρτεμιν καὶ τοὺς λοιποὺς ἐκείνους παναθέους ἀνθρώπους, πρὸς οὓς πάνυ προσφυῶς ἁρμόττει τὸ μετὰ τὴν βρῶσιν τὴν πονηρὰν ἐκείνην τῶν @1 πρωτοπλάστων εἰρημένον. Φαγόντων γὰρ αὐτῶν φησιν· Διηνοίχθησαν οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἔγνωσαν ὅτι ἦσαν γυμνοί. Ἔγνωσαν ὅτι γυμνοὶ (685) ἦσαν τοῦ πράγματος, οὗ ἐνόμισαν ἐπιτυχεῖν. Ἔγνωσαν ὅτι ἀπέτυχον, οὗ προσεδόκησαν ἐπιτεύξασθαι. Ἔγνω ὀψέ ποτε ἡ ἐκκλησία καὶ ὁ προσκολληθεὶς τῇ πλάνῃ αὐτῆς πᾶς ἄνθρωπος ὅτι ὑπὸ τοῦ πονηροῦ ὄφεως ἠπατήθησαν καὶ ἐτύφλωττον νομίζοντες ἑαυτοὺς εἶναι θεούς. Ὅτε δὲ τὸ φῶς τὸ ἀληθινὸν ἔλαμψε τὸ φωτίζον πάντα ἄνθρωπον, ἠνοίγησαν (690) αὐτῶν οἱ τῆς ψυχῆς ὀφθαλμοί, καὶ τότε ἔγνωσαν ὅτι πρὶν γυμνοὶ καὶ ἄθλιοι ἦσαν. Ἐπισημήνασθαι γὰρ χρὴ ὅτι οὐ λέγει· Γυμνοί εἰσιν, ἀλλ’ ὅτι Ἦσαν τὸ πρὶν ἐν τῷ παρῳχηκότι χρόνῳ τῇ εἰδωλολατρίᾳ τυφλώττοντες. Ἄλλη γοῦν ἡ πρώτη αὐτῶν γύμνωσις, τουτέστιν ἡ τῶν κακῶν ἀλλοτρίωσις· διὸ οὐδὲ ᾐσχύνοντο τότε. Ἑτέρα δὲ αὕτη ἡ νῦν λεγομένη (695) γύμνωσις ἡ ἐκ Θεοῦ ἔκπτωσις.
XI 1. Οἱ δὲ κατὰ τὸ γράμμα μόνον τὰ τοῦ παραδείσου καὶ καρπῶν καὶ ξύλων καὶ βρώσεως καὶ ὄφεως καὶ ἀναβλέψεως ἀκούοντες τῇ λεγομένῃ Μανιχαίων καὶ Ὀφιτῶν δυσσεβείᾳ περιπίπτουσιν. Ἐκείνοι γὰρ ὡς εὐεργέτῃ τῷ ὄφει μεγίστας εὐχαριστίας προσάγουσι λέγοντες ὅτι Διὰ (700) τοῦ ὄφεως ἡμῖν προσγέγονε βρῶσις· διὰ δὲ τῆς βρώσεως ἡ ἀνάβλεψις· διὰ δὲ ταύτης λοιπὸν ὁ γάμος· διὰ δὲ τοῦ γάμου ὁ κόσμος· διὰ δὲ τὸν κόσμον καὶ τὴν ἁμαρτίαν ὁ Θεὸς ἄνθρωπος γέγονεν· ἐντεῦθεν λοιπὸν οὐρανῶν βασιλεία καὶ τὰ αἰώνια ἀγαθά, ὧν αἴτιος καὶ πρόξενος ἡμῖν ὁ ὄφις ἐγένετο. Οὐκοῦν, ἵνα μὴ καὶ ἡμεῖς ταῖς σφῶν δυσσεβείαις περι (705) παρῶμεν, προφητικῶς εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν πάντα τὰ ἐν παραδείσῳ ἱστορικῶς ἀναγεγραμμένα ἢ πεπραγμένα νοήσωμεν χρονικάς τινας καιρῶν διαστάσεις ἐφ’ ἑκάστῳ αὐτῶν διαφόρως γινώσκοντες, εἰ καὶ τὰ μάλιστα πάντα ἐκεῖνα ὡς ἐν μιᾷ ἡμέρᾳ πεπραγμένα ἀκούομεν. Ἄλλος γὰρ καιρὸς ἐκεῖνος, ἡνίκα ἦν ἡ ἐκκλησία μὴ ἔχουσα (710) αἰσχύνην γυμνὴ πάσης ἁμαρτίας σὺν τῷ ἰδίῳ ἀνδρὶ Θεῷ ὑπάρχουσα, καὶ ἕτερος πάλιν καιρός, ἡνίκα ἀφηνιάσασα τοῦ ἀνδρὸς συνόμιλος τοῦ ὄφεως καὶ φίλη καὶ μοιχαλὶς γέγονε, καὶ πάλιν μετὰ τοῦτον ἕτερός τις διΐππευσε χρόνος, ὅτε ἀποστᾶσα τοῦ ὄφεως καὶ οἱονεὶ ἀποταξαμένη πρὸς τὸν πρότερον ἄνδρα τὸν πνευματικὸν Ἀδὰμ ὑπέστρεψεν. Οὗτος (715) γὰρ ἦν ὁ χρόνος, ὅτε ἔγνω καὶ ἐπέγνω ὅτι γυμνὴ καὶ ἀκαλλώπιστος καὶ ἀσχημονοῦσα ἦν. Οὗτος ἦν ὁ καιρός, ὅτε αὐτὴν ὁ ἀνὴρ ἐδέξατο καὶ τοῦ καρποῦ τοῦ ξύλου συνεγεύσατο αὐτῇ θανατωθεὶς ὑπὲρ αὐτῆς καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν.
Ἐπεὶ δὲ νῦν πρὸς τὴν ἐκκλησίαν, ἀλλ’ οὐ πρὸς Ἰουδαίους μοι ὁ @1 (720) λόγος, ἄκουσον ὁ πιστὸς καὶ πιστώθητι ὡς πιστὸς ὁρῶν ἀπαραλλάκτως πάντα τὰ ἐν παραδείσῳ ὑπὸ Χριστοῦ ἐν τῇ ἐκκλησίᾳ ἐναργῶς πληρωθέντα. Δύο ὑπῆρχον οἱ ἐν παραδείσῳ ἀβλεπτοῦντες τὴν γύμνωσιν ἑαυτῶν, εἶτα φαγόντες τινὰ ἀπὸ ὄφεως βρῶσιν καὶ ἀναβλέψαντες δι’ αὐτῆς. Ἐλθέ μοι λοιπὸν ἀπὸ τῶν τύπων ἐπὶ τὴν τῶν πραγμάτων (725) ἀλήθειαν. Ἀνατρέπων γὰρ ὁ Χριστὸς ἐκείνην τὴν τῶν δύο γύμνωσιν καὶ τὴν τύφλωσιν ἰώμενος καὶ τὴν πονηρὰν αὐτῶν βρώσιν καταργῶν διά τινος θεοκάρπου βρώσεως, λύων δὲ καὶ τὴν κατάραν διά τινος εὐλογίας καὶ ἐγείρων αὐτοὺς ἀπὸ τοῦ οἰκείου πτώματος καὶ ἐπανάγων αὐτοὺς βλέποντας, ὅθεν ἐξῆλθον μὴ βλέποντες, ἄκουσον τί μετὰ τὸ ἐκ νεκρῶν (730) ἀναστῆναι ἐξεργάζεται. Τοῦ γὰρ Κλεοπᾶ καὶ σὺν αὐτῷ τοῦ Λουκᾶ, ὡς οἱ μύσται ἔφασαν, ἐπὶ τὴν Ἐμμαοὺς ἀπὸ Ἰερουσαλήμ, ὡς ὁ Ἀδὰμ καὶ ἡ Εὕα, χωρισθέντων καὶ ἀβλεπτούντων τὸ φῶς τὸ ἀληθινόν, Ἰησοῦς προσεγγίσας συνεπορεύετο αὐτοῖς, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἔτι ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Αὕτη μὲν οὖν ἡ ἀβλεψία. Ἄκουσον καὶ (735) τῶν ἑξῆς. Ἐγένετο γὰρ ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν. Ἰδοὺ ἡ εὐλογία, ἀντὶ τῆς κατάρας. Καὶ κλάσας ἐπέδωκεν αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν. Ἰδοὺ ἔχεις καὶ τὴν βρῶσιν. Ἔχεις καὶ τὴν ἀνάβλεψιν διὰ βρώσεως καὶ τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ὃν ἠγνόησαν διὰ τῆς βρώσεως οἱ πρωτό (740) πλαστοι. Εἶτα τί μετὰ τὴν βρῶσιν γίνεται; Ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ. Ἰδοὺ καὶ ἡ ἐκ πτώματος ἔγερσις. Ἰδοὺ καὶ ἡ καλὴ ἐκ πλάνης ὑποστροφή. Πρῶτον ἔφαγον, καὶ εἶθ’ οὕτως ὑπέστρεψαν, ἐπειδὴ ἡ Εὕα πρῶτον ἔφαγε τοῦ καρποῦ, εἶθ’ οὕτω πρὸς τὸν Ἀδὰμ ὑπέστρεψε καὶ τῆς βρώσεως αὐτῷ μετέδωκε καὶ ἔφαγεν. Ἀλλ’ ὁ Ἀδὰμ (745) οὐκ ἠπατήθη, τουτέστιν ὁ Χριστός, ἀλλὰ συγκατεκλίθη ἀναστῆναι τὴν πεσοῦσαν βουλόμενος.
Ἔτι δ’ ἐνδιατρίβων τῷ γράμματι σὺ σκόπει καὶ κατὰ τὴν πράξιν αὐτῶν καὶ ζήτησον τίς ὢν ὁ Ἀδὰμ τί γέγονε μετὰ τὴν παράβασιν. Καὶ γὰρ ἦν ὅλος φωτεινὸς καὶ θεοειδὴς καὶ θεοείκελόν τι εἰπεῖν ἄγαλμα, (750) γέγονε δὲ μετὰ τὴν παρακοὴν σκοτεινός τις καὶ ἀκαλλώπιστος τὴν μέλαιναν ἁμαρτίαν καθ’ ὁλόκληρον ἐνδυσάμενος. Ταῦτα γοῦν τὰ τοῖς προπάτορσι συμβάντα καὶ ὁ Δαυὶδ ἐς ὕστερον ὀδυρόμενος ἔλεγεν· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἔτι, φησίν, ὡσεὶ ἡμέρα καθίσταντο φωτεινοὶ οἱ προπάτορες, ὅταν μήπω τοῦ (755) ξύλου φαγόντων ἔτι ἀπὸ τῆς γυναικὸς τὸ ῥῆμα τῆς τοῦ ὄφεως συμβουλῆς πρὸς τὸν ἄνδρα διέβαινε καὶ τὰς τοῦ νοητοῦ ἡλίου ἀκτῖνας καθ’ ὁλόκληρον περιεβάλλοντο ὡς ἱμάτιον. Ἀλλ’ ὅτε βέβρωκεν αὕτη @1 πεισθεῖσα καὶ νυκτῶδες σκότος τῆς ἁμαρτίας ἠμφίεστο, τόθ’ ὡς νὺξ ἤγουν ἐσκοτισμένη, μηδ’ εἰδυῖα τί συμβουλεύεται τῷ ἀνδρί, νυκτὶ καὶ (760) αὐτῷ γεγονότι διὰ τὴν ἴσην ἄγνοιαν ἀπαγγέλλει γνῶσιν, ἤτοι τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ φυτὸν ἀπαγγέλλουσα ἐπιδίδωσιν. Ἀλλὰ καὶ ἄλλως σκοπητέον. Πρώην μὲν γάρ, ἕως ἂν πρὸ τοῦ φαγεῖν ὡσεὶ ἡμέρα ἦν φωτεινή, ῥῆμα ἀπήγγελλεν, ἤγουν κατεσπουδασμένως καὶ συντετμημένως ὑπετίθει περὶ τῆς βρώσεως, τὸ κατηρειμμένον γὰρ τῆς (765) ἡδονῆς τῆς Εὕας πρὸς τὸ ἁμάρτημα μακρηγορεῖν οὐκ εἴα· ὅτε δὲ τὸ δεινὸν ἀπηρτήσθη καταπήλαυσέ τε τοῦ ἐφετοῦ καὶ λίχνον πέπαυται κορεσθέν, τότ’ ἀπαγγέλλει γνῶσιν. Ἰδού, φησίν, ὅτι γεγυμνώμεθα ἐκ τῶν τοῦ φυτοῦ δυνάμεών τε καὶ ποιοτήτων, καὶ γὰρ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ τοῦ νοὸς καὶ ἔγνων οἵου κακοῦ κατηντήκεισαν ἀλλήλους (770) διδάσκοντες, ἃ πεπόνθασιν.
Οὕτως ἐμοὶ φίλον τὰ περὶ τοῦ παραδείσου πάντα καὶ τῶν πρωτοπλάστων νοεῖν. Ὑπὲρ Χριστοῦ γὰρ πρεσβεύω, καὶ ὑπὲρ τῆς ἐμῆς γνησίας μητρὸς Εὕας ἐκκλησίας ζωῆς προΐσταμαι κατὰ τῶν ἐναντίων Ἰουδαίων τε καὶ τῶν αἱρετικῶν τρόπαια τῷ πιστῷ λαῷ ἱστῶν καὶ (775) ποιούμενος. Καὶ τούτοις τοῖς νοήμασι καὶ θεωρήμασι τοῖς διὰ πάσης ταύτης τῆς ἑξαημέρου πραγματείας ἡμῖν εἰρημένοις ὁ πιστὸς λαὸς κατὰ τῶν ἐναντίων ὡπλίσθη, καὶ οὐ δεήσει ἄλλων τροπαίων ἢ ὅπλων ἰσχυροτέρων πρὸς αὐτούς, οὐ Μωσαϊκῶν, οὐ προφητικῶν, οὐ Δαυϊτικῶν. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν ταῦτα, οὐ σαρκικά, οὔτε εὔθραυστα, (780) ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων ἐναντίων, λογισμοὺς αὐτῶν καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως καὶ πίστεως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. @1
(785) (11) Τοῦ αὐτοῦ ἀκολούθως λόγος ἑνδέκατος
I 1. Καὶ λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ (1) ἀνδρὶ αὐτῆς, καὶ ἔφαγε. Καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν.
Ἤδη μὲν ὑμῖν πρὸ βραχέος ἀποδέδεικται ὅτι πρὸ τῆς βρώσεως διηνοιγμένους εἶχον τοὺς ὀφθαλμούς, τὸ γὰρ εἰπεῖν ὅτι Καὶ εἶδεν ἡ γυνὴ (5) ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν ὀξυβλεπτοῦσαν αὐτὴν δείκνυσι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ λέγειν ὅτι Ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοῆσαι. Διὰ τῶν τριῶν λέξεων πάνυ αὐτῆς τὴν ὀξυωπίαν καὶ τὸ περίεργον καὶ τρανὸν μανθάνομεν τῆς τῶν ὀφθαλμῶν τηλαυγοῦς ὁράσεως. Ὅθεν ὁ Σύμμαχος εἰς τὸ Διανοιχθήσονται, συνε (10) τισθήσονται τέθεικεν. Ὁμοίως καὶ εἰς τὸ Διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, συνετίσθησαν εἴρηκε, τουτέστιν ἐσοφίσθησαν καὶ εἰς ἐπίγνωσιν ἦλθον τῆς οἰκείας γυμνότητος τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα, περὶ ὧν καὶ ὁ προφήτης ηὔχετο τῷ Θεῷ λέγων· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, ὅτι τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ, ἀλλὰ (15) φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον, ὥστε τὴν ἐπίγνωσιν τῆς ἁμαρτίας καὶ συναίσθησιν πρὸς ἐπιστροφὴν νόησον ὀμμάτων ἀνάβλεψιν. Ἐπισημήνασθαι γὰρ δέον μετὰ πολλῆς τινος τῆς ἀκριβείας ὅτι πλησίον τοῦ ὄφεως ὑπαρχούσης τῆς γυναικὸς καὶ κεχωρισμένης τοῦ ἀνδρὸς καὶ πρώτης αὐτῆς φαγούσης ἀπὸ τοῦ ξύλου οὐκ (20) εὐθέως ἀνέβλεψεν, ἄχρις ἂν πρὸς τὸν ἄνδρα ὑπέστρεψε. Λαβόντος δὲ καὶ φαγόντος τοῦ πνευματικοῦ Ἀδάμ, τουτέστι παθόντος Χριστοῦ, τότε διὰ τοῦ πάθους αὐτοῦ ἡ γυνὴ ἀνέβλεψε σὺν αὐτῷ. Εἰ δὲ οὐχ οὕτω τὰ πράγματα νοεῖς, ἐχρῆν τὴν γυναῖκα πρώτην φαγοῦσαν πρώτην καὶ ἀναβλέψαι. Ἴδωμεν οὖν λοιπὸν καὶ τὰ ἑξῆς. (25)
Ἐν τῇ προτέρᾳ γυμνώσει εἰπὼν ὁ συγγραφεὺς ὅτι Οὐκ ᾐσχύνοντο νῦν λέγει ὅτι καὶ ᾐσχύνοντο ἀλλήλους, τοῦτο γὰρ ἀκόλουθον ἦν εἰπεῖν. Μήπω δὲ πρὸς συνάφειαν γάμου συνελθόντες μήτε μὴν ἐπιστάμενοι δι’ ἣν (30) αἰτίαν τὰ παιδουργὰ μόρια παρηλλαγμένῳ σχήματι ἄρσεν καὶ θῆλυ ὑπάρχουσι παρ’ αὐτοῖς, τίνα αἰσχυνόμενοι ἑαυτοῖς τὰ ἐκ φύλλων συκῆς συνέρραψαν περιζώματα; Εἰ γὰρ τὴν σωματικὴν γύμνωσιν καλύψαι ἠβούλοντο, πολλὰ τῶν ἄλλων φυτῶν φύλλα πρὸς τὴν τοιαύτην χρείαν @1 εὐμεγεθέστερά τε καὶ χρησιμώτερα πέφυκεν, οἷα δὴ καὶ τὰ τῶν Ἰνδικῶν (35) φοινίκων ὁρῶμεν τυγχάνοντα. Ὅμως οὐκ ἀνανεύομεν οὔτε μὴν τὴν σωματικὴν ἱστορίαν τῆς θείας γραφῆς καταλύομεν, ζητοῦμεν δὲ πάλιν πῶς καὶ τὰ συκογενῆ ταῦτα περιζώματα εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν προετυπώθησαν, εἴ γε πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἀποβλέποντα γεγόνασι. (40)
II 1. Καὶ ἔρραψαν φύλλα συκῆς ἑαυτοῖς περιζώματα. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν τῆς ἡμέρας.
Κοινόν τι καὶ ἀναντίρρητον δόγμα καθέστηκε τὸ δειλινὸν τῆς ἕκτης ἡμέρας ἐκείνης τῆς ἑβδομάδος τῆς κτίσεως τὸ μέσον τῆς ἕκτης ἡμέρας τοῦ (45) αἰῶνος αἰνίττεσθαι καὶ διαγράφειν, τουτέστι τὸ πεντακισχιλιοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ἐν ᾧ Κύριος ὁ Θεὸς ἐνηνθρώπησεν. Οὐκοῦν ὁ πρὸ τοῦ δειλινοῦ καιρὸς τὴν νομικὴν σημαίνει λατρείαν τῆς συναγωγῆς, ὡς φύλλα συκῆς λόγους τινὰς ἀκάρπους καὶ προστάγματα κνηθώδη συμμέτρως πως ἔχουσαν τὰ ῥυπώδη τῶν τότε ἀνθρώπων πταίσματα (50) ἐπιπολαίως πως διαξύοντα, ἐπεί τοι καὶ τὰ φύλλα τῆς συκῆς ἡμέρως πως διαξύει τοὺς τῶν σκευῶν ῥύπους διὰ τῆς ἐν αὐτοῖς μετρίας τραχύτητος. Ἀλλὰ καὶ τὴν γύμνωσιν καὶ τὴν ἀσχημοσύνην τῆς φύσεως διὰ τῆς περιτομῆς συγκαλύπτουσι. Διὸ καὶ περὶ τὸ μόριον ἐκεῖνο τὸ τῆς περιτομῆς δεκτικὸν τὰ ἐκ φύλλων συκῆς τεθείκασι περιζώματα οἱ προπάτορες (55) δηλοῦντος ἴσως τοῦ τοιούτου ὑποδείγματος ὅτι τῷ δειλινῷ τῆς κτίσεως ἡμέρας τοῦ αἰῶνος καλυφθήσεταί πως καὶ ἀφανὴς γενήσεται διὰ τοῦ καταπετάσματος τοῦ δερματίνου χιτῶνος Χριστοῦ ἡ περιτομή. Τὰ γὰρ φύλλα σκιᾶς εἰσι ποιητικά. Σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν τοῦ Χριστοῦ προσταγμάτων. Ὑπὸ γὰρ τὰ φύλλα ὁ καρπὸς Χριστοῦ ἐκρύπτετο ἐν τῇ (60) τῶν Ἰουδαίων γραφῇ ὑπ’ αὐτῶν μὴ βλεπόμενος διὰ τὸ κάλυμμα τῆς καρδίας καὶ τοῦ καταπετάσματος τῶν φύλλων τῶν ἐξωτέρων ῥημάτων.
Ὅθεν καὶ ἐναντίος τοῖς φύλλοις ὁ τῆς δικαιοσύνης ἥλιος ξηραίνων καὶ ἀπορρίπτων αὐτά, καὶ μάλιστα τὰ τῆς συκῆς ταύτης. Καὶ γὰρ (65) πολλάκις συκὴν προσαγορεύει ὁ Κύριος τὴν ἄκαρπον τῆς συναγωγῆς λατρείαν, ποτὲ μὲν ἐπὶ τριετίαν ἐπισκεψάμενος αὐτὴν καὶ ἄκαρπον θεασάμενος καὶ ἐπιτρέψας τῷ γεωργῷ ἐκκόψαι αὐτήν, ἵνα μὴ καὶ τὴν γῆν καταργῇ, ἔσχατον δὲ πάλιν ἐλθὼν καὶ πεινῶν τὴν δικαιοσύνην καὶ παραγενόμενος πρὸς τὴν συκὴν τὴν ἐν Ἰερουσαλὴμ καὶ μὴ εὑρὼν εἰ μὴ (70) φύλλα καὶ μόνα, ἐξ ὧν ὑπῆρχον καὶ τὰ περιζώματα ἐκεῖνα, ἣν καὶ ἐξήρανε λέγων· Μηκέτι ἐκ σοῦ καρπὸς ἁμαρτίας γένηται εἰς τὸν αἰῶνα. @1
Ἐπειδὴ δὲ Ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα γένηται εἰς Χριστόν, σκόπει τὴν τῶν πραγμάτων ἀκολουθίαν. Ἔφαγεν Ἀδὰμ βρῶσιν τῆς ἐπιβούλου γυναικός, εἶτα διέζωσεν ἑαυτὸν τὸ (75) περίζωμα μετὰ τὴν βρῶσιν, εἶθ’ οὕτως ἔφυγε καὶ ἐκρύβη ὑπὸ τοῦ ξύλου ἐν τῷ παραδείσῳ καὶ ἐζητήθη, καὶ τὰ ἑξῆς. Οὕτω δὴ καὶ ὁ Χριστὸς ἔφαγε σὺν τοῖς μαθηταῖς τὸ νομικὸν βρῶμα πολλάκις τῆς ἐπιβούλου συναγωγῆς, καὶ ὅτε ὁ ὄφις Ἰούδας ἐποίησε τὴν προδοσίαν συλλαλήσας τῇ μοιχαλίδι συναγωγῇ, εἶτα μετὰ τὴν βρῶσιν ἀναστὰς ἐκ τοῦ δείπνου ὁ (80) πνευματικὸς Ἀδὰμ διεζώσατο τὸ περίζωμα τοῦ λεντίου, εἶθ’ οὕτως ἔφυγεν ἐν τῷ κήπῳ ἑκουσίως καὶ ἐζητήθη καὶ ἐξῆλθε τοῦ κήπου. Ἐγὼ δὲ θαυμάζω τὴν πώρωσιν Ἰουδαίων ἐπὶ τῇ ἀκριβείᾳ τῆς γραφῆς, καὶ γὰρ ἐπὶ τοῦ Ἀδὰμ κεῖται ὅτι ἑαυτὸν διέζωσεν, ὁμοίως καὶ ἐπὶ Χριστοῦ. Εἰ δὲ καὶ ἐν κήπῳ βούλει ἰδέσθαι αὐτὸν γυμνὸν λέντιον καὶ μόνον περι (85) εζωμένον, ὅρα αὐτὸν ἐπὶ τοῦ Γολγοθᾶ ἀπὸ περιζώματος καὶ μόνου κρεμώμενον ἐπὶ τοῦ σταυροῦ ἐπάνω τοῦ κρανίου Ἀδάμ, ὑπὲρ τοῦ Ἀδὰμ πάσχοντα καὶ τῆς Εὕας, περὶ ὧν εἴρηται ὅτι Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν τῆς ἡμέρας, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου (90) Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ἀδάμ, που εἶ; Καὶ εἶπεν αὐτῷ· Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ (95) φαγεῖν ἀπ’ αὐτοῦ, ἔφαγες;
III 1. Ἴσως οὐδὲν ἀπεικός ἐστιν, ὅπερ ἐκεῖναι ἔλεξαν αἱ περὶ Μαρίαν καὶ Σαλώμην καὶ Ἰωάνναν ζητοῦσαι εὑρεῖν τὸν ἐν παραδείσῳ τοῦ Γολγοθᾶ κρυπτόμενον ὑπὸ τὸ ξύλον γυμνὸν Χριστὸν Ἀδάμ, ὃν ἐκάλεσε καὶ ἐξήγαγε Κύριος ὁ Θεὸς ἐκ τῆς κατακρύψεως ἐγείρας αὐτὸν ἐκ νεκρῶν (100) τὸ κατὰ σάρκα, τοῦτο καὶ ἡμᾶς εἰπεῖν ἐπὶ τούτου τοῦ κήπου καὶ τοῦ κρυπτομένου ἐν αὐτῷ γυμνοῦ Ἀδὰμ ἐν μέσῳ τοῦ ξύλου, ὃν ἐπιζητῶν ὁ Θεὸς ἀναστῆσαι τῷ δειλινῷ τῆς ἡμέρας πρὸς αὐτὸν ἐπεδήμησεν. Ἐκεῖναι μὲν γὰρ αἱ περὶ τὴν Μαγδαληνὴν Μαρίαν ἔφασκον· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον, ἵνα τὸν ἔνδον κρυπτόμενον ἴδωμεν; Ὁμοίως ταὐτὸν κἀμοὶ (105) ἔπεισιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀθεωρήτοις μυστηρίοις τούτου τοῦ γράμματος εἰπεῖν καὶ ὥσπερ μεγάλῳ τινὶ λίθῳ τῇ ἀσαφείᾳ καλυπτομένοις εἰπεῖν· Τίς ἀποκυλίσει ἡμῖν τὸν τοῦ γράμματος γνόφον, ἵν’ ἐντὸς τῆς νεφέλης καὶ τῶν θείων τούτων ἀδύτων εἰς τὰ ἅγια τῶν ἁγίων διακύψαντες τὰ κρυπτὰ τούτου τοῦ κρυπτομένου μυστηρίου κατίδωμεν @1 (110) ὄργια, ἅτινα οὐκ ἂν εὐσυνόπτῳ ὀρθοδοξίᾳ κατανοήσωμεν, εἰ τῷ πάχει τῆς λέξεως ἱστορικῶς ἀπαχθείημεν; Ὁ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν Θεός, ὁ λέγων· Οὐκ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται, πῶς προσωπικῇ παρουσίᾳ καὶ τοπικῇ μεταστάσει βαδίζων ὁμοῦ τε καὶ φωνῆς ἦχον ποιῶν ἐν τῷ παραδείσῳ τὸ δειλινὸν πρὸς τὸν Ἀδὰμ (115) ἐπεδήμησε; Τίνος δὲ χάριν καὶ ᾐσχύνθη ὀφθῆναι τῷ Θεῷ γυμνὸς ὁ Ἀδὰμ ὑπ’ αὐτοῦ γυμνὸς εὐθέως ἀπ’ ἀρχῆς γενόμενος καὶ ἀπερικάλυπτος; Ἄρα δὲ ἠγνόει ὁ Θεὸς ὁ τὰ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν τὸν τόπον, ἔνθα ὁ Ἀδὰμ ἐκέκρυπτο, καὶ ἔκραζε λέγων· Ἀδάμ, ποῦ εἶ; Τὸ δὲ παραδοξότερον διὰ τί μὴ τοὺς ἀμφοτέρους καλεῖ, καὶ πολλῷ πλέον τὴν (120) γυναῖκα τὴν πλανηθεῖσαν; Ὁ Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἠπατήθη. Πῶς δὲ οὐδὲ φαίνεται ὅλως λαλήσας ὁ Θεὸς τῇ γυναικὶ πρὸ τῆς παραβάσεως;
Ἐπεὶ οὖν πολλὴ καὶ δυσκατάληπτος ὑπὲρ πάντα τὰ προειρημένα ἡ τῶν προκειμένων ἀληθὴς κατανόησις μὴ ὅτι τοῖς καθ’ ἡμᾶς, ἀλλὰ καὶ (125) τοῖς ἀνέκαθεν θεολήπτοις καὶ περὶ ταῦτα δεινοῖς, ὡς καὶ Ἀδαμάντιός φησιν ὁ φυρατὴς εἰς Χριστὸν καὶ ταῦτα καθ’ ὁμοιότητα τῶν ἄλλων λαβεῖν, δεηθῶμεν ἐκείνου τοῦ δακτύλου τοῦ ἁψαμένου τῶν ὀμμάτων τοῦ ἐκ γενετῆς τυφλοῦ, ὅστις κυρίως ὑπῆρχεν ὁ Ἀδὰμ εὐθέως ἐκ γενετῆς ἀόμματος γενόμενος ὡς κρυβεὶς ἀπὸ τοῦ Θεοῦ τοῦ φωτός, ὅπως καὶ τῶν (130) ἡμετέρων ὀφθαλμῶν τῆς ψυχῆς ἁψάμενος εἴπῃ· Ἐφφαθά, ὅ ἐστι Διανοίχθητι. Οἱ γὰρ ὀφθαλμοὶ ἡμῶν κρατοῦνται τοῦ μὴ ἐπιγνῶναι σαφῶς πῶς ὁ μὲν προφήτης Μωϋσῆς, μᾶλλον δὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν αὐτῷ, διὰ πάσης τῆς ἐν τῇ παρακοῇ δραματουργίας καὶ τῆς ἁμαρτίας τοῦ ξύλου καὶ τῆς βρώσεως κοινοποιεῖ καὶ συνάπτει ἄμφω τοὺς (135) πρωτοπλάστους, μᾶλλον δὲ τὴν γυναῖκα μόνην δείκνυσιν αἰτίαν. Αὕτη γὰρ πρὸς τὸν ὄφιν ἐπλησίασεν· αὕτη προσωμίλησεν· αὕτη ἠπατήθη· αὕτη ἔφαγεν· αὕτη τῷ ἀνδρὶ δέδωκεν· αὕτη τούτῳ ἐπεβούλευσεν· αὕτη γέγονεν αἰτία τῆς ἁμαρτίας, τῆς γυμνώσεως, τῆς αἰσχύνης, τοῦ φόβου, τῶν περιζωμάτων, τῆς φυγῆς τῆς ἀπὸ τοῦ Θεοῦ, τῆς κατακρύψεως, τοῦ (140) ἐπιτιμίου, τῆς κατάρας, τοῦ θανάτου, καὶ ὅλων τῶν μυρίων κακῶν. Καὶ τούτων οὕτως ἐχόντων πῶς παραγενόμενος ὁ Θεὸς τῷ δειλινῷ ἐκείνῳ εἰς ἀναζήτησιν καὶ οἱονεὶ ἐξέτασιν τῶν παρακουσάντων οὐ καλεῖ τὴν γυναῖκα πρὸς ἐξετασμόν, οὐκ ἐπιτιμᾷ βαρέως αὐτῇ, οὐ τίθησιν ἐν τῷ ἐπιτιμίῳ αὐτῆς ὅλως κατάραν, οὐ δίδωσιν αὐτῇ χοῦν εἰς βρῶσιν, οὐκ (145) ἀκάνθας, οὐ τριβόλους, οὐ χορτοφαγίαν, οὐχ ἱδρῶτα προσώπου, ἀλλ’ οὐδὲ θάνατον, ἀλλ’ οὔτε ἐκβάλλει ἢ ἐξορίζει αὐτὴν ἐκ τοῦ παραδείσου, οὐκ ἀναμιμνήσκει αὐτὴν ὅλως τοῦ ὄφεως, οὐ καταισχύνει αὐτὴν λέγων· @1 Διὰ τί τὸν Ἀδὰμ ἐπλάνησας; ἀλλὰ φιλανθρωπίαν πᾶσαν καὶ ἀγαθότητα ἐπὶ τὴν πεσοῦσαν γυναῖκα ἐνδειξάμενος ἐπὶ τὸν ἄνθρωπον χωρεῖ (150) καί φησι πρὸς αὐτόν· Ἀδάμ, ποῦ εἶ; Καὶ εἶπε Τῆς φωνῆς σου ἀκήκοα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι. Ἄκουσον δὲ καὶ τοῦ Ἀδὰμ συνωδὰ τῷ Θεῷ ἀποκρινομένου. Μόνος γὰρ ζητηθεὶς καὶ κληθεὶς μοναδικῶς καὶ ἀποκρίνεται, καὶ οὐ συνάπτει ἑαυτῷ τὴν γυναῖκα. Οὐ γὰρ λέγει ὅτι Τῆς φωνῆς σου ἠκούσαμεν περιπατοῦντος ἐν (155) τῷ παραδείσῳ καὶ ἐφοβήθημεν, ὅτι γυμνοί ἐσμεν, καὶ ἐκρύβημεν, ὅπερ ἦν ἀληθές, ἀλλὰ καταλιπὼν αἰτιάσασθαι τὴν οἰκείαν πλευρὰν ἑαυτὸν προδίδωσιν ὑπὲρ αὐτῆς.
Ταῦτά μου διεξιόντος ὁ παραδεισοπολίτης Παῦλος πάλιν εἰς μέσον παρελθὼν εἶπε· Τὸ μυστήριον τοῦτο μέγα ἐστί, κἀγὼ δὲ σὺν αὐτῷ λέγω (160) εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, ὑπὲρ ἧς δέδωκεν ἑαυτὸν εἰς θάνατον. Ὅθεν καὶ κληθέντος ὑπὸ τοῦ Θεοῦ τοῦ ἀληθινοῦ Ἀδάμ, ἡνίκα εἶπεν· Ἀδάμ, ποῦ εἶ; οὐκ εἴρηται ἐν τῇ γραφῇ ὅτι ἐξῆλθεν ἢ ἦλθε πρὸς τὸν Θεόν, ἀχώριστος γάρ ἐστιν ἀεὶ πρὸς τὸν Θεὸν ὁ Υἱός. Ταῦτα προκατωρθώσαμεν ἀποφράττοντες Ἰουδαίων τὰ στόματα, ἵνα μὴ ἀκούοντες ἡμῶν (165) πάντα τὰ τοῦ Ἀδὰμ εἰς Χριστὸν ἀναφερόντων νομίσωσιν αὐτὸν ὑπὸ ἁμαρτίαν καὶ ἔγκλησιν καὶ κατάραν ἀπὸ Θεοῦ γεγονέναι. Ἱκανὴ γὰρ ἡ τῶν νῦν εἰρημένων ἀπόδειξις καὶ τὸν λίαν ἀπειθῆ πεῖσαι ὅτι ὅσα μὲν ἡ γυνὴ ἐνεκλήθη, αἰτιατικῶς ἐνεκλήθη, ὅσα δὲ ὁ Ἀδὰμ ἐκ τοῦ Θεοῦ ἀνεγκλήτως ἤκουσε, ταῦτα εἰς Χριστὸν συγκαταβατικῶς ὑπὲρ τῆς ἐκκλη (170) σίας λέγονται οἰκειωσάμενον καὶ ἀναδεξάμενον τὴν ἐκείνης ἁμαρτίαν καὶ κατάραν καὶ τὸν θάνατον.
Διὰ τοῦτο γὰρ καὶ παρηλλαγμένα καὶ ὑψηλότερα ἐποίησεν ὁ Θεὸς ὑπὲρ τὴν γυναῖκα τὰ κατὰ τὸν Ἀδὰμ πράγματα, ὅπως ἡμεῖς μάθωμεν καὶ παιδευθῶμεν τὸ ἀσύγκριτον διαφορᾶς Χριστοῦ ὑπὲρ τὴν ἐκκλησίαν. (175) Εἰπὼν γὰρ ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν οὐδὲν τοιοῦτον λέγει ἐπὶ τῆς γυναικός, ἡνίκα ἔμελλεν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ταύτην δημιουργεῖν. Καὶ πάλιν λέγων ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν οὐ λέγει καὶ ἐπ’ αὐτῆς τὸ Ἐποίησεν αὐτήν, ἀλλὰ μετὰ τὸ εἰπεῖν περὶ τοῦ (180) ἀνθρώπου ὅτι Ἐποίησεν αὐτόν, τότε ἐπιφέρει τὸ Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὁμοίως καὶ ἐπὶ τῆς διαπλάσεως τοῦ ἀνθρώπου, ἡνίκα λέγει ὅτι Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς αὐτὸν πνοὴν ζωῆς, οὐδὲ μίαν μνήμην ἐποιήσατο τῆς γυναικός. Οὐ γὰρ εἶχεν ἡ ἐκκλησία κατ’ οὐσίαν τι ἐκ τῆς θείας οὐσίας, ἧς (185) ὑπῆρχε σύμβολον τὸ ἐμφύσημα προμηνύον τοῦ Θεοῦ Λόγου τοῦ ἐκ Πατρὸς τὴν ἐν τῷ πηλίνῳ ἡμῶν εἴσοδόν τε καὶ καθ’ ὑπόστασιν σκήνωσιν. @1 Καὶ τούτου χάριν οὐ δίδωσι τῇ γυναικὶ ἐμφύσημα οὐσιῶδες αὐτοῦ ὁ Θεός, ὅτι οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος συνετέθη ἡ γυνὴ ὥσπερ καὶ ὁ Χριστὸς Ἀδάμ, ἀλλ’ ἐκ μιᾶς μόνης σαρκὸς πλευρᾶς ἀνθρωπότητος. Καὶ (190) ἐν τῇ θέσει δὲ καὶ εἰσόδῳ τοῦ Ἀδὰμ τῇ ἐν τῷ παραδείσῳ οὐ λέγει συντεθεῖσαν αὐτῷ τὴν γυναῖκα οὔτε μὴν ἐν τῇ ἐργασίᾳ συνεργάζεσθαι αὐτῷ ταύτην οὔτε ἐν τῇ φυλακῇ συμφυλάκισαν εἶναι, ἀλλ’ οὔτε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ ἐπιτρέπεται ἐσθίειν, εἰ μὴ μόνος ὁ ἄνθρωπος, ἀλλ’ οὔτε τίθησιν ἡ γυνὴ ὀνόματα τοῖς θηρίοις καὶ τοῖς (195) πετεινοῖς, πρὸς μόνον γὰρ τὸν Ἀδὰμ ἤγαγεν αὐτὰ ὁ Θεὸς ἰδεῖν τί καλέσει αὐτὰ ὡς βασιλέα καὶ δεσπόζειν μέλλοντα αὐτῶν. Ὅθεν ἔστιν ἰδέσθαι καὶ τὸν ἀληθῶς ἄνθρωπον ὡς ἐξουσιαστὴν καὶ δεσπότην Χριστὸν μετονομάζοντα τὴν γυναῖκα ἐκκλησίαν ἐξ αὐτῆς ταύτης τῆς προσηγορίας, ἧς τέθεικεν αὐτῇ ὁ Θεός, καὶ καλοῦντα τὸ ὄνομα αὐτῆς (200) ζωήν, ζωοῖ γὰρ ὡς ἀληθῶς οὓς γεννᾷ τῷ βαπτίσματι. Καὶ ὁ προφήτης περὶ μόνου τοῦ ἀνθρώπου λέγει πρὸς Θεὸν ὅτι Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέστησας αὐτόν, ἀλλ’ οὐκ αὐτούς, ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, καὶ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ καὶ μόνου, ἀλλ’ οὐκ αὐτῶν, (205) τουτέστιν οὐ τῶν δύο, ἀλλὰ μόνου τοῦ Ἀδὰμ εἰς τύπον Χριστοῦ.
Ταύτην δέ σοι τὴν πολλὴν καὶ ἀσύγκριτον διαφορὰν τοῦ Ἀδὰμ παρὰ τὴν Εὕαν ὑπέδειξα καὶ τὴν τιμὴν καὶ τὴν δόξαν, ὅπως μάθῃς ἀκριβῶς, ἡνίκα ἴδῃς τὸν ἄνθρωπον εἰς τύπον Χριστοῦ συγκαταβαίνοντα τῇ γυναικὶ καὶ συνεσθίοντα αὐτῇ ἀπὸ τοῦ ξύλου καὶ συναναβλέποντα καὶ (210) συγγυμνούμενον καὶ συρράπτοντα φύλλα συκῆς, τουτέστι προμελετῶντα καὶ συντιθέμενον καὶ συνενοῦντα ῥῆμα πρὸς ῥῆμα εἰς ἀπολογίαν, καὶ συνακούοντα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος καὶ φοβούμενον καὶ φεύγοντα καὶ κρυπτόμενον ἀπὸ Θεοῦ καὶ καλούμενον μόνον εἰς ἐξέτασιν καὶ ἐγκαλούμενον ὑπὲρ τῆς γυναικὸς καὶ στερρὸν (215) ἐπιτίμιον ὑπὲρ ἐκείνης δεχόμενον καὶ ἐκβαλλόμενον μόνον ἐκ τοῦ παραδείσου καὶ ἀπόφασιν θανάτου δεχόμενον, ταῦτα δὴ πάντα ὅτε θεάσῃ τὸν Ἀδὰμ καὶ πράττοντα καὶ ὑπομένοντα, ἐννοήσεις Χριστὸν διὰ Παύλου σοι λέγοντα ὅτι ὁ Ἀδὰμ οὐκ ἠπατήθη ὁ Χριστός. Καθ’ ἕτερον γὰρ τρόπον ἐσθίει ὁ παλαιὸς εἰς τύπον Χριστοῦ, καθ’ ἕτερον δὲ ἡ γυνὴ εἰς (220) τύπον τῆς ἐκκλησίας. Κατ’ ἄλλον τρόπον νοητέον τὴν ἀνάβλεψιν τούτου, καθ’ ἕτερον δὲ τῆς γυναικός. Ἄλλη ἡ γύμνωσις τοῦ ἀνδρός, ἑτέρα δὲ τῆς γυναικός. Ἄλλως φοβεῖται ὁ Ἀδὰμ ὁ τύπος Χριστοῦ μὴ ἀπατηθείς, καὶ ἄλλως δειλιᾷ ἡ γυνὴ πλανηθεῖσα. Αὕτη γὰρ κατὰ παρακοὴν ὡς καὶ ἡ ἐκκλησία, ὁ δὲ Ἀδὰμ Χριστὸς κατὰ ἀναδοχὴν ὑπὲρ (225) ἀμφοτέρων. Τοιουτοτρόπως δὲ καὶ τὴν γύμνωσιν νοητέον, ἣν ἐν κρανίῳ @1 ὑπέμεινε, καὶ τὴν φυγήν. Διὸ οἰκονομικῶς καὶ ἐν Αἰγύπτῳ ἔφυγε καὶ ἐκάλεσεν αὐτὸν Κύριος ὁ Θεὸς ἐν Αἰγύπτῳ κρυπτόμενον. Διὸ καὶ ἔλεγεν· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Εἰ δὲ καὶ φοβούμενον ἑκουσίως θέλεις Χριστὸν ὑπὲρ τῆς ἐκκλησίας ἰδέσθαι, ἄκουσον τοῦ εὐαγγελιστοῦ περὶ (230) αὐτοῦ λέγοντος ὅτι Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. Διὸ καὶ περίλυπος ἕως θανάτου ἐγένετο τὴν τῆς γυναικὸς λύπην ἰώμενος καὶ ὑπὲρ αὐτῆς εἰς τὸ πάθος ἀγόμενος.
IV 1. Ἐπεὶ δὲ τὸ δειλινὸν τῆς ἡμέρας τὸν τῆς ἐπιδημίας τοῦ Θεοῦ Λόγου καιρὸν εἶναι πατρικῶς ἐκδεδώκαμεν, ἀνάγκη πᾶσα ἰδεῖν πῶς καὶ (235) εἰς τὸν κατὰ κοινοῦ ἄνθρωπον, οἱονεὶ Ἀδάμ τινα ὄντα, καὶ εἰς τὴν αὐτοῦ σύζυγον ἐκκλησίαν τὰ προκείμενα παραδεισιαῖα μυστήρια προδιεγράφησαν καὶ τὸ πέρας εἰς ἡμᾶς εἰλήφασι. Φαγούσης τοίνυν τῆς λεγομένης γυναικὸς ἐκ τοῦ πονηροῦ τῆς ἀσεβείας καρποῦ τοῦ ξύλου, πλησίον τοῦ ὄφεως ἱσταμένης ὡς συζύγου αὐτοῦ ὑπαρχούσης, εἶτα ἀποταξαμένης, (240) ὡς ἤδη προεῖπον, καὶ πρὸς τὸν ἄνδρα ὑποστρεψάσης, οὐκ ἔτι εὑρίσκομεν αὐτὴν πλησιάσασαν ἢ ὅλως συλλαλήσασαν τῷ ὄφει. Οὐκοῦν πάντα τὰ μετὰ τὴν ἀποστροφὴν αὐτῆς τὴν πρὸς τὸν Ἀδάμ, τουτέστι Χριστόν, ἀγαθὰ χρὴ νοεῖν καὶ ἐπ’ εὐεργεσίᾳ τῆς ἐκκλησίας καὶ παντὸς ὁμογενοῦς αὐτῇ ἀνθρώπου τότε προδιατυπωθέντα, τὴν μὲν τῶν ὀφθαλμῶν ἀνά (245) βλεψιν Χριστοῦ τοῦ ἀληθινοῦ φωτὸς ἐπίγνωσιν, τὴν δὲ τῆς γυμνώσεως συγκάλυψιν ἀρχὴν αἰσθήσεως πρὸς διόρθωσιν. Σοφοὶ γάρ φησι καλύψουσι τὰς ἑαυτῶν αἰσχύνας.
Ἄκουσον γὰρ τί καὶ μετὰ τὴν τῶν περιζωμάτων γίνεται ἔνδυσιν. Οἱ γὰρ τὸ πρὶν παρακούσαντες τῆς φωνῆς καὶ τῆς ἐντολῆς τοῦ Θεοῦ (250) πρὸ τοῦ δειλινοῦ τῶν χρόνων μήπω ἐπιδημήσαντος καὶ μὴ πλησιάσαντος ἡμῖν διὰ σαρκός, καὶ οὔπω περιπατοῦντος τοῦ κηρύγματος τόθ’ ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ λέγοντος· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν, ὅτε ἡ φωνὴ Κυρίου γέγονεν ἐπὶ τῶν ὑδάτων, ὅτε ἡ βροντὴ τῆς εὐαγγελικῆς φωνῆς γέγονεν ἐν τῷ (255) τροχῷ τοῦ κόσμου, ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ λέγοντος ὅτι Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει, ἤκουσαν τῆς φωνῆς αὐτοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας τῶν ἀγριελαίων ἐθνῶν καὶ λέγοντος· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, ἐπειδήπερ ὑλοτομεῖτε ξύλα ὀρῶν εἰς θεῶν ματαίων καταγλυφήν, καὶ πεφορτισμένοι ταῦτα, ἵνα (260) ἄξητε πρὸς ναοὺς ὑμῶν μιαρούς, κἀγὼ ἀπὸ τούτων πάντων ἀναπαύσω ὑμᾶς. Καὶ ἐφοβήθησαν τὸν Κύριον οἱ πρὶν αὐτὸν μὴ φοβούμενοι. Ἐφοβήθησαν ὅτι μὴ εἶχον ἔνδυμα γάμου, οὔπω γὰρ εἰς Χριστὸν @1 ἐβαπτίσθησαν, ἵνα Χριστὸν ἐνδυθῶσι. Γυμνοὶ ἦσαν ἀποδυσάμενοι τὴν προτέραν ἔνδυσιν τῆς ἀφθαρσίας καὶ ἀθανασίας, ἀλλ’ ὅτε ἤκουσαν τῆς (265) φωνῆς τοῦ ζητοῦντος τὸ πρόβατον τὸ ἀπολωλός, ἐφοβήθησαν καὶ ἔφυγον ὑπὸ τὸ δένδρον καὶ τὴν σκέπην τοῦ ξύλου τῆς ζωῆς Χριστοῦ τοῦ λέγοντος διὰ τοῦ προφήτου περὶ ἡμῶν· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις ἡμᾶς ἐν ἀποκρύφῳ γενομένους τοῦ προσώπου σου. Ὅθεν καὶ δεξάμενος τὸν ἄσωτον, τοῦτον γυμνὸν ἄνθρωπον ἔξωθεν, ἔσωθεν καλῶς (270) εἰσελθόντα, ἐσκέπασε λέγων· Ἐξενέγκατε τὴν πρώτην στολήν, ἣν ἐφόρει τὸ πρότερον οὗτος, τὸ τῆς ἀφθαρσίας ἔνδυμα, καὶ ἐνδύσατε αὐτόν. Οὐκοῦν, ὅταν ἀκούεις περὶ Κυρίου τοῦ Θεοῦ παρουσιάζοντος καὶ λέγοντος· Ἀδάμ, ποῦ εἶ; ἐπ’ ἀγαθῷ ταύτην τὴν κλῆσιν νόησον, ὃν γὰρ ἐπιζητεῖ καὶ καλεῖ πρὸς αὐτὸν ὁ Θεός, πρόδηλον ὅτι τοῦ μὲν πονηροῦ ἀφίσταται, (275) σὺν Θεῷ δὲ εὑρίσκεται.
Εἰ δὲ μετ’ ὀργῆς καὶ θυμοῦ, καθά τινες οἴονται, παραγέγονεν ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ἐν τῷ παραδείσῳ πρὸς τὸ κολάσαι καὶ τιμωρήσασθαι αὐτούς, ἐχρῆν πρὸς ἐκεῖνον εὐθέως τὸν ὄφιν χωρῆσαι καὶ κολάσαι τὸν αἴτιον τῶν κακῶν. Ἐχρῆν τὴν γυναῖκα τὴν ἐπίβουλον τοῦ (280) ἀνδρὸς κατακρῖναι καὶ ἐξορίσαι τοῦ παραδείσου καὶ τῇ κατάρᾳ καὶ τῷ θανάτῳ ὑποβάλλειν. Ἐνταῦθα δὲ τὸ ἐναντίον γίνεται. Πρόσχες γάρ· οὐ καταρᾶται ταύτην, οὔτε ἐγκαλεῖ, οὔτε θανάτῳ κατακρίνει, ἀλλὰ καὶ χωρίζει καὶ λυτροῦται τοῦ ἐπιβούλου αὐτῆς ὄφεως λέγων αὐτῷ ὅτι Ἔχθραν θήσω καὶ οἱονεὶ ῥεπούδιον θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον (285) τῆς γυναικὸς ἀπαλλάτων αὐτὴν ἀπὸ σοῦ καὶ προσκολλῶν ταύτην ἐμοὶ τῷ ἀνδρὶ καὶ Κυρίῳ αὐτῆς, εἶτα καὶ ἐνδύων αὐτὴν χιτῶνα, ἐμὲ τὸν ἐκ τῶν ἄνωθεν ὑφαντόν, γεγύμνωτο γὰρ ὑπὸ σοῦ, καὶ μετονομάζω αὐτὴν ζωὴν ὡς θανατωθεῖσαν παρὰ σοῦ. Ταῦτα πάντα οὐκ ἀγανακτοῦντος δικαστοῦ εἰσιν ἐκ τῶν ἀκολούθων τῆς ἱστορίας. Εἰπόντος γὰρ τοῦ Θεοῦ (290) πρὸς τὸν Ἀδάμ· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; ὅρα ὅτι ὁ Ἀδὰμ ἀποκρίνεται τῷ Θεῷ λέγων· Ἡ γυνή, ἣν δέδωκάς μοι μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
Ἠκηκόεις πῶς ἀναμάρτητος ἦν ὁ Ἀδὰμ μὴ ἀπατηθείς. Οὐ γὰρ (295) λέγει ὅτι Ἠπάτησέ με ἡ γυνή· οὐ λέγει ὅτι Ἐπτέρνισεν ἢ ὅτι Αὕτη μοι τῆς ἁμαρτίας πρόξενος γέγονεν, ἵνα μὴ εἰς τὸν Θεὸν τὸν δόντα αὐτῷ ταύτην ἐπαγάγῃ τὴν αἰτίαν ὡς ἁμαρτίαν αὐτῷ δι’ αὐτῆς προξενήσαντα. Ἠδύνατο γὰρ ἀντιδικάσασθαι πρὸς Θεὸν λέγων ὅτι Καλῶς εἶχον μόνος ὢν τὸ πρίν, ἀλλ’ ἡ βοηθός, ἥν μοι δέδωκας, οὐκ ἦν βοηθός, ἀλλ’ ἐχθρὰ (300) καὶ ἐπίβουλος. Οὐδὲν δὲ τοιοῦτον λέγει οὔτ’ ἐννοεῖ. Διό φησιν· @1 Ἡ γυνή, ἣν δέδωκάς μοι εἰς τὸ σῶσαι καὶ ῥύσασθαι καὶ ἀντιλαβέσθαι μου, αὕτη μοι δέδωκε τὸν ἀπ’ αὐτῆς θάνατον, τὸν τοῦ ξύλου καρπόν, καὶ προθύμως ἔφαγον μήτε ἀντειπὼν πρὸς αὐτὴν μήτε ὅλως παραιτησάμενος. Διὰ τοῦτο γὰρ ὁ Ἀδὰμ οὐδὲ μίαν ποιεῖται ὅλως τούτων μνήμην (305) πρὸς τὸν Θεὸν διαλεγόμενος, ὡς μήτε ἀπειθὴς μήτε ὅλως τινὰ προσβολὴν δεξάμενος ἐκ τοῦ ὄφεως μηδὲ ὅλως ἐγγίσας αὐτῷ, ὥσπερ οὐδὲ ὁ Χριστὸς οὐδὲ πάλιν ὁ Θεὸς φαίνεται ἐν τῇ φοβερᾷ κατάρᾳ, ἐκείνῃ τῇ πρὸς τὸν ὄφιν, ὅλως ἐγκαλέσας αὐτῷ περὶ τοῦ ἀνθρώπου ἢ μνείαν τινὰ τοῦ Ἀδὰμ πρὸς αὐτὸν ποιησάμενος, ἀλλ’ ἄνω καὶ κάτω περὶ τῆς (310) γυναικὸς τοῦτον καταρᾶται καὶ ἀπορρίπτει τὴν ἀνεξέγερτον αὐτοῦ πτῶσιν ποιησάμενος καὶ αἰωνίῳ κατακρίνας καταδίκῃ, ὅτι τὴν γυναῖκα ἐκκλησίαν μόνην, ἀλλ’ οὐ τὸν Ἀδὰμ Χριστὸν ἐξηπάτησε, Νῦν γάρ φησιν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.
Ὅθεν καὶ ἀποδεξάμενος ὁ Θεὸς τὴν τοῦ ἀναιτίου Ἀδὰμ ἀπολογίαν (315) εἰς τύπον τοῦ ἀναμαρτήτου Χριστοῦ, εἰπόντος ὅτι Ἡ γυνή, ἣν δέδωκας μετ’ ἐμοῦ, αὕτη μοι δέδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον, οὐδὲν πλέον ἐρωτᾷ τοῦτον, ἀλλ’ εὐθέως ἐπὶ ταύτην χωρεῖ. Φησὶν ὁ Μωϋσῆς ὅτι Καὶ εἶπεν αὐτῇ ὁ Θεός· Τί τοῦτο ἐποίησας; Καὶ εἶπεν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Πῶς δὲ περὶ τοῦ Ἀδὰμ ἐγκαλουμένη ὑπὸ τοῦ (320) Θεοῦ οὐ περὶ ἐκείνου ἀπολογεῖται, ἀλλὰ περὶ αὐτῆς; Ἢ δῆλον ὅτι δεικνύουσα τὸ ἀναμάρτητον τοῦ Ἀδάμ, ὡσανεὶ λέγουσα τῷ Θεῷ· Ἀθῷος ὁ Ἀδάμ. Ἐγὼ μόνη παρήκουσά σου, τοῦ ἐμοῦ Θεοῦ, καὶ ἀθετήσασα τὰς πρὸς σὲ συνθήκας. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, πλανῆτις καὶ λάτρις γενομένη καὶ ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς γυμνὴ (325) πελαζομένη καὶ τοῖς ῥυπαροῖς μου αἵμασι τῶν θυσιῶν μολυνομένη, ὅτι ὁ ὄφις ὁ πανοῦργος ἠπάτησέ με ὡς ἄπειρόν τινα νεάνιδα πτερνίσας καὶ ἀποπλανήσας.
Ταῦτα δὴ μονονουχὶ τῆς γυναικὸς ἐξομολογουμένης πρὸς τὸν Θεὸν διὰ τοῦ εἰπεῖν· Ὁ ὄφις ἠπάτησέ με, ὡς οἷα ἐνδειξαμένης αὐτῆς μετάνοιαν (330) καὶ συγχωρηθείσης, μετέρχεται λοιπὸν ὁ Θεὸς ἐπὶ τὸν πονηρὸν δράκοντα, τὸν ἀποστάτην ὄφιν, καὶ λέγει αὐτῷ· Τί τοῦτο ἐποίησας; Ἀλλ’ ὅτι ἐποίησας τοῦτο καὶ ἐτόλμησας εὐθέως τὸ πρωτουργὸν πλάσμα τῶν χειρῶν μου τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἐμὴν ἀπατῆσαι, ἐπικατάρατος εἶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς. (335) Ἐπικατάρατος σὺ καὶ μόνος, ἀλλ’ οὐχ ὁ Ἀδάμ· σὺ μόνος, ἀλλ’ οὐχ ἡ γυνή. Ἀλλ’ ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτισμάτων μου τῶν ὄντων ἐπὶ τῆς γῆς, οὐ τῶν ἐν οὐρανῷ. Οἱ γὰρ ἐν ἐκείνῳ ἄγγελοί μου ηὐλόγηνται, ὅτι εὐλογοῦσι με εἰς λειτουργικὰς διακονίας ἀποστελλόμενοι. Σὺ μὲν γὰρ προσεδόκ<ησ>ας ἁμαρτησάντων τῶν ἀνθρώπων @1 (340) βασιλεὺς ἀντ’ αὐτῶν παντῶν ἐπὶ τῆς γῆς γενέσθαι λέγων ὅτι Ἔσομαι ὅμοιος τῷ ὑψίστῳ, ἀλλ’ ἐψεύσθης τῆς ἐλπίδος. Αὐτοῖς γὰρ δίδωμι πᾶσαν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ τοῦ σοῦ τραχήλου. Εἶτα ταῦτα εἰπὼν ὁ Θεὸς προλέγει αὐτῷ καὶ τὴν ἀμετανόητον αὐτοῦ κακίαν καὶ γνώμην φάσκων οὐκ ἐπιτρεπτικῶς, ἀλλὰ προφητικῶς ὅτι Ἐπὶ (345) τῷ στήθει σου καὶ τῇ κοιλίᾳ, τουτέστιν ἐπὶ τῷ θυμῷ σου καὶ τῇ ἡδονῇ σου, πορεύσῃ ἀμετανόητος καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, τουτέστιν ἐκπεσῶν τῆς οὐρανίου σοφίας καὶ γνώσεως τῆς θείας, γήινα καὶ ὑλικὰ τιθεὶς νοήματα, περὶ ταῦτα ἰλυσπώμενος τὰ νοήματα καὶ περιειλούμενος ἔσῃ, καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς (350) γυναικός, ἧς ἐπλάνησας, τουτέστι τῆς ἐμῆς ἐκκλησίας.
Εὐχαριστοῦμεν τῇ ἀφάτῳ καὶ ἀνεκδιηγήτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεός, τῷ λυτρωσαμένῳ καὶ χωρίσαντι ἡμᾶς τῆς κοινωνίας καὶ ἀγάπης καὶ ἑνώσεως καὶ φιλίας τοῦ πονηροῦ διαβόλου ὄφεως. Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν μόνος μεγάλα θαυμάσια, ὁ διὰ τῆς σῆς πρὸς τὴν σὴν (355) νύμφην ἐκκλησίαν ἀγάπης θέμενος ἔχθραν ἀνὰ μέσον ἡμῶν καὶ τοῦ ἐχθροῦ τοῦ μηκέτι δουλεύειν αὐτῷ, ἀλλ’ ἢ σοὶ τῷ μόνῳ ζῶντι Θεῷ ἀληθινῷ τῷ λέγοντι πρὸς τὸν ἐπίβουλον ταύτης σοῦ τῆς συζύγου νύμφης γυναικὸς ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Ἔχθραν θήσω μέλλοντος πράγματος καὶ ἔχθρας τεθησομένης. (360) Τό· θήσω σημαντικὸν δεικνῦντος, τοῦ λέγοντος ὅτι Ἐπ’ ἐσχάτου τῶν χρόνων θήσω ἔχθραν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς ἐκκλησίας. Νῦν μὲν γὰρ φίλη σοι καθέστηκεν ἡ γυνή· νῦν σύζυγός σοί ἐστιν· νῦν ᾐχμαλώτευσας αὐτήν· νῦν σοὶ δουλεύει· σοὶ ὑπόκειται· σοὶ λατρεύει θύουσα τοὺς υἱοὺς αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς σοὶ καὶ τοῖς δαιμονίοις σου. Ἀλλὰ (365) δὴ μὴ καυχῶ μήτε ἐπαίρου. Μὴ ἀλαζονεύου ἐν τούτοις, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε ἐλεύσομαι ἐπισκεπτόμενος αὐτὴν τῷ δειλινῷ τῆς ἡμέρας, καὶ ποιήσω τὴν ἐκδίκησιν αὐτῆς, καὶ ἔχθραν θήσω φοβερὰν καὶ ἀνειρήνευτον ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς ἐκκλησίας. Οὐκ ἔρχομαι γὰρ τότε βαλεῖν μετὰ σοῦ καὶ αὐτῆς εἰρήνην, ἀλλὰ μάχαιραν (370) εὐαγγελικὴν διχᾶσαι καὶ διαχωρίσαι σὲ τὸν πονηρὸν καὶ μοιχὸν ἄνδρα ὄφιν ἀπὸ τῆς γυναικός, ἧς ἥρπασας ἀπ’ ἐμοῦ, ἵνα, ὥσπερ ὑπὲρ πάσας τὰς ἄλλας γυναῖκας συναγωγὰς Περσῶν, Ἰνδῶν, Ἀρ[ρ]άβων, Ἰσμαηλιτῶν ἠγάπησέ σε, οὕτως ὑπὲρ πάσας μισήσῃ σε. Μᾶλλον δὲ πᾶσαι εἰπεῖν μισήσωσί σε. Μὴ γὰρ Ἰουδαίων μόνων εἰμὶ Θεός; Οὐχὶ καὶ (375) ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν κατὰ σοῦ ὁπλιζομένη καὶ ἀνθισταμένη ἀνέλῃ σε. @1
Εἰ γοῦν μὴ οὕτω ταῦτα σημαίνει, ἔδει οὕτως εἰπεῖν τὸν Θεὸν πρὸς τὸν ὄφιν· Καὶ ἰδοὺ ἔχθρα κείσθω ἀπὸ τοῦ νῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Ἵνα τί γὰρ τοῦ πταίσματος πεπραγμένου ἔδει τῷ (380) τοῦτο πεπραχότι ἐσύστερον ἀμυνεῖσθαι; Ἀλλ’ οὐ πείθεται τούτοις τοῖς λόγοις ὁ Ἰουδαῖος τῷ γράμματι μόνῳ προσέχων. Εἶτα οὐχ ὁρᾷς, εἰπέ μοι, (αὐτῷ ἐρῶ) τὴν φοβερὰν ἔχθραν ταύτης τῆς τοῦ Χριστοῦ γυναικὸς ἐκκλησίας, ἣν κατὰ τοῦ ὄφεως ἔχει; Οὐχ ὁρᾷς τὴν ἔνστασιν; Οὐχ ὁρᾷς τὸν ἀγῶνα, καὶ ταῦτα σὺ μᾶλλον πρῶτος πείρᾳ μαθών; Τί γὰρ οὐ (385) συσκευάζεις; Ποῖον δ’ εἶδος μάχης οὐκ ἀναρριπίζεις; Ὁπόσην δὲ χεῖρα οὐκ ἐξοπλίζεις ὡς ταύτην ἀπογεισ[σ]ῶσαι; Ἀλλ’ ἔτι μᾶλλον ἑδραία ἵσταται, καὶ χωροῦσα κατὰ ξιφῶν οὐκ ἀρνεῖται Χριστόν. Καὶ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν· τὸ τοῦ Παύλου ῥητέον. Οὐχ ὁρᾷς τὰ ξίφη καὶ τὰ βέλη τοῦ δυνατοῦ Θεοῦ ἠκονημένα, δι’ ὧν κατὰ τοῦ ὄφεως ἐπὶ τῆς παρατάξεως (390) καὶ τῆς μάχης ἔνοπλος ἵσταται περιπεφραγμένη τῇ παντευχείᾳ καὶ περιεζωσμένη τὴν μάχαιραν τοῦ Πνεύματος, τὴν περικεφαλαίαν τῆς ἐλπίδος, τὸν θώρακα τῆς πίστεως, τὸν θυρεὸν τοῦ βαπτίσματος; Οὐχ ὁρᾷς τὰ ἀήττητα καὶ τὰ ἄθραυστα ὅπλα, ἐν οἷς συντρίβει καὶ ἀφαιρεῖται τὴν κεφαλὴν τοῦ ὄφεως, λέγω δὴ τὸν σταυρόν, τὸ σῶμα, τὸ αἷμα τοῦ Ἰησοῦ, (395) τὰς εὐχάς, τὰς δεήσεις, τὰς ἀγρυπνίας, τὰ ἄλλα, ἃ κατὰ τοῦ ὄφεως μηχανᾶται καὶ κατ’ αὐτοῦ παρατάττεται διὰ τὸ μηκέτι τούτῳ δουλεύειν; Ὅθεν ἐχθραίνουσα τούτῳ λοιπὸν καὶ ἐπιστραφεῖσα πρὸς τὸν ἴδιον αὐτῆς ἄνδρα Χριστὸν καθ’ ἡμέραν ὑπὸ τῶν ὑπασπιστῶν τοῦ ὄφεως πολεμεῖται, διώκεται, τύπτεται, ἐξετάζεται, σφάττεται, δεσμεῖται, ἀδικεῖται (400) λιμώττουσα, γυμνητεύουσα, δουλεύουσα, διψῶσα, ἠτεκνομένη, μελιζομένη, πρὸς δὲ τὸν ὄφιν μηκέτι διαλλαττομένη οὔτε μὴν φιλιουμένη, ἀλλά, κἂν δέῃ μυρίους θανάτους ὑπομεῖναι, προθύμως τὰ ἑαυτῆς μέλη καὶ τέκνα πυρὶ καὶ ξίφει καὶ αἰκισμοῖς παραδίδωσιν ἢ σπονδὰς καὶ ὁμήρους ἀγάπης θεῖναι μετὰ τοῦ ὄφεως. (405)
Καὶ μάρτυρες τῶν νῦν λεγομένων ἡμεῖς οἱ τοῦ λόγου ἀκούοντες καὶ καθ’ ἡμέραν ὑπὲρ τῆς πίστεως ταύτης τῆς Χριστοῦ γυναικὸς κινδυνεύοντες, τῷ δὲ ὄφει μὴ ὑπακούοντες. Μάρτυρες τῆς ἔχθρας οἱ ἐν ἐρήμοις καὶ ὄρεσι καὶ σπηλαίοις ἀγωνιζόμενοι κατὰ τοῦ ὄφεως. Μάρτυρες τῆς ἔχθρας τῆς γυναικὸς ταύτης οἱ ποιμένες οἱ ταύτην καλῶς διδάσκοντες καθ’ (410) ἡμέραν λέγειν· Ἀποτάσσομαι τῷ σατανᾷ ὄφει τῷ πονηρῷ, καὶ τῇ λατρείᾳ αὐτοῦ, καὶ τῇ πλάνῃ αὐτοῦ, καὶ τοῖς εἰδώλοις αὐτοῦ, καὶ ταῖς θυσίαις αὐτοῦ, καὶ ταῖς σπονδαῖς αὐτοῦ, καὶ τῇ δουλείᾳ αὐτοῦ. @1 Μαρτυρεῖ τῇ θεοσδότῳ ἔχθρᾳ τῆς θεοσεβοῦς ταύτης γυναικός, ἣν πρὸς τὸν ὄφιν ἐκτήσατο, ἡ τῶν εἰδώλων καθαίρεσις, ἡ τῶν ναῶν αὐτῶν (415) κατάλυσις, ἡ τῶν ξοάνων σύντριψις, ἡ τῶν στηλῶν ἐξάλειψις, ἡ τῶν ἐκκλησιῶν ἔγερσις, ἡ τῶν ἐθνῶν πρὸς Θεὸν ἐπίγνωσις τὸν ταύτην τὴν ἀγαθὴν ἔχθραν προορίσαντα καὶ πρὸς τὸν ὄφιν λέξαντα ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός. Καὶ διὰ τί τῆς γυναικός, καὶ μὴ μᾶλλον τοῦ ἀνδρός; Κεφαλὴ γὰρ τῆς γυναικὸς ὁ ἀνήρ, καὶ ἐχρῆν (420) αὐτὸν κεφαλὴν ὄντα τῇ κεφαλῇ πολεμεῖν τοῦ ὄφεως. Ἀλλ’ οὐδὲν τοιοῦτον λέγει, ἐπειδὴ οὐδὲν κοινὸν τῷ ὄφει πρὸς τὸν πνευματικὸν Ἀδάμ, τουτέστι Χριστόν. Διό φησιν ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός.
Εἰ δὲ σωματικῶς τὰ πρὸς τὸν ὄφιν ῥήματα τοῦ Θεοῦ νοεῖς, ὅρα (425) πόσαις ἀτοπίαις περιπίπτεις οὕτω ταῦτα νοῶν. Καὶ πρῶτον μὲν ὅτι ἀδίκως κατηράσατο τοῦτον ὁ Θεός. Ἄλογος γὰρ καὶ ἄνους ὢν ἀκουσίως γέγονεν ὄργανον τοῦ διαβόλου, καὶ οὐκ ἐχρῆν τῷ ἀλόγῳ ὀργάνῳ ὀργισθῆναι. Δεύτερον ὅτι, ἐὰν τὴν γυναῖκα μόνην βούλεται ἐχθραίνειν τῷ πονηρῷ, πρόδηλον ὅτι τὸν ἄνδρα ἀγαπητὸν αὐτοῦ κελεύει εἶναι. Τρίτον (430) ὅτι, ἐὰν μεταξὺ τούτου τοῦ σωματικοῦ ὄφεως καὶ τῆς σαρκικῆς ἡμῶν γυναικὸς τέθεικεν ἔχθραν ὁ Θεός, ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνήλισκον οἱ ὄφεις ὅλας τὰς γυναῖκας, καὶ μᾶλλον τὰς οὐκ ἐν πόλεσιν, ἐν τῷ καθεύδειν αὐτάς. Τέταρτον ὅτι καὶ ἕτερα πλεῖστα θηρία ἐχθραίνουσιν ἡμῖν. Πλὴν ὅτι οὔτε γῆν καθ’ ἡμέραν ἐσθίει ὁ ὄφις, ἀλλὰ καὶ ἑτέρας σαρκῶν βρώσεις. (435) Ἀλλ’ οὐδὲ ὁ νοητὸς ὄφις ἀθάνατος ὢν γῆν ἐσθίει πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ πυρὶ αἰωνίῳ παραπεμπόμενος. Ὅμως περὶ αὐτοῦ τοῦ νοητοῦ ὄφεως καὶ τῆς ἐκκλησίας νόησον τὸ θεῖον λόγιον τὸ φάσκον ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον τοῦ διαβόλου καὶ τῆς γυναικός.
Οὐκοῦν μακαρία ἐν γυναιξὶ μόνη αὕτη ἡ γυνή. Ἐντεῦθεν γὰρ μαν (440) θάνομεν δόγμα μέγα περὶ αὐτῆς καὶ αὐτῶν τῶν οὐρανῶν ὑψηλότερον καὶ τιμιώτερον. Ποῖον δὴ τοῦτο; Λέγω δὴ ὅτι μόνη ἡ τῶν Χριστιανῶν ἐκκλησία Χριστοῦ τυγχάνει ἐχθρὰ καὶ πολέμιος πρὸς τὸν ὄφιν, αἱ δὲ λοιπαὶ πᾶσαι αἱ ἐν κόσμῳ θρησκεῖαι καὶ πίστεις ἐθνῶν τε καὶ Ἰουδαίων καὶ βαρβάρων φίλαι καὶ σύμβιοι καὶ σύζυγοι καὶ ἴδιαι τοῦ διαβόλου (445) ὄφεως ὑπάρχουσιν ἐξ αὐτοῦ τεχθεῖσαι καὶ ἐξ αὐτοῦ τὸν πονηρὸν σπόρον τῶν μιαρῶν δογμάτων συλλαβοῦσαι, ὡς εἶναι τὸν αὐτὸν αὐταῖς καὶ πατέρα καὶ ἄνδρα τὸν τὴν ἀλληλοφθορίαν μιαρὰν ἐπεισάξαντα. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς τοῦ Θεοῦ πρὸς τὸν αὐτὸν ὄφιν σημαίνουσι ῥήματα. Εἰπὼν γὰρ ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς (450) ἐπήγαγε λέγων· Καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Καὶ μήν· Καὶ ἀνὰ μέσον τοῦ γεννήματος αὐτῆς εἰπεῖν ὄφειλεν, εἰ πρὸς σωματικὸν ὄφιν καὶ @1 γυναῖκα σωματικὴν μόνην ἦσαν τὰ λεγόμενα. Γυνὴ γὰρ οὐ τίθησι σπέρμα, ἀλλὰ λαβοῦσα τίκτει κύημα. Σπέρματα γοῦν τῆς ἐκκλησίας τὰ εὐσεβῆ τυγχάνουσι δόγματα καὶ μαθήματα, ἅπερ κατέσπειρεν ὁ γεωρ (455) γὸς ἐκεῖνος ὁ λέγων ὅτι Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Πάλιν τοῦ ὄφεως σπέρματα τυγχάνουσι τὰ πονηρὰ καὶ δυσσεβῆ αἱρεσιώδη ζιζάνια καὶ κηρύγματα, ἅπερ θεωρῶν ἐν μέσῳ τοῦ σίτου βλαστήσαντα ὁ Χριστὸς ἔλεγεν· Ἐχθρὸς ἄνθρωπος ταῦτα ἔσπειρε, τουτέστιν ὁ πονηρὸς ὄφις. Καὶ διὰ τοῦτο ὡς πρὸς ἐχθρὸν τῆς ἐκκλησίας διαλεγόμενος ἔλεγεν (460) αὐτῷ ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτὸς τηρήσει σου κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Περὶ γυναικὸς λέγων καὶ περὶ σπέρματος αὐτῆς πῶς εἰς ἄρρενα μετήγαγε τὸν λόγον λέγων· Αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις (465) αὐτοῦ πτέρναν; Αὐτοῦ τίνος; Ἄρα τῆς γυναικός; Ἄπαγε. Οὐκ ἔχει γὰρ νοῦν τὸ εἰρημένον. Διαπρίομαι καὶ ἐκπλήττομαι (πρὸς σὲ πάλιν λέγω τὸν Ἰουδαῖον), πῶς ἐπὶ μυρίους χρόνους ταῦτα καθ’ ὥραν ἀναγινώσκων οὔπω ἔγνως τὴν ἐν τούτοις ἀλήθειαν, ὀφείλων μᾶλλον σύ με φωτίζειν ἐν τούτοις, ὡς σὺ ταῦτα παρὰ Θεοῦ δεξάμενος καὶ πιστευθείς. Λοιπὸν δεῦρο (470) παρ’ ἐμοῦ τοῦ βαρβάρου καὶ θηρὸς διδάχθητι τῶν σῶν νόμων τὴν ἔννοιαν. Τὸ μὲν οὖν ἐχθραίνειν τῷ πονηρῷ ὄφει καὶ μὴ ὑπακούειν αὐτοῦ τῇ γυναικὶ ἐκκλησίᾳ δέδωκεν ὁ Θεός, τὴν δὲ τήρησιν ἤγουν μετ’ ἐνέδρας συντριβὴν τῆς αὐτοῦ κεφαλῆς ἀδυνάτως ἔχει ἡ ἐκκλησία. Καὶ διὰ τοῦτο ἀπὸ τῆς γυναικὸς ἐπὶ τὸν ἄνθρωπον ἤγουν τὸν Χριστὸν μετήγαγεν ὁ (475) Θεὸς τὸν λόγον λέγων τῷ ὄφει ὅτι Αὐτός σου τηρήσει κεφαλὴν συντρίβων σε μετ’ ἐνέδρας, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν, τουτέστι τὰ ἔσχατα παντὸς τοῦ σώματος Χριστοῦ (τοῦτο δέ ἐστιν ἡ ἐκκλησία), ἐν καιροῖς ἐσχάτοις αὐτὴν σινιάσων. Πτέρνα δ’ αὐτῆς καὶ ἔσχατα ἡ ἐν ὑστέροις καιροῖς τοῦ ἀντιχρίστου παρουσία, αὐτοῦ γὰρ τὸν καιρὸν (480) ἀποτηρεῖ καὶ ἐκδέχεται ὁ πονηρὸς ὄφις, ᾧ χρήσεται ὡς ὀργάνῳ πρὸς τὸ πτερνίσαι πάλιν διὰ βρώσεως τοῦ τότε ἐσομένου λιμοῦ τὴν ἐκκλησίαν, καθὰ καὶ ἐν τῷ πρὸ τούτου ἀποδεδώκαμεν λόγῳ. Ὅτι δὲ φύλαξ τῆς ἐκκλησίας ὁ Χριστὸς καθέστηκεν, οὐ δεήσει περὶ τούτου ἑτέρας μείζονος ἀποδείξεως, ἀλλ’ ἢ μόνης ἐκείνης τῆς λεγούσης εἰς πρόσωπον Χριστοῦ (485) ὅτι Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν. Διὸ καὶ Χερουβὶμ ἔταξεν ὁ Χριστὸς καὶ φλογίνην ῥομφαίαν στρεφομένην κύκλῳ περιφρουροῦσαν τὴν ἐκκλησίαν διὰ τὸ μὴ παρεισδύναι ἔσω τὴν κεφαλὴν τοῦ ὄφεως. Ἴσως δὲ πάλιν καὶ τούτου χάριν ἐκ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα τὴν λέξιν μετήγαγεν ὁ @1 (490) Θεὸς λέγων τῷ ὄφει περὶ Χριστοῦ ὅτι Αὐτός σου τηρήσει κεφαλὴν δι’ ἐκείνην τὴν φωνὴν τὴν κοινωνικὴν ἀμφοτέρων τὴν λέγουσαν ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ὅπως διὰ τῆς θηλανδρικῆς φωνῆς τὸ ἀδιαίρετον καὶ ταυτοφυὲς καὶ ὁμόσαρκον καὶ σύσσωμον καὶ μονανδρικὸν Χριστοῦ καὶ τῆς ἐκκλησίας ἡμᾶς διδάξῃ. (495)
Φύλαττέ μοι, ὦ πιστὸν καὶ ἱερὸν σύστημα, ταῦτα εἰς ἄληκτον μνήμην, λέγω δὴ τὰ περὶ τῆς θείας φωνῆς τῆς λεγούσης τῷ ὄφει ὅτι Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς μιᾶς καὶ μόνης. Καὶ διὰ τοῦτο οὐ λέγει· Ἀνὰ μέσον τῶν γυναικῶν, ὅτι πᾶσαι αἱ λοιπαὶ πίστεις αἱ ἐν τῷ κόσμῳ φίλαι τοῦ ὄφεώς εἰσι χωρὶς τῆς μιᾶς καὶ μόνης ταύτης (500) Χριστοῦ καὶ Χριστιανῶν γυναικὸς ἐκκλησίας. Λοιπόν, ὅτε ἴδῃς τὰς λοιπὰς γυναῖκας καὶ πίστεις, Ἰουδαίων τε καὶ βαρβάρων συναγωγάς, ψαλλούσας, κραζούσας, ἑορτὰς ἐπιτελούσας, ἀγρυπνούσας, νηστευούσας, θυούσας, προσκυνούσας, θεὸν ὀνομαζούσας, πίστιν κηρυττούσας, δογματιζούσας, γραφὰς ἀναγινωσκούσας, τὸν δὲ Χριστὸν «Θεὸν ἀληθινὸν ἐκ (505) Θεοῦ ἀληθινοῦ» μὴ ὁμολογούσας, μάνθανε ἀκριβῶς ὅτι πᾶσαι ἐκεῖναι φίλαι εἰσὶ τοῦ διαβόλου ὄφεως, καὶ οὐδὲ μία αὐτῶν ἐχθρὰ καὶ ἀλλοτρία τούτου τυγχάνει, εἰ μὴ αὕτη καὶ μόνη ἡ ἐκκλησία Χριστοῦ καὶ τὸ σπέρμα αὐτῆς. Ἐκεῖναι γὰρ πᾶσαι πορνάδες καὶ μοιχαλίδες ἐκ τοῦ σπέρματος τοῦ ὄφεως καὶ συλλαμβάνουσαι καὶ τίκτουσαι, τάχα δὲ καὶ χεῖρον τοῦ (510) ὄφεως οἰκεῖον καὶ ἔμφυτον σπέρμα ἔχουσαι, ἐκεῖνος γὰρ πολλάκις καὶ οἱ σὺν αὐτῷ δαίμονες ὡμολόγησαν καὶ ἐκήρυξαν Υἱὸν τοῦ Θεοῦ τοῦ ὑψίστου τὸν Χριστόν.
Ὅθεν καὶ ἐν τῷ πειρασμῷ ὁ ὄφις ὡς Υἱῷ τοῦ Θεοῦ ἔλεγεν αὐτῷ· Εἰπὲ ἵνα οἱ λίθοι ἄρτοι γένωνται. Καὶ ὡς Υἱῷ Θεοῦ ἔλεγεν ὅτι Βάλε (515) σεαυτὸν κάτω ἐκ τοῦ ἱεροῦ. Καὶ ὡς Θεὸν παρεκάλουν ὅλοι, ἵνα μὴ παραπέμψῃ αὐτοὺς ἐν τῇ ἀβύσσῳ. Καὶ ὡς Θεὸν καὶ δεσπότην πάντων ἐδυσώπουν Χριστὸν ἐπιτρέψαι αὐτοὺς εἰσελθεῖν εἰς τοὺς χοίρους. Καὶ ὡς Θεὸν ἐξώρκιζεν αὐτὸν τὸ δαιμόνιον, ἵνα μὴ αὐτὸ βασανίσῃ. Οὐδενὶ γὰρ τῶν ἐξ αἰῶνος δικαίων τοιαύτας δεήσεις τρέμοντες ἐφθέγξαντο οἱ (520) δαίμονες, εἰ μὴ μόνῳ Χριστῷ τῷ Θεῷ. Ἐγίνωσκον γάρ, ἐξ ὧν ἔπασχον, ὅτι ἐπ’ ὀλέθρῳ καὶ ἀπωλείᾳ αὐτῶν καὶ τοῦ ἀρχιδράκοντος αὐτῶν ἦλθεν ὁ κριτὴς πρὸς τὴν γυναῖκα καὶ τὸν ἄνθρωπον τοὺς ἁμαρτήσαντας, οὐχ ἵνα κρίνῃ ἢ κατακρίνῃ αὐτοὺς ἢ καταράσηται, ἀλλ’ ἵνα σώσῃ, καθὼς αὐτὸς ὁ σωτὴρ λέγει ὅτι Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα (525) σώσω. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. Οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, ὅτι οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. @1
Οὐκοῦν, εἰ ἐπὶ φιλανθρωπίᾳ καὶ εὐσπλαγχνίᾳ καὶ συγχωρήσει ἁμαρτιῶν παρεγένετο ἐν τῷ βίῳ ὁ Χριστός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων (530) τὴν ἁμαρτίαν τοῦ κόσμου, ἡ δὲ παρουσία αὐτοῦ ἡ ἐν τῷ παραδείσῳ πρὸς τοὺς ἁμαρτήσαντες γενομένη τύπος ἦν ἀψευδὴς τῆς ἐπιδημίας αὐτοῦ, ἣν ἐποιήσατο πρὸς τὴν πλανηθεῖσαν γυναῖκα Εὕαν ἐκκλησίαν φύσιν ἀνθρωπίνην, μανθανέτω πᾶς ἄνθρωπος πιστὸς ὅτι οὐκ ἐπὶ τιμωρίᾳ οὐδὲ κολάσει οὐδὲ ἐξορίᾳ οὐδὲ κατάρᾳ παραγέγονε τότε ὁ Θεὸς πρὸς (535) τὸν Ἀδὰμ καὶ τὴν Εὕαν. Τὸ γὰρ πρόβατον τὸ ἀπολωλὸς ἀντίτυπον τοῦ Ἀδὰμ ἦν, καὶ οὐ μετ’ ὀργῆς αὐτὸ ἐζήτησεν ὁ ποιμὴν ὁ καλός, ἀλλ’ ἐπὶ τῶν ὤμων ἐβάστασεν, ἥ τε δραχμὴ ἡ παραπεσοῦσα ἐκ τῶν δέκα ἡ Εὕα ἐκκλησία ὑπῆρχε, καὶ οὐ μετὰ θυμοῦ ἐζήτησε καὶ εὗρεν αὐτὴν ἡ τοῦ Θεοῦ φιλανθρωπία. Καὶ ὁ ἄνθρωπος ὁ περιπεσὼν ταῖς λῃσταῖς ὁ πρωτόπλα (540) στος Ἀδὰμ ὑπῆρχε, καὶ οὐ μετά τινος ἀπειλῆς ἰάτρευσε καὶ ἐβάστασεν αὐτὸν ἐπὶ τῶν ὤμων, ἔνθα καὶ τὸν σταυρόν, ὁ Ἰησοῦς. Καὶ ὁ λῃστὴς δὲ ὁ εὐγνώμων τύπον ἐναργῆ τοῦ Ἀδὰμ ἐξεικόνιζε, καὶ δῶρον τὸν παράδεισον ἡμῖν Χριστὸς δι’ αὐτοῦ ἤνοιξε. Λοιπὸν μὴ ἀπιστήσῃς ὅτι καὶ πρὸς τοὺς ἁμαρτήσαντας πρωτοπλάστους πολλήν τινα φιλανθρωπίαν τότε ὁ (545) Θεὸς ἐνεδείξατο ἐν τοῖς νομιζομένοις ἐπιτιμίοις τοῖς παρ’ αὐτοῦ πρὸς αὐτούς, ἐν οἷς τὰ μὲν ῥήματα δίκην τινῶν καταρῶν ἐσκιαγράφησε πρὸς φόβον τοῦ μιαροῦ Ἰουδαίων ἔθνους, ἡνίκα τὸν νόμον ἐξετίθετο, τὰ δέ εἰσι προφητικῶς, ἀλλ’ οὐ τιμωρητικῶς πρὸς τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ἑρμηνευόμενα περὶ τῶν μελλόντων συμβήσεσθαι τῇ ἐκκλησίᾳ, ἡνίκα ἐν τῇ (550) πλάνῃ διῆγε πρὸς τὸν ὄφιν πρὸ τῆς ἐπιδημίας τοῦ Θεοῦ Λόγου πρὸς αὐτήν, ἣν προδιέγραφε σαφῶς ἡ παρουσία τοῦ Θεοῦ ἐν τῷ παραδείσῳ ἐν ἐκείνῳ τῷ δειλινῷ.
V 1. Ταῦτα ἀναγκαίως προοιμιασάμην καὶ προησφαλισάμην τὸν ἀκροατὴν πρὸς τὸ μὴ δυσχεράναι ἢ ξένα δοκεῖν ἀκούειν, ἐφ’ οἷς μέλλομεν (555) εἰπεῖν ἐν τῷ τῶν ἐπιτιμίων λόγῳ θεωρήμασιν, ὡς νέοις τισὶ καὶ ξένοις καὶ ἀπειθάνοις οὖσιν. Ἡ γὰρ τοῦ ἁγίου Πνεύματος χάρις οὐ παύεταί ποτε νεαροῖς ἄνθεσι καὶ νοήμασι τὸν παράδεισον τῆς ἐκκλησίας κατακοσμοῦσα καὶ στεφανοῦσα. Καθὰ γὰρ ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, μυρίαι αἱρέσεις γεγόνασι περὶ τοῦ παραδείσου καὶ τῶν πρωτοπλάστων (560) ἀκούσασαι μέν, μηδὲν δὲ πνευματικὸν νοήσασαι ἐν αὐτοῖς. Σαμαρεῖται μὲν γὰρ ἐκ τοῦ λέγειν ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ θνητὸν ὅλον τὸν ἄνθρωπον διὰ τὸ χοϊκὸν εἶναι καὶ τὴν ψυχὴν μετὰ τοῦ σώματος νομίσαντες τὴν ἀνάστασιν ἀπηρνήσαντο. Ὠριγένης δὲ ὁ δυστυχὴς (οὐκ οἶδ’ ὅπως εἶναι σοφὸς λεγόμενος) ἐμωράνθη πορνεῖον ἀποφηνάμενος (565) γεγονέναι τὸ τῆς ἀφθαρσίας χωρίον, τὴν συνουσίαν τῆς γυναικὸς τὸν @1 ὡραῖον τοῦ ξύλου τῆς παρακοῆς δογματίσας καρπόν. Μανιχαῖος δὲ δύο ἐναντίας θεότητος δυνάμεις τὸν ὄφιν καὶ τὸν δημιουργὸν ὑπενόησεν ἀλλήλαις παραταξαμένας ἐν τῷ παραδείσῳ, καὶ τὸν μὲν ἀγαθὸν Θεὸν ποιητὴν τῆς ψυχῆς, ὅστις καὶ ἔστιν ὁ κατ’ εἰκόνα Θεοῦ ἄνθρωπος, τὸν δὲ (570) πονηρὸν θεὸν ποιητὴν εἶναι τοῦ σώματος τοῦ πολεμοῦντος τὴν ψυχήν, περὶ οὗ καὶ γέγραπται, φασίν, ὅτι Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Ἡ δὲ λεγομένη αἵρεσις τῶν Ἐγκρατητῶν ἀπέχεται γάμου καὶ γυναικὸς ὡς πονηροῦ πράγματος καὶ ἐπιβούλου, ὡσαύτως καὶ τῶν ἀκροδρύων καρπῶν ὡς ἁμαρτίας ποιητικῶν διὰ τὸ (575) λεγόμενον δένδρον τῆς παρακοῆς. Οὐ μόνον δέ, ἀλλὰ καί τινες πλεῖστοι τῶν τῆς ἐκκλησίας εἰς ἀνοσίους περὶ Θεοῦ τρέπονται τὰς ἐννοίας σωματικῶς καὶ παχυτέρως ἀκούοντες τῶν ἐν παραδείσῳ. Εἰ γὰρ προεγίνωσκε, φασίν, ὁ Θεὸς τὸ μέλλον συμβήσεσθαι, αὐτὸς τούτου τυγχάνει αἴτιος ὡς συγχωρήσας τῷ ὄφει εὐθέως τὸ πρωτόκτιστον (580) ἔργον τῶν θείων χειρῶν διαφθεῖραι. Τίς γὰρ ὅλως ἦν χρεία τὸν δαίμονα ἐκεῖνον συνδίαιτον αὐτοῖς εἶναι ἐν παραδείσῳ; Καὶ ἑτέραις δὲ ἀτοπωτέραις τινὲς περιπίπτουσιν ἐννοίαις, ἃς διὰ τὴν βλάβην τῶν ἁπλουστέρων οὐκ ἀναγκαῖον λέγειν. Ὅθεν καὶ λύων ταύτας ὁ μέγας Ἀμβρόσιος οὐ κατ’ ἐξουσίαν δαιμονικήν, ἀλλὰ κατ’ οἰκονομίαν τινὰ μυστικὴν τὰ λεγόμε (585) να περὶ παρακοῆς καὶ παραδείσου καὶ ξύλων καὶ ἐπιτιμίων καὶ θανάτων ἤκουσε.
Καιρὸς δ’ ἂν εἴη λοιπὸν καὶ τὰ πρὸς τὴν γυναῖκα καὶ τὸν Ἀδὰμ ὑπὸ Θεοῦ ῥηθέντα διασκοπῆσαι ῥήματα, ἃ δή τινες ἀποφάσεις καὶ καταδίκας καταρῶν εἶναι νομίζουσιν. Ὑπαναμιμνήσκω δὲ πρὸ τῆς διαλέξεως τὸν (590) ἀκροατήν, ὅπερ πρὸς αὐτὸν ἐν τῇ πέμπτῃ ἡμέρᾳ διαλεγόμενοι περὶ τῆς εὐλογίας τῶν ἰχθύων τῆς παρὰ τοῦ Θεοῦ εἰρήκαμεν φήσαντες ὅτι διὰ τὸν ὄφιν καὶ τὴν κατάραν, ἣν ἔμελλε κομίζεσθαι, τούτου χάριν οὐ μετέδωκε τοῖς ἐκ γῆς ζῴοις τῆς ἴσης εὐλογίας. Οὐ γὰρ εὑρήσεις ἐν πάσῃ τῇ νομικῇ γραφῇ ἐκ στόματος Θεοῦ εὐλογηθέντα τινὰ καὶ πάλιν ὑπὸ (595) κατάραν παρὰ Θεοῦ γενόμενα. Καὶ τοῦτο δῆλον ἐκ τοῦ υἱοῦ Νῶε τοῦ Χάμ. Ἀνομίσαντος γὰρ αὐτοῦ ἐπὶ τῇ γυμνώσει τοῦ πατρὸς καὶ μετὰ τὴν ἐξέγερσιν τοῦ ὕπνου ἐπιγνόντος τοῦ Νῶε τὴν ἀνομίαν τοῦ Χὰμ οὐκ ἐτόλμησεν ὁ Νῶε καταράσασθαι τὸν υἱόν, ἐπειδὴ ἦν εὐλογηθεὶς ὑπὸ τοῦ Θεοῦ μετὰ τὸν κατακλυσμὸν σὺν τοῖς δυσὶν αὐτοῦ ἀδελφοῖς. Διὸ οὐ λέγει ὁ (600) Νῶε· Ἐπικατάρατος Χάμ, ἀλλά· Ἐπικατάρατος Χαναάν, τοὺς ἀπογόνους τοὺς ἐξ αὐτοῦ τεχθησομένους καταρασσόμενος, καὶ οὐ τὸν Χάμ.
Ταῦτα δὲ λέγω κατὰ τῶν προονομασθεισῶν αἱρέσεων ἱστάμενος. Λοιπὸν δὲ καὶ ὑπὲρ τῆς Χριστοῦ ἐκκλησίας προϊστάμενος ταῦτά φημι εἰς τὸ δεῖξαι ταύτην τῷ Ἰουδαίῳ καὶ βαρβάρῳ πάσης κατάρας Θεοῦ @1 (605) ἐλευθέραν καὶ ἀγανακτήσεως ἀλλοτρίαν. Τί γάρ φησιν ἡ γραφὴ μετὰ τὴν κατάραν τοῦ ὄφεως; Καὶ τῇ γυναικὶ εἶπε (δηλονότι ὁ Θεός)· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τοὺς στεναγμούς σου· ἐν λύπαις τέξῃ τέκνα. Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅπως δὲ εὐσυνοπτοτέρως τὰ ἐν τούτοις τοῖς δοκοῦσιν εἶναι ἐπιτίμια (610) θεωρήσωμεν μυστήρια, ἐπισυνάψωμεν καὶ τὰ πρὸς τὸν Ἀδὰμ ῥηθέντα. Φησὶ γὰρ καὶ πρὸς αὐτὸν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ (615) τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Ἀλλόκοτος καὶ νοὸς πάντα ὑπερβαίνων τρόπον ὁ ταῦτα σωματοφρόνως βουλόμενος σκοπεῖν καὶ ταῖσδε κἀνταῦθα περιπεσεῖται ταῖς (620) ἀπορίαις. λέγω δή, πῶς τὸν μὲν ὄφιν μέλλων καταράσασθαι ὁ Θεὸς προσφέρει αὐτῷ τὴν αἰτίαν τῆς πρὸς αὐτὸν κατάρας, ἥτις ἐστὶν ἡ ἀπάτη τῆς γυναικός, ὁμοίως καὶ τῷ Ἀδὰμ ἐπιτιμῶν δηλοῖ αὐτῷ φάσκων· Ὅτι ἤκουσας τῆς γυναικός σου, πρὸς δὲ τὴν γυναῖκα ἐν τῷ ἐπιτιμίῳ ὅλως παντοίαν ἁμαρτίαν ἢ αἰτίαν οὐ προσφέρει ὁ Θεός, τουτέστιν οὐ μνήμην (625) ὄφεως, οὐκ ὄνομα βρώσεως, οὐ ξύλου παρακοῆς, οὐδ’ ἄλλην τὴν οἱανοῦν αἰτίαν. Καὶ ἔστι τὸ θαῦμα ἐκπλήξεως ἄξιον ὅτι ὁ μὲν ἀπατήσας τὴν γυναῖκα ὄφις τοιαύτῃ πικρᾷ καὶ δεινῇ καὶ ἀσυγχωρήτῳ κατάρᾳ ὑπεβλήθη εἰς τὸν αἰώνιον χρόνον, ἡ δὲ πλανήσασα αὐτὸν τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἄνθρωπον, λέγω δὴ τὸν Ἀδάμ, οὐδὲ μίαν ὕβριν παρὰ Θεοῦ (630) ἐδέξατο, καὶ γὰρ κατὰ σωματικοὺς νόμους μείζων ἡ αἰτία τοῦ ἀπατῶντος βασιλέα ὑπὲρ τὸν πλανῶντα γυναῖκα. Ὃ γὰρ ὁ ὄφις οὐ τετόλμηκεν οὔτε ἐπεχείρισεν οὔτε ἴσχυσεν, τοῦτο ἡ γυνὴ εἰς τὸν ἄνδρα πεποίηκε.
Τὰ δὲ πάσης ἐκπλήξεως πλήρη ταῦτά εἰσι, πῶς τῆς σοφῆς τοῦ Χριστοῦ γλώσσης τοῦ Παύλου φασκούσης· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ (635) γυνὴ ἠπατήθη, ἐν μὲν τῷ ἐπιτιμίῳ τοῦ μὴ ἀπατηθέντος τὰ ἀνείκεστα κεῖνται δεινά, ἐν δὲ τῇ ἐπιτιμήσει τῆς ἐπιβούλου Εὕας οὐ κεῖται ὅλως οὐ κατάρα γῆς ἐν τοῖς ἔργοις αὐτῆς, οὐ βρῶσις ἐπώδυνος διηνεκής, οὐ βρῶσις χόρτου, οὐκ ἐκβλάστησις ἀκανθῶν, οὐκ ἀνατολὴ τριβόλων, οὐχ ἱδρῶτες προσώπου, οὐκ ἀποστροφὴ ἐν γῇ, οὐ θάνατος, οὐκ ἐκβολὴ (640) παραδείσου, οὐ κώλυσις τοῦ ξύλου τῆς ζωῆς, οὐ φυλακὴ Χερουβὶμ περὶ αὐτήν, οὐ στρεφομένη ῥομφαία κατ’ αὐτῆς. Ὤφειλον γὰρ οἱ τῇ αὐτῇ ἁμαρτίᾳ περιπεσόντες τὰ αὐτὰ καὶ ἶσα ἐπιτίμια δέξασθαι, καὶ πολλῷ @1 πλέον ἡ ἀπατεὼν γυνή. Εἰ δὲ λέγεις μοι ὁ ἀκροατὴς ὅτι σύμβιος καὶ σύζυγος καὶ σύνοικος οὖσα ἡ γυνὴ σὺν τῷ Ἀδὰμ συνεκοινώνει πάντως (645) τῶν ἐπιτιμίων καὶ τῶν συμφορῶν τοῦ ἀνδρός, οὐκ ὀρθῶς δογματίζεις ὁ ταῦτα λέγων. Εἰ γὰρ τοῦτο ἦν, τίς ὅλως χρεία δύο ἐπιτιμίων παρὰ Θεοῦ πρὸς αὐτοὺς ἀνομοίων καὶ πολλὴν τὴν παραλλαγὴν καὶ ἐναντίωσιν ἐχόντων. Ἐχρῆν γὰρ αὐτόν, ὥσπερ ἐκεῖ ἐν ἀρχῇ, ὅτε ἐποίησεν αὐτοὺς ἐν τῷ ἅμα, τοῖς δυσὶ δέδωκε τὴν σπερματοφαγίαν σὺν τοῖς ἀλόγοις, οὕτω (650) καὶ ἐνταῦθα κοινῶς δοῦναι καὶ τὸ ἐπιτίμιον καὶ εἰπεῖν· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις ὑμῶν· ἐν λύπαις φάγεσθε αὐτήν· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ ὑμῖν, καὶ φάγεσθε τὸν χόρτον τοῦ ἀγροῦ ἐν ἱδρῶτι τοῦ προσώπου ὑμῶν, ἕως τοῦ ἀποστρέψαι ὑμᾶς εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθητε. Ἀλλ’ οὐδὲν τοιοῦτον ποιεῖ ἢ λέγει ὁ Θεός. Ὅθεν εἰπὼν τῇ γυναικί· Ἐν (655) λύπαις τέξῃ τέκνα οὐδὲν τοιοῦτον πρὸς τὸν ἄνθρωπον λέγει, καίπερ διὰ πάσης τῆς γραφῆς τοὺς πατέρας ὀνομάζων γεννήτορας, ἀλλ’ οὐ τὰς μητέρας. Πάλιν τε τὴν ἀποστροφὴν τῆς γυναικὸς πρὸς τὸν ἄνδρα γίνεσθαι λέγει, τὴν δὲ ἀπέλευσιν τοῦ ἀνδρὸς εἰς τὴν γῆν. Καὶ πάλιν γῆν ὀνομάζων τὸν ἄνδρα οὐκ ὀνομάζει γῆν καὶ τὴν γυναῖκα, οὔτε δὲ δυνατόν (660) ἐστι ταύτην γῆν προσαγορεύεσθαι πλευρὰν ζῶντος καὶ ζωὴν οὖσαν.
Τοιγαροῦν τοσαύτης οὔσης ἐν τοῖς προκειμένοις ἐπιτιμίοις ἀμηχανίας τε καὶ ἀπορίας, ἐκ πολλῆς τῆς ὥρας ταῦτα μου διεξερχομένου, νύττει μου τῇ χειρὶ τὴν πλευρὰν συχνὰ ὁ θεῖος ἀπόστολος πάλιν λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ταῦτα νόει, πρὸς ἣν ὁ Θεὸς ἐν ἀρχαῖς (665) προλέγει προφητικῶς, ἀλλ’ οὐκ ἀγανακτικῶς τὴν μέλλουσαν αὐτῇ ἐπισυμβαίνειν πλάνην, εἶτα καὶ τὰς διὰ τῆς πλάνης ἐπερχομένας πρὸς τὸ συμφέρον παιδείας καὶ θλίψεις, λοιπὸν δὲ καὶ τὴν ἀρίστην διὰ τῶν θλίψεων πρὸς Θεὸν ἐπιστροφὴν καὶ σωτηρίαν. Ὡσανεὶ γὰρ βασιλεύς τις πρὸς τὴν ἰδίαν σύζυγον ἐκπορνεῦσαι μέλλουσαν λυπηρῶς πως καὶ (670) συμπαθητικῶς διαλεγόμενος διεξῄει λέγων τῇ Εὕα· Ἄκουσον, γύναι, τῶν παρ’ ἐμοῦ τοῦ σοῦ Θεοῦ σοι λυπηρῶς προκαταγγελλομένων καὶ διαμαρτυρουμένων. Ἀθετῆσαι μέλλεις ἐμὲ Κύριον τὸν Θεόν σου καὶ τῷ ὄφει τῷ πονηρῷ προσκυνῆσαι καὶ λατρεῦσαι. Ἐγὼ δὲ τὴν σωτηρίαν καὶ ἐπιστροφὴν ἐπιζητῶν πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὰς θλίψεις (675) σου καὶ τοὺς στεναγμούς σου καὶ τὰς περιστάσεις σου τοῦτο μὲν κατακλυσμόν σοι ἐπάγων, εἶτα λιμούς, λοιμούς, σεισμούς, βροχὴν πυρὸς καὶ θείου, ἀβροχίαν διὰ στόματος προφήτου, κινδύνους ἐκ θαλάττης, κινδύνους ἐκ πολέμων, ἐξ ἐθνῶν, ἐκ διωγμῶν καὶ παντοίων συμφορῶν τε καὶ θλίψεων λύπης. Διὸ ἐν ταύταις ταῖς λύπαις τέξῃ τέκνα πονηρά, πάσης (680) ἁμαρτίας καὶ ἀσελγείας καὶ ἀνομίας καὶ εἰδωλολατρίας καὶ πορνείας @1 ποιητικά. Ἀλλὰ θάρσει καὶ μὴ ἀπογνῷς σεαυτῆς, μήτε καταπέσῃς, μήτε μὴν τὰς ἀγαθὰς ἐλπίδας συστείλῃς, ὅτι μετὰ τὰς πολλὰς ἐκείνας, ἃς ἐγὼ προσάγω σοι, λύπας, μετὰ τοὺς πολλούς σου στεναγμούς, οὓς βοήσεις πρός με μετὰ τὰς παιδείας καὶ τοὺς λιμοὺς καὶ τὰς ἀνάγκας, εὐαγγελίζο (685) μαί σοι χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ σου. Μετὰ πᾶσαν γὰρ ἀμηχανίαν καὶ ἀπορίαν πάσης ἀνθρωπίνης βοηθείας πρὸς τὸν ἄνδρα σου τὸν πνευματικὸν Ἀδὰμ Χριστὸν ἡ ἀποστροφή σου ἔσται, καὶ αὐτός σου κυριεύσει καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης ἐκκλησίας Εὕας ζωῆς, σοῦ τῆς (690) λεγομένης γυναικός.
Εὐλογοῦμεν σε, Χριστέ, τὸν καλέσαντα ἡμᾶς καὶ ποιήσαντα ἀπὸ πλάνης πρὸς σὲ τὴν ἀποστροφὴν ἡμῶν. Προσκυνοῦμεν σε τὸν κυριεύσαντα ἡμῶν ὡς Κύριον τῶν κυριευόντων, ἵνα μηκέτι ἡ σύζυγός σου, αὕτη γυνὴ καὶ νύμφη, κατακυριεύηται ὑπὸ τοῦ πονηροῦ ὄφεως. Ψαλλέτω σοι (695) λοιπὸν καὶ βοάτω μεγάλῃ τῇ φωνῇ αὕτη ἡ ζωὴ γυνὴ μετ’ ἐκείνης τῆς γυναικὸς τῆς ὄντως ζωῆς καὶ ζωηφόρου καὶ ζωοτόκου λέγουσα· Μεγαλύνει ἡ ψυχή μου τὸν κυριεύσαντά μου τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσι με (700) πᾶσαι αἱ γενεαί, διότι ἐποίησε κράτος ἐν βραχίονι τῷ Υἱῷ αὐτοῦ, καὶ ἐσκόρπισεν ὑπερηφάνους Ἰουδαίους ἐκ καρδίας διανοίας αὐτῶν, καὶ ὕψωσεν ἡμᾶς τοὺς ταπεινούς. Πεινῶντας κύνας ἐθνῶν λαῶν ἐνέπλησεν ἀγαθῶν ὁ ἄρτος τῆς ζωῆς καὶ πλουτοῦντας ἐν θυσίαις καὶ σπονδαῖς ἐξαπέστειλε κενοὺς τοῦ μηκέτι λατρεύειν ἐν αὐταῖς ἀνορύξας τὸν ναόν. (705)
Πρήθεται καὶ σπαράττεται τούτων τῶν λόγων ἀκούων ὁ Ἰουδαῖος, ἀλλ’ οὐ δύναται ψευδεῖς τούτους ἀποδεῖξαι. Εἰ δὲ οὐχ οὕτως ἔχει ἡ τῶν πραγμάτων ἀλήθεια, ἣν ἐπὶ τῶν ῥημάτων τοῦ Θεοῦ τῶν πρὸς τὴν γυναῖκα εἰρημένων ἡρμηνεύσαμεν, λεγέτω ἡμῖν ὁ Ἰουδαῖος ποῦ ἀπελθούσης τῆς Εὕας ἢ χωρισθείσης ἐκ τοῦ Ἀδὰμ εἶπεν αὐτῇ ὁ Θεὸς ὅτι Πρὸς (710) τὸν ἄνδρα σου ἔσται ἡ ἀποστροφή σου. Τίνος δὲ κυριεύοντος αὐτῆς λέγει πρὸς αὐτὴν ὅτι Ὁ ἀνήρ σου κυριεύσει; Δῆλον ὅτι ὡς ὑφ’ ἑτέρου τινὸς ἐπηρεασθείσης καὶ κυριευθείσης. Ἐκ παντὸς γὰρ τρόπου φαίνεται αὕτη ἡ γυνὴ διαιρεθεῖσα τοῦ ἀνδρός, καὶ εἶθ’ οὕτως πάλιν ὑποστρέψασα πρὸς αὐτόν. Ὁ γὰρ ὑποστρέφων, δῆλον ὅτι ὅθεν τὸ πρότερον ἐξῆλθεν, ἐκεῖ καὶ (715) ὑποστρέφει. Ἐννόησον γάρ μοι τὴν ἀδιαίρετον ἕνωσιν τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ὅτι σῶμα καὶ μέλος καὶ πλευρὰ αὐτοῦ ἐστι. Διὸ καὶ ἔλεγε περὶ αὐτῆς ὅτι Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· διὰ τοῦτό ἐσμεν οἱ δύο εἰς σάρκα μίαν. Πῶς οὖν μιᾶς σαρκὸς κεκολλημένης καὶ ἑνὸς ὀστοῦ ὄντων τῶν δύο ἀδιαιρέτως νῦν λέγει πρὸς @1 (720) τὴν γυναῖκα ὁ Θεὸς ὅτι Πρὸς τὸν ἄνδρα σου ἔσται ἡ ἀποστροφή σου. καὶ αὐτός σου κυριεύσει; Πῶς σὰρξ καὶ ὀστοῦν αὐτοῦ οὖσα πρὸς αὐτὸν ἐπιστρέφει; Οὐκοῦν διὰ πάντων τῶν εἰρημένων μανθάνομεν ὅτι ἀπέστη ἔξω τοῦ ἀνδρὸς αὐτῆς ἡ γυνή, καὶ εἶθ’ οὕτως ὑπέστρεψε πρὸς αὐτόν, καὶ πάλιν γέγονεν αὐτοῦ πλευρὰ καὶ γυνὴ καὶ σὰρξ καὶ ὀστοῦν. Αὕτη γάρ (725) ἐστι ἡ γυνὴ ἡ ἐν τῷ προφήτῃ Ὡσῆε λέγουσα· Πορεύσομαι καὶ ὑποστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. Καὶ διὰ τοῦτό φησιν ὁ Θεὸς πρὸς τὴν ἐκκλησίαν, ταύτην τὴν λεγομένην γυναῖκα, ὅτι Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐντεῦθεν μανθάνομεν διὰ ταύτην τὴν ἐπ’ ἐσχάτων τῶν χρό (730) νων κυρίευσιν τοῦ Θεοῦ πρὸς τὴν γυναῖκα ὅτι εὐθέως, ἡνίκα ἐφύτευσε τὸν παράδεισον τὸν τύπον τῆς ἐκκλησίας, ὠνόμασεν ἡ γραφὴ Κύριον τὸν Θεὸν προσθεῖσα αὐτῷ τό· Κύριος. Οὐ γὰρ εὑρήσεις αὐτὸν πρὸ τοῦ παραδείσου ὀνομαζόμενον Κύριον καὶ Θεόν, ἀλλὰ μόνον Θεόν.
Εἰ δὲ οὐ πρὸς ἄλλας ἀπ’ ἄλλων ἀποδείξεις ἐπαναβαίνων κλιμα (735) κηδὸν προσκορὴς φαίνομαι τῷ ἀκροατῇ πολλὰ λέγων, δείκνυμι αὐτῷ καὶ τὰς ψευδεῖς ἰσοτυπίας τῆς πλάνης τῆς γυναικὸς καὶ τῆς ἐκκλησίας. Πρῶτον γὰρ καθὼς ἡ γυνὴ ἐν τῷ παραδείσῳ συγκροτηθεῖσα ὑπὸ τοῦ ὄφεως διὰ τῶν ὀφθαλμῶν ἔπαθε θεωρήσασα τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς τοῦ ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοεῖν, (740) καὶ δεύτερον δὲ πάθος διὰ τῆς ἁφῆς τῆς χειρὸς πέπονθε λαβοῦσα τοῦ καρποῦ, καὶ τρίτον πάλιν δαὶ τῆς βρώσεως. Οὕτως δεῦρο μοι ἀπὸ ταύτης λοιπὸν ἐπὶ τὴν καθόλου τῶν ἀνθρώπων ἐκκλησίαν καὶ ὄψει καὶ ταύτην ἐν πρώτοις τὰ αὐτὰ παθοῦσαν. Δύο γάρ τινων γενεῶν οὐσῶν τότε ἐν ἀρχαῖς ἐν τῷ κόσμῳ τῶν ἀνθρώπων ἰδικῶς γενεαλογουμένων (745) καὶ ἰδιαιρέτως, προτύπωσις τῶν δύο λαῶν ὄντες οἱ μὲν ἐκ τοῦ Ἀδάμ, οἱ δὲ ἐκ τοῦ Κάϊν τοῦ φονευτοῦ, οἱ μὲν ἐκ τοῦ Ἀδὰμ προερχόμενοι εἰς τύπον τοῦ λαοῦ τοῦ Χριστοῦ εἶχόν τινα χάριν τοῦ ἁγίου Πνεύματος ἐπὶ τοῦ προσώπου αὐτῶν τὴν καὶ δηλοῦσαν καὶ ἀφορίζουσαν αὐτοὺς ἐκ τοῦ λαοῦ τοῦ Κάϊν, καὶ μάλιστα ὁ Σήθ, ὃν ἔτεκεν Ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ (750) καὶ τὴν εἰκόνα αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ θεὸν αὐτὸν οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν προσηγόρευον ἄνθρωποι. Οἱ δὲ ἐκ σπέρματος τοῦ Κάϊν εἰς τύπον τοῦ λαοῦ τοῦ Ἰσραὴλ τικτόμενοι ξένοι καὶ ἀλλότριοι ὑπῆρχον ἐκείνης τῆς ἐπὶ τοῦ προσώπου χάριτος καὶ ἐλλάμψεως ὡς ἀπόγονοι τοῦ φονευτοῦ τυγχάνοντες. Διὸ τοὺς ἐκ σπέρματος Ἀδὰμ τοῦ (755) τυποῦ τοῦ Χριστοῦ ὄντας, υἱοὺς τοῦ Θεοῦ ὀνομαζομένους, οἱ ἐκ τοῦ Κάϊν ὄντες διὰ τὴν ἐπικειμένην αὐτοῖς τοῦ προσώπου λαμπρότητα διεφθόνουν. Οὗτοι τοίνυν οἱ λεγόμενοι υἱοὶ τοῦ Θεοῦ, ὡς υἱοὶ τῆς Εὕας @1 τυγχάνοντες μητρικῶς, πρῶτον τὸ διὰ τῶν ὀφθαλμῶν πάθος ὑπέμειναν, εἶθ’ οὕτως τὸ διὰ τῆς ἁφῆς καὶ τῆς γεύσεως. Ὥσπερ γὰρ περὶ ταύτης (760) εἴρηται ὅτι εἶδε τὸ ξύλον καλὸν εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς τοῦ ἰδεῖν καὶ ὡραῖον τοῦ κατανοεῖν, οὕτω καὶ περὶ τῶν υἱῶν αὐτῆς γέγραπται ὅτι καὶ εἶδον οἱ υἱοὶ τοῦ Θεοῦ, τουτέστιν οἱ ἀπὸ τοῦ Ἀδάμ, τὰς θυγατέρας τῶν ἀνθρώπων, ἤγουν τῶν ἀπὸ τοῦ Κάϊν, ὅτι καλαί εἰσι, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας. Ἰδοὺ πάθος ὁράσεως καὶ ἁφῆς. Μετὰ δὲ (765) ταῦτα ἔφαγον καρπὸν πονηρόν, τὰ κρέα τῶν δαιμονικῶν θυσιῶν.
Ἀλλὰ ταῦτα μέν εἰσιν ἡ παρακοὴ τῆς γυναικὸς φύσεως· λοιπὸν πρώτη αὐτῆς λύπη καὶ στεναγμὸς γέγονεν ὁ παγκόσμιος κατακλυσμός, καὶ μετ’ ἐκεῖνον λύπαι καὶ στεναγμοὶ αἱ πρὸς μετάνοιαν αὐτὴν ἄγουσαι. Διὰ τοῦτο γὰρ οὐδὲ κεῖται ἐπὶ τοῦ ὄφεως λύπη οὐδὲ στεναγμός, διὰ τὸ (770) τούτου ἀμετανόητον. Ἀλλ’ οὐδὲ ἐπιστροφὴ εἴρηται ἐπ’ αὐτοῦ ὥσπερ ἐπὶ τῆς γυναικός. Οὔτε δὲ πάλιν ἐπὶ τοῦ ἀνθρώπου εἴρηται στεναγμός, ἀνενδεὴς γάρ ἐστι μετανοίας ὁ πνευματικὸς Ἀδὰμ ὡς μὴ ἀπατηθείς. Ὅθεν οὐδὲ ἐπιστροφὴ κεῖται ἐπ’ αὐτοῦ, οὐδὲ γὰρ ἐπλανήθη ποτέ. Ἐντεῦθεν γὰρ οὔτε κυριεύεσθαι ὡς ἡ γυνὴ ὑπό τινος λέγεται αὐτὸς ὢν Κύριος τῶν (775) κυριευόντων.
Ὅρα δὲ πῶς καὶ οὐχ ὑποβάλλει τῷ ὑπὲρ αὐτῆς ἐπιτιμίῳ τὸν ἄνθρωπον, ἄχρις ἂν τὴν ἐπιστροφὴν αὐτῆς πρὸς αὐτὸν ἐποιήσατο λέγων ὅτι Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπεὶ οὖν ὁ λόγος τοῦ Θεοῦ ἐνεργῶν ἐστιν, ὡσανεὶ ὑποστρεψά (780) σης, καὶ ἑνωθέντος αὐτῇ τῇ καθ’ ὑπόστασιν ἑνώσει τοῦ οἰκείου ἀνδρός, μετὰ τὴν ἕνωσιν εὐθέως εἰσάγει αὐτὸν ὁ Θεὸς ὑπὲρ αὐτῆς πάσχοντα. Λέγει γὰρ ἀκολούθως οὕτως· Καὶ τῷ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς (785) ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ταῦτα ὑπὸ Θεοῦ ἀκούσας Ἀδὰμ εὐθέως ἐκάλεσε τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωήν, (790) Ὅτι αὕτη, φησί, μήτηρ πάντων τῶν ζώντων.
Τί λέγεις, ἄνθρωπε; Ἐγκλήσεις φοβεραὶ παρὰ τοῦ Θεοῦ ἐπὶ σὲ διὰ τὴν γυναῖκα, καὶ κατάραι, καὶ ἐπιτίμια, καὶ ἀποφάσεις, καὶ θάνατος, καὶ ἐξορία, καὶ λύπαι, καὶ ἄκανθαι, καὶ τρίβολοι, καὶ ἱδρῶτες, καὶ ἀγανακτήσεις, καὶ πάντα τὰ δεινά, καὶ τὴν αἰτίαν τούτων πάντων σοι γινομένην (795) Ζωὴν προσαγορεύεις; Μᾶλλον μὲν οὖν Θάνατον αὐτὴν ὀνόμασον, @1 μᾶλλον Ἐπίβουλον, μᾶλλον Προδότην, μᾶλλον Φονεύτριαν καὶ Παγκόσμιον Σκάνδαλον καὶ Ναυάγιον, ὡς τῶν οὐ φορητῶν κακῶν τῇ οἰκουμένῃ πρόξενον, ὡς πᾶσιν ἐπιβουλεύσασαν, ὡς πάντας ἀδικήσασαν, ὡς πάντας καταφθείρασαν καὶ ἀπωλέσασαν. (800)
Ἐπίσχες, φησίν, ἄνθρωπε ὁ ταῦτα λέγων. Λοιπόν· Θεὸς ὁ δικαιῶν. Τίς ὁ κατακρίνων; Οὐ γὰρ γέγονεν ἡ βοηθὸς τοῦ ἀνθρώπου ἐχθρὸς αὐτοῦ, οὐδὲ ἔσεταί ποτε. Λοιπὸν μὴ ψιλοῖς τοῖς ῥήμασι πρόσεχε, ἀλλὰ πρὸς τὴν τῶν πραγμάτων ἀπόβλεψον δύναμιν. Εἰ μὲν γὰρ περὶ ψιλῆς γυναικὸς ταῦτα ἐλέγετο, εἶχον ἂν λόγον αἱ παρὰ σοῦ ἐγκλήσεις. (805) Παρόντος δὲ ἡμῖν καὶ συνακολουθοῦντος ἀχωρίστου ἐν τῷ περὶ Ἀδὰμ καὶ τῆς Εὕας λόγῳ τοῦ ἱερωτάτου Παύλου καὶ μεγάλῃ τῇ φωνῇ βοῶντος ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν ἀνάγκη πᾶσα ἡμᾶς ἕως ἑνὸς ἰῶτα καὶ μιᾶς κεραίας πάντα τὰ περὶ τοῦ πρωτοπλάστου Ἀδὰμ καὶ τῆς Εὕας εἰς Χριστὸν καὶ εἰς τὴν (810) ἐκκλησίαν νοεῖν.
Εἰ δὲ ἐναντιοῦσαι τοῖς εἰρημένοις, εἰπέ μοι σὺ πῶς ἀπὸ περιζώματος γυμνοὶ ἐν τῇ ἐξετάσει εἰσελθόντες οὗτοι οἱ πρωτόπλαστοι ἐν τῷ δικαστηρίῳ ἐνεδύθησαν ὑπὸ Θεοῦ καὶ ἐσκεπάσθησαν τοὺς δερματίνους χιτῶνας ὀφείλοντες μᾶλλον ἐν τῇ ἐξετάσει ἀποδύεσθαι κατὰ τὴν τάξιν (815) τῶν ἐν κόσμῳ δικαστηρίων. Πῶς, εἰ κατάδικος παρίσταται ὁ Ἀδὰμ ὡς ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατακρινόμενος ἐν αὐτῇ τῇ ἐξετάσει Ζωὴν ὠνόμασε τὴν γυναῖκα; Πῶς ἄνθρωπος, ὡς σὺ λέγεις, ὑπὸ κατάραν γενόμενος ἠδύνατο διὰ Πνεύματος ἁγίου προφητεῦσαι ἐν αὐτῇ τῇ ὥρᾳ τῆς κατάρας τὰ μετὰ μυρίους γενησόμενα χρόνους λέγων περὶ τῆς (820) γυναικὸς ὅτι Αὕτη ἔστι μήτηρ πάντων τῶν ζώντων; Πῶς δὲ πάλιν μετὰ τὴν ἔνδυσιν μυκτηρίζων ὁ Θεὸς τὸν Ἀδὰμ καὶ λέγων· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, οὐ συνονειδίζει καὶ τὴν γυναῖκα πλείω ὡς αἰτίαν τοῦ Ἀδάμ, ἀλλ’ οὐδὲ συνεξαποστέλλει ταύτην σὺν αὐτῷ ἐκ τοῦ παραδείσου οὔτε λέγει πρὸς αὐτὴν ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, οὔτε δὲ ὅτι (825) Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου εἶπε πρὸς αὐτήν, ὅπερ καὶ ἔδει μᾶλλον αὐτῇ ὑπὲρ τὸν Ἀδάμ; Οὐκοῦν, εἰ πιστὸς παρὰ σοὶ κρίνεται ὁ τὸν Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα ἔχων Παῦλος λέγων ὅτι ὁ Ἀδὰμ οὐκ ἠπατήθη, εὔδηλον λοιπὸν ὅτι οὐδὲ ἐνεκλήθη· εἰ δὲ ἐνεκλήθη, πάντως ὅτι ἠδικήθη ὑπὸ τοῦ ἐγκλήματος. Εἰ δὲ οὐκ ἠδικήθη, πρόδηλον ὅτι οὐδὲ (830) κατηράθη, ἀλλ’ ὑποστρεψάσης τῆς γυναικὸς αὐτοῦ πρὸς αὐτὸν αὐτὸς μὴ ἀπατηθεὶς ἀνεδέξατο τὸ ἐπιτίμιον αὐτῆς, καθὰ μυριάκις περὶ τούτου εἰρήκαμεν. @1
Καὶ ἐπειδὴ ὁ πᾶς ἡμῶν σκοπὸς τοῦ λόγου κατὰ Ἰουδαίων τυγχάνει πρὸς τὸ ἀποφράξαι τὰ ἐκείνων στόματα λέγοντα ὅτιπερ Εἰ (835) γέγονεν ὁ Χριστὸς κατάρα, εἰς ἐπικατάρατον Χριστὸν ἐλπίζουσι τὰ τῶν Χριστιανῶν πλήθη, ἀνάγκη πᾶσα ἡμᾶς καὶ ἐκ προφητικῆς παραστάσεως δεῖξαι τῷ Ἰουδαίῳ ὅτι ὑπὲρ τῆς ἐκκλησίας πέπονθεν ὁ Χριστός, ἀλλ’ οὐχ ὑπὲρ ἰδίων ἁμαρτιῶν. Γράφει γοῦν Ἡσαΐας ὁ προφήτης καταβοῶν τῆς Ἰουδαίων ἀπειθείας καὶ ἀπιστίας· Κύριε, τίς ἐπίστευσε τῇ (840) ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου, τουτέστιν ὁ Χριστός, τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ. Καὶ εἴδομεν αὐτόν, καὶ οὐχ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ τίνος οὖν χάριν ὡραίου τοῦ Χριστοῦ ὄντος ἐν κάλλει παρὰ τοὺς υἱοὺς τῶν (845) ἀνθρώπων ἐν τῷ πάθει τοῦ σταυροῦ μὴ ἔχειν αὐτὸν εἶδος μηδὲ κάλλος ἀκούομεν; Ὅτι τὴν ὡραιότητα τὴν πονηρὰν ἐκείνου τοῦ ξύλου, οὗ ἐθεάσατο ἡ γυνὴ ὡραῖον εἰς ὅρασιν καὶ καλὸν τὸ εἶδος ἔχον, ἠφάνισεν ὁ Ἰησοῦς ἐν τῇ ἰδίᾳ μορφῇ διὰ τοῦ ξύλου τοῦ σταυροῦ, οὗ κατεδέξατο ὑπὲρ τῆς πνευματικῆς αὐτοῦ γυναικὸς ἐκκλησίας. Ἐπήγαγε γὰρ ὁ Χριστός· καὶ (850) σὺ προσέχου· ἐπήγαγε γὰρ ὁ προφήτης περὶ αὐτοῦ λέγων· Ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη, τουτέστιν ὑπὸ Θεοῦ παρεδόθη δι’ ἡμᾶς καὶ ὑπεβλήθη τῷ ἐπιτιμίῳ διὰ τὴν γυναῖκα, καὶ οὐκ ἐλογίσθη πάσχειν δι’ ἑαυτόν. Αὐτὸς γάρ, φησί, τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται ἀκούων· Ἐπικατάρατος ἡ γῆ, εἴτουν ἡ γηΐνη σου βιοτή, παρὰ τοῖς οὕτω κρίνου (855) σιν Ἰουδαίοις ἐν τοῖς ἀρρήτοις ἔργοις σου. Κατάρα γὰρ ὠνομάσθης παρὰ Μωσέως λέγοντος· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Καὶ οἱ Ἰουδαῖοι· Οὗτος ὁ ἄνθρωπος ἐπικατάρατός ἐστιν, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἐν λύπαις φάγῃ αὐτήν, δηλαδὴ χωρὶς ἁμαρτίας βιώσεις, εἰ γὰρ μετὰ ταύτης τῆς ἁμαρτίας ἐβίως, ὁ κόσμος ἄν σε τὸν ἴδιον ἐφίλει καὶ οὐκ (860) ἂν παρελύπει. Ταῦτα δὲ αὐτῷ ὑπὸ Θεοῦ συγχωρεῖσθαι ἀκουόντων ἡμῶν φησιν· Ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, ὡς οἷα ὑπὲρ ἰδίων ἁμαρτιῶν τὸ ἐπιτίμιον καὶ τὸν θάνατον ὑπομείναντα. Αὐτὸς δὲ ἐτραυματίσθη, φησί, διὰ τὰς ἀνομίας ἡμῶν, τουτέστι τῶν ἐκ τῆς γυναικὸς ἐκκλησίας, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· (865) παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Αὐτὸς γὰρ ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. Ἔχεις ἀπηρτισμένην καὶ σαφῆ τὴν ψῆφον καὶ τὴν ἀπόδειξιν ὅτι γε ὑπὲρ τῶν ἁμαρτιῶν τῆς γυναικὸς ἀκούει ὁ Ἀδὰμ πάντα τὰ ἐν τῷ προκειμένῳ ἐπιτιμίῳ ἀναμάρτητος αὐτὸς ὑπάρχων εἰς τύπον Χριστοῦ. (870)
Ἴδωμεν δὲ λοιπόν, εἰ δοκεῖ, πῶς καὶ αὐτὰ ξηρὰ τὰ ῥήματα τοῦ @1 λεγομένου ἐπιτιμίου οὐδὲ μίαν γε κατάραν Θεοῦ πρὸς τὸν ἄνθρωπον ἔχουσιν. Οὐ γὰρ εἶπε πρὸς αὐτὸν ὥσπερ πρὸς τὸν ὄφιν καὶ τὸν Κάϊν ὅτι Ἐπικατάρατος σύ, ἀλλ’ Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, Ἐν τοῖς ἔργοις, φησίν, οἷς μέλλεις πράξαι προσκυνῶν τῇ γῇ καὶ τοῖς λίθοις καὶ (875) ξοάνοις καὶ ὕδασιν αὐτῆς καὶ πυρὶ αὐτῆς. Σὺ ἐπικατάρατον ποιήσεις αὐτὴν ἐν λύπαις φαγὼν αὐτὴν ἐπάγοντός μου ἀνομβρίας καὶ ἀκαρπίας καὶ λιμοὺς πολλάκις πρὸς παιδείαν σου καὶ θλίψιν, ὥσπερ καὶ τῇ γυναικὶ εἶπον ὅτι Πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ, χερσω (880) θείσης δηλονότι τῆς γῆς καὶ ἐρημωθείσης τῇ ἀνομβρίᾳ καὶ ἀκαρπίᾳ. Ἐν ἱδρῶτι καὶ κόπῳ καὶ μόχθῳ τοῦ προσώπου σου φάγῃ σπάνιον καὶ βραχύτατον ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Αὕτη μὲν ἡ κατὰ τὸ γράμμα θεωρία τῶν προκειμένων. Καθὼς γάρ φασιν οἱ ἱστοριογράφοι τῆς κοσμικῆς ἀρχαιο (885) λογίας, αἱ λύπαι, οἱ λιμοὶ καὶ αἱ σπάνις καὶ ἀνομβρίαι τοὺς ἀρχαίους ἐκείνους ἔπειθον καταρᾶσθαι τὴν γῆν. Ὅθεν καὶ λιμῷ ἀπολλύμενοι ἐπικατάρατον τὴν γῆν εἶναι ὑπὸ Θεοῦ ἔλεγον, ὥσπερ δὴ καὶ εὐλογημένην αὐτὴν πολύκαρπον ὁρωμένην ἡ τῶν ἀνθρώπων ὀνομάζει συνήθεια. Ἀλλ’ οὐδὲ σπόρου τις παρ’ αὐτοῖς πείρα ἐτύγχανε. Φασὶ γὰρ πάλιν οἱ (890) ἱστορικοὶ ὅτι πρῶτος ὁ Ἀβραὰμ σπόρον σίτου δι’ ἀρότρου ἔσπειρεν ἐν ἀνθρώποις ἐπὶ τῆς γῆς, οἶμαί που δηλῶν ἡμῖν ὁ πατριάρχης διὰ τοῦ ὑποδείγματος ὅτι ἐκ σπέρματος αὐτοῦ ὀφθήσεται ὁ οὐράνιος ἄρτος Χριστὸς ἐπὶ τῆς γῆς εἰς βρῶσιν καὶ σωτηρίαν τοῦ κόσμου, ἡνίκα ἡ γῆ τῆς Ἀβρααμίτιδος Μαρίας θεοτόκου τὸν οὐράνιον δέξεται ὑετόν. Μαρτυρεῖ (895) δὲ καὶ Λάμεχ, ὁ τοῦ Νῶε πατήρ, ὅτι οὐ τὸν ἄνθρωπον κατηράσατο ὁ Θεός, ἀλλὰ λιμούς, ὡς εἶπον, καὶ θλίψεις σωματικὰς ἐπήνεγκε τότε ταῖς γενεαῖς ἐκείναις. Γεννήσαντος γὰρ αὐτοῦ, φησίν, υἱὸν Ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, ὅπερ ἑρμηνεύεται ἀνάπαυσις, λέγων ὅτι Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν (900) χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός, τουτέστιν ἐν τῷ ἐπιτιμίῳ τοῦ Ἀδάμ. Ἀμέλει γοῦν ἐξελθόντος τοῦ Νῶε καὶ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κιβωτοῦ μετὰ τὸν κατακλυσμὸν ἐπεκύρωσεν αὐτοῖς ὁ Θεὸς τρανοτέραν τὴν εὐλογίαν, ἣν εὐλόγησε τοὺς πρωτοπλάστους, καὶ μετὰ ταῦτα εἶπε διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν. (905) Σὺ δέ, ὅταν ἀκούσῃς ὅτι ἕως τῆς κιβωτοῦ ὑπὸ κατάραν Θεοῦ ἡ γῆ πᾶσα ἐτύγχανε, μηδὲν ἄλλως τὴν κιβωτὸν νομίσῃς, εἰ μὴ τὴν Χριστοῦ ἐκκλησίαν, ἐν ᾗ καὶ ἐκύρωσεν ὁ Θεὸς τὴν ἀρχαίαν εὐλογίαν τοῦ ἀνθρώπου καὶ ἀνεκαίνισεν, ἐπεὶ μετὰ τὸν κατακλυσμὸν μυρίοις δεινοῖς καὶ @1 παιδείαις ὑπὸ Θεοῦ ἡ τῶν ἀνθρώπων περιέπεσε φύσις τῇ ἀσεβείᾳ (910) κρατουμένη.
VI 1. Ἐκ ταύτης δὴ τῆς προκειμένης ἡμῖν τοῦ Θεοῦ πρὸς τὸν Ἀδὰμ διαλέξεως ἡμεῖς διδασκόμεθα πολλῷ πλέον πνευματικῶς ἀκούειν καὶ νοεῖν τὰ περὶ παραδείσου καὶ ξύλων καὶ τοῦ καρποῦ, οὗ ἔφαγεν ἡ γυνὴ καὶ ὁ ἄνθρωπος. Εἰπὼν γὰρ ἐκεῖ ὁ Θεὸς ὅτι Ἧι δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, (915) θανάτῳ ἀποθανεῖσθε πῶς ἐνταῦθα ἐν τοῖς ἐπιτιμίοις οὐ μόνον οὐκ ἀνεῖλεν αὐτούς, ἀλλὰ πολυχρονίους αὐτοῖς δίδωσι ζωάς, τῇ μὲν γυναικὶ τεκνογονίαν λέγων· Ἐν λύπαις τέξῃ τέκνα, τῷ δὲ Ἀδάμ· Ἐν λύπαις φάγῃ τὴν γῆν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου; Οἱ δὲ μὴ κατ’ οἰκονομίαν τινὰ Θεοῦ ἄρρητον ἡμῖν οὖσαν νοοῦντες πνευματικῶς πάντα τὰ περὶ παραδείσου (920) ἀναγκάζονται ἐκ παντὸς τρόπου τὸν ὄφιν ποιῆσαι αἴτιον καὶ πρόξενον καὶ ποιητὴν πασῆς ἡμῶν τῆς ἀνθρωπίνης γενέσεως καὶ τῆς τοῦ κόσμου συστάσεως διὰ τῆς πρὸς τὴν γυναῖκα συμβουλῆς. Ἀλλ’ οὐχ οὕτως ὁ τῶν ἁγίων πατέρων διδάσκει χορός, ἀλλ’ ὅτι καὶ χωρὶς τοῦ ὄφεως καὶ τοῦ ξύλου καὶ τῆς βρώσεως ἐξ ἐκείνης τῆς θείας φωνῆς τῆς ῥηθείσης τοῖς (925) πρωτοπλάστοις· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν συστῆναι ἤμελλον διὰ τῆς κατὰ σάρκα γεννήσεως ἀνομοίως τῇ τῶν ἀγγέλων ποιήσει τὰ τῶν ἀνθρώπων φύλα.
Ἀπίτω γὰρ ἡμῶν πόρρω Ὠριγένης καὶ οἱ τοῦ Ὠριγένους μῦσται τῶν ἡμετέρων ψυχῶν προΰπαρξιν μυθικῶς φανταζόμενοι. Γεγονὼς γὰρ (930) ἐκεῖνος καὶ ὑπάρξας καὶ εἰς ὀντότητα ἐλθὼν μετὰ τοῦ δερματίνου χιτῶνος, οὐκ οἶδα πόθεν ὁρμώμενος ἢ παρὰ τίνος τοῦτο λαβὼν γυμνοὺς νόας πρὸ τῶν χιτώνων πάντῃ ἀφθάρτους καὶ ἀνεπιδέκτους θανάτου καὶ ῥεύσεως καὶ βρώσεως καὶ πόσεως καὶ ὕπνου τὸν Ἀδὰμ καὶ τὴν Εὕαν ἐδογμάτισεν εἶναι, οὗ τὴν τερατώδη μανίαν ἀνατρέπων ὁ πολὺς ἐν (935) σοφίᾳ Μεθόδιος οὐ μίαν οὐδὲ δευτέραν, ἀλλὰ γὰρ καὶ δεκάτην ἡμῖν γραφικὴν ἀπόδειξιν παρίστησι δηλοῦσαν ὅτι σῶμα ἀληθῶς γηγενὲς καὶ χοϊκὸν τὸν ἄνθρωπον ἀπ’ ἀρχῆς ἐποίησεν ὁ Θεός, καθὼς διὰ στόματος ἡμῖν Παύλου φθέγγεται λέγων· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. Πρῶτον γὰρ τὸ χοϊκόν, εἶθ’ οὕτως διὰ Χριστοῦ τὸ πνευματικόν, ἵνα, (940) Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Εἰ γὰρ διὰ τῆς παρακοῆς, φησίν, μετέπεσε καὶ ἠλλοιώθη κατ’ οὐσίαν ὁ ἄνθρωπος ἄλλο ἀπ’ ἄλλου ἀποδυσάμενος καὶ ἀμφιασάμενος σῶμα, ἠδικήθη ἐν τούτῳ ὑπὸ Θεοῦ. Ἔδει γὰρ καὶ τοὺς πολλῷ πλέον παρανομήσαντας δαίμονας πρὸ τοῦ ἀνθρώπου τοῦτο παθεῖν καὶ ἐξ (945) ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀΰλου φύσεως θνητὰ καὶ φθαρτὰ καὶ ῥευστὰ ἀμφιάσασθαι σώματα. Δεύτερον πάλιν, φησὶν ὁ πατήρ, ὅτι ἡ παραλλαγὴ τοῦ σχήματος τῶν παιδουργῶν μορίων τοῦ Ἀδὰμ καὶ τῆς Εὕας @1 δείκνυσιν ὅτι ἐπὶ σαρκικῇ τεκνογονίᾳ καὶ σπορᾷ τοιαῦτα αὐτοῖς διεπλάσθη ὄργανα. Τρίτον τὸ εἰπεῖν τὴν γραφὴν εὐθέως σὺν τῇ ποιήσει (950) αὐτῶν ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· ἐπὶ ἀφθάρτου φύσεως καὶ ἀκτίστου τίς ἦν χρεία ἄρρενος καὶ θήλεος; Τέταρτον ὅτι καὶ διὰ τῆς εὐλογίας τῆς ὑπὸ Θεοῦ πρὸς αὐτοὺς ῥηθείσης· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν ἡ διὰ σπορᾶς καὶ τόκου σαρκικοῦ τεκνογονία αὐτῶν δείκνυται. Πέμπτον τὸ πρὸ τῆς ἐκπτώσεως κοινὴν αὐτοῖς καὶ τοῖς (955) κτήνεσι καὶ πετεινοῖς τὴν τῶν σπερμάτων ἀπὸ γῆς ποιήσασθαι ἐπιτροπὴν τὸν Θεόν. Ἕκτον, φησὶ πάλιν ὁ διδάσκαλος, εἰ Πᾶν τὸ εἰσερχόμενον εἰς τὸ στόμα εἰς ἀφεδρῶνα χωρεῖ κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἀδύνατον ἦν αὐτοὺς κοινῶς τῆς κτηνώδους μεταλαμβάνοντας σπερμοφαγίας μὴ καὶ τὴν ἴσην ὑπομένειν φθαρτώδη ἔκκρισιν. Ἕβδομον (960) ὅτι καὶ ἡ τοῦ ὕπνου ἔκστασις καὶ ἡ τομὴ τῆς πλευρᾶς ὑλικῆς καὶ γηγενοῦς σαρκός εἰσι γνωρίσματα οὐ χώραν ἔχοντα ἐπὶ ἀθανάτου φύσεως. Ὄγδοον, εἰ ἄϋλός τις καὶ ἀσώματος πρὸ τῆς παρακοῆς ὑπῆρχεν ὁ ἄνθρωπος, πῶς περὶ τῆς παρ’ αὐτοῦ ληφθείσης πλευρᾶς φησιν· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Ἔννατον, εἰ (965) ἄρα ὁ Χριστὸς ἀπαρχὴ καὶ πρωτότοκος λέγεται ἐκ τῶν νεκρῶν, ὡς πρῶτος δηλονότι ἄφθαρτον καὶ ἀθάνατον ἀναστήσας τὸ πανάγιον αὐτοῦ σῶμα, πῶς δυνατὸν πρὸ τοῦ πρωτοτόκου ἄλλον εἶναι ἐν ἀφθαρσίᾳ σαρκὸς καὶ ἀθανασίᾳ ὑπὸ Θεοῦ γεγονότα ἄνθρωπον; Δεκάτην δὲ πρὸς αὐτοὺς ποιεῖ τὴν ἀπόδειξιν ὁ πατὴρ ἐκείνην τὴν πρὸς τοὺς Σαδ (970) δουκαίους τοῦ Σωτῆρος φωνὴν τὴν φάσκουσαν ὅτι Οἱ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε ἐκγαμοῦσιν οὔτε ἐκγαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται. Εἰ οὖν οὐ δύνανται ἀποθανεῖν οἱ ἐν ἀφθαρσίᾳ ὄντες, πῶς ἀπέθανεν ὁ Ἀδάμ, εἴπερ Ὠριγένης μυθεύεται ὅτι τοιοῦτοι ἐκ νεκρῶν ἀνιστάμεθα τῇ φύσει (975) τοῦ σώματος, οἷος ἦν ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως; Ἀλλὰ κατάδηλός ἐστιν Ὠριγένης τὴν ἀνάστασιν τῆς σαρκὸς ἀπαρνούμενος, καὶ διὰ τοῦτο γυμνὰς ψυχὰς καὶ ἡμᾶς καὶ τὸν Ἀδάμ, ὅτε γέγονε, μυθεύεται δυσσεβῶς προϋπαρχούσας τοῦ σώματος. Ἀσφαλεστέρου μὲν οὖν καὶ κρείττονος καθ’ ὑπεροχὴν τὸν πρωτόπλαστον τυχεῖν σώματος ὁ λέγων, φησὶν ὁ (980) αὐτὸς Μεθόδιος, οὐκ ἂν ἁμάρτοι, μέσην τινὰ τάξιν φθορᾶς καὶ ἀφθαρσίας ἔχοντος. Τοῦτο γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐμπεδοῖ Σολομὼν φάσκων ὅτι Ἐπ’ ἀφθαρσίᾳ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, τουτέστι μέσον τινὸς ἀρρευσίας καὶ ῥεύσεως, ὅπως ἢ τοῦ κρείττονος ἑλόμενος, ὡς καὶ Γρηγορίῳ δοκεῖ τῷ θεολόγῳ, πρὸς τελείαν ἀφθαρσίαν καὶ ἀθανασίαν ὁδεύῃ ἢ τοῦ (985) χείρονος πάλιν ἁψάμενος τέλειον ὑπομείνῃ τὸν θάνατον, ὃ δὴ καὶ γέγονε κατὰ τὴν εἰποῦσαν φωνὴν αὐτῷ ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. @1
Ἀλλὰ δὴ περὶ ταύτης τῆς θείας ἀποφάσεως πρὸς τὸν Σαμαρείτην λοιπὸν ἐπὶ τοῦ παρόντος ὁ λόγος περιϊὼν κατήντησε. Ταύτην γὰρ ἡμῖν ἄνω καὶ κάτω προβάλλεται τὴν θείαν φωνὴν πρὸς ἄρνησιν καὶ ἀθέτησιν (990) τῆς τῶν νεκρῶν ἀναστάσεως, τὴν φάσκουσαν πρὸς τὸν Ἀδὰμ ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, πρὸς ὅν, ἵνα καὶ σωματικώτερον ἐρῶ, ἐκεῖνο χρὴ πρὸ τῶν ἄλλων τείνασθαι ὅτι οὐχ ὁλοκλήρως ἐστὶν ἀπὸ γῆς, ἀλλὰ μέρος μέν τι ἀπὸ γῆς, μέρος δέ τι οὐκ ἀπὸ γῆς, ἀλλ’ ἐκ Θεοῦ διὰ τοῦ ἐμφυσήματος, δι’ οὗ καὶ ψυχὴν ζῶσαν ἐκάλεσεν ὁ Θεός, καὶ ἐχρῆν, καθὼς (995) καί τις τῶν ἔξω φησί, τὸ ἀπὸ γῆς εἰς γῆν, τὸ δ’ ἐκ Θεοῦ πρὸς Θεὸν ἐπανέρχεσθαι, ὅπου γε οὐδ’ αὐτὴ ἡ τοῦ σώματος ὕπαρξις ὁλοτελῶς ἐστιν ἀπὸ γῆς, ἀλλὰ καὶ ἐκ πυρὸς καὶ ἀέρος καὶ ὕδατος. Εἰ δὲ ὁλοκλήρως ὁ ἄνθρωπος ἀπὸ γῆς τυγχάνει, οὐδὲν διαφέρει τοῦ σκεύους τοῦ κεραμικοῦ καὶ ἠδύνατο λοιπὸν πᾶς κεραμουργὸς διαπλάσασθαι ἀνθρώπους. Ἀλλ’ (1000) οὔτε γέγονεν ἕτερος ἄνθρωπος ἀπὸ γῆς, εἰ μὴ μόνος ὁ Ἀδάμ, καὶ ἐχρῆν ἐπ’ αὐτὸν καὶ μόνον τὴν τοῦ θανάτου ἀπόφασιν ἀναφέρεσθαι, καὶ οὐκ ἐφ’ ἕτερόν τινα. Πάντες γὰρ ἡμεῖς οἱ ἄνθρωποι ἐξ ἀνθρώπων ἐσμέν, καὶ οὐκ ἀπὸ γῆς. Καὶ μάλιστα ἐπὶ τῆς γυναικὸς τοῦτο λέγεσθαι ὅλως χώραν οὐκ ἔχει, ἐπειδὴ ἐκ πλευρᾶς ζωῆς γέγονε καὶ ἐχρῆν πρὸς αὐτὴν λέγειν ὅτι (1005) Πλευρὰ ἀνθρώπου εἶ καὶ πρὸς πλευρὰν ἀπελεύσῃ. Οὔτε δὲ τὰ πετεινὰ κατὰ τὸν Σαμαρείτου λόγον ὑπόκεινται τῷ θανάτῳ οὔτε οἱ ἰχθύες, οὐ γὰρ ἀπὸ γῆς γεγόνασιν, ἀλλ’ ἐξ ὑδάτων.
Πῶς δὲ ἐν τῇ ἐντολῇ εἰπὼν τῷ ἀνθρώπῳ ὁ Θεὸς ὅτι Ἧι δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου τοῦ γινώσκειν γνωστὸν καλοῦ καὶ πονη (1010) ροῦ, θανάτῳ ἀποθανεῖσθε, ἐνταῦθα ἐν τῷ ἐπιτιμίῳ ὅλως οὐκ ὠνόμασε θάνατον, ἀλλὰ ἀποστροφὴν καὶ ἀπέλευσιν λέγων ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ; Σὺ μόνος ἀπελεύσῃ καὶ ἀποστρέψεις εἰς τὴν γῆν, ὅθεν ἦλθες. Σὺ μόνος· οὐ μέντοι ἡ γυνή, ἐπεὶ ἄρα ἂν εἶπεν ὁ Θεὸς ὅτι Γῆ ἐστε καὶ εἰς γῆν ἀπελεύσεσθε, ὥσπερ ἐκεῖ κοινῶς παρήγγειλε λέγων· Μὴ φάγητε, ἵνα μὴ (1015) ἀποθάνητε, καὶ πάλιν κοινῶς εἶπεν ὅτι Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ κοινῶς τὴν δεσποτείαν πάντων ἔδωκεν αὐτοῖς, καὶ κοινῶς τὴν βρῶσιν τὴν προτέραν, καὶ κοινῶς τὴν ἐν παραδείσῳ δίαιταν, καὶ κοινῶς ἔφαγον ἀπὸ τοῦ ξύλου, καὶ κοινῶς ἀνέβλεψαν. Κοινῶς ἐποίησαν τὰ περιζώματα. Κοινῶς ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος, (1020) καθὼς καὶ προειρήκαμεν περὶ τούτου, καὶ ὅτι κοινῶς ἐφοβήθησαν καὶ ἐν τῷ ἅμα ἐκρύβησαν. Καὶ ἐχρῆν τοὺς πάντα κοινῶς πεποιηκότας καὶ παθόντας κοινὴν καὶ τὴν αὐτὴν ἀπόφασιν λαβεῖν ἀπὸ τοῦ Θεοῦ, τὴν λέγουσαν πρὸς τὸν ἄνθρωπον καὶ μόνον ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Ἐνταῦθα γάρ, ἐὰν μὴ ἀγανακτῇ κατ’ ἐμοῦ ὁ Σαμαρείτης καὶ ὁ (1025) Ἰουδαῖος, οὐ περὶ μιᾶς καὶ τῆς αὐτῆς γῆς διαλέγεται ὁ Θεός, ἀλλὰ περὶ @1 δύο. Οὐ γὰρ εἶπε τότε τῷ ἀνθρώπῳ ὅτι Ἐκ γῆς εἶ καὶ εἰς αὐτὴν ἀπελεύσῃ, ἀλλ’ ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἑτέραν καὶ ἑτέραν αἰνιττόμενος γῆν. Καί, ἐπειδὴ λίαν σκληρὸν καὶ βεβιασμένον τὸ νόημα φαίνεται τοῖς πολλοῖς, εἰ δοκεῖ, ἐξ ὑποδειγμάτων τοῦτο πιστώσομαι. Καὶ (1030) ὑποθώμεθα τὸν Θεὸν πρὸς αὐτὸ τὸ στοιχεῖον τῆς γῆς λέγειν· Σοὶ λέγω, ὦ γῆ, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ἄρα οὐ φανερὸς ὁ λόγος ὅτι περὶ δύο γαιῶν λέγει; Καὶ πάλιν, ἐὰν εἴπῃ τῷ ὕδατι ὅτι Στοιχεῖον εἶ καὶ πρὸς στοιχεῖον ἀπελεύσῃ, εὔδηλον ὅτι περὶ δύο στοιχείων λέγει. Ὁμοίως καὶ τῷ ἀγγέλῳ, ἐὰν εἴπῃ ὅτι Ἄγγελος εἶ καὶ πρὸς ἄγγελον ἀπελεύσῃ, δύο (1035) ἡμῖν ἀγγέλους ἐσήμανεν. Οὕτω γοῦν καὶ διὰ τοῦ· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ ἑτέραν τινὰ καὶ ἑτέραν νοήσωμεν, καὶ ἕτερον καὶ ἕτερον Ἀδάμ, καὶ ἄλλην ἀποστροφήν, καὶ ἑτέραν καὶ ἑτέραν ἀπέλευσιν. Ταῦτα τῷ Σαμαρείτῃ διαλεγόμενος σὲ τὸν πιστὸν προκατήρτισα, ἵνα ἐννοήσῃς ἐκεῖνον τὸν πνευματικὸν Ἀδὰμ τὸν εἰρηκότα· Ἐγὼ ἐκ τοῦ Πατρός μου (1040) ἐξῆλθον, καὶ πρὸς τὸν Πατέρα μου ὑπάγω.
Ζητήσει δὲ πάντως ὁ πνευματικὸς καὶ φιλόπονος ἀκροατής, εἰ πάντα εἰς Χριστὸν προεγράφη τὰ ἐν τῷ νόμῳ, ὥς φησιν ὁ Ἀπόστολος, πῶς καὶ τὸ ἐπιτίμιον τὸ προκείμενον τοῦ Ἀδὰμ δυνατὸν πνευματικῶς εἰς Χριστὸν ἀναφέρεσθαι ἐπ’ αὐταῖς ξηραῖς φωναῖς, καὶ μάλιστα τό· Ἐπικα (1045) τάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Πῶς δυνατὸν ἐπὶ Χριστοῦ κἂν ἐννοῆσαι ὅλως κατάραν; Ὅμως, ἐπειδὴ ἠκούσαμεν πρὸ βραχέος εἰπόντος τοῦ Θεοῦ πρὸς τὸν ὄφιν ἐν τῇ κατάρᾳ ὅτι Γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, τουτέστι τὰ γεώδη καὶ ὑλικὰ καὶ χοϊκὰ τῆς ἁμαρτίας νοήματα, ἡ βρῶσις, φησί, τοῦ ὄφεως ἐπικατάρατος καὶ κατάκριτος γέγονεν ἐν (1050) τοῖς ἀρρήτοις ἔργοις τοῦ Χριστοῦ, ὅπως καὶ ὁ ὄφις καὶ ἡ βρῶσις αὐτοῦ ἐπικατάρατοι ὦσιν. Ὥσπερ γὰρ βρῶμα Χριστοῦ ἐστιν ἡ δικαιοσύνη, οὕτω καὶ τοῦ ὄφεως βρῶμα ἡ ἁμαρτία.
Καὶ μὴ θαυμάσῃς ἀκούων γῆν ὀνομαζομένην τὰ γήϊνα τῆς ἁμαρτίας νοήματα ἀκούων τοῦ Χριστοῦ καὶ κόσμον ὀνομάζοντος αὐτήν, ἡνίκα (1055) πρὸς τοὺς μαθητὰς λέγει ὅτι Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου, τουτέστιν ἐκ τοῦ κοσμικοῦ καὶ γηΐνου φρονήματος, περὶ οὗ καὶ Παῦλος βοᾷ πρός τινας λέγων· Μὴ τὰ ἐπίγεια φρονεῖτε, ἀλλὰ τὰ ἄνω φρονεῖτε. Οὕτω δὲ καὶ ὁ προφήτης τὸ αὐτὸ ἡμᾶς διδάσκει λέγων· Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, (1060) τουτέστιν ἐξέκοπτον πάντας τοὺς πονηροὺς λογισμοὺς τῆς ἁμαρτίας ἐξ εἰσβολῆς, περὶ ὧν πάλιν παραινεῖ τοῖς ἐν ἁμαρτίαις ζῶσι λέγων· Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, ὡς ἵνα εἴπῃ ἀναχωρείτωσαν @1 λοιπὸν ἁμαρτωλοὶ ἀπὸ τῆς ἁμαρτίας, περὶ ἧς προσκαλεῖται τὸν Θεὸν λέγων· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν, ἤγουν κατάκρινον καταδικάσας (1065) τὴν γηΐνην ἁμαρτίαν τὴν οὖσαν βρῶσιν καὶ δαπάνην τοῦ πονηροῦ ὄφεως αὐτῆς καταψηφιζόμενος σχολήν, ἵνα μὴ εἴη πολιτευομένη ἐφ’ ὅλου τοῦ γένους, ἀλλὰ κατακρύπτων αὐτὴν καὶ ἀποτεφρῶν μᾶλλον ὡς χωρῆσαι εἰς τὸ μηδέν. Ὁ γὰρ Θεὸς ἡμῶν σὺ πῦρ ὑπάρχεις καταναλίσκον. Οὐκοῦν, εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστί, Θεὸς δὲ ὢν ὁ Χριστὸς (1070) πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν καθαρτικόν τε καὶ ἀναιρετικὸν αὐτῆς, οὕτω νόησον αὐτὸν δαπανῶντα τὴν πονηρὰν γῆν, τὴν ἁμαρτίαν, καὶ ἀναλίσκοντα τὸν χόρτον καὶ τὰς ἀκάνθας καὶ τοὺς τριβόλους καὶ τὴν καλάμην καὶ τὸ ἄχυρον καὶ τὰ ζιζάνια ὡς ὕλας καὶ ἔκγονα καὶ βλαστήματα τῆς ἀκαρπίας καὶ ἁμαρτίας. (1075)
Ἐπεὶ οὖν ἐμάθομεν πῶς μὲν ὁ πονηρὸς ὄφις ἐσθίει γῆν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, πῶς δὲ πάλιν ὁ Χριστὸς ταύτην δαπανᾷ καὶ ἀναλίσκει καὶ ἐκκαθαίρει σὺν τῷ χόρτῳ καὶ ταῖς ἀκάνθαις καὶ τοῖς τριβόλοις, μηκέτι λοιπὸν φοβηθῇς μήτε μὴν τὸν λογισμὸν ὀκλάσῃς ἀναφέρειν καὶ εἰς αὐτὸν τό· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἀγαθοῖς καὶ (1080) ἁγίοις ἔργοις σου, καὶ ἐν λύπαις φάγῃ αὐτήν, καὶ καθαριεῖς ὡς Κύριος τὴν γῆν τοῦ λαοῦ σου. Ἠκούσαμεν γάρ τινος καὶ ἐπ’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος λύπης ἐπὶ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων, ὡς ὅταν λέγει Παῦλος· Μὴ λυπῆτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τὸ δὲ Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι προσφυῶς τις (1085) νοήσει ἐπὶ Χριστοῦ καὶ τῆς γῆς τοῦ Ἰσραὴλ συναγωγῆς. Ὅθεν καὶ ἔλεγε τότε πρὸς τὴν τοιαύτην γῆν, ἡνίκα αὐτῷ τὸν στέφανον τῶν ἀκανθῶν περιέθηκεν, ὅτι Ἔμεινα τὸν ἀμπελῶνα μου ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας καὶ τριβόλους.
Ἀκούσωμεν λοιπὸν καὶ τῶν ἑξῆς τοῦ Θεοῦ ῥημάτων πρὸς τὸν (1090) σωματικὸν καὶ πνευματικὸν Ἀδάμ. Ἐπάγει γὰρ λέγων ὅτι Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ζητήσεις, εἴ γε καὶ τοῖς εἰρημένοις μὴ ἀπιστήσῃς, πῶς τρεῖς βρώσεις εἰπὼν ὁ Θεὸς ἐσθίειν τὸν ἄνθρωπον, τουτέστι πρότερον μὲν γῆν, δεύτερον δὲ χόρτον, τρίτον δὲ τὸν ἄρτον, οὐ λέγει τὴν γῆν οὐδὲ τὸν χόρτον ἰδίαν (1095) βρῶσιν τοῦ ἀνθρώπου. Οὐ γὰρ φάσκει πρὸς αὐτόν· Ἐν λύπαις φάγῃ τὴν γῆν σου, οὐδὲ ἐπὶ τοῦ χόρτου λέγει· Καὶ φάγῃ τὸν χόρτον σου, ἀλλὰ μόνον ἐπὶ τοῦ ἄρτου τοῦτο τίθησι λέγων· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, διδάσκων ἡμᾶς ἐντεῦθεν ὅτι ἡ μὲν λεγομένη γῆ βρῶσίς ἐστι κυρίως τοῦ ὄφεως, ἥτις νοεῖται ἡ εἰδωλολατρία, ἣν καὶ (1100) κατηράσατο ὁ Θεός. Ὅθεν καὶ ὡς ἀρχαίαν αὐτὴν καὶ πρώτην ἁμαρτίαν, τὴν εἰδωλολατρίαν φημί, πρῶτον καὶ τίθησι. Χόρτος δὲ ἡ @1 ἄλογος καὶ κτηνώδης τῶν ὑποδεεστέρων ἁμαρτημάτων βρῶσις, ἥτις καὶ ἐν ἱδρῶτι καὶ πόνοις μεταλαμβάνεται. Καὶ διὰ τοῦτο ὁ Θεὸς λέγει τὸν ἄρτον μόνον ἴδιον τοῦ ἀνθρώπου φάσκων τὸ Φάγῃ τὸν ἄρτον σου, ὡς (1105) τοῦ χόρτου καὶ τῆς γῆς ἁμαρτίας καὶ ἀσεβείας ὑπαρχόντων σημαντικῶν.
Ἄλλως οὖν ἐκεῖνα καταναλίσκει ὁ Χριστός, τουτέστιν ἀφανίζων αὐτὰ καὶ παντελεῖ ἀπωλείᾳ παραδιδούς, καὶ ἑτέρως πάλιν τὸν ἴδιον ἄρτον ἐσθίει τοῦ παναγίου αὐτοῦ σώματος ἀνακαθάρας αὐτὸν καὶ (1110) λεπτύνας καὶ θεώσας καὶ ἀφθαρτίσας καὶ ἀνακαινίσας καὶ ἐξ αὐτῆς τῆς ἑνώσεως μέν, ἀλλὰ καὶ κατ’ ἐκεῖνον τὸν καιρόν, ἡνίκα ὁ ἱδρῶς τοῦ προσώπου αὐτοῦ ἐγένετο ὡσεὶ θρόμβοι αἵματος, ὅτε καὶ περίλυπον ἑαυτὸν ἔλεγεν ἕως θανάτου. Μετὰ γὰρ τὸν θάνατον αὐτοῦ ἀπέδρα λοιπὸν λύπη παρ’ αὐτοῦ, ἀπέδρα ὀδύνη, ἀπέδρα στεναγμός, τὰ πρὸ τοῦ (1115) πάθους, καὶ ἀντεισήχθη χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις, τὰ τῆς ἀφθαρσίας. Οἱ μὲν γὰρ ἱδρῶτες καὶ αἱ λύπαι καὶ οἱ χόρτοι καὶ αἱ ἄκανθαι καὶ οἱ τρίβολοι καὶ τὰ στυγνὰ πάντα ἕως τότε ὑπῆρχον, ἕως οὗ ὑπέστρεψεν εἰς τὴν ἰδίαν γῆν θανατωθείς, ἐξ ἧς ἐλήφθη, ἀφ’ ἧς καὶ ἀνελήφθη μετὰ τῆς γηγενοῦς τοῦ ἁγίου σώματος φύσεως κατὰ τὴν (1120) πρὸς αὐτὸν εἰποῦσαν φωνὴν ὅτι Γῆ ὡς ἄνθρωπος εἶ καὶ εἰς γῆν ἑτέραν οὐρανίαν ἀπελεύσῃ, εἰς γῆν τοῦ πνευματικοῦ Ἰσραὴλ τῆς ἀληθοῦς ἡμῶν ἐν οὐρανοῖς ἐπαγγελίας, εἰς γῆν τῶν πραέων, εἰς γῆν ἁγίαν, εἰς γῆν καὶ χώραν ζώντων καὶ πόλιν Κυρίου τῶν δυνάμεων ἐπουράνιον Ἰερουσαλήμ. (1125)
VII 1. Ἐπεὶ οὖν διὰ τῆς γυναικὸς ζωῆς, ἣν ἐκ τῆς οἰκείας πλευρᾶς ἔτεκεν ἀφυπνώσας ὕπνον φυσίζῳον, καὶ οὕτω ταύτην τμηθεὶς ὁ λέγων ὅτι Ἐγώ εἰμι ἡ ζωὴ ταῦτα ἐπράχθη, καὶ ἐν κόσμῳ ἐπεδήμησε, καὶ δι’ αὐτῆς τὸν θάνατον ἔλυσε, καὶ δι’ αὐτῆς ἐκεῖνα τὰ ζῷα τῶν ἐθνῶν ἐζωοποίησε τὰ πρὸς αὐτὸν ἐν παραδείσῳ εἰσενεχθέντα, καὶ δι’ αὐτῆς (1130) τοὺς νεκροὺς ἐξ ᾅδου ἐζωοποίησε καὶ τῇ θνητῇ φύσει ζωὴν ἐχαρίσατο, τούτου χάριν, ὅτε τὸ ἐπιτίμιον τοῦ θανάτου ὑπὲρ αὐτῆς ἀνεδέξατο παρὰ τοῦ Θεοῦ ζωοποιήσας ἡμᾶς, εὐθέως προσηγόρευσε διὰ τοῦ θανάτου αὐτοῦ ὁ νέος Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ἐκκλησίας Ζωήν, ὅτι αὕτη ἐστὶ μήτηρ πάντων τῶν ζώντων τὴν ἐν Χριστῷ κεκρυμμένην ζωήν. (1135) Μέγα καὶ παράδοξον ἐντεῦθεν διδασκόμεθα τῆς ἐκκλησίας τὸ καύχημα· μακάριαι καὶ τρισμακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες καὶ τὸ ὕψωμα. Διὰ γὰρ τῶν εἰρημένων μανθάνομεν ὅτι πᾶσαι αἱ λοιπαὶ πίστεις αἱ ἐν κόσμῳ νεκραί εἰσι καὶ μητέρες λαῶν νεκρῶν καὶ ἐθνῶν, ὡς μὴ ἔχουσαι ἐν αὐταῖς τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ζωὴ μηδὲ ἀναγεννῶσαι καὶ ζωοποιοῦ (1140) σαι διὰ τῆς μήτρας τοῦ ὕδατος καὶ τοῦ Πνεύματος τοὺς ἑαυτῶν υἱοὺς καὶ @1 λαούς, ἀλλ’ ἄσποροι καὶ χῆραι τυγχάνουσαι τῆς πηγῆς τῆς ζωῆς, τοῦ ὕδατος μὴ ἀπολαύουσαι τοῦ ζῶντος καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Μόνη τοίνυν ἡ τούτου ἐκκλησία λέγεται καὶ ζωὴ καὶ μήτηρ πάντων τῶν ζώντων ζωὴν αἰώνιον ὡς ἔχουσα ἄνδρα καὶ σύζυγον τὸν Θεὸν (1145) Λόγον. Ὁ δὲ Θεὸς οὐκ ἔστι νεκρῶν Θεός, ἀλλὰ ζώντων. Καὶ διὰ τοῦτο καὶ ἡ γυνὴ αὐτοῦ μήτηρ ἐστὶν οὐ νεκρῶν, ἀλλὰ πάντων τῶν ζώντων τὸν Χριστὸν τὴν ζωὴν τὴν ἀληθῆ, καὶ πᾶς ὁ μὴ ἐκ ταύτης γεννώμενος νεκρὸς τῇ ἁμαρτίᾳ καθέστηκεν. Ἡ δὲ σωματικὴ γυνὴ τοῦ σωματικοῦ Ἀδὰμ οὐκ ἔστι μήτηρ ζώντων, ἀλλὰ θνητῶν ἀνθρώπων. Περὶ δὲ ταύτης (1150) τῆς πνευματικῆς μητρὸς οὐ λέγει ὅτι μήτηρ πάντων ἀνθρώπων, ἀλλὰ μήτηρ πάντων τῶν ζώντων, ὡς ζωὴ οὖσα. Καὶ τούτου χάριν ὅλως οὐκ ὀνομάζει ἐν τῷ ἐπιτιμίῳ αὐτῆς ὁ Θεὸς θάνατον, ἐπειδὴ ζωὴ οὖσα κατὰ φύσιν ἀλλοτρία τοῦ θανάτου ἐστὶν αἰώνιος διαμένουσα.
Εἰ δὲ βιάζεταί με ὁ Ἰουδαῖος νῦν τὴν σωματικὴν γυναῖκα τοῦ Ἀδὰμ (1155) νοῆσαι μητέρα πάντων τῶν ζώντων, ἀνάγκη πᾶσα εἰπεῖν αὐτὴν μητέρα εἶναι καὶ τῶν ἀγγέλων, ἐκεῖνοι γὰρ μᾶλλον ὑπὲρ ἡμᾶς εἰσι ζῶντες. Τί οὖν; Ἡ ἐκκλησία, φησί, μήτηρ καὶ τῶν ἀγγέλων ἐστίν; Οὔ. Ἀλλ’ ἐπειδὴ ἀνὴρ αὐτῆς ἐστιν ὁ τούτων ποιητής, θέσει καὶ τούτων λέγεται μήτηρ, ὅτι καὶ λειτουργικὰ αὐτῆς πνεύματα ἐποίησεν αὐτοὺς εἰς διακονίαν (1160) ἀποστελλόμενα πρὸς αὐτὴν ὑπὲρ αὐτῆς. Δεῖ γὰρ ὑπηρετεῖν αὐτοὺς τῇ θέσει μητρὶ καὶ συζύγῳ τοῦ ἀνδρὸς αὐτῆς καὶ Θεοῦ αὐτῶν. Ὅθεν ὡς πάντων περιεκτικὴ καὶ ἑνωτικὴ γενικώτατον ὄνομα καὶ περιεκτικώτατον αὐτῇ τέθεικεν ὁ Θεὸς Ζωὴν αὐτὴν προσαγορεύσας. Ἡ γὰρ ζωὴ οὐ προσωπικὸν καθέστηκεν ὄνομα, ἀλλ’ ἑνωτικὸν καὶ περιληπτικόν, καὶ (1165) γὰρ καὶ ἐπὶ Θεοῦ καὶ ἀγγέλων καὶ ἐπὶ ἀνθρώπων σύμφυτός ἐστιν ἡ ζωή. Νομίζω δὲ καὶ διὰ τὸ πολυγενῆ καὶ πολύεθνον εἶναι τὴν ἐκκλησίαν, ἐκ παντὸς γένους τοῦ ὑπ’ οὐρανὸν τὸ ἴδιον σῶμα καὶ πλήρωμα ἔχουσαν, τὸ γενικώτατον αὐτῇ ὄνομα προσεποιήσατο, ὥσπερ δὴ κἀκεῖνο τὸ θηρίον τὸ φοβερόν τε καὶ ἔκθαμβον παρὰ τῷ Δανιὴλ τὸ ἀνώνυμον καὶ μὴ ἔχον (1170) ὡς τὰ ἄλλα τρία ὑποστατικὸν ὄνομα διὰ τὸ καὶ αὐτὸ τὴν Ῥωμαίων καὶ Χριστιανῶν βασιλείαν προδιαγράφειν.
Ἐπιστῆσαι δὲ χρῆ πρὸς τούτοις ἅπασι πῶς αὐτὴ ἡ πνευματικὴ σύζυγος τοῦ δευτέρου Ἀδὰμ ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον προέκοψεν ὄνομα. Ἐν ἀρχαῖς γὰρ ἐκλήθη πλευρά, ἡνίκα καὶ ἐτμήθη καὶ διῃρέθη ἐκ (1175) τοῦ ἀνδρός, σημαινούσης, ὡς οἶμαι, τῆς τοιαύτης ἐκτομῆς καὶ διαστάσεως τὴν ἀποστασίαν, ἣν ἐκ Θεοῦ πάσχειν ἤμελλεν. Εἶτα μετὰ τοῦτο @1 οἰκοδομηθεῖσα, ἐπὶ τὸ κρεῖττον ἀνεγειρομένη, διὰ τὸν πρὸς τὸν ἄνδρα Χριστὸν προσεγγισμὸν ἐκλήθη γυνή. Ἐσχάτη δὲ πάντων προσηγορεύθη ζωὴ ὡς ἀπὸ θανάτου εἰς ζωὴν προκόψασα. Ὁ δὲ ταύτης ἀνὴρ οὐχ (1180) οὕτως, ἀλλ’ ἐκ τοῦ κρείττονος ὀνόματος μεταλαμβάνει τοῦ χείρονος. Ἐν πρώτοις γὰρ ὁ Ἀδὰμ πολλῆς τινος τιμῆς καὶ δόξης ἀπήλαυσεν εἰκὼν καὶ ὁμοίωσις Θεοῦ προσαγορευθείς. Εἶτα μετὰ ταῦτα ἐκλήθη ἄνθρωπος, καὶ ὕστερον πάλιν Ἀδάμ, καὶ ἔσχατον πάντων γῆ, ὅπως διὰ τούτων σαφῶς μάθωμεν καὶ παιδευθῶμεν πάντα τὰ κατὰ τὸν πρωτόπλαστον εἰς τὴν (1185) ἐκκλησίαν Εὕαν καὶ τὸν Ἀδὰμ Χριστὸν ἀναφέρειν. Οὕτω γὰρ ἐν ἀρχαῖς ἀπαύγασμα ὢν καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ Θεοῦ τοῦ ἀοράτου ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἵνα ἡ ἐκκλησία ἐκ πτωχείας πλουτήσῃ ζωῇ, καὶ γινομένη τοῦτο καὶ ὑπ’ αὐτοῦ ὀνομαζομένη καὶ ἐν βίβλῳ ζώντων καταταττομένη. Περὶ γὰρ τῶν λοιπῶν πίστεων (1190) εἴρηται τό· Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων τῶν υἱῶν τῆς ἐκκλησίας, δηλαδὴ τῆς μητρὸς τῶν ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν. Ἄδικοι γὰρ τὸν δίκαιον Θεὸν ἀρνησάμεναι καὶ τὸν ἄδικον Σατὰν προελόμεναι, ᾧ καὶ τὸ σέβας ἀνάπτειν δι’ εἰδώλων προέκριναν, τὴν ζωὴν ἐκκλησίαν ἀφέμεναι, ἥτις ὡς πολύτεκνος καὶ πολύπονος καὶ πολύγονος (1195) καὶ πολυπρόσωπος καθολικὸν ὡς καθολικὴ ὄνομα κέκτηται ζωή. Ὁ δὲ ταύτης ἀνὴρ Χριστός, ὡς μονογενὴς καὶ μονοπρόσωπος ἀδιαίρετος ὤν, μονοπρόσωπον ὑποστατικὸν ὀνομάσθη ὄνομα.
Ἠδυνάμην μὲν οὖν καὶ ἐνταῦθα πρὸς τὸν Σαμαρείτην ἀποτείνασθαι, ἀλλὰ δέδοικα τὸν κόραν τῶν ἀκροατῶν πολλὰ λέγων. Αὐτὸς γὰρ τὴν (1200) σωματικὴν γυναῖκα τοῦ Ἀδὰμ λέγων καὶ νοῶν εἶναι μητέρα πάντων τῶν ζώντων ἐξ ἀνάγκης ἄκων καὶ μὴ βουλόμενος ζώσας ὁμολογεῖ τὰς τῶν ἀνθρώπων ψυχάς. Εἰ δὲ θνησκούσας εἴπῃ, ψεύστην παρίστησι τὸν Θεόν, οὐκέτι γὰρ εὑρίσκεται ἡ γυνὴ μήτηρ ζώντων, ἀλλὰ νεκρῶν, καθ’ ὁμοιότητα τῶν κτηνῶν. Ὅσον γὰρ κατὰ τὸν Σαμαρείτην καὶ ἡ κύων καὶ (1205) ἡ ὄνος λοιπὸν μητέρες εἰσὶ πάντων τῶν ζώντων, εἴπερ οὐδὲ μία διαφορὰ ψυχῆς ζώου καὶ ἀνθρώπου ψυχῆς. Ἀλλ’ οὗτοι τὴν ἰδίαν ὁδὸν τῆς πλάνης ὁδευέτωσαν· ἡμεῖς δὲ ἐνταῦθα τὸν λόγον διαναπαύσαντες τῷ παμβασιλεῖ Χριστῷ δόξαν ἀναπέμψωμεν νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν. @1
(1210) (12) Τοῦ αὐτοῦ ἀκολούθως λόγος δωδέκατος
I 1. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶ (1) νας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Καὶ ποῖοι οὗτοι κατάδικοι ἢ κατάκριτοι, εἰπέ μοι, οἱ ὑπὸ ἀχράντων καὶ θείων χειρῶν τοῦ παντοκράτορος Θεοῦ δίκην νυμφίου καὶ νύμφης ἐνδυόμενοι καὶ σκεπόμενοι καὶ κοσμούμενοι καὶ οἱονεὶ νυμφοστολούμενοι; Οὔτε (5) γὰρ βασιλεὺς φθαρτὸς οὐδέ τις ἄρχων εὐτελὴς καταδέξεται τοὺς ὅλως προκεκρουκότας αὐτῷ ἰδίαις χερσὶν ἐνδύσαι ποτέ, ἀλλ’ οὔτε δι’ ἑτέρων χειρῶν, μᾶλλον δὲ ὑποδύσας καὶ κολάσας καὶ γυμνοὺς διαπομπεύσας θριαμβεύσει καὶ ἐν εἰρκτῇ κατακλείσει. Οὐκοῦν τί ποτε ἡμῖν βούλονται καὶ οἱ χιτῶνες οὗτοι οἱ λεγόμενοι δερμάτινοι μυστήριον ὑπεμφαίνειν; Ὁ γὰρ (10) ὑπὸ Θεοῦ ἐνδυόμενος καὶ σκεπόμενος ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ἀλλ’ οὐ κατάδικος οὔτε κατάκριτος γνωρίζεται. Ἐκεῖνο δὲ ἐνταῦθα ἡμᾶς γενομένους διασκοπῆσαι χρή, πῶς πρὸ βραχέος διάφορα καὶ παρηλλαγμένα τοῖς δυσὶν ὁ Θεὸς ἰδίᾳ καὶ ἀνὰ μέρος τὰ νομιζόμενα ἐπιτίμια δοὺς παραυτὰ ὁμοίαν καὶ ἴσην καὶ ὁμότιμον τοῖς δυσὶ σκέπην (15) ἐχαρίσατο, ὡς ὁμοψύχοις τισὶ καὶ ὁμοζύγοις τυγχάνουσιν. Οὐ γὰρ συμφωνεῖ αὕτη ἡ συνάφεια, καὶ ἡ μὲν δυὰς ἐκείνη ἐτμήθη τῇ ἐγκλήσει τοῦ Ἀδὰμ τῇ ῥηθείσῃ αὐτῷ ὑπὸ Θεοῦ ὡς ἀκούσαντι τῆς γυναικός. Οὐ γὰρ ἦν θεμιτὸν πάλιν συνάψαι αὐτῷ ταύτην, εἴ γε ἐπίβουλος αὐτῷ γέγονε καὶ πρόξενος θανάτου καὶ κατάρας. (20)
Οὐ τοίνυν, καθά τινες οἴονται, ἐπικατάρατοι γεγόνασιν οἱ πρωτόπλαστοι, ἐπεὶ οὐκ ἂν μετὰ τὴν κατάραν, ἀλλὰ πρὸ τούτου τῆς τοιαύτης σκέπης ἀπήλαυον παρὰ Θεοῦ τῶν δερματίνων χιτώνων. Οὐχ ὅτι δὲ ἀδυνάτως εἶχεν ὁ Θεὸς καὶ χωρὶς χιτώνων τὴν πρὸς ζωὴν διαμονὴν αὐτοῖς χαρίσασθαι, ὡς καὶ τοῖς ἀγγέλοις καὶ τοῖς λοιποῖς ἐμψύχοις ζῴοις, (25) ἀλλὰ δηλοῦντος τοῦ τοιούτου ὑποδείγματος ὅτι γυμνωθέντες διὰ τῆς ἁμαρτίας ἐν ἐσχάτοις τισὶ καὶ ὑστέροις καιροῖς ἐνδυθήσονται καὶ σκεπασθήσονται ὑπὸ Θεοῦ, ὥσπερ δὴ κἀκεῖνος ὁ ἄσωτος υἱὸς ἐν τῇ ἐπιστροφῇ τὸν βασιλικὸν χιτῶνα περιεβάλλετο, ὁμοῦ τε διὰ τῆς τοιαύτης τῶν κτηνογενῶν δερμάτων ἐνδύσεως καὶ ἡ ἔνσαρκος οἰκονομία τοῦ Χριστοῦ (30) προδιετυποῦτο. Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν τῇ θνητῇ δερματίνῃ ἡμῶν φύσει, ἣν καὶ προδιέγραφε καὶ ἡ σκηνὴ τοῦ Ἀβραάμ, ἐν ᾗ ἐτέχθη ὁ υἱὸς καὶ γέλως Ἰσαὰκ ὡς τύπος τοῦ τὰ πάντα χαροποιήσαντος Χριστοῦ, μεθ’ ἣν πάλιν σκηνὴν καὶ ἡ τοῦ μαρτυρίου σκηνὴ δευτέρα οὖσα τὴν σκηνωματοφόρον ταύτην Εὕαν γυναῖκα Χριστοῦ τοῦ Ἀδὰμ ἐκκλη (35) σίαν ἐσήμανε καὶ τὴν λεγομένην Ζωήν, τὴν μητέρα τῆς ζωῆς, ζωηφόρον @1 σκηνὴν τῆς ἀκηράτου φύσεως, τὴν θεοτόκον καὶ θεοδόχον καὶ θεοτρόφον, ἀλλὰ τὸ καθ’ ἡμᾶς παρθένον καὶ ἀειπάρθενον Μαρίαν προδιέγραφεν, ἐν ᾗ ὥσπερ τινὶ σκηνῇ λογικῇ ἐν αὐθυπάρκτῳ συνδρομῇ καὶ συνόδῳ ἀκαριαίᾳ διδυμοφυῶς συνεπλάκη καὶ συνεπλάσθη καθ’ ὑπόστασιν, ἀλλ’ οὐ (40) προεπλάσθη ὁ τοῦ Θεοῦ Λόγος τὴν σκηνώδημον φύσιν. Ἐννόησον γάρ μοι ὅτι οὗτος ὁ νῦν αὐθύπαρκτος καὶ ἀμφιγενὴς σύνθετος δερματοφόρος γεγονὼς Ἀδάμ, γυμνὸς τὸ πρὶν καὶ ἄζυξ καὶ πάντῃ ἀμιγὴς καὶ ἀσύνδυος, ἔκ τινος ἀγνώστου καὶ ἀκαταλήπτου καὶ ἀσημάντου τόπου ἐπεδήμησεν, ἐν ᾧ πεποίηκεν ὁ Θεὸς διὰ Πνεύματος ἁγίου αὐτουργικῶς, ἀλλ’ οὐ (45) προστακτικῶς τὸν ἄρ<ρ>αφον τοῦτον χιτῶνα, ὃν ἐδήλου κἀκεῖνος ὁ χιτὼν ὁ ποικίλος, ὃν ἐτεκτήνατο τῷ Ἰωσὴφ ὁ πατριάρχης Ἰσραήλ.
Ὅθεν καὶ ἐπανιόντος ὅθεν ἐξῆλθε τούτου τοῦ συντεθέντος σκηνοφόρου Θεοῦ ἐν ἀνθρωπίνῃ κρυπτομένου φύσει, καὶ ἀφορῶσαι πρὸς τὸ καταπέτασμα τῆς σαρκὸς αὐτοῦ αἱ σύγχοροι αὐτοῦ οὐρανοπολίτιδες (50) δυνάμεις, θάμβει θείῳ ληφθεῖσαι τῇ καταπλήξει ἔλεγον· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ Ἀδάμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσώρ; Ταὐτόν τι [τῆς] κατὰ τὸν Ἀδὰμ τὸν γηγενῆ. Ἐδὼμ μὲν οὖν ἑρμηνεύεται παράδεισος καὶ τρυφὴ αἱματώδης, βοσὼρ δὲ σάρξ. Ἐξ αἵματος δὲ καὶ σαρκὸς συνέστη ἐκεῖνος ὁ δερμάτινος πυρίζων χιτών, ὃν πάλιν καὶ ἕτεροί (55) τινες ὁρῶντες εἰς οὐρανοὺς ἀνερχόμενον σύνθετον καὶ ἔνθεον καὶ ὁμόθεον ἐβόων Χριστῷ λέγοντες· Ἵνα τί σου τὰ ἱμάτια ἐρυθρὰ καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένα; Ὁ γὰρ τὸν δερμάτινον ἐνδυόμενος χιτῶνα εὔδηλον ὅτι κρυπτὴν μὲν ἔνδον ἔχει τὴν λογικὴν καὶ ἀθάνατον φύσιν, ὁρωμένην δὲ τὴν θνητήν. Ὁ μὲν οὖν (60) Χριστὸς Ἀδὰμ ὡς Θεὸς καὶ ἄνθρωπος ἐν ταύταις γνωρίζεται· ἡ δὲ σύζυγος αὐτοῦ ἐκκλησία ὡς αὐτὸν ἐνδυομένη σύνθετος λέγεται. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνεδυσάμεθα σύμμορφοι αὐτοῦ γενόμενοι.
II 1. Καὶ εἶπε Κύριος ὁ Θεός· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν τοῦ (65) γινώσκειν καλὸν καὶ πονηρόν.
Καὶ τίνος χάριν, εἰπέ μοι, παραυτά, ἡνίκα ἐκάλεσεν αὐτὸν μετὰ τὴν βρῶσιν κρυπτόμενον, ὁ Θεὸς εἶπεν αὐτῷ ταύτην τὴν φωνήν, εἴπερ, ὡς νομίζει ὁ Ἰουδαῖος, ὀνειδιστική ἐστι καὶ οὐ μυστική; Εἰ γὰρ ἐμπαίζων αὐτῷ ὁ Θεὸς τοῦτο εἴρηκεν ἢ ἐγκαλῶν, ἐχρῆν μᾶλλον αὐτὸν ἐν τῷ (70) ἐπιτιμίῳ τῷ πρὸς αὐτὸν τοῦτο πρὸ πάντων εἰπεῖν, εἶθ’ οὕτως τὴν ἀπόφασιν ἐπιθεῖναι. Μετὰ γὰρ τὴν φιλόστοργον ἐκείνην καὶ οἱονεὶ πατρικὴν καὶ νυμφοστολικὴν τῶν χιτώνων περιβολὴν καὶ ἔνδυσιν οὐκ @1 εἶχεν ὅλως χώραν ἢ λόγον τὸ εἰπεῖν ὅτι ἐγκαλῶν ὁ Θεὸς τῷ Ἀδὰμ τοῦτο εἴρηκε πρὸς αὐτόν, ἀλλὰ ποιήσας διὰ τοῦ χιτῶνος σύνθετον τὸν (75) πρώην ἀσύνθετον, καὶ κρύψας ἐν θνητῇ φύσει τὸν πρὶν ἄκρυπτον ἄνθρωπον, καὶ ἑνώσας αὐτῷ τὴν ξένην καὶ ἀλλογενῆ αὐτοῦ φύσιν, καὶ ὥσπερ τινὰ στήλην καὶ τύπον καὶ εἰκόνα τοῦ ἑνὸς τῆς Τριάδος Χριστοῦ κατασκευάσας καὶ διαγράψας αὐτόν, τούτου χάριν πρὸς αὐτὸν ἀποβλέπων καὶ οἱονεὶ δεικτικῶς τὸν θεῖον <πρὸς> ἐκεῖνον ἐκτείνων δάκτυλον (80) ἔφασκεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, τουτέστιν ὡς ἐν ὑστέροις καιροῖς καὶ ἐπ’ ἐσχάτων τῶν αἰώνων γενήσεται ὁ τῆς Τριάδος εἷς Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς σύνθετος, Θεὸς ὁμοῦ τε καὶ ἄνθρωπος γενόμενος, ὁμοῦ τε διὰ τῆς τοιαύτης φωνῆς εὐαγγελίζεται καὶ τῷ Ἀδὰμ ὁ Θεὸς ὅτιπερ Γεννήσθη ὡς εἷς τῆς (85) Τριάδος ἑνούμενος δι’ αὐτοῦ τῇ θεότητι, καὶ ἐν τῷ θρόνῳ τῷ Χερουβικῷ σύνθρονος ἀνερχόμενος, καὶ ἐν δεξιᾷ τῆς μεγαλωσύνης καθήμενος, καὶ ὑπὸ πάσης ἀρχῆς καὶ ἐξουσίας προσκυνούμενος καὶ δοξολογούμενος.
Πρὸς δὲ τὸν ἀντιλέγοντα καὶ φάσκοντα ὅτιπερ διὰ τὴν ἀπάτην τοῦ ὄφεως τὴν εἰποῦσαν ὅτι Ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ (90) πονηρὸν ἐπὶ πάντων καὶ ὑπαναμιμνήσκων ὁ Θεὸς ταῦτα πρὸς τὸν Ἀδάμ φησιν, ἐροῦμεν πρῶτον μὲν ὅτι ὁ ὄφις Ἔσεσθε ὡς θεοὶ εἶπε γινώσκοντες ἅπαντα πολλοὺς θεοὺς καὶ πολυθεΐαν διδάσκων, πλὴν ὅτι οὔτε ἐλάλησεν ὁ Ἀδὰμ τῷ ὄφει οὔτε ἑώρακεν αὐτὸν οὔτε ἐπλησίασεν οὔτε αὐτῷ οὔτε δὲ τῷ δένδρῳ τῆς παρακοῆς, ἀλλὰ μόνη ἡ γυνή. Καὶ εἰ ἄρα ὠνείδισε περὶ (95) τῶν ῥημάτων τοῦ ὄφεως καὶ πάντως ἐξορίσαι ἐχρῆν, τὴν γυναῖκα μᾶλλον ὀφείλει ὁ Θεὸς διὰ τοῦτο ἐξορίσαι.
Ἐνταῦθα δὲ ἐπίστησον μετὰ πολλῆς τινος καὶ θείας τῆς ἀνακρίσεως ὅτιπερ μετὰ τὴν ἔνδυσιν τούτου τοῦ χιτῶνος οὐκ ἔτι μνείαν τινὰ ποιήσει τῆς γυναικὸς μετὰ τοῦ Ἀδὰμ ὁ Θεός, ἀλλ’ ἰδίᾳ πάντα περὶ τοῦ ἀνθρώ (100) που λέγει. Φησὶ γάρ· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, ὡς ἵνα εἴπῃ· Ἰδοὺ τὸν ἐσκιαγραφήσαμεν τυπικόν τινα πρωτότυπον τοῦ δευτέρου Ἀδὰμ Χριστοῦ, καὶ νῦν οὔπω καιρός, ἵνα ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ καὶ συμμετάσχῃ τοῦ ξύλου τῆς ζωῆς, ἥτις ἐστὶν ὁ Θεὸς Λόγος, μέλλει γὰρ εἰσέτι ἡ ἄρρητος σάρκωσις, καὶ φάγῃ, (105) τουτέστιν ἐν τοῖς ἐντὸς ἑαυτοῦ τοῦτον κρύψῃ, καὶ ζήσεται οὗτος ὁ φαγὼν εἰς τὸν αἰῶνα. Ἀείζωος γάρ ἐστιν ὁ βιβρωσκόμενος καὶ μεταληπτικῆς ἀθανάτου οὐ δεῖται ζωῆς. Ὅθεν καὶ ἐνταῦθα τελείαν ἀπόδωσιν ἐποιήσαντο τοῦ ῥήματος οἱ ἑρμηνευταὶ καὶ οἱ τὰ Ἑξαπλᾶ συνταξάμενοι, @1 καὶ λοιπὸν ἀρχὴν στίχου ὡς τοῦ κεφαλαίου ὄντος ἀνακολούθου ἀπήρ (110) ξαντο λέγοντες· Καὶ ἐξαπέστειλεν αὐτόν, τουτέστι τὸν Ἀδάμ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
Οἶδα ὅτι πάνυ βεβιασμένον φαίνεται τῷ ἀκροατῇ τὸ νόημα τῶν εἰρημένων. Διὸ χρὴ ἀναλαβέσθαι πάλιν ταῦτα. Δοκοῦσί τινες ἐνταῦθα, ἐξ ὧν εἰσι καὶ Ἰουδαῖοι καὶ Σαμαρεῖται, ὅτι τοῦτον τὸν νοῦν ἔχουσι τὰ τοῦ (115) Θεοῦ ῥήματα· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, ὡς ἐνόμιζον τῶν τριῶν ὑποστάσεων, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν, μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα, ἐξαποστείλωμεν αὐτὸν ἐκ τοῦ παραδείσου τῆς τρυφῆς. Οὕτως οἱ πολλοὶ τῶν ἀνθρώπων νοοῦσι καὶ οὕτως ὑπολαμβάνουσιν, (120) ἀλλ’ οὐ κεῖται οὕτως τὸ νόημα. Τὸ δὲ ποιοῦν αὐτὸ σκοτεινὸν καὶ ἀσαφὲς ἐκεῖνό ἐστιν· ἀντὶ τοῦ εἰπεῖν· Καὶ νῦν οὔπω καιρός, ἵνα φάγῃ τοῦ ξύλου, εἶπεν ὁ συγγραφεὺς τὸ Καὶ νῦν, μήποτε.
Εἰ δὲ μὴ ταῦτα οὕτως ἔχει, ὡς εἶπον, οὐκ ἐχρῆν ὅλως ἐξορισθῆναι τὸν Ἀδάμ, ἀλλὰ τὴν γυναῖκα τὴν ἐκτείνασαν καὶ ἀποτολμήσασαν καὶ (125) λαβοῦσαν καὶ πρώτην φαγοῦσαν καὶ τῷ ἀνδρὶ μεταδοῦσαν. Μᾶλλον δὲ ἐκβάλλειν ἐχρῆν πρὸ ταύτης τὸν αἴτιον πάντων τῶν κακῶν ὄφιν. Ἐνταῦθα δὲ τοὐναντίον ὁρῶμεν γινόμενον· τοὺς δύο αἰτίους τῆς ἁμαρτίας μὴ ἐξοριζομένους, τὸν δὲ ἀναίτιον ἐκβαλλόμενον. Ὁ Ἀδὰμ γὰρ οὐκ ἠπατήθη. Οὐ γὰρ παύσομαι τῆσδε τῆς φωνῆς ὑπὲρ Χριστοῦ τοῦ (130) ἀναμαρτήτου ταύτην κηρύττων. Εἰ οὖν οὐκ ἠπατήθη, οὐδὲ ἐξορίσθη. Οὐ γὰρ γέγραπται ἐξορία, ἀλλ’ ἐξαποστολή. Ἐξαπέστειλε γάρ φησι Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι πάλιν τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Ἐξαπεστάλη γὰρ ὁ Κύριος κατὰ βουλὴν πατρῴαν ὡς ἀπὸ παραδείσου τῶν κόλπων τῶν πατρικῶν εἰς τὴν ἡμετέραν γῆν τὴν (135) ἐπώδυνον ἐργάζεσθαι τὴν ἡμῶν σωτηρίαν λέγων· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι, καὶ φυλάττειν ἡμᾶς μήποτε ἐμπαρῶμεν τῷ κέντρῳ τῆς ἀπιστίας καὶ ἁμαρτίας.
III 1. Καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς, καὶ ἔταξε τὸ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν (140) τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
Ἄκουσον, παρακαλῶ. Ἰδοὺ ἐξῆλθεν ὁ ἄνθρωπος μόνος ὁ καὶ ἔξωθεν εἰσελθὼν. Εἶτα ποῦ ὁ ὄφις; Ποῦ ἡ γυνή; Ποῦ τὰ θηρία; Οὐ γὰρ ἐξῆλθον, κἂν μυρία φιλονεικήσῃ ὁ Ἰουδαῖος καὶ ὁ Σαμαρείτης. Οὐκ ἐξῆλθεν αὐτὴ ἡ γυνὴ ἡ λεγομένη Ζωή, ἀλλ’ ἔσω ἐστὶ ζωοποιοῦσα καὶ ἠρεμοῦσα καὶ (145) τρέφουσα τὰ θηρία. Οὐκ ἐξεβλήθη οὐδὲ ἐκβάλλεταί ποτε. Ἐξεβλήθη γὰρ @1 ἡ παιδίσκη σου συναγωγή, ἵνα ἡ ἀληθὴς ἐλευθερία μείνῃ ἔσω. Οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
Καὶ ὅπως καὶ τῷ πιστῷ καὶ τῷ Ἰουδαίῳ βεβαιώσω τὸν λόγον, ἐξ ἑτέρων γυναικῶν τούτους πείσω ὅτι οὐκ ἐξεβλήθη αὕτη ἡ γυνή. Εἰσῆλθέ (150) ποτε Νῶε εἰς τὴν κιβωτὸν μετὰ τῆς ἰδίας γυναικός, καὶ ἐξερχομένου αὐτοῦ ἐξ αὐτῆς γέγραπται καὶ ἡ ἔξοδος τῆς γυναικὸς αὐτοῦ σὺν αὐτῷ. Ἐξῆλθε πάλιν Ἀβραὰμ εἰς Μεσοποταμίαν, καὶ συνεξῆλθε καὶ ἡ γυνὴ αὐτοῦ σὺν αὐτῷ. Ὡσαύτως καὶ ἐξερχομένου αὐτοῦ ἐξ Αἰγύπτου ἡ ἔξοδος Ἀβραὰμ καὶ τῆς Σάρρας ἀναγέγραπται. Ἐξῆλθέ ποτε Ἰακὼβ ἐκ τοῦ (155) οἴκου τοῦ Λάβαν, καὶ μνημονεύει ἡ γραφὴ μετὰ πολλῆς τινος τῆς ἀκριβείας σὺν αὐτῷ τὴν ἔξοδον τῆς Ῥαχιὴλ καὶ τῆς Λείας. Ἐξῆλθε καὶ Μωϋσῆς ἐκ Μαδιὰμ καὶ γέγραπται καὶ ἡ ἔξοδος τῆς γυναικὸς αὐτοῦ σὺν αὐτῷ. Καὶ ἄλλας δὲ μυρίας συνεξοδίους γυναῖκας μετὰ τῶν οἰκείων ἀνδρῶν εὑρήσεις ἐν τῇ γραφῇ. Καὶ πῶς, εἰπέ μοι, αὐτὴ πρώτη καὶ μόνη (160) ἀρχὴ καὶ ῥίζα καὶ κεφαλὴ καὶ ζωὴ καὶ βασίλισσα καὶ μήτηρ πάντων τῶν ζώντων οὖσα οὐ συνεξῆλθε τῷ ἀνδρὶ ἐκ τοῦ παραδείσου, οὔτε τὰ θηρία ἐκεῖνα καὶ τὰ κτήνη, ἅπερ ὁ Θεὸς δι’ ἑαυτοῦ πρὸς τὸν Ἀδὰμ εἰσήγαγεν ἰδεῖν τί καλέσει αὐτά; Εἰ γὰρ ἐξῆλθεν, οὐκ ἂν ἐσιωπᾶτο ἐν τῇ θείᾳ γραφῇ ἡ ἔξοδος αὐτῶν, ἀλλ’ ὥσπερ διηγήσατο τὴν εἴσοδον, οὕτως ἤμελλεν (165) εἰπεῖν ἡμῖν καὶ ὁπότε καὶ μετὰ τίνος ἐξῆλθε.
Καὶ ἐπειδὴ περὶ ξένων καὶ παραδόξων πραγμάτων ὁ λόγος ἐστίν, ἐξ ἑτέρων τῶν ἐν τῇ γραφῇ ἐγκειμένων ἐλέγχω πάλιν τὸν Ἰουδαῖον ὅτι οὐκ ἐξῆλθον τὰ θηρία ταῦτα. Εἰσῆλθον σὺν τῷ Νῶε, πάλιν λέγει, πρὸ τοῦ κατακλυσμοῦ ἐν τῇ κιβωτῷ τὰ θηρία καὶ τὰ κτήνη. Καὶ γέγραπται (170) καὶ ἡ ἔξοδος αὐτῶν σὺν αὐτῷ, καὶ ὁ ἀριθμὸς ἐτέθη μετὰ πολλῆς τῆς ἀκριβείας. Ὁμοίως καὶ τὴν ἔξοδον τῶν κτηνῶν τοῦ Ἀβραὰμ καὶ τοῦ Λὼτ καὶ μάλιστα τὴν τοῦ Ἰακὼβ διηγεῖται ἡμῖν ἡ θεία γραφὴ τὴν ἐκ Μεσοποταμίας γενομένην, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἄμετρον πληθὺν τῶν ζῴων τῶν σὺν τῷ Ἰσραὴλ ἐξ Αἰγύπτου ἐξελθόντων. Καὶ πῶς (175) λοιπόν, εἰπέ μοι, τούτων τῶν θεοπλάστων θηρίων καὶ ζῴων τῶν οὐ κατὰ πρόσταξιν ὡς τὰ λοιπὰ ζῷα γεγονότων, ἀλλ’ αὐτοχείρως ὑπὸ Θεοῦ κτισθέντων, ἡ μὲν ἐν παραδείσῳ εἴσοδος γέγραπται, ἡ δὲ ἔξοδος αὐτῶν ὅλως οὐκ ἐμφέρεται;
Φοβερὰ καὶ παράδοξα πράγματα, εἰ ἡ ἀσπὶς καὶ ὁ ὄφις καὶ ἡ ἔχις (180) καὶ ὁ δράκων καὶ ὁ σκορπίος μετὰ τῆς ποτε πλανηθείσης γυναικὸς τοῦ ξύλου τῆς ζωῆς ἀπολαύουσι, καὶ οὐκ ἐξόρισεν αὐτὰ ὁ Θεὸς ἐκ τοῦ παραδείσου, οὐκ ἐκώλυσεν, οὐκ ἐπέτρεψεν αὐτοῖς μὴ προσεγγίσαι τῷ ξύλῳ τῆς ζωῆς, οὐκ εἴρηκε περὶ αὐτῶν ἢ τῆς γυναικὸς ὅτι Μήποτε ἐκτείνωσι τὴν χεῖρα καὶ λάβωσι καὶ φάγωσι τοῦ ξύλου τῆς ζωῆς καὶ @1 (185) ζήσονται εἰς τὸν αἰῶνα, καὶ πῶς, εἰπέ μοι, τὸν ἄνθρωπον, ὃν κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πεποίηκε καὶ τῷ θείῳ αὐτοῦ ἐψύχωσεν ἐμφυσήματι, οὕτω πως ὑπὲρ τὸν ὄφιν καὶ τὴν γυναῖκα τοὺς αἰτίους τῆς ἁμαρτίας ἤμελλε κατακρῖναι καὶ ἐξορίᾳ ἀσυγχωρήτῳ αὐτὸν μόνον ὑπὲρ πάντα τὰ θηρία τὰ ἐναπομείναντα ἐν παραδείσῳ καταδικάσαι; Φησὶ γὰρ ὅτι (190) Ἐξαπέστειλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τῆς τρυφῆς τοῦ παραδείσου, καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Ὄλωλεν οὖν ἄνθρωπος μονώτατος, εἴ γε ὑπὲρ τοὺς θῆρας κατεδικάσθη. Ἐδυστύχησαν δὲ καὶ τὰ Χερουβὶμ τῶν θηρῶν καὶ κτηνῶν (195) καὶ ἑρπετῶν μετὰ πάσης ἀδείας τοῦ παραδείσου ἀπολαυόντων, αὐτὰ δ’ ἐκ τοῦ Χερουβικοῦ θρόνου καὶ τῆς προσωπικῆς δουλείας καὶ παρουσίας καὶ ἀπολαύσεως τῆς ἀϊδίου δόξης θυρωροὶ καὶ συκοφύλακες κηπωρικῆς γεηρᾶς θηροτροφίας εἶναι ταγέντα, καὶ καταδικασθέντα τὸν κατάκριτον ὄφιν καὶ τὴν γυναῖκα δουλικῶς πυλωρεῖν ἠτιμώθησαν. (200)
Ἀλλ’ ἄπαγε τῆς τῶν ῥημάτων τούτων ἀτοπίας. Ἐπιστὰς ὁ θειότατος εἶπέ μοι Παῦλος αὐστηρῶς ἐμβριμώμενος, εἰς ἐμὲ ἀποβλέψας· Τὸ μυστήριον τούτων τῶν θεωρημάτων μέγα ἐστίν, ἐγὼ δέ σοι λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. Καὶ ταῦτα νόει κατὰ τόνδε τὸν τρόπον. Ἡ μὲν γὰρ γυνὴ ὡς ἐκ τοῦ ἀνδρὸς προελθοῦσα πρὸς τὸν οἰκεῖον γεννήτο (205) ρα τὴν ἀποστροφὴν ἔσχεν, ὁ δὲ ἀνὴρ ὁ ἐκ Πατρὸς προελθὼν πρὸς τὸν ἴδιον Πατέρα τὴν ἀνάλυσιν ἀπὸ γῆς ἐποιήσατο, ἕκαστος αὐτῶν πρὸς τὴν ἰδίαν συγγένειαν ἐπανελθὼν καὶ τὴν πατρίδα. Ἡ μὲν γὰρ σαρκογενὴς καὶ παραδεισογενὴς ἐν τῷ ἰδίῳ χωρίῳ καὶ κήπῳ μεμένηκεν, ὁ δὲ θεογενὴς καὶ οὐρανοπολίτης Ἀδὰμ Χριστὸς εἰσῆλθε μὲν γυμνὸς Θεὸς ἐν (210) παραδείσῳ καὶ βίῳ τῷ ἐνθάδε καὶ ἐξέστη ἀτρέπτως τὴν σωτήριον αὐτοῦ ἔκστασιν, δι’ ἧς τὴν οἰκείαν σύμβιον ἐκκλησίαν τέτοκε, καὶ προσεκολλήθη ταύτῃ σαρκωθεὶς ὑποστρεψάσῃ πρὸς αὐτὸν καλῶς, καὶ ἀνεδέξατο πάντα τὰ αὐτῆς, τὴν βρῶσιν, τὴν φυγήν, τὸν φόβον, τὴν ὕβριν, τὴν κατάραν (γενόμενος κατάραν ὡς κρεμασθεὶς ἐπὶ ξύλου), τὴν (215) γύμνωσιν, τὴν κατάκρυψιν, ἣν ἐν τῷ ᾅδῃ ἐκρύβη μετὰ τοῦ ξύλου τοῦ σταυροῦ. Διὸ καὶ καλέσας αὐτὸν ὁ Θεὸς ἐκ τῆς κατακρύψεως ἐκείνης ἐξήγαγε καὶ ἀνέστησεν ἐπαμφιασθέντα τὴν ἀφθαρσίαν ἐπὶ τοῦ περιζώματος ἐκείνου τοῦ φθαρτοῦ, τοῦ ἐκ σπέρματος Δαυὶδ ὄντος τὸ κατὰ σάρκα, χοϊκοῦ καὶ χορτογενοῦς σαρκίου, χιτῶνα ἄραφον περιθεμένου, @1 (220) ἄφθαρτον, στερρόν, θεότευκτον, ἐκ τοῦ ἄνωθεν Θεοῦ ὑφαντόν, ἀθάνατον, μεταποιηθέντα αὐτῷ εἰς ἀδιάλυτον ὑπὲρ τὸν πρότερον, ὃ δ’ ἦν ὃ ἐκ Μαρίας τῆς θεοτόκου ἐνεδύσατο σῶμα αὐτοῦ μετασκευάσας καὶ στερρώσας. Διὸ μετὰ τὴν ἔνδυσιν τοῦ θείου χιτῶνος τῆς ἀφθαρσίας, ἐπεὶ ἀδύνατον ἦν ἐγχρονίζειν αὐτὸν ἐν τῷ φθαρτῷ βίῳ, ἔλαβεν αὐτὸν (225) ἐνδεδυμένον τὸν εἰσελθόντα ἐν τῷ παραδείσῳ τῆς ἐκκλησίας γυμνὸν Θεὸν καὶ ἀσώματον, καὶ κατῴκισεν αὐτὸν Κύριος ὁ Θεὸς ἐν οὐρανοῖς ἀπέναντι τῆς τρυφῆς τοῦ παραδείσου τῆς ἐκκλησίας (κατέναντι γὰρ τῆς γῆς ὑπάρχει ὁ οὐρανὸς) ἐργάζεσθαι αὐτὸν τὴν γῆν, ἐξ ἧς ἐλήφθη καὶ ἀνελήφθη, τουτέστι τὸ ἀνθρώπινον γένος συντηρεῖν τῇ αὐτοῦ κηδεμονίᾳ κακοῦ (230) παντοίου ἀνέπαφον.
Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
Χερουβὶμ ἑρμηνεύεται πλῆθος γνώσεως, γνῶσις δέ ἐστιν ἀληθὴς ἡ εἰς Θεὸν ἡμῶν τῶν πιστῶν εὐσεβὴς πίστις, ἥντινα ἔταξε καὶ ὥρισεν ὁ Θεὸς (235) φυλάττειν ἀπλανῆ, ἤτοι τὴν πάροδον καὶ τὴν ἐν τῷδε τῷ βίῳ ἡμῶν ὁδόν. Ξύλον δὲ νόησον ὅλον τὸν λαὸν τοῦ Χριστοῦ, ζωὴν δὲ τὴν ἐκκλησίαν. Αὕτη γάρ ἐστιν ἣν ἐκάλεσε Ζωὴν ὡς μητέρα οὖσαν πάντων τῶν ἐν Θεῷ ζώντων, ἣν εἰς τὸν αἰῶνα φυλάττουσιν ἐκ τοῦ ὄφεως τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ καὶ ἡ φλογίνη ῥομφαία, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ. Ὁ (240) γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί. Στρεφομένην δὲ αὐτὴν λέγει ὡς περιφρουροῦσαν τὴν ἐκκλησίαν κύκλῳ, καὶ πάλιν ὡς στρεφόμενον τὸν Θεὸν Λόγον ἀπ’ οὐρανοῦ πρὸς τὴν ἀποστραφεῖσαν αὐτὸν ἐκκλησίαν. Ζῶν γάρ ἐστιν ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς ὑπάρχει καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὥς φησι Παῦλος. Ὥσπερ γὰρ ὁ Υἱὸς (245) ὁδὸς ἡμῖν ἐστι πρὸς τὸν Πατέρα λέγων· Ἐγώ εἰμι ἡ ὁδός, οὕτως καὶ ἡ ἐκκλησία ὁδὸς ζωῆς ἡμῖν ἐστι πρὸς τὸν Υἱὸν λέγοντα· Ἐγώ εἰμι ἡ ζωή.
IV 1. Λείπεται τοίνυν τῷ λόγῳ λοιπὸν πρὸς τὸ πέρας τοῦ δρόμου ἐπειγομένῳ δεῖξαι ὅτιπερ οὐ περὶ σωματικῆς ζωῆς λέγεται ὑπὸ Θεοῦ περὶ τοῦ ἀνθρώπου τό· Μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα, ἀλλὰ περὶ πνευματικῆς τινος (265) βρώσεως καὶ ζωῆς ἀναστέλλει αὐτὸν τότε, ὡς μήπω χωροῦν<τος> αὐτοῦ ταύτας, δι’ ἣν ἤμελλεν εἰδωλολατρίαν ὑπομένειν ἐν τῇ τῆς εἰδωλολατρίας πλάνῃ. Τί γὰρ μέγα, εἰπέ μοι, καὶ ἐξαίρετον ἦν τὸ ἀθάνατον αὐτὸν κατὰ σάρκα διαμεῖναι κατὰ τὴν τῶν δαιμόνων ἀθανασίαν ἐν ἀσεβείᾳ ζῶντα; Μᾶλλον δὲ ὀλεθριώτερον αὐτῷ τὸ πρᾶγμα ηὑρίσκετο μὴ (270) παυσαμένῳ τῆς ἁμαρτίας, καὶ διὰ τοῦτο μειζόνως κολαζομένῳ. Οὐκοῦν, ὥσπερ ἐκεῖ ἀπεδείξαμεν ὅτι οὐ περὶ σωματικοῦ θανάτου εἶπεν ὁ Θεός· Ἧι δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, καὶ τὸ πάλιν εἰπεῖν· Ἐν λύπαις τέξῃ τέκνα, οὕτω καὶ ἐνταῦθα χρὴ νοεῖν καὶ εἰπεῖν τῇ ἐκκλησίᾳ ποία βρῶσίς ἐστιν αὕτη, ἐξ ἧς ὁ μεταλαμβάνων ζήσεται εἰς τὸν (275) αἰῶνα.
Οἶδα ὅτι πάντες οἱ ἀκούσαντες τοῦ λεχθέντος ῥήματος εὐθέως εἰς τὴν τῶν μυστηρίων τοῦ σώματος τοῦ Χριστοῦ μετάληψιν τοῦτο νενοήκατε. Τί οὖν, εἰπέ μοι; Πάντες οἱ ἐν τῇ ἐκκλησίᾳ μεταλαμβάνοντες ἔχουσι ζωὴν αἰώνιον, καὶ οὐδεὶς τούτων ἀπελεύσεται εἰς κόλασιν (280) αἰώνιον; Καὶ πῶς ἐκεῖ τοὺς Κορινθίους μεταλαμβάνοντας τῶν μυστηρίων εὐθέως ἀπ’ ἐντεῦθεν ἤδη εὐθὺς θανατοῖ ἡ μετάληψις; Ἀλλὰ καλὸν ἦν, ἵνα μὴ ἐγεννήθη καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἐξ αὐτῶν τῶν ἀχράντων χειρῶν τοῦ Χριστοῦ μεταλαβὼν Ἰούδας. Πόσοι δὲ πάλιν ἐν ἐρήμοις ἀπεχόμενοι τῆς τοῦ ἁγίου ἄρτου μεταλήψεως ἔχουσι ζωὴν αἰώνιον καὶ (285) εἰς κρίσιν οὐκ ἔρχονται; Ἀλλὰ μεταβεβήκασιν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν αὐτοὶ ὅλοι δι’ ὅλου ἄρτος Θεοῦ καὶ σῶμα γενόμενοι καὶ αἷμα καὶ οἶκος καὶ ναὸς καὶ θυσιαστήριον καὶ ὁλοκαύτωσις καὶ προσφορὰ καὶ χριστοὶ καὶ θεοὶ τῇ θεώσει καὶ σύσσωμοι καὶ σύμμορφοι τῆς δόξης τῆς εἰκόνος τοῦ Θεοῦ καὶ μετάληψις ἁγία ὡς μεταληφθέντες ὑπὸ Θεοῦ καὶ (290) μεταλαμβάνοντες ἐν ἑαυτοῖς καὶ οἰκίσαντες τὸν Θεόν, ὥστε πρόδηλον ὅτι οὐχ ἡ τοῦ ἄρτου μετάληψις μόνη ἐστὶν ἡ βρῶσις, ἐξ ἧς φαγῶν τις ἔχει ζωὴν ψυχῆς τὴν αἰώνιον. Τὴν γὰρ τῶν σωμάτων αἰώνιον ζωὴν πάντες μετὰ τὴν ἀνάστασιν ὁμοίως ἔχομεν οἱ πιστοί τε καὶ ἄπιστοι. @1
Δύο τοίνυν ὑπῆρχον βρώσεις ἐν τῷ παραδείσῳ θεόσδοτοι, ἐξ ὧν (295) ἐβούλετο ὁ Θεὸς μεταλαμβάνειν τὸν ἄνθρωπον· μία μέν, ὡς ἂν εἴπῃ τις, καθολική, ἐξ ἧς φαγὼν οὐ πάντως ἕξει τὴν αἰώνιον ζωὴν (αὕτη δὲ ἦν ἐκείνη, περὶ ἧς εἴρηται τὸ Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ), ἑτέρα δὲ καὶ πνευματικωτέρα τοῦ ξύλου τῆς ζωῆς, ἐξ ἧς πᾶς ὁ ἐσθίων ζήσεται εἰς τὸν αἰῶνα τὴν μακαρίαν ζωὴν τὴν αἰώνιον. Τίς οὖν (300) ἐστιν ἡ βρῶσις ἡ ἐν τῇ ἐκκλησίᾳ, ἄκουσον αὐτοῦ τοῦ ζῶντος ἄρτου ζωῆς Χριστοῦ ταύτην ἡμᾶς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ διηγοῦντος καὶ λέγοντος· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Εἶτα διαπορησάντων τῶν ἀκουσάντων τὸ ποία ἐστὶν ἡ βρῶσις, ἣν λέγει πρὸς αὐτούς, φησὶν ὅτι Ὁ Πατήρ μου (305) δίδωσιν ὑμῖν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθανεῖται. (310)
Εἰπὼν δέ· Ὁ καταβαίνων δείκνυσι τὸν ἄρτον τοῦτον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα διηνεκῶς, ἵνα γὰρ μὴ νομίσῃς ὅτι περὶ τοῦ σώματος αὐτοῦ λέγει καὶ δόξῃς ἐν ἑαυτῷ ὅτι πᾶς ὁ μετέχων αὐτοῦ, οἷος δ’ ἂν καὶ ἔσται πονηρός, ἔχει διὰ τῆς μεταλήψεως ζωὴν τὴν αἰώνιον, ἀπαλλάττει σε τῆς τοιαύτης ἐννοίας καὶ δείκνυσί σοι ὅτι διττῶς μετέ (315) χομεν τῶν μυστηρίων. Οἱ μὲν ἄξιοι ἐκείνου ἀπολαύουσι τοῦ ἄρτου τοῦ καταβαίνοντος ἀεὶ ἐκ τοῦ οὐρανοῦ, τουτέστι τῆς ἐνοικήσεως καὶ ἐλλάμψεως τοῦ παναγίου Πνεύματος τῆς θεότητος τοῦ Χριστοῦ, ὡς τὰ θεῖα καὶ οὐράνια φρονοῦντες. Οἱ δὲ γήινοι καὶ τὰ γήινα φρονοῦντες τῆς γηγενοῦς καὶ μόνης σαρκὸς τοῦ Χριστοῦ μεταλαμβάνουσι τολμηρῶς (320) καὶ ἀναξίως, ἄλλη γὰρ αὐτὴ παρὰ τὴν μετάληψιν ἐκείνην. Ὅθεν διδάσκει ἡμᾶς ἀμφοτέρας. Μετὰ τὸ εἰπεῖν ὅτι Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, τουτέστιν ὁ Θεὸς Λόγος, καὶ Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, ἐπάγει λέγων· Καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω αὐτῷ, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου (325) ζωῆς. Ἀκούεις περὶ διαφορᾶς βρώσεως ἐκ τοῦ ἄρτου τοῦ ἐξ οὐρανοῦ καταβαίνοντος. Τοὺς ἐσθίοντας εἶπεν ἔχειν ζωὴν αἰώνιον· ἐπὶ δὲ τῆς σαρκὸς οὐ τέθεικε τοῦτο.
Ὅθεν καὶ περὶ φρικτῶν καὶ ἀπορρήτων μυστηρίων λαλῶν, ὅρα πῶς τοὺς αὐτοὺς πολλάκις ἄνω καὶ κάτω ἀναλαμβάνεται λόγους. (330) Μαινομένων γὰρ πάλιν πρὸς ἀλλήλους τῶν Ἰουδαίων ἐπὶ τῇ ἀπειρίᾳ καὶ @1 ἀκαταληψίᾳ τῶν λεγομένων λέγει ἀκολούθως πρὸς αὐτούς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν (καὶ δὶς λέγω τό· Ἀμήν, ἵνα γνῶτε ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ἀλλ’ εἰς τὸν αἰῶνα ἑδραῖοι διαμενοῦσιν), ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα (335) τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε τὸ αἷμα αὐτοῦ, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Αὐτὸς γάρ ἐστιν, ὡς πολλάκις εἶπον, τὸ ξύλον τῆς ζωῆς τὸ ζωοποιόν. Εἰ δὲ οὐ πιστεύεις, ἄκουσον τοῦ ἐπαγομένου. Λέγει γὰρ ἀκολούθως ὁ Θεὸς Λόγος· Ὁ τρώ (340) γων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. Οὐ περὶ τῆς ὁρωμένης αὐτοῦ σαρκὸς καὶ αἵματος λέγει. Μετέλαβε γὰρ καὶ Ἰούδας καὶ Σίμων ὁ Μάγος τοῦ σώματος καὶ τοῦ αἵματος τῆς εὐχαριστίας τοῦ ἄρτου καὶ τοῦ ποτηρίου, ἀλλ’ οὐ κατῴκησεν οὐδὲ μεμένηκεν ἐν αὐτοῖς ὁ Χριστός, οὐδὲ αὐτοὶ ἐν αὐτῷ. (345)
Τίς δέ ἐστιν ἡ ἀληθὴς βρῶσις τῆς μυστικῆς σαρκὸς τοῦ Χριστοῦ καὶ τί τὸ ἐν αὐτῇ κρυπτόμενον ἀπόρρητον αἷμα αὐτοῦ, καταλιμπάνω μὲν τοῖς ἱκανωτέροις καὶ γνωστικωτέροις, οἷς χρὴ μεταδιδοῦσι. Ταῦτα ἡμῖν εἴρηται εἰς τὸ σαφέστερον βεβαιῶσαι τὸν ἀκροατὴν ὅτι τὸ μὲν ξύλον τὸ λεγόμενον τῆς ζωῆς οὐδὲν ἕτερον ἦν ἀλλ’ ἢ ἡ τοῦ Θεοῦ μετάληψίς τε καὶ (350) ἕνωσις ἐν τῷ ἀνθρώπῳ τῷ μεταλαμβάνοντι αὐτοῦ, τὸ δὲ ἕτερον ξύλον τὸ τοῦ θανάτου ποιητικὸν ἡ ἀντικειμένη δύναμις τοῦ ὄφεως ὑπάρχει. Σὺ δέ, ὅταν ἀκούσῃς ὅτι ἔνδον ἐν τῷ παραδείσῳ καὶ μόνον ἐστὶ τὸ ξύλον τῆς ζωῆς ὁ Θεός, καὶ ὅτι ἔνδον σὺν αὐτῷ ἔμεινεν ἡ γυνὴ αὐτοῦ ἡ λεγομένη Ζωή, γνῶθι ἀκριβῶς ὅτιπερ οὐκ ἔστιν ἐκτὸς τῆς ἐκκλησίας ἑτέρα τις (355) πίστις μεταλαμβάνουσα τοῦ Θεοῦ καὶ τῆς βρώσεως αὐτοῦ, καὶ ὅτι ὁ μὴ ἐκ ταύτης τρώγων καὶ πίνων, ὡς ὁ Λόγος φησίν, οὐκ ἔχει ζωὴν αἰώνιον, καὶ ὅτι οὐδαμοῦ ἐστιν ἡ ζωὴ καὶ ἡ ζῶσα πίστις, εἰ μὴ ἔσω, ὅπου τὰ ζῷα ἐναπέμειναν καὶ ἡ γυνὴ ἡ Ζωὴ σὺν αὐτοῖς πλησίον τοῦ ξύλου τοῦ ζῶντος τῆς ζωῆς, περὶ ἧς γυναικὸς καὶ γέγραπται πάλιν· Ἀδὰμ δὲ ἔγνω Εὕαν (360) τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, οὐ διὰ τοῦ ὄφεως, οὐ διὰ τοῦ ξύλου, οὐ διὰ τῆς βρώσεως, οὐ διὰ τῆς παρακοῆς, οὐ διὰ τῆς κατάρας, οὐδὲ διὰ τῆς ἄλλης τῆς οἱασοῦν εὐλόγου ἢ ἀλόγου προφάσεως καὶ ὁμοίας πράξεως, ἀλλ’ Ἐκτησάμην ἄνθρωπον ἐγὼ ἡ ζωὴ ἡ ἐκκλησία διὰ τοῦ Θεοῦ, τουτέστι (365) Χριστοῦ. Ὅθεν οἱ ἄλλοι τῶν ἑρμηνευτῶν οἱ περὶ τὸν Σύμμαχον θαυμασίως ἐκδεδώκασι τὴν τοιαύτην φωνήν. Ἀντὶ γὰρ τοῦ εἰπεῖν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ὁ μὲν εἶπεν· Ἐκτησάμην ἄνθρωπον σὺν Κυρίῳ, @1 τουτέστιν ἄνθρωπον ἡνωμένον τῷ Κυρίῳ, Θεὸν ὄντα ὁμοῦ τὸν αὐτὸν καὶ ἄνθρωπον. Ὁ δὲ ἕτερος πάλιν τῶν ἑρμηνευτῶν Ἐκτησάμην ἄνθρω (370) πον Κύριον ἔγραψεν, ἵνα εἴπῃς ἄνθρωπον Θεόν, καθὰ καὶ Θωμᾶς εἶπε πρὸς αὐτόν· Ὁ Κύριός μου καὶ ὁ Θεός μου.
V 1. Εὐλογημένη λοιπὸν σὺ ἐν γυναιξί, μόνη ζωὴ καὶ ζωοτόκος μήτηρ τῶν πιστῶν, πολύφωτε μήτηρ Χριστοῦ ἐκκλησία, ἡ σύζυγος τοῦ πνευματικοῦ Ἀδὰμ τοῦ Θεοῦ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, (375) ὁ λαὸς τῶν ζῴων ἐθνῶν. Σὺ γὰρ καὶ μόνη ἐκτήσω ἄνθρωπον ἄσπορον διὰ τοῦ Θεοῦ Λόγου, ὑποστάντα δι’ ἑαυτοῦ, ἡνίκα ἔγνω σὲ τὴν γυναῖκα αὐτοῦ, ἣν τὸ πρὶν οὐκ ἔγνω ὡς ἀγνοοῦσαν καὶ οὔπω ἐπιστρέφουσαν πρὸς αὐτόν. Σὺ πλευρὰ καὶ μέρος καὶ μέλος τοῦ Ἀδὰμ Θεοῦ τῶν λοιπῶν πασῶν πίστεων ξένων αὐτοῦ καὶ ἀλλοτρίων καὶ ἀλλοφύλων οὐσῶν. Σὲ (380) ᾠκοδόμησεν εἰς ἑαυτοῦ οἶκον καὶ γυναῖκα τῶν λοιπῶν γυναικῶν τῶν ἐκκλησιῶν τῶν ἐν κόσμῳ, τῶν μὴ τοιούτων καταλελειμμένων, μεινασῶν τῇ πλάνῃ. Σὺ καὶ μόνη ὀστοῦν ἐκ τῶν ὀστέων τῆς στερρᾶς θεότητος αὐτοῦ καὶ σὰρξ ἐκ τῆς σαρκὸς τῆς ἀνθρωπότητος αὐτοῦ, ἐν ᾗ ἔκρυψε τὴν θεότητα αὐτοῦ ἀσύντριπτον, τὸ ὀστοῦν γὰρ αὐτοῦ οὐ συντριβήσεται. (385) Σὺ καὶ μόνη ἐκ τοῦ ἀνδρός σου ἐλήφθης καὶ συνέλαβες καὶ ἔτεκες ἐκ αὐτοῦ, καὶ ἄλλη οὐδὲ μία, ὡς τῶν λοιπῶν πίστεων ἐκ τοῦ ἀνδρὸς αὐτῶν ὄφεως συλλαμβανουσῶν καὶ τικτουσῶν. Σοῦ ἐρασθεὶς ὁ σὸς ἐραστὴς Ἰησοῦς κατέλιπε τὸν φιλοπόλεμον λαὸν Ἰουδαίων καὶ τὴν μοιχαλίδα μητέρα αὐτοῦ συναγωγὴν καὶ προσεκολλήθη πρὸς σὲ τὴν πανάφθορον γυναῖκα (390) αὐτοῦ, καὶ γεγόνατε οἱ δύο εἰς σάρκα μίαν, εἰς ψυχὴν μίαν, εἰς καρδίαν μίαν, εἰς ἓν σῶμα, εἰς ἓν ἅγιον Πνεῦμα, εἰς ἕνα Χριστόν, εἰς μίαν πίστιν, εἰς ἓν βάπτισμα, εἰς ἕνα λαόν, εἰς μίαν ποίμνην, εἰς ἕνα ποιμένα, τῶν λοιπῶν πασῶν ἀγελῶν καὶ λαῶν πολλοὺς ποιμένας καὶ πλάνους ἐχόντων. Σὲ ἤγαγεν ὁ Θεὸς ὡς ὡραίαν πρὸς τὸν υἱὸν αὐτοῦ εἰς γυναῖκα, τῶν λοιπῶν (395) πασῶν γυναικῶν ὡς πορνάδων καὶ μοιχαλίδων ἔξω ῥεμβομένων καὶ μολυνομένων. Σοὶ καὶ μόνῃ εὐηγγελίσατο λέγων ὅτι Πρὸς τὸν ἄνδρα σου Χριστὸν ἔσται ἡ ἀποστροφή σου, ὡς τῶν λοιπῶν συναγωγῶν μὴ ἐπιστρεφουσῶν ποτε πρὸς Θεόν.
Διὸ εὐλογημένη πάλιν λέγω σὺ ἐν γυναιξί, σὺ μόνη, ὦ πολυστέφανε (400) καὶ πολύτεκνε καὶ πολύφωτε Θεοῦ ἐκκλησία Χριστοῦ. Σὺ μόνη εὐλογημένη ἐν γυναιξὶ καὶ ἄλλη οὐδὲ μία, ὅτι σὺ μόνη ὑπὸ Κυρίου τῶν κυρίων ἐκυριεύθης, πάντων τῶν ἄλλων λαῶν ὑπὸ τοῦ δράκοντος κυριευομένων. @1 Σὺ εἶ ἐχθρὰ καὶ μαχητὴς ἀκαταγώνιστος καὶ ἀναιρέτης τοῦ ὄφεως, πασῶν τῶν ἄλλων πίστεων φίλων καὶ ἰδίων καὶ ἀγαπητῶν αὐτῷ (405) οὐσῶν. Σὲ καὶ μόνην Ζωὴν ζωηφόρον, μητέρα πάντων ἡμῶν τῶν διὰ σοῦ ζώντων ὀνόμασεν, ὡς τῶν ἄλλων πίστεων νεκρῶν τεθανατωμένων τῇ ἁμαρτίᾳ οὐσῶν. Σὲ καὶ μόνην ἐνέδυσε καὶ ἐκόσμησεν ὡς οἰκείαν νύμφην, τὰς δὲ λοιπὰς ῥεμβάδας συναγωγὰς γυμνὰς καὶ ἀπερικαλύπτους καὶ ἀσχήμους τῆς οὐρανίου σκέπης κατέλιπε μὴ προσφυγούσας ὑπὸ (410) τὴν σκέπην τῶν πτερύγων σοῦ.
Καὶ μόνης, ὦ πανάφθορε, τὸ θεόσπορον τοῦ Λόγου σπέρμα, ἀντίδικον καὶ ἀναιρετικὸν τοῦ ὀφιογενοῦς σπέρματος τοῦ δράκοντος, ὑπάρχει, ἐξ οὗ συλλαβοῦσαι αἱ λοιπαὶ πίστεις τίκτουσιν ὄφεις καὶ ἀσπίδας καὶ σκορπίους λαοὺς πικρούς, ὡς γεννήματα ὄντες ἐχιδνῶν. Σὺ καὶ (415) μόνη τηρεῖς καὶ ἀποτηρεῖς καὶ συνθάπτεις καὶ θανατοῖς τὴν κεφαλὴν τοῦ πολυκεφάλου δράκοντος ἐπὶ τοῦ ὕδατος τοῦ βαπτίσματος αὐτὸν ἀποπνίγουσα καὶ ἀπολλῦσα. Σὲ γὰρ ὁ σὸς ἀνὴρ μόνην κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ πεποίηκε σύμμορφον τῆς δόξης τοῦ Θεοῦ, ὡς τῶν ἄλλων πασῶν συναγωγῶν συμμόρφων οὐσῶν τῆς εἰκόνος τοῦ ἐχθροῦ. (420) Σὲ μόνην σὺν τῷ σῷ συνεύνῳ εὐλόγησε τοῦ αὐξάνεσθαι καὶ πληρῶσαι τέκνων τὴν γῆν, τὰς δὲ ἀστείας τῇ φύσει ἑταιρίδας ἀνευλογήτους κατέλιπε.
Σὲ Χριστὸς πασῶν δέσποιναν καὶ ἄρχουσαν καὶ τύραννον καὶ βασιλίδα τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁγίων ἀγγέλων καὶ τῶν θηρίων (425) τῆς γῆς τῶν ἐθνῶν καὶ τῶν ἰχθύων τῶν πάντῃ ἀλόγων κατέστησε, καὶ ὑποχειρίους ἀνδραπόδεις τὰς ἀπίστους πίστεις καθυπέταξε. Σοὶ καὶ μόνῃ τὴν ἀκήρατον καὶ ἄρρευστον ἀπόλαυσιν ἐχαρίσατο τῆς τρυφῆς καὶ τοῦ ξύλου τῆς ζωῆς, τῶν ἄλλων γυναικῶν οἰμωττουσῶν ὡς κυνῶν καὶ ἀγεύστων τοῦ οὐρανίου ἄρτου ὑπαρχουσῶν. Σὺ ἐργάζῃ μόνη καὶ (430) φυλάττεις καλῶς τὸν σὸν παράδεισον τοῦ σοῦ ἀμπελῶνος πόρρω διώκουσα τοὺς λύκους καὶ ἀλώπεκας, τοὺς ἀφανίζοντας ὡς ἀφυλάκτους τὰς ἀνεργάστους καὶ καρποζιζανηφόρους ἀρούρας τῶν κακοπίστων.
Ὢ τοῦ θαύματος. Σὺ μόνη γέγονας βοηθὸς τῷ ἀνθρώπῳ, τῷ βοηθῷ καὶ σκεπαστῇ σου Θεῷ, κοπιῶσα, διδάσκουσα, κηρύττουσα, @1 (435) φωτίζουσα, ἐπιστρέφουσα, καλοῦσα πρὸς αὐτὸν ὡς πρὸς φῶς τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους, ἀναγεννῶσα καὶ γεννῶσα καὶ τρέφουσα τῷ ἄρτῳ καὶ ποτίζουσα τῷ ποτηρίῳ καὶ αὔξουσα καὶ καρποφοροῦσα καὶ ἐγκεντρίζουσα καὶ φυτεύουσα καὶ ὁσημέραι τοὺς σοὺς κήπους καὶ παραδείσους καὶ σὰς ἀγέλας τέκνα. Διὸ δὴ ὡς τοιαύτῃ (440) φιλεργῷ καὶ οἰκουρῷ καὶ φιλάνδρῳ καὶ φιλοστόργῳ καὶ ἀνδρείᾳ καὶ βοηθῷ καὶ ὁπλίτιδι καὶ μαχήτιδι ὑπαρχούσῃ, καὶ ἀεὶ ἑτοίμως τε καὶ προθύμως τὴν ψυχὴν ὑπὲρ τοῦ σοῦ ἀνδρὸς Ἀδὰμ Χριστοῦ τιθείσῃ καὶ προκινδυνευούσῃ, ἔταξε καὶ ὑπέταξέ σοι ὡς βασιλίδι τὰ Χερουβὶμ ὡπλισμένα ταῖς φλογηφόροις καὶ ἀπεριστρόφοις ῥομφαιομόρφοις (445) παντευχίαις, ὅπως σοι ἀβλαβῆ τε καὶ ἀθάνατον τὴν ζωὴν ἀείζωον τὰ Χερουβὶμ φυλάττωσι, τὰ Σεραφὶμ περιέπωσι, τὰ Ἑξαπτέρυγα σκέπωσιν, οἱ Θρόνοι διαναπαύωσι, τὰ Πολυόμματα ἐπιβλέπωσιν, αἱ Ἀρχαὶ δουλεύωσιν, αἱ Ἐξουσίαι διακονῶσιν, αἱ Δυνάμεις λατρεύωσι, βασιλεῖς προσκυνῶσιν, οἱ ἱερεῖς δοξάζωσιν, οἱ βροτῶν χοροὶ ἀνυμνῶσι, τὰ ἔθνη (450) κατακοσμῶσιν, αἱ γλῶσσαι ἐπαινῶσιν.
Ἐπεὶ οὖν σὺ μόνη καὶ οὐδέ τις ἄλλη τοιαύτης καὶ τοσαύτης δόξης καὶ τιμῆς παρὰ τοῦ σοῦ ἀνδρὸς ἀπήλαυσας Χριστοῦ, δέομαί σου καὶ ἀντιβολῶ ὡς ἐμῆς ἐξ ἁπαλῶν ὀνύχων καὶ ἐκ προγόνων ὑπαρχούσης μητρὸς καὶ τροφοῦ, μὴ παύσῃ τὸν σόν μοι τοῦ καθαροῦ καὶ ἀδόλου τοῦ (455) λόγου γάλακτος ἐπιδιδοῦσα πλουσίως μαζόν, ὅπως ἐκ σοῦ σὲ καὶ τοὺς σοὺς καλῶς θηλάσω ἄρνας διδασκάλους. Μὴ παύσῃ, ἡ τοῦ ἁγίου Πνεύματος ἄσπιλος περιστερὰ ἐκκλησία Θεοῦ, ἐν τῇ ἐμῇ καρδίᾳ ἐνοικοῦσα καὶ ἐμπεριπατοῦσα καὶ πολλοὺς νεοσσοὺς δι’ ἐμοῦ γεννῶσα. Μὴ ἀπαξιώσῃς, ὦ φίλανδρε καὶ μόνανδρε τοῦ Χριστοῦ τρυγών, ἐκ τοῦ σοῦ (460) στόματος ἐν τῷ στόματί μου χορηγεῖν τὴν βρῶσιν τοῦ σπόρου, ὅπως ἐξ αὐτοῦ ἀντιθρέψω σὲ καὶ τοὺς σοὺς ἐν τῇ σῇ καλ[λ]ιᾷ νεοττούς. Μὴ σιγήσῃς, ὦ οὐρανία ἀηδών, ἀεὶ ᾄδουσα καὶ ἐνηχοῦσα μου τοῖς ὠσὶ τὰ θεῖα λιγυρίσματα εἰς τὸ ἀεὶ περιίπτασθαι τῇ σῇ νοσσιᾷ καὶ καταθέλγειν τὰ στρουθία σοῦ τὰ ἐν αὐτῇ. Μὴ ἀναβάλῃς, ὦ ἀένναε πηγὴ τῆς ζωῆς, (465) ζῶντα τοῦ παραδείσου ἀναβλύζουσα ἡμῖν ἐκ τῆς Ἐδὲμ θεωρίας τὰ διειδῆ σου καὶ ἀθόλωτα νάματα εἰς τὸ πληροῦν ὕδατος ζῶντος ταύτας σου @1 τὰς λογικὰς καὶ ἐμψύχους τῶν προβάτων ἀγέλας δεξαμένας. Μὴ ἀποκάμῃς ἡμᾶς ὀφθαλμίζουσα, ὦ καλὴ καὶ στεφανίτης κηπωρέ, καὶ ὀμματίζουσα πρὸς τὸ καλῶς καλλιεργεῖν καὶ ὀφθαλμίζειν τὰ φυτὰ τὰ ἐν (470) σοί. Μὴ λίπῃς ἢ ἐκλείψῃς, ὦ ἀειφανὴς σελήνη, καθοδηγοῦσα ἡμᾶς ἐν τῇ νυκτὶ τῆς ἀθεΐας <καὶ> τῶν γραφῶν παννυχίᾳ καὶ ἀκαταληψίᾳ. Μὴ καταδύσῃς, ὦ σύζυγε καὶ σύνδρομε τοῦ σοῦ ἀμφιφώτου σεληνάνδρου ἡλίου Χριστοῦ, μὴ τὴν ἐξ αὐτοῦ ἀκτῖνα ἡμῖν καταπέμπουσα, ὅπως ἐξ αὐτοῦ διὰ σοῦ καταφωτίσας πολλοὺς φωστῆρας ἐκ σοῦ ἐξανάψω ἐν σοί. (475) Διό, ὡς Θεοῦ θησαυρός, μὴ παύσῃ πλουσίως ἡμῖν χορηγοῦσα τὸ ἀκίβδηλον καὶ βασιλικὸν τῆς ἀληθοῦς σου εἰκόνος ἀργύριον, ὅπως τοῦτο καταβαλὼν ἐν ταῖς ψυχαῖς τραπέζαις τῶν σῶν πόρων σὲ δι’ αὐτῶν τὴν θεόπλουτον καταπλουτήσω.
Μετὰ δὴ ταῦτα πάντα καὶ πρὸ τούτων, ὡς βοηθὸς τῷ ἀνθρώπῳ (480) γενομένη ὑπὸ Θεοῦ καὶ γνωριζομένη, μὴ παύσῃ προϊσταμένη καὶ βοηθοῦσα ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι τοῖς ὑπὲρ σοῦ πρεσβεύουσι, καὶ ψυχὴν καὶ σάρκα τὴν ἑαυτῶν διὰ σοῦ ἑτοίμως τιθεῖσι, καί, ὅση δύναμις ᾖ, τῇ βοηθῷ ἀόκνως βοηθοῦσι, καὶ καθ’ ἡμέραν ὑπὲρ σοῦ ἀποθνήσκουσι, καὶ τὸν ἴδιον τράχηλον ξίφει τείνουσι, καὶ τὸ αἷμα ὑπὲρ (485) σοῦ εὐψύχως κενοῦσι, καὶ τόνδε πη ἅπαντα τὸν τοῦ ἀγῶνος δρόμον καὶ πόνον κατὰ τῶν σῶν ἐχθρῶν ὑπὲρ τῆς σῆς ἀπολογίας ἀνύσασιν εἰς τὸ τὸ σὸν κέρας ἀνυψῶσαι, τοὺς δὲ σοὺς ἀντιδίκους τοῖς δυσὶ κέρασι τοῦ σοῦ ἀμνοῦ καὶ Θεοῦ, ταῖς φύσεσιν ἢ ἐνεργείαις ἢ θελήσεσι, κερατίσαι καὶ ἀπολέσαι, ὅτι αὐτὸς διὰ σοῦ μόνος Θεὸς ἡμῶν, καὶ αὐτὸς ἡ ζωὴ καὶ ἡ (490) πνοὴ καὶ ἡ σύστασις τῶν ψυχῶν ἡμῶν καὶ τῶν σωμάτων, καὶ αὐτῷ πρέπει πᾶσα τιμὴ καὶ δόξα σὺν τῷ ἀθανάτῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. @1